Aegyptii sive de providentia
- Edition reference
- Aegyptii sive de providentia, ed. Terzaghi, op. cit., 63–131.
- CTS identifier
urn:cts:greekLit:tlg2006.tlg003.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
1
1
ἱερός, ἔτι ἂν ἀξιώτερος εἴη λέγεσθαί τε καὶ γράφεσθαι.
Ὄσιρις καὶ Τυφὼς ἤστην μὲν ἀδελφὼ καὶ ἀπὸ τῶν
αὐτῶν ἐγενέσθην σπερμάτων. ἔστι δὲ οὐ μία ψυχῶν καὶ
σωμάτων συγγένεια· οὐ γὰρ τὸ τοῖν αὐτοῖν ἐπὶ γῆς ἐκφῦναι
γονέοιν τοῦτο προσήκει ψυχαῖς, ἀλλὰ τὸ ἐκ μιᾶς ῥυῆναι
πηγῆς. δύο δὲ ἡ τοῦ κόσμου φύσις παρέχεται, τὴν μὲν
φωτοειδῆ, τὴν δὲ ἀειδῆ· καὶ τὴν μὲν χαμόθεν ἀναβλύζουσαν,
ἅτε ἐρριζωμένην κάτω ποι, καὶ τῶν [τῆς] γῆς χηραμῶν
ἐξαλλομένην, εἴ πῃ τὸν θεῖον νόμον βιάσαιτο· ἡ δὲ τῶν
οὐρανοῦ νώτων ἐξῆπται· καταπέμπεται μὲν γὰρ ἐφ' ᾧ
κοσμῆσαι τὴν περίγειον λῆξιν, ἐπιτάττεται δὲ κατιοῦσα
διευλαβηθῆναι, μὴ ἐν ᾧ κοσμεῖ καὶ τάττει τὸ ἄτακτον καὶ
ἀκόσμητον, αὐτὴ πελάζουσα αἴσχους τε καὶ ἀκοσμίας ἀνα-
πλησθῇ. κεῖται δὲ Θέμιδος νόμος ἀγορεύων ψυχαῖς, ἥτις
ἂν ὁμιλήσασα τῇ τῶν ὄντων ἐσχατιᾷ τηρήσῃ τὴν φύσιν
καὶ ἀμόλυντος διαγένηται, ταύτην δὴ τὴν αὐτὴν ὁδὸν αὖθις
ἀναρρυῆναι καὶ εἰς τὴν οἰκείαν ἀναχυθῆναι πηγήν, ὥσπερ
γε καὶ τὰς ἐκ τῆς ἑτέρας μερίδος τρόπον τινὰ ἐξορμησαμένας
φύσεως ἀνάγκη ἐς τοὺς συγγενεῖς αὐλισθῆναι κευθμῶνας,
ἔνθα Φθόνος τε, Κότος τε καὶ ἄλλων ἔθνεα Κηρῶν
Ἄτης ἐν λειμῶνι κατὰ σκότον ἠλάσκουσιν.
2
Αὗται ψυχῶν εὐγένειαι καὶ δυσγένειαι, καὶ
γένοιτ' ἂν οὕτω συγγενεῖς εἶναι Λίβυν ἄνδρα καὶ Παρ-
θυαῖον, καὶ γένοιτ' ἂν οὕτως οὓς καλοῦμεν ἡμεῖς ἀδελφοὺς
κατὰ μηδὲν εἶναι τῇ ψυχῶν συγγενείᾳ προσήκοντας, ὅπερ
ἐπὶ τοῖν Αἰγυπτίοιν παίδοιν εὐθύς τε γεινομένων ὑπεσή-
μηνε καὶ τελειουμένων λαμπρῶς διεδείχθη. ὁ μὲν γὰρ
νεώτερος, θείᾳ μοίρᾳ καὶ φὺς καὶ τραφείς, τά τε ἐν βρέφει
φιλήκοον ἦν καὶ φιλόμυθον· ὁ γὰρ μῦθος φιλοσόφημα
παίδων ἐστίν· καὶ ἐπιδιδοὺς ἤρα παιδείας ἀεὶ τὸν χρόνον
ὑπερτεινούσης· τῷ τε πατρὶ τὰ ὦτα ὑπεῖχεν καὶ ὅ τι
ἕκαστος εἰδείη σοφόν, περὶ ἅπαντα ἐλιχνεύετο, τὰ μὲν
πρῶτα σκυλακηδὸν ἀθρόα πάντα ἀξιῶν εἰδέναι, ὥσπερ
ἀμέλει ποιοῦσιν αἱ φύσεις αἱ τὰ μεγάλα ὑπισχνούμεναι·
σφαδάζουσι καὶ προεξανίστανται τοῦ καιροῦ, ἤδη τὸ τέλος
ἑαυταῖς τὸ ἐραστὸν ἐγγυώμεναι. ἔπειτα μέντοι πολὺ πρὸ
ἥβης ἡσυχαίτερός τε ἦν εὖ γεγονότος πρεσβύτου καὶ σὺν
κόσμῳ μὲν ἤκουε, δεῆσαν δέ ποτε καὶ αὐτὸν εἰπεῖν, ἢ
ἀνερησόμενον περὶ ὧν ἤκουσεν ἢ ἐπ' ἄλλῳ τῳ, πᾶς ἂν
ἐπέγνω διαμέλλοντα καὶ ἐρυθαινόμενον. καὶ ὁδῶν ἐξίστατο
καὶ καθέδρας Αἰγυπτίων τοῖς πρεσβυτέροις, καὶ ταῦτα παῖς
ὢν τοῦ τὴν μεγάλην ἀρχὴν ἄρχοντος. παρῆν δὲ αὐτῷ
καὶ αἰδὼς ἡλίκων καὶ ἐν τῇ φύσει μάλιστα τὸ ἀνθρώπων
ἐπιμελεῖσθαι· ὥστε ἐν ἐκείνῳ τῆς ἡλικίας ὄντος, ἔργον ἦν
Αἰγύπτιον εὑρεῖν ἄνθρωπον, ᾧ μὴ ἕν γέ τι ἀγαθὸν παρὰ
τοῦ πατρὸς ἐπεπόριστο τὸ μειράκιον. ὁ δὲ πρεσβύτερος,
ὁ Τυφώς, ἑνὶ λόγῳ, πάντα ἐπαρίστερος. σοφίαν μὲν δὴ
πᾶσαν, ὅση τε Αἰγυπτία καὶ ὅσης ὑπερορίου διδασκάλους
ὁ βασιλεὺς Ὀσίριδι τῷ παιδὶ παρεστήσατο, ἀπεστυγήκει
τε ὅλῃ γνώμῃ καὶ κατεγέλα τοῦ πράγματος, ὡς ἀργοῦ τε
καὶ δουλοῦντος τὰς γνώμας· ὁρῶν δὲ τὸν ἀδελφὸν φοιτῶντά
τε ἐν τάξει καὶ αἰδοῖ συζῶντα, τοῦτο δὲ ᾤετο φόβον εἶναι, δι' ὃ
οὔτε πὺξ παίοντά τις εἶδεν, οὔτε λὰξ ἐναλλόμενον, οὔτε δρόμον
θέοντα ἄκοσμον, καὶ ταῦτα κοῦφόν τε ὄντα καὶ περιεπτισμέ-
νον καὶ ἐλαφρὸν τῇ ψυχῇ φορτίον τὸ σῶμα περικείμενον.
ἀλλ' οὐδὲ χανδόν ποτε Ὄσιρις ἔπιεν, οὔτε ἐξεκάγχασεν, ὡς
εἶναι τὸν γέλωτα βρασμὸν ὅλου τοῦ σώματος, ἅπερ Τυφὼς
ἔδρα τε ὁσημέραι καὶ μόνα ἔργα ἐλευθέρων ᾤετο, ποιεῖν ὅ τί
τις τύχοι καὶ βούλοιτο· ἐῴκει δὲ οὔτε τῷ γένει τὴν φύσιν,
οὐδ' ὅλως ἀνθρώπων τινί, καὶ καθάπαξ εἰπεῖν, οὐδ' αὐτὸς
ἦν αὑτῷ παραπλήσιος ἀλλὰ παντοδαπόν τι κακόν· νῦν
μὲν ἂν ἔδοξεν εἶναι νωθής τε καὶ ἐτώσιον ἄχθος ἀρούρης,
τοσαῦτα ἀφ' ὕπνου γινόμενος, ὅσα γαστρίζεσθαι καὶ ἄλλα
ἐναποτίθεσθαι τοῦ καθεύδειν ἐφόδια· νῦν δὲ καὶ τὰ μέτρια
ἀμελῶν τῶν ἀναγκαίων τῇ φύσει, ἐφ' οἷς σκιρτᾶν τε ἄμουσα
καὶ παρέχειν πράγματα καὶ ἥλιξι καὶ ὑπερήλιξιν. ἐθαύμαζέ
τε γὰρ ἰσχὺν σώματος ὡς τελεώτατον ἀγαθόν, καὶ ἐχρῆτο
κακῶς, θύρας τε ἀπαράττων καὶ βώλοις βάλλων καὶ εἴ τῳ
τραῦμα ἦν ἢ κακὸν ἄλλο ἐργάσοιτο χαίρων ὡς ἐπὶ μαρ-
τυρίᾳ τῆς ἀρετῆς· ὤργα τε ἄωρα καὶ βιαιότατος ἦν ἐπι-
θέσθαι μίξεσι· καὶ δὴ καὶ φθόνος μὲν αὐτῷ πρὸς τὸν ἀδελφὸν
ὑπετύφετο, μῖσος δὲ πρὸς Αἰγυπτίους, ὅτι οἱ μέν, ὁ λεώς,
ἐθαύμαζον Ὄσιριν καὶ ἐν λόγοις καὶ ἐν ᾠδαῖς, καὶ οἴκοι
καὶ ἐπὶ τῶν κοινῶν ἱερῶν ἀγαθὰ αὐτῷ πάντα πανταχοῦ
πάντες παρὰ τῶν θεῶν ᾔτουν· ὁ δέ τοι ἦν τε καὶ ἐδόκει
τοιοῦτος. ταῦτ' ἄρα ὁ Τυφὼς καὶ ἑταιρικόν τι συνεστήσατο
παίδων ἀφρόνων ἐπ' ἄλλο μὲν οὐδέν (οὐδένα γὰρ ἐπεφύκει
φιλεῖν ἀπὸ γνώμης) ἀλλ' ἵν' εἶέν τινες αὐτῷ στασιῶται,
μὴ φρονοῦντες τὰ Ὀσίριδος. ἦν δὲ ἅπαντι ῥᾴδιον ἐωνῆ-
σθαι τὴν γνώμην αὐτοῦ καὶ εὑρέσθαι τι παρὰ Τυφῶνος,
ὧν δέονται παῖδες, εἰ μόνον ψιθυρίσειέ τι τῶν φερόντων
εἰς λοιδορίαν Ὀσίριδος. παιδόθεν μὲν οὖν οὕτως ἡ φύσις
αὐτοῖν τὴν διαφορὰν τῶν βίων ὑπέσχετο.
3
Ὥσπερ δὲ ὁδῶν ἡ πρώτη σχίζα κατὰ βραχὺ
διαστᾶσα, προιοῦσα πλέον ἀεί τι ποιεῖ, καὶ τελευτῶσαι
καταντῶσιν εἰς πλεῖστον τὸ ἀντικείμενον, οὕτως ἴδοι τις
ἂν καὶ ἐπὶ τῶν νέων γινόμενον, καὶ τὸ σμικρὸν εἰς δια-
φορὰν πλεῖστον ἀφίστησι προιόντας. οἱ δὲ οὐδὲ κατὰ
μικρόν, ἀλλ' αὐτίκα τὴν ἐναντίαν ἐτράποντο, ἀρετὴν καὶ
κακίαν τελείαν ἑκάτερος διαλαχόντες. ἐπιδιδόντων οὖν,
συνεπεδίδου καὶ τὸ ἀντίξουν τῶν προαιρέσεων, καὶ ἀρι-
δηλότερα τὰ τεκμήρια παρειχέσθην, ἔργοις ἐνσημαινόμενα.
Ὄσιρις μὲν οὖν εὐθὺς ἀφ' ἥβης συνεστρατήγει τοῖς ἀπο-
δεδειγμένοις, οὔπω μὲν ὅπλα διδόντος τοῖς τηλικοῖσδε τοῦ
νόμου, γνώμης δὲ ἄρχων, οἱονεὶ νοῦς ὤν, καὶ τοῖς στρα-
τηγοῖς χερσὶ χρώμενος. κᾆτα, ὥσπερ φυτοῦ τῆς φύσεως
αὐξανομένης, ἐξέφερε καρπόν τινα ἀεὶ τελειότερον· ἐπι-
στάτης δὲ δορυφόρων γενόμενος, καὶ τὰς ἀκοὰς πιστευθείς,
καὶ πολιαρχήσας, καὶ βουλῆς ἄρξας, ἑκάστην ἀρχὴν ἀπε-
δίδου παρὰ πολὺ σεμνοτέραν ἢ παρελάμβανεν. ὁ δὲ ταμίας
τε χρημάτων ἀποδειχθεὶς (ἐδέδοκτο γὰρ τῷ πατρὶ τῆς
φύσεως ἀποπειρᾶσθαι τῶν παίδων ἐν ἐλάττοσιν ὑποθέ-
σεσιν) ᾔσχυνεν ἑαυτόν τε καὶ τὸν ἑλόμενον, κλοπῆς τε
δημοσίων ἁλοὺς καὶ δωροδοκίας καὶ ἐμπληξίας εἰς τὴν
διοίκησιν. μετατεθεὶς δὲ καὶ εἰς ἕτερον εἶδος ἀρχῆς, μή ποτε
ἄρα καὶ ἐναρμόσειεν, ὁ δὲ αἴσχιον ἔπραξε, καὶ χρηστῆς
βασιλείας ἐκεῖνο τὸ μέρος τῆς ἀρχῆς, ᾧ Τυφὼς ἐπεστάτη-
σεν, ἐνιαυτὸν ὅλον ἀποφράδα ἤγαγεν. ἐπ' ἄλλους ἀνθρώ-
πους ᾔει, καὶ τὸ οἰμώζειν ἐπ' ἐκείνους μετῄει. τοιοῦτος Τυφὼς
ἄρχειν ἀνθρώπων. ἰδίᾳ μὲν ἐκορδάκιζεν, Αἰγυπτίων δὲ
ὅστις ἀκοσμότατος καὶ ξένων συνειλοχὼς τοὺς πάντα
ῥᾳδίους εἰπεῖν τε καὶ ἀκοῦσαι καὶ παθεῖν καὶ ποιῆσαι, ὡς
εἶναι τὸ ἑστιατόριον παντοδαπῆς ἀκολασίας ἐργαστήριον·
καὶ ἐγρηγορὼς αὐτός τε ἔρρεγκεν, καὶ ἄλλων ἀκούων ἥδετο,
μουσικήν τινα θαυμαστὴν τὸ πρᾶγμα ἡγούμενος, ἔπαινοί
τε καὶ τιμαὶ τῷ παρατείνοντι τὸν ἀκόλαστον ἦχον καὶ
τῷ μᾶλλον στρογγύλλοντι. εἷς δέ τις αὐτῶν, ὁ μάλιστα
ἀνδρειότατος, ἀπηρυθρίασε πρὸς ἅπαν, καὶ μηδὲν τῶν ἐπο-
νειδίστων ὀκνήσας, ἀριστείων τε ἄλλων πολλῶν ἐτύγχανεν,
καὶ ἀρχαί τινες ὑπῆρξαν αὐτῷ μισθὸς αἰσχρᾶς παρρησίας.
ὁ Τυφὼς οἴκοι μὲν δὴ τοιοῦτος.
4
Ἐπειδὴ δὲ ἐν τῷ σχήματι τοῦ τὰ κοινὰ πράττειν
καθίζοιτο, διεδείκνυ σαφῶς ὅτι παντοδαπὸν ἡ κακία· καὶ
γὰρ πρὸς ἀρετὴν καὶ πρὸς ἑαυτὴν στασιάζει, καὶ μερίδες
αὐτῆς ἄμφω τὰ ἀντικείμενα. ὅ γέ τοι χαῦνος εὐθὺς ἐμε-
μήνει, καὶ σκληρότερον ὑλακτῶν Ἠπειρώτου κυνὸς συμ-
φορὰν προσετρίβετο, τὴν μὲν ἰδιώτῃ, τὴν δὲ οἰκίᾳ, τὴν
δὲ ὁλοκλήρῳ πόλει, καὶ ἐγάνυτό γε μεῖζον κακὸν ἐργασά-
μενος, ὡς τὴν ἀδοξίαν τῆς οἴκοι ῥᾳθυμίας δακρύοις ἀνθρώ-
πων ἀπονιπτόμενος. ἓν ἄν τις ὤνατο τοῦ κακοῦ· πολλάκις
γὰρ ὢν πρὸς αὐτῷ δὴ τῷ δρᾶσαι δεινόν, ἢ παρενεχθεὶς
τὴν γνώμην εἰς ἀλλοκότους ὑπονοίας ἐξέπιπτεν, ὥστε
ἐοικέναι τοῖς νυμφολήπτοις, περὶ τῆς ἐν Δελφοῖς σκιᾶς
ἐρρωμένως διατεινόμενος· ἐν τούτῳ δὲ ὁ κινδυνεύων ἐσῴ-
ζετο, περὶ οὗ μηδεὶς ἔτι λόγος ἐγίνετο· ἢ ληθάργῳ συνεί-
χετο καὶ καρηβαρὴς ἦν ἐπὶ χρόνον τινά, ὥστε ἀπεῖναι
τῶν ἐν οἷς εἴη τὸν νοῦν. εἶτα ἀγείραντος ἑαυτόν, ἐρρυήκει
μὲν καὶ ὣς ἡ μνήμη τῶν ἔναγχος· ὁ δὲ ἐζυγομάχει πρὸς
τοὺς ἐπὶ τῶν διοικήσεων περὶ τοῦ πόσους ὁ μέδιμνος ἔχει
πυρούς, καὶ πόσους κυάθους ὁ χοῦς, περιττήν τινα καὶ
ἄτοπον ἀγχίνοιαν ἐνδεικνύμενος. ἤδη δέ ποτε καὶ ὕπνος
ἀφείλετο συμφορᾶς ἄνθρωπον, ἐπιπεσὼν Τυφῶνι μάλα
εὐκαίρως, καὶ κατὰ τῆς καθέδρας ἦν ἂν ἐπὶ κεφαλὴν ὤσας,
εἰ μή τις ὑπηρέτης μεθεὶς τὴν λαμπάδα ὑπήρειδεν. οὕτω
πολλάκις τραγικὴ παννυχὶς εἰς κωμῳδίαν ἀπετελεύτησεν.
καὶ γὰρ οὐδὲ ἐχρημάτιζεν ἐν ἡμέρᾳ, ἅτε ἡλίῳ καὶ φωτὶ
φύσις ἀντίξους καὶ σκότῳ προσήκουσα. σαφῶς δὲ εἰδὼς
ὅτι πᾶς, ὅτῳ καὶ σμικρόν τι φρονήσεως μέτεστι, κατέ-
γνωκεν αὐτοῦ τὴν ἀκριβεστάτην ἀμαθίαν, ὁ δὲ οὐχ ἑαυτὸν
ᾐτιᾶτο τῆς ἀτοπίας, ἀλλὰ διὰ τοῦτο κοινὸς ἦν ἐχθρὸς τῶν
νοῦν ἐχόντων, ὡς ἀδικούντων, ὅτι κρίνειν ἐπίστανται, βου-
λεῦσαι μὲν ἄπορος, ἐπιβουλεῦσαι δὲ ποριμώτατος. ἄνοια καὶ
ἀπόνοια συνήστην αὐτῷ, κῆρες ψυχῆς ὑπ' ἀλλήλων ῥωννύ-
μεναι, ὧν ἄλλα κακὰ μείζω καὶ προχειρότερα γένος ἀνθρώ-
πων ἐκτρῖψαι οὔτε ἔστιν, οὔτε μή ποτε ἐν τῇ φύσει γένηται.
5
Ταῦτα ἕκαστα ὁ πατὴρ ἑώρα τε καὶ ξυνίει, καὶ
Αἰγυπτίων προὐκήδετο· βασιλεὺς γὰρ ἦν καὶ ἱερεὺς
καὶ σοφός· Αἰγύπτιοι λόγοι φασίν, ὅτι καὶ θεός. οὐ γὰρ
ἀπιστοῦσιν Αἰγύπτιοι μυρίους καθ' ἕνα θεοὺς αὐτῶν βασι-
λεῦσαι, πρὶν ὑπ' ἀνθρώπων ἀρχθῆναι τὴν χώραν καὶ
γενεαλογηθῆναι τοὺς βασιλέας, Πείρωμιν ἐκ Πειρώμιδος.
ἐπειδὴ οὖν μεθίστασαν αὐτὸν θεῖοι νόμοι παρὰ τοὺς μείζους
θεούς, καὶ παρῆν ἡ κυρία, συνειλέχατο μὲν εἰς αὐτήν, πάλαι
προηγορευμένον, ἐξ ἁπάσης πόλεως Αἰγυπτίας ἱερέων τε
ὅσαι φρῆτραι, καὶ τὸ στρατιωτικὸν τὸ αὐτόχθον· οὗτοι
μὲν ὑπ' ἀνάγκης τοῦ νόμου· τὰ δὲ ἄλλα μέρη τῶν δήμων
ἐξῆν μὲν ἀπεῖναι, παρεῖναι δὲ οὐδεὶς εἴργετο, θεασόμενοι
τὴν χειροτονίαν, οὐκ αὐτοὶ χειροτονήσοντες. συφορβοὶ δὲ
εἴργοντο καὶ τῆς θέας, καὶ ὅστις αὐτὸς ἢ γένος ἀλλόφυλος
ὢν ὁπλοφορεῖ μισθωτὸς Αἰγυπτίοις, καὶ τούτοις ἀπείρητο
μὴ παρεῖναι. ταύτῃ καὶ παρὰ πλεῖστον ἔλαττον ἔσχεν ὁ
πρεσβύτερος τῶν υἱέων. συφορβοί τε γὰρ ἦσαν καὶ ἀλλό-
φυλοι τὸ στασιωτικὸν τοῦ Τυφῶνος, δῆμος ἀπόπληκτος
καὶ πολύς· ἀλλ' εἴκων ἔθει, καὶ οὐδὲ ἀναπειρώμενος οὐδὲ
δεινὸν τὴν ἀτιμίαν ἀλλὰ προσῆκον ἡγούμενος, ἅτε νόμῳ
καταδεδικασμένην καὶ φύσιν οὖσαν ἤδη τοῖς γένεσιν.
6
Καθίσταται δὲ Αἰγυπτίοις ὁ βασιλεὺς τρόπῳ
τοιῷδε. ἱερὸν ὄρος ἐστὶ παρὰ τὴν μεγάλην πόλιν τὰς
Θήβας, καὶ ὄρος ἄλλο καταντικρύ· [καὶ] μέσον ἀμφοῖν τὸ
ῥεῦμα τοῦ Νείλου. τῶν ὀρῶν τοῦτο μὲν τὸ καταντικρὺ
Λιβυκόν, καὶ ἐν αὐτῷ δίαιταν ἔχειν νόμος τῆς παρασκευῆς
τὸν χρόνον τοὺς ὑποψήφους τῇ βασιλείᾳ, τοῦ μηδὲν ἐπαι-
σθάνεσθαι τῆς αἱρέσεως· τὸ δὲ ἱερὸν [τὸ] Αἰγύπτιον. σκηνὴ
μὲν ἐπ' ἄκρου τῷ βασιλεῖ, καὶ παρ' αὐτὸν ὅσοι τῶν ἱερέων
τὴν μεγάλην σοφίαν σοφοί, καὶ πρόεισιν ἡ τάξις εἰς ἅπαν
τὸ ἀριστεῦον, κατ' ἀξίαν τῶν τελετῶν τὰς χώρας μερίζουσα.
οὗτοι μὲν ὡς περὶ καρδίαν, τὸν βασιλέα, κύκλος εἷς πρῶτος·
οἱ δὲ στρατιῶται, κύκλος ἄλλος ἔχεται τούτου. καὶ οὗτοι
μὲν ἔτι περὶ τὸν ὄχθον, ὃς ἐπὶ τοῦ διατείνοντος ὄρους
ὄρος ἐστὶν ἄλλο, καθάπερ μαστὸς ἀνιστάμενος, ἐν ἀπόπτῳ
τὸν βασιλέα παρέχων καὶ τοῖς διὰ πλείστου περιεστῶσι.
περιεστᾶσι δὲ τοῦ μαστοῦ τὴν ὑπώρειαν καταλαμβάνοντες,
ὅσοις ἔξεστιν ἐπὶ τῇ θέᾳ παρεῖναι, οὗτοι μὲν μόνον ἐπευ-
φημοῦντες οἷς ἂν ἐπαισθάνωνται, οἱ δὲ τὸ κῦρος ἔχοντες
τῆς αἱρέσεως. ἐπειδὰν ἐπιθειάσηται βασιλεύς, καὶ οἷς τοῦτο
τὸ ἔργον ἅπαν κινήσωσι κωμαστήριον, ὡς ἂν τοῦ θείου
παρόντος τε καὶ τὰ περὶ τὴν αἵρεσιν συμφροντίζοντος,
ὀνόματός τινος ἀναδειχθέντος τῶν ὑποψήφων τῇ βασιλείᾳ,
στρατιῶται μὲν χεῖρας αἴρουσι· κωμασταὶ δὲ καὶ ζάκοροι
καὶ προφῆται ψηφοφοροῦσι. πλῆθος ἔλαττον τοῦτο, δύναται
δὲ παρὰ πολὺ πλεῖστον· προφητικὴ μὲν γὰρ ψῆφος ἑκατὸν
χεῖρές εἰσιν, κωμαστικὴ δὲ εἴκοσι, καὶ ὁ ζάκορος δέκα δύναται
χεῖρας. ἕτερον ὄνομα τῶν βασιλικῶν, καὶ ἐπ' αὐτῷ χεῖρες
καὶ ψῆφοι. κἂν μὲν ἀγχώμαλον ᾖ τὸ πλῆθος, βασιλεὺς
ἐπιψηφίσας θατέρᾳ μερίδι παρὰ πολὺ μείζω ποιεῖ· τῇ δὲ
ἐλάττονι προσνείμας ἑαυτὸν εἰς ἴσον καθίστησιν. ἔνθα ἀνα-
θέσθαι δεῖ τὴν χειροτονίαν καὶ τῶν θεῶν ἔχεσθαι, προσε-
δρεύοντάς τε πλείω χρόνον καὶ ἀπταιστότερον ἁγιστεύον-
τας, ἕως ἂν οὐ διὰ παραπετασμάτων, οὐδὲ διὰ τῶν
ἑκάστοτε συνθημάτων, ἀλλ' αὐτοπτηθέντες αὐτὸν τὸν
βασιλέα ἀναδείξωσι, καὶ ὁ δῆμος αὐτήκοος γένηται τῆς
παρὰ τῶν θείων ἀναρρήσεως. ταῦτα μέν, ὡς ἑκάστοτε
τυγχάνοι, νῦν μὲν οὕτως, νῦν δὲ ἐκείνως ἐγένετο· ἐπὶ δὲ
Τυφῶνός γε καὶ Ὀσίριδος θεοί τε, οὐδὲν τῶν ἱερέων πραγ-
ματευσαμένων, τὴν πρώτην εὐθὺς ἐναργεῖς ἑωρῶντο, καὶ
ἔταττον ἐφεστῶτες αὐτοί, καὶ διεκόσμουν ἕκαστος τοὺς
σφετέρους ὀργιαστάς, ἅπαντί τε δῆλον ἦν, ἐφ' ᾧ γε παρείη-
σαν. καίτοι καὶ μὴ παρόντων, ἅπασα χείρ, ἅπασα ψῆφος
τοῦ νεωτέρου τῶν βασιλικῶν παίδων τοὔνομα περιέμενεν.
ἀλλὰ τὰ μεγάλα δεῦρο μείζοσι καὶ φροιμίοις προαναδείκ-
νυται, καὶ τὸ θεῖον ἐπισημαίνεται παρὰ τοῖς πολὺ παρὰ
τὸ εἰκὸς ἀποβησομένοις, καὶ λῴοσιν οὖσι καὶ χείροσιν.
7
Ὄσιρις μὲν οὖν, ὥσπερ θέμις ἦν, αὐτοῦ κατὰ
χώραν ἔμενεν, οὗ τὴν ἀρχὴν διεβεβίβαστο· ὁ δὲ ἐσφάδαζεν,
ἤσχαλλεν εἰδέναι τὰ περὶ τὴν χειροτονίαν, καὶ τέλος οὐκ
ἦν ἐγκρατὴς ἑαυτοῦ, τὸ μὴ οὐκ ἐπιθέσθαι πείρᾳ καὶ δια-
φθεῖραι ψήφους. ἀφειδήσας οὖν ἑαυτοῦ τε καὶ νόμων βασι-
λικῶν, καὶ ἐφεὶς τῷ ῥεύματι, φερόμενος, νηχόμενος, ἅπαντα
ποιῶν καὶ πάσχων, καταγέλαστος ὑπὸ τῶν ὁρώντων,
καθίσταται πέραν τοῦ ποταμοῦ· καὶ ᾤετο μὲν λανθάνειν,
πλὴν οἷς προσέλθοι τε καὶ ὑπόσχοιτο χρήματα, ἅπας δέ
τις ἠπίστατο, καὶ ἐστύγουν αὐτόν τε καὶ τὴν ἐπίνοιαν.
οὐ μὴν ἐλέγξειν ἐδόκει φύσιν παράφορον· ὃ καὶ συμβέβηκεν
αὐτῷ βαρυσυμφορώτατον· αὐτὸς παρών, αὐτὸς ἀκούων,
ἁπάσαις γνώμαις ἀπεψήφιστο, ἁπάσαις χερσὶν ἀπεκεχει-
ροτόνητο· οἱ θεοὶ δὲ αὐτῷ καὶ ἀρὰν προσέβαλλον. καὶ
ἧκε μετάπεμπτος Ὄσιρις, ὁ μηδὲν πραγματευσάμενος, θεῶν,
ἱερέων, ἁπάντων ἁπλῶς ἅμα στέμμασιν ἱεροῖς καὶ αὐλοῖς
ἱεροῖς παρὰ τὴν ὄχθην ἀπαντώντων, οὗ τὴν βᾶριν ἔδει
κατᾶραι τὴν ἀπὸ τοῦ Λιβυκοῦ μέρους τὸν νέον βασιλέα
ἀναλαμβάνουσαν· ἀπ' οὐρανοῦ τε εὐθὺς σημεῖα μεγάλα,
καὶ αὐτόθεν ὀμφαί τε ἀγαθαὶ καὶ ἅπαν εἶδος, ὑφ' οὗ τὸ
μέλλον θηρᾶται, καὶ μεῖον καὶ μεῖζον, τὴν βασιλείαν Αἰγυ-
πτίοις εὐηγγελίζετο· παρ' ὅσον ἐδόκουν οἱ τῆς χείρονος
μερίδος δαίμονες οὐκ ἀτρεμήσειν, οὐδ' ἂν πράως ἐνέγκαι
τὴν ἀνθρώπων εὐδαιμονίαν, ἀλλ' ἐπιθήσεσθαι καὶ οἰδαίνειν
ἐδόκει. καὶ ἐπιβουλή τις ἐσημαίνετο.
8
Ἐπειδὴ οὖν τὴν βασίλειον τελετὴν ὑπό τε τῶν
θεῶν ὑπό τε τοῦ πατρὸς ἐτετελέωτο, προαγορεύουσιν
αὐτῷ σαφῶς, ἅτε σαφῶς εἰδότες, τὰ μὲν ἄλλα πάντα, ἐσμοὺς
δή τινας ἀγαθῶν, ὅτι δὲ χρεὼν εἴη τὸν ἀδελφόν, κακῇ
μοίρᾳ καὶ Αἰγυπτίοις καὶ τῇ τοῦ πατρὸς ἑστίᾳ γενόμενον,
εἰ μὴ μέλλοι πάντα συγχεῖν, ἐκποδὼν ποιεῖσθαι, τοῦ μήτε
ὁρᾶν μήτε ἀκούειν τὰς διὰ τὴν Ὀσίριδος αὐτοῦ βασιλείαν
εὐημερίας τε καὶ εὐετηρίας Αἰγύπτου· μηδὲν γὰρ ἀγαθὸν
οἰστὸν εἶναι τῇ φύσει Τυφῶνος· παραδιδόασί τε αὐτῷ
τὴν διττὴν τῶν ψυχῶν οὐσίαν, καὶ τὴν ἀναγκαίαν ἀντί-
θεσιν, ἣν αἱ χαμόθεν ἔχουσι πρὸς τὰς ἄνωθεν. ταῦτ' ἄρα
καθαιρεῖν τε ἠξίουν καὶ περιτέμνειν τῆς ἀγαθῆς τε καὶ θείας
συστοιχίας φύσιν ἐχθράν, μηδὲν ἐπαισχυνθέντα τὴν ὑπ' ἀν-
θρώπων ὀνομαζομένην συγγένειαν· μαλακισθέντι δὲ εἶπον,
ὅσα χρεὼν εἶναι παθεῖν αὐτόν τε καὶ Αἰγυπτίους καὶ
περιοίκους καὶ ὅσης ἦρχον Αἰγύπτιοι· οὐδὲ γὰρ οὐδὲ
ἀφαυρὸν τὸ κακὸν εἶναι, οὐδ' ἂν τὴν τυχοῦσαν ἐπιμέλειαν
ἀρκέσαι τὰς ἐμφανεῖς τε αὐτοῦ καὶ λαθραίας ἐπιθέσεις ἀπο-
ταφρεῦσαί τε καὶ ἀμενηνῶσαι· παρεῖναι γὰρ αὐτῷ καὶ
προστάτας, χρῆμα ἰσχυρὸν δαιμόνων βασκάνων, ὧν εἶναι
συγγενῆ, καὶ παρ' ὧν εἰς γένεσιν προβεβλῆσθαι, ἵν' ἔχοιεν
ὀργάνῳ χρῆσθαι τῆς εἰς ἀνθρώπους κακίας, ἐφ' ἣν ὁδῷ
βαδίζοντες, καὶ ἐγεννήσαντο καὶ ἐθρέψαντο καὶ ἐμαιώσαντο
καὶ εἰς τὸν οἰκεῖον τρόπον ἐπαιδεύσαντο μέγα αὐτοῖς ἐσό-
μενον ὄφελος Τυφῶνα. ἓν ἔτι δεῖν οἴονται πρὸς τὸ πάντα
ἀπέχειν, αὐτῷ ἰσχὺν τὴν ἀπὸ τῆς ἀρχῆς περιθεῖναι· οὕτω
γὰρ ἔσεσθαι τέλεον ἐκ τελέων, μεγάλα κακὰ ποιεῖν καὶ
βουλόμενον καὶ δυνάμενον· «Σὲ δὲ δὴ καὶ στυγοῦσιν», ἔφη
τις αὐτῶν, «ὡς ἀνθρώπων μὲν κέρδος, σφῶν δὲ ζημίαν·
συμφοραὶ γὰρ ἐθνῶν εὐωχία φαύλων δαιμόνων». αὖθις οὖν
καὶ πολλάκις ταῦτα ἐνουθέτουν, τὸν ἀδελφὸν ἀποδιοπομ-
πεῖσθαι καὶ πόρρω ποι γῆς ἐρᾶν, τὸ φύσει πρᾶον Ὀσίριδος
εἰδότες τε καὶ ὁρῶντες, ὑφ' οὗ τελευτῶντες εἰπεῖν ἐξεβιά-
σθησαν, ὅτι χρόνον μέν τινα ἀνθέξει· λήσεται δὲ ἐνδοὺς
καὶ καταπροδοὺς αὑτὸν καὶ πάντας ἀνθρώπους, ὀνόματος
χρηστοῦ φιλαδελφίας ἔργῳ τὰς μεγίστας τῶν συμφορῶν
ἀλλαξάμενος. «Ἀλλ' ὑμῶν γε», ἦ δ' ὃς, «ἵλεων ὄντων καὶ
ἀρωγῶν, οὔτε ὀρρωδήσω μένοντα τὸν ἀδελφόν, καὶ ἐξάν-
της ἔσομαι τοῦ δαιμονίου μηνίματος· ῥᾴδιον γὰρ ὑμῖν, ἢν
ἐθέλητε, καὶ τὸ παροφθὲν ἐξακεῖσθαι».
9
Ὑπολαβὼν δὲ ὁ πατήρ, «Κακῶς», ἔφη, «τοῦτο
γινώσκεις, ὦ παῖ· ἡ γὰρ θεία μερὶς ἐν τῷ κόσμῳ πρὸς
ἄλλοις ἐστί, τὰ μὲν πολλὰ κατὰ τὴν πρώτην ἐν αὐτῇ
δύναμιν ἐνεργοῦσα καὶ ἐμφορουμένη τοῦ νοητοῦ κάλλους.
ἐκεῖ γὰρ ἄλλο γένος θεῶν ὑπερκόσμιον, ὃ συνέχει μὲν
πάντα μέχρις ἐσχάτων τὰ ὄντα· αὐτὸ δὲ ἀκλινές ἐστι καὶ
πρὸς ὕλην ἀμείλικτον· ἐκεῖνο τοῖς μὲν φύσει θεοῖς τὸ μακά-
ριον θέαμα· τὸ δὲ καὶ τὴν ἐκείνου πηγὴν ἰδεῖν ἔτι μακαριώ-
τερον. κᾆτα ἐκεῖνο μὲν τῷ παρ' ἑαυτῷ μένειν ὑπερπλῆρές
ἐστιν ἀγαθῶν, ὑπερπλῆρες ὂν ἑαυτοῦ· τοῖς δὲ ἀγαθὸν τὸ
πρὸς τὸν ἐκεῖ θεὸν ἐπεστράφθαι. οὐ μὴν ἁπλῆ τίς ἐστιν
ἀγαθῶν οὐδὲ μονοειδὴς ἡ ἐνέργεια, ἀλλὰ καὶ μερίδων ἐπι-
μελοῦνται τοῦ κόσμου, τὴν ἐν τῇ θεωρίᾳ πρᾶξιν, ὅσον
χωρεῖ, καταβιβάζοντες εἰς τὸ ἐπιτροπευόμενον. τὸ μὲν οὖν
εἰλικρινὲς αὐτῶν εὐθὺς ὑπ' ἐκείνην μὲν τὴν πρώτην οὐσίαν
τετάχαται· τάττουσι δὲ αὐτοὶ τοὺς ἄγχιστα αὐτῶν, καὶ
κάτεισιν ἐφεξῆς ἡ διαδοχὴ τῶν τάξεων μέχρις ἐσχάτων
τῶν ὄντων, καὶ ἀπολαύει πάντα διὰ τῶν μέσων τῆς ἐπι-
μελείας τῶν πρώτων· οὐ μὴν ἐπ' ἴσης ἐστίν· οὐ γὰρ ἂν
ἦν τὸ ἑξῆς· ἀλλ' ἀσθενεῖ κατιόντα τὰ ὄντα, μέχρι πλημ-
μελήσει καὶ παραχαράξει τὴν τάξιν, ἐν ᾧ καὶ τὸ εἶναι
τῶν ὄντων παύεται. γίνεται δέ τι περὶ τὰ τῇδε τοιόνδε·
τὸ φύσει πλάνον τῆς ἐν γενέσει φύσεως, τῆς τε σωματικῆς
μοίρας τὸ ἔσχατον εἴληχεν καὶ ἐπικηρότατον· οὐρανὸς δὲ
τὸ πρῶτόν τε καὶ ἀκηρότατον, καὶ ψυχῆς τὸ ἀνάλογον
εἶδος ἐνείματο. ὅπερ οὖν οἵδε ἐκεῖ», δεικνὺς ἔφη τοὺς θεούς,
«τοῦτο ὁ δαίμων ἐν τοῖς πολυκλονήτοις στοιχείοις, φύσις
ἔμπληκτος καὶ θρασεῖα, καὶ τῷ πλήθει τῆς ἐκεῖθεν ἀπο-
στάσεως οὐκ ἐπαΐουσα τῆς εὐθημοσύνης τῶν θείων. οὐκ
οὔσης οὖν τῆς ὑποστάθμης τῶν ὄντων πρὸς οἰκείαν σωτη-
ρίαν ἀρκούσης· αὐτή τε γὰρ ὑπορρεῖ, καὶ οὐ περιμένει
τὸ εἶναι, μιμεῖται δὲ αὐτὸ τῷ γίνεσθαι· καὶ τῶν δαιμόνων,
ἅτε συγγενῶν ὄντων τῆς τῇδε φύσεως, ἀφανιστικὴν οὐσίαν
λαχόντων, ἐπεστράφθαι μὲν ἀνάγκη τὸ θεῖον, καὶ ἐνδιδόναι
τινὰς ἀρχάς, αἷς ἕπεται τὸ ἐνθάδε καλῶς ἐπὶ χρόνον,
ἐφ' ὅσον ἡ ἔνδοσις ἤρκεσεν. ὥσπερ δὲ τὰ νευρόσπαστα
ὄργανα κινεῖται μὲν καὶ πεπαυμένου τοῦ τὴν πηγὴν τῆς
κινήσεως ἐνδόντος τῇ μηχανῇ, κινεῖται δὲ οὐκ ἐπ' ἄπειρον,
οὐ γὰρ οἴκοθεν ἔχει τὴν πηγὴν τῆς κινήσεως, ἀλλ' ἕως
ἡ δοθεῖσα δύναμις ἰσχύει, καὶ οὐκ ἐκλύεται τῇ προόδῳ
τῆς οἰκείας ἀφισταμένη γενέσεως· τὸν αὐτὸν οἴου τρόπον,
ὦ φίλε Ὄσιρι, τὸ μὲν καλῶς καὶ τὸ θεῖον ἅμα τε εἶναι
καὶ οὐκ εἶναι τοῦδε τοῦ τόπου, καταπέμπεσθαι δὲ ἑτέ-
ρωθεν· καὶ διὰ τοῦτο ψυχαί τε ἀγαθαὶ μόλις μέν, ἀλλὰ
φανεῖεν ἂν ἐνταῦθα, καὶ ἐφορεῖαι θεῶν, ὅταν τοῦτο δρῶσιν,
οἰκεῖα μὲν δρῶσιν, οὐ μὴν τῇ πρώτῃ ζωῇ· ἕτερον γὰρ
αὐτοῖς τὸ μακάριον, ὅτι τὸ ἀπολαύειν αὐτὸ κόσμου παρὰ
τοῦ πρώτου, τοῦ κοσμεῖν τὰ χείρω μακαριώτερον· τὸ μὲν
γάρ ἐστιν ἀπεστράφθαι, τὸ δὲ ἐπεστράφθαι. καί που τελετὴν
ἐπώπτευσας, ἐν ᾗ δύ' ἐστὸν συνωρίδες ὀμμάτων, καὶ δεῖται
τὰ κάτω μύειν, ὅταν δεδόρκῃ τὰ ὑπερκείμενα· τούτοιν δὲ
μυσάντοιν, ἀντιπεριίσταται τὸ ἀνοίγνυσθαι. οἴου τοίνυν
αὐτὸ θεωρίας εἶναι καὶ πράξεως αἴνιγμα, τῶν μέσων παρὰ
μέρος ἑκάτερον ἐνεργούντων, ἀλλ' ἐν τοῖς τῶν τελειοτέρων
πλέονι χρωμένων τῷ λῴονι· τῷ χείρονι δέ, ὅσα ἀναγκαῖα,
μόνον προσομιλούντων. ἔστιν οὖν καὶ ταῦτα ἔργα θεῶν,
ἀναγκαῖα μὲν τῷ κόσμῳ δρώντων, οὐ μὴν προηγούμενα
ἀγαθά, ὅτι καὶ ἄνθρωποι νῦν μὲν οἰκωροῦσι μείω καὶ μείζω,
νῦν δὲ φιλοσοφοῦσιν, ἀλλ' ἐν τούτῳ θεσπεσιώτεροι.
10
Ἀπὸ τούτων οὖν σύνες ὅ τοι λέγω. μὴ ἀπαίτει
τοὺς θεοὺς σαυτῷ προσεδρεύειν, ἔργον ἔχοντας προηγού-
μενον θεωρίαν τε καὶ τὰ πρῶτα μέρη τοῦ κόσμου, ἐν
οὐρανῷ τε οὖσι καὶ πλεῖστον ἀφεστῶσι μήτε ἀπραγμά-
τευτον ἡγοῦ μήτε ἀιδίαν τὴν κάθοδον γίνεσθαι. τακτοὶ
γὰρ [δὴ] χρόνοι κατακομίζουσιν αὐτοὺς κατὰ τὸ παρά-
δειγμα τῶν μηχανοποιῶν, ἐνδώσοντας ἀρχὴν ἀγαθῆς ἐν
πολιτείᾳ κινήσεως· τοῦτο δέ ἐστιν, ὅταν βασιλείαν ἁρμό-
σωσι ψυχὰς συγγενεῖς δεῦρο κατακομίσαντες. θεία γὰρ
αὕτη καὶ μεγαλομερὴς ἡ πρόνοια, δι' ἑνὸς ἀνδρὸς ἐπιμε-
ληθῆναι πολλάκις μυρίων ἀνθρώπων. αὐτοὺς οὖν τὸ ἐντεῦ-
θεν δεῖ πρὸς τοῖς αὐτῶν εἶναι, σὲ δὲ ἀπειλημμένον ἐν
ἀλλοτρίοις μεμνῆσθαι μὲν ὅθεν εἶ, καὶ ὅτι λειτουργίαν τινὰ
ταύτην τῷ κόσμῳ πληροῖς· πειρᾶσθαι δὲ σαυτὸν ἀνάγειν,
ἀλλὰ μὴ τοὺς θεοὺς κατάγειν ἔχειν τε προμήθειαν ἑαυτοῦ
τὴν πᾶσαν, ὥσπερ ἐν στρατοπέδῳ ζῶντα ἐπ' ἀλλοτρίας,
ψυχὴν θείαν ἐν δαίμοσιν, οὓς εὔλογον γηγενεῖς ὄντας
ἐπιτίθεσθαι καὶ ἀγανακτεῖν, ἤν τις ἐν τοῖς αὐτῶν ὅροις
νόμους ἀλλοφύλους τηρῇ. ἀγαπητὸν οὖν ἀγρυπνοῦντα
καὶ νύκτωρ καὶ μεθ' ἡμέραν, μίαν ταύτην ἐπιμέλειαν ἔχοντα,
μὴ ἁλῶναι κατὰ κράτος ἕνα ὑπὸ πολλῶν, ξένον ὑπὸ αὐτο-
χθόνων. ἔστι μὲν γὰρ τῇδε καὶ ἡρώων φῦλον ἱερὸν ἐπιμελὲς
ἀνθρώπων, καὶ τὰ σμικρὰ ὠφελεῖν δυνάμενον, καὶ τὸ
πρεσβύτερον ἀγαθόν, ἥρωος οἷον μετοικία τις αὕτη, τοῦ
μὴ ἄμοιρα τῆς λῴονος φύσεως τὰ τῇδε ὑπολείπεσθαι· καὶ
χεῖρα ὀρέγουσιν ἐν οἷς δύναμις. ἀλλ' ὅταν εἰς πόλεμον
ψυχῆς ὕλη κινήσῃ τὰ οἰκεῖα βλαστήματα, σμικρὸν γίνεται
θεῶν ἀπόντων τὸ ἐντεῦθεν ἀντίπαλον· ἰσχυρὸν γὰρ ἕκα-
στον ἐν τοῖς οἰκείοις. οἱ δὲ πρῶτον μὲν ἐθελήσουσιν ἑαυτῶν
ποιῆσαι· ἡ δὲ ἐπιχείρησις τοιάδε. οὐκ ἔστιν ἐπὶ γῆς εἶναι
μή τινα καὶ μοῖραν ψυχῆς ἄλογον ἔχοντα. καὶ ταύτην
προβέβληται μὲν ὁ πολύς, παρήρτηται δὲ ὁ σοφός· ἔχειν
δὲ ἀνάγκη πάντας. διὰ ταύτης ὡς διὰ συγγενοῦς ἐπὶ τὸ
ζῷον ἔρχονται δαίμονες προδοσίαν ποιοῦντες. ἀτεχνῶς γὰρ
πολιορκίᾳ προσέοικε τὸ γινόμενον· ὅπερ δὲ πάσχουσιν
ἄνθρακες ὑπὸ δᾴδων, 〈οἳ〉 θᾶττον ἑξάπτονται διὰ τὴν ἤδη
πρὸς τὸ πῦρ ἐπιτηδειότητα, οὕτως ἡ δαίμονος φύσις ἐμπα-
θὴς οὖσα, μᾶλλον δὲ πάθος οὖσα ζῶν καὶ κινούμενον,
πελάσασα ψυχῇ τὸ ἐν αὐτῇ πάθος κινεῖ, καὶ προάγει τὴν
δύναμιν εἰς ἐνέργειαν· παραθέσει γὰρ ἕκαστον δρᾷ. συνε-
ξομοιοῦται δὲ ἅπαν τῷ ποιοῦντι τὸ πάσχον. οὕτως ἐπι-
θυμίαν, οὕτω θυμοὺς ἐξάπτουσι δαίμονες καὶ ὅσα ἀδελφὰ
τούτων κακά, ψυχαῖς ὁμιλοῦντες διὰ τῶν προσηκόντων
σφίσι μερῶν, ἅπερ τῆς παρουσίας αὐτῶν αἰσθάνεται φυσι-
κῶς, καὶ κινεῖται καὶ ὑπ' αὐτῶν δυναμοῦται τοῦ νοῦ κατε-
ξανιστάμενα, μέχρις ἂν κρατήσωσι τῆς ὅλης ψυχῆς ἢ
ἀπογνῶσι τὴν αἵρεσιν. οὗτος ἀγώνων ὁ μέγιστος· οὔτε
γὰρ καιρός, οὔτε τρόπος, οὔτε τόπος ἐστίν, ὃν ἀνιᾶσι
προσβάλλοντες, καὶ ὅθεν οὐκ ἄν τις οἴοιτο, κἀκεῖθεν ἐπι-
χειροῦσι· πανταχοῦ πάγαι, πανταχοῦ μηχαναί, πάντα
κινεῖ τὸν οἴκοθεν πόλεμον, ἕως ἂν ἐξέλωσιν ἢ ἀπαγορεύ-
σωσιν. θεαταὶ δὲ ἄνωθεν οἱ θεοὶ τῶν καλῶν τούτων ἀγώ-
νων, ὧν ἔσῃ στεφανηφόρος· ὡς εἴθε καὶ τῶν δευτέρων.
ἀλλὰ δέος μὴ τούτους μὲν ἕλῃς, ἐν ἐκείνοις δὲ αἱρεθῇς·
ὅταν γὰρ ἡ θεία μοῖρα τῆς ψυχῆς μήτε ἀκολουθήσῃ τῇ
χείρονι, καὶ ἀνακόψῃ πολλάκις αὐτὴν καὶ πρὸς ἑαυτὴν
ἐπιστρέψῃ, φύσις ἐν τῷ χρόνῳ στομοῦσθαι κἀκείνην, ὥστε
ἀντέχειν ταῖς ἐμβολαῖς, καὶ οἷον γανωθεῖσαν οὐκέτι δέχεσθαι
τὰς ἐκ τῶν δαιμόνων ἐπιρροάς. θεῖον οὖν οὕτως καὶ ἓν
ὅλον τὸ ζῷον ὄντως τότε γίνεται, καὶ τοῦτο ἔστιν ἐπὶ
γῆς φυτὸν οὐράνιον, ἐγκεντρισμὸν ἀλλότριον οὐ δεξάμενον,
ὥστε ἐξ ἐκείνου φῦσαι καρπούς, ἀλλ' εἰς τὴν ἑαυτοῦ φύσιν
κἀκεῖνο μεταποιῆσαν. οἱ δὲ ἀπεγνωκότες αὐτοῦ, τότε δὴ
παντελῶς ἤδη τὸν δεύτερον ἀγωνίζονται ἀγῶνα, ἐκκόψαι
τε αὐτὸ καὶ τῆς γῆς ἐκτρῖψαι, ὡς ἂν μηδέν σφισι προσῆ-
κον· καὶ γὰρ αἰσχύνονται τὴν ἧτταν, εἴ τις ἀλλόφυλος
ὢν ἐν τοῖς αὐτῶν τόποις κρατῶν περιέρχεται, τρόπαιον
νίκης ὢν καὶ φαινόμενος· ὁ γὰρ τοιοῦτος οὐκ ἐν ἑαυτῷ
μόνῳ ποιεῖ τὴν ζημίαν αὐτοῖς, ἀλλὰ καὶ ἑτέρους τῆς ἐπι-
κρατείας αὐτῶν συναφίστησιν. ἀρετῆς γὰρ ζηλουμένης,
ἔρρειν ἀνάγκη τὰ χείρω. διὰ ταῦτα μὲν ἐπιβουλεύουσιν
ἀνελεῖν καὶ ἰδιώτην καὶ ἄρχοντα, πάντα ὁντινοῦν τὸν
ἀφηνιάσαντα πρὸς τοὺς νόμους τῆς ὕλης· ἀλλ' ἐνταῦθα
σὺ βασιλεὺς ὢν ῥᾷον ἅπαντος ἰδιώτου φυλάττοιο· ἔξωθεν
γὰρ ἐπιχειροῦσι, μὴ προχωρησάντων τῶν ἔνδοθεν, πολέμῳ
καὶ στάσει καὶ ὅσα λωβᾶται σώματι, ὑφ' ὧν ἥκιστα ἂν
αἱροῖτο βασιλεὺς προμηθὴς ὢν ἑαυτοῦ· ὡς ἔστιν ἄμαχον,
ὅταν ἰσχὺς καὶ σοφία συγγένωνται· διαληφθεῖσαι δὲ
ἀπ' ἀλλήλων, ῥώμη τε ἀμαθὴς καὶ φρόνησις ἀσθενής,
εὐκαταγώνιστοι γίνονται.
11
Ἠγάσω πάντως, ὦ παῖ, τὴν ἐν ταῖς ἱεραῖς εἰκόσι
τῶν πατέρων ἐπίνοιαν. τὸν Ἑρμῆν, Αἰγύπτιοι διπλῆν
ποιοῦμεν τὴν ἰδέαν τοῦ δαίμονος, νέον ἱστάντες παρὰ
πρεσβύτῃ, ἀξιοῦντες, εἴπερ τις ἡμῶν μέλλει καλῶς ἐφορεύ-
σειν, ἔννουν τε εἶναι καὶ ἄλκιμον, ὡς ἀτελὲς εἰς ὠφέλειαν
θάτερον παρὰ θάτερον. ταῦτ' ἄρα καὶ ἡ Σφὶγξ ἡμῖν ἐπὶ
τῶν προτεμενισμάτων ἵδρυται, τοῦ συνδυασμοῦ τῶν ἀγα-
θῶν ἱερὸν σύμβολον, τὴν μὲν ἰσχὺν θηρίον, τὴν δὲ φρό-
νησιν ἄνθρωπος. ἰσχύς τε γὰρ ἔρημος ἡγεμονίας ἔμφρονος
ἔμπληκτος φέρεται, πάντα μιγνῦσα καὶ ταράττουσα πράγ-
ματα, καὶ νοῦς ἀχρεῖος εἰς πρᾶξιν ὑπὸ χειρῶν οὐχ ὑπη-
ρετούμενος· ἀρετὴ δὲ καὶ τύχη μόλις μέν, ἀλλ' ἐπὶ μεγάλοις
συγγίνονται, ὥσπερ ἐπὶ σοῦ συνηλθέτην. μηκέτ' οὖν ἐνόχλει
τοῖς θεοῖς, οἴκοθεν, ἢν ἐθέλῃς, δυνάμενος σῴζεσθαι· τούτοις
γὰρ οὐκ ἔχει καλῶς ἀεὶ τῶν οἰκείων ἀποδημεῖν τοῖς ἀλλο-
τρίοις καὶ χείροσι φιλοχωροῦντας· εἰ μὴ καὶ ἀσεβὲς τὸ
κακῶς κεχρῆσθαι ταῖς σπαρείσαις εἰς ἡμᾶς ἀφορμαῖς πρὸς
τὸ τηρεῖσθαι τάξει τε καὶ ἑπομένως τῷ δοθέντι κόσμῳ τὰ
ἐπὶ γῆς· τοῦτο γὰρ ἀνάγκην ἐστὶ ποιούντων τοῦ πάλιν
αὐτοὺς ἥκειν πρὸ τῶν τεταγμένων χρόνων ἐπιμελησο-
μένους τῶν τῇδε· ἀλλὰ τότε μέν, τῆς ἁρμονίας, ἣν ἥρμο-
σαν, ἐκλυομένης τε καὶ γηρώσης, ἔρχονται πάλιν αὐτὴν
ἐντενοῦντες καὶ οἷον ἀποψύχουσαν ζωπυρήσοντες, καὶ
τοῦτο δρῶσι χαίροντες, λειτουργίαν ταύτην τινὰ ἐκπιμ-
πλάντες τῇ φύσει τοῦ κόσμου· ἄλλως τε ἥξουσιν ἐφθαρ-
μένης τε αὐτῆς καὶ ῥαγείσης κάκῃ τῶν παραλαβόντων,
ὅταν μηδαμῶς ἄλλως οἷά τε ᾖ τὰ τῇδε σῴζεσθαι. οὔκουν
ἐπὶ σμικροῖς, οὐδ' ὅταν ἁμαρτάνηται περὶ τὸ καὶ τό, κινεῖται
θεός. ἦ μέγα τι χρῆμα ὁ εἷς ἐκεῖνος, δι' ὃν ἥξει τοῦ μακαρίου
τις γένους ἐνθάδε· ἀλλ' ὅταν ἡ σύμπασα τάξις καὶ τὰ μεγάλα
φθείρηται, τότε δεῖ φοιτᾶν αὐτούς, ἐνδώσοντας ἀρχὴν ἄλλης
διακοσμήσεως. μηδὲν οὖν ἀγανακτούντων ἄνθρωποι κακὰ
αὐθαίρετα ἔχοντες, μηδὲ αἰτιάσθων τούσδε μὴ προνοεῖν
σφῶν· ἡ γὰρ πρόνοια καὶ αὐτοὺς ἀπαιτεῖ τὸ παρ' ἑαυτῶν
εἰσάγειν. ἐπεὶ ἔν γε τῷ τόπῳ τῶν κακῶν οὐ θαυμαστὸν
εἶναι κακά, ἀλλὰ θαυμαστὸν εἴ τι καὶ μὴ τοιοῦτον ἐνταῦθα·
τοῦτο γὰρ μέτοικον καὶ ἀλλότριον, καὶ τοῦτο προνοίας,
δι' ἣν ἔξεστι μὴ ῥᾳθυμοῦντας ἀλλὰ χρωμένους οἷς παρ' αὐτῆς
ἔχομεν πάντα πάντως εὐδαίμονας εἶναι. οὐ γάρ ἐστιν ἡ
πρόνοια κατὰ τὴν μητέρα τοῦ νεογιλοῦ βρέφους, ἣν δεῖ
πράγματα ἔχειν, ἀποσοβοῦσαν τὰ προσπτησόμενα καὶ
λυπήσοντα· ἐκεῖνο γὰρ ἀτελὲς ἔτι καὶ οἴκοθεν ἀβοήθητον·
ἀλλὰ κατ' ἐκείνην, ἥτις αὐξήσασά γε αὐτὸ καὶ ὁπλίσασα,
χρῆσθαι κελεύει καὶ τὰ κακὰ ἀπερύκειν. ταῦτα φιλοσόφει
τε ἀεί, καὶ τοῦ παντὸς ἄξια ἀνθρώποις εἰδέναι ἡγοῦ. καὶ
γὰρ πρόνοιαν νομιοῦσι, καὶ ἑαυτῶν φροντιοῦσιν, εὐσεβεῖς
τε καὶ ἐπιμελεῖς ἅμα γινόμενοι· καὶ οὐχ ἡγήσονται θεοῦ τε
ἐπιστροφὴν καὶ χρῆσιν ἀρετῆς στασιάζειν πρὸς ἄλληλα.
ἔρρωσο· τὸν δὲ ἀδελφόν, εἰ σωφρονεῖς, κώλυε τὴν σαυτοῦ
τε καὶ Αἰγυπτίων εἱμαρμένην προαναιρῶν· ἔξεστι γάρ.
ἐνδοὺς δὲ καὶ μαλακισθείς, ὀψὲ περίμενε τοὺς θεούς».
12
Εἰπὼν ἀπῆρε τὴν αὐτὴν τοῖς θεοῖς. ὁ δὲ ὑπε-
λείπετο, χρῆμα ἥκιστα τῆς γῆς ἄξιον, ὃς αὐτίκα προσε-
φιλονείκει τὰ κακὰ αὐτῆς ἐξορίσαι, μηδέν τι βίᾳ χρώμενος·
ἀλλ' ἔθυε γὰρ Πειθοῖ καὶ Μούσαις καὶ Χάρισιν, ἑκόντας
ἅπαντας ἐναρμόζων τῷ νόμῳ. τῶν θεῶν δέ, ὅσα τε ἀὴρ
φέρει καὶ ὅσα ποταμοῦ δῶρα καὶ γῆς, ἅπαντα χορηγούντων
ἄφθονα τοῦ βασιλέως αἰδοῖ, ὁ δὲ τὰς μὲν ἀπολαύσεις ἀνίει
τῷ πλήθει, αὐτὸς δὲ ἅπασαν μὲν ῥᾳστώνην ἀπελίμπανεν,
ἅπαντα δὲ πόνον ἀνθῃρεῖτο, ὕπνου μὲν ὀλίγον, φροντίδων
δὲ πλεῖστον μεταλαγχάνων, καθάπαξ εἰπεῖν, ἄσχολος ὢν
ὑπὲρ τῆς ἁπάντων σχολῆς. ταῦτ' ἄρα καὶ καθ' ἕνα, καὶ
κατ' οἴκους, καὶ κατὰ συγγενείας, καὶ πόλεις, καὶ νομοὺς
ὅλους, ἀγαθῶν ἐπίμπλη πάντας ἀνθρώπους τῶν τε εἴσω
καὶ τῶν θυραίων. ἀρετῆς τε γὰρ ζῆλον ἤσκησεν, πρὸς ἓν
τοῦτο πᾶν μάθημα καὶ πᾶν ἐπιτήδευμα τάξας ἀσκεῖσθαι,
καὶ γέρα προὔθηκε τοῖς ἀρίστοις ἄρχειν ἀνθρώπων, καὶ
ποιεῖν ὁμοίους τοὺς ἀρχομένους. αὔξειν δὲ ἅπαν ἀνάγκη
τὸ τιμώμενον, καὶ ἔρρειν ἀνάγκη τὸ ἀμελούμενον. συνεπε-
δίδου δὴ καὶ παιδείας ἁπάσης ἔρως, ὅση τε τῆς γνώμης
ἐστὶ καὶ ὅση τῆς γλώττης. καὶ γὰρ τοὺς ἐν τῷ τοιῷδε
διαφέροντας οὐκέτ' ἦν ἀγελαίους ὁρᾶν, ἀλλὰ λαμπροὺς ταῖς
παρὰ βασιλέως τιμαῖς, τέχνην παρεχομένους ὑπηρέτιν
φρονήσεως, ὅτι νοῦς πρόεισι λέξεσιν ἀμπεχόμενος· τὸ δὲ
εὖ τε καὶ χεῖρον ἐστάλθαι τὸν αὐτόν, ὥσπερ ἄνδρα, καὶ
εὐσχήμονα καὶ ἀσχήμονα δείκνυσιν. καὶ προπαιδείαν οὖν
Ὄσιρις ἠξίου τιμᾶν· παιδείαν γὰρ ἀρετῆς ᾤετο πηγὴν
εἶναι. εὐσέβειά γε μὴν τότε δὴ μάλιστα πάντων καιρῶν
Αἰγυπτίοις ἐπεχωρίασεν. ταῦτα μὲν ψυχῆς ἀγαθά, καὶ
εὐθηνοῦντο αὐτῶν ἐπὶ τῆς Ὀσίριδος βασιλείας Αἰγύπτιοι,
ὡς ἐοικέναι τὴν χώραν ἀρετῆς διδασκαλείῳ, τῶν παίδων
πρὸς ἕνα βλεπόντων τὸν ἡγεμόνα, καὶ δρώντων τε ἕν,
ὅ τι ὁρῷεν, καὶ λεγόντων ἕν, ὅ τι ἀκούοιεν. πλούτου δὲ
αὐτὸς μὲν ἠμέλει· ὅπως δὲ πᾶσι παρείη, τούτου τὴν ἅπασαν
ἐπιμέλειαν εἶχεν, ἀδωρότατός τε ὢν καὶ φιλοδωρότατος. καὶ
φόρους ἀνῆκε πόλεσι, καὶ ἀπορουμένοις ἐπέδωκε, καὶ τὸ
πεπτωκὸς ἤγειρε, καὶ τὸ μέλλον ἰάσατο· τὴν μὲν εἰς μέγεθος
ἦρε, τὴν δὲ εἰς κάλλος ἤσκησε, τὴν δὲ οὐκ οὖσαν προσέ-
θηκε, τὴν δὲ ἐκλελειμμένην συνῴκισεν. ἀπολαύειν μὲν οὖν
ἀνάγκη καὶ τὸν καθ' ἕνα τῶν κοινῶν ἀγαθῶν· ὁ δὲ οὐκ
ἐπόνει καθιεὶς καὶ εἰς τὴν ὑπὲρ τοῦ δεῖνος φροντίδα, ὡς
ἐπ' ἐκείνου γενέσθαι τὸ μηδένα ἀνθρώπων ὀφθῆναι δακρύ-
οντα· οὐδὲ ἠγνόησεν Ὄσιρις, ὅστις ὅτου δέοιτο, καὶ τί
κωλύει τὸν δεῖνα μακάριον εἶναι. ὁ μὲν δικαίας ἤρα τιμῆς,
καὶ ἀπέδωκεν· ὁ δὲ ἐπειδὴ βιβλίοις προσανέχων ἄσχολος
ἦν ἐκπορίζειν τροφήν, ἐν πρυτανείῳ σίτησιν ἔδωκεν· ὁ δὲ
τιμῆς μὲν ἀνθρωπίνης ἠμέλει, καὶ τὰ περιόντα αὐτὸν εὖ
μάλ' ἔβοσκεν, λειτουργῶν δ' ἴσως ᾐσχύνετο· οὐδὲ τοῦτο
ἠγνόησεν, ἀλλ' ἀνῆκε τῆς λειτουργίας, οὐκ ἐνοχληθείς,
ἀλλ' ἐνοχλήσας τῷ, πρὶν αἰτηθῆναι, δοῦναι, αἰδοῖ σοφίας
ἀξιῶν τὸν τοιοῦτον αὐτόνομον εἶναι καὶ ἄφετον, ὥσπερ
ζῷον ἱερόν, ἀνειμένον θεῷ· συνελόντα δ' εἰπεῖν, τῆς ἀξίας
οὐδεὶς ἡμάρτανεν, εἰ μὴ ὅτῳ κακόν τι ὠφείλετο· τούτῳ
δὲ οὐκ ἔνειμε τὴν ἀξίαν· φιλοτιμίαν γὰρ ἐποιεῖτο πραότητι
γνώμης καὶ χρηστοῖς ἔργοις καὶ τὸν ἀναιδέστατον ἐκνική-
σειν. καὶ ταύτῃ γε ᾤετο τοῦ τε ἀδελφοῦ καὶ τῆς συνωμοσίας
αὐτοῦ περιέσεσθαι, ἀρετῆς περιουσίᾳ μεταποιήσας τὰς
φύσεις, ἓν τοῦτο γνώμης σφαλλόμενος. βασκανία γὰρ
ὑπ' ἀρετῆς οὐ παύεται μᾶλλον, ἀλλ' ἐξάπτεται. εἰ γὰρ φύσιν
ἔχει τὸ ἀγαθοῖς ἐπιφύεσθαι, ὅσῳ πρόεισι τἀγαθά, καὶ τὸ
ἐπ' αὐτοῖς λυπεῖσθαι συνεπιδίδωσιν, ὅπερ ἔπαθε πρὸς τὴν
Ὀσίριδος ἀρχὴν ὁ βαρύστονος ἀδελφός.
13
Εὐθύς γε μὴν τὴν ἡγεμονίαν παραλαμβάνοντος,
μικρὸν ἐδέησεν ἀπολέσθαι, τὴν κακὴν κεφαλὴν προσουδίζων
τε καὶ κίοσι προσαράσσων· ἡμερῶν συχνῶν οὐ προση-
νέγκατο σῖτον, καίτοι βορώτατος ἦν, ἀπεσείσατο ποτόν,
καίτοι φιλοινότατος ἦν. ὕπνου μὲν ἐρῶν, ἄμοιρος διετέλει·
ἐγρηγόρσει δὲ συνείχετο καὶ μάλα ἀποδιοπομπούμενος, καὶ
τὼ ὀφθαλμὼ μύων ἐπίτηδες, τοῦ τὴν ψυχὴν ἀνεθῆναι τῶν
κεντούντων τῆς μνήμης. ἀλλ' ἔστιν ἡ μνήμη πρὸς τὸν ἐθέ-
λοντα καταθέσθαι φιλονεικότατον· ὥστε καὶ μύσαντι τῶν
κακῶν ἡ φαντασία παρῆν, καὶ ὕπνου δέ, εἴ ποτε, παρα-
θρέξαντος, ὄναρ ἂν ἀθλιώτερον ἔπραττεν, ἐν ὀφθαλμοῖς
ὁρῶν πάγον ἐκεῖνον, ψήφους ἐκείνας, χεῖρας ἐκείνας ἐπὶ
τὸν ἀδελφὸν ἁπαξαπάσας· καὶ διαναστάντι δ' ἂν ἀσμένως
μίσει τῆς χαλεπῆς ὄψεως, ἐπὶ χρόνον συχνὸν περιεβομ-
βεῖτο τὰ ὦτα τῇ τῶν εὐφημούντων ἠχοῖ· οὔτε ἀτρέμας
ἔχειν ἠνείχετο, τῆς ψυχῆς ἀσχαλλούσης, καὶ προκύπτοντα
τῆς οἰκίας συμφοραὶ διεδέχοντο, καὶ ἐν λόγοις καὶ ἐν ἔργοις
καὶ ἐν ᾠδαῖς τῶν ἁπάντων Ὄσιρις ἦν, ὡς μὲν καλὸς
ἰδεῖν, ὡς δὲ σοφὸς εἰπεῖν ὁ νέος βασιλεύς, καὶ τὸ μεγα-
λόφρον, ὅτι οὐκ ἀλαζόν, καὶ τὸ πρᾶον, ὅτι ἀταπείνωτον.
αὖθις οὖν ὑπενόστει καὶ κατεκλείετο, οὐκ ἔχων ὅ τι τῷ
ζῆν χρήσεται, οὔτ' αὐτός, οὔθ' ἡ γυνή, διωλύγιον ἄλλο
κακόν, ἑαυτῆς κομμώτρια, θεάτρου καὶ ἀγορᾶς ἄπληστος,
τὰς ἁπάντων ὄψεις βουλομένη τε καὶ οἰομένη πρὸς αὑτὴν
ἐπεστράφθαι· παρ' ὃ καὶ μείζω συμφορὰν ἐπεποίητο τῆς
βασιλείας ἐκπεπτωκέναι τὸν ἄνδρα, ἐκείνως ἂν οἰομένη
δημοσιεύσειν τὴν πολιτείαν ἐπὶ μείζονος ὑποθέσεως, καὶ
καθηδυπαθήσειν τὴν ἐξουσίαν. ἑαλώκει τε αὐτῆς ὁ Τυφὼς
ἤδη πρεσβύτης ὤν, ὥσπερ παιδάριον ἀφροδίτης ἀρχό-
μενον, καὶ ἦν αὐτῷ τὸ μέρος τῆς συμφορᾶς αἰδὼς τῆς
ἀνθρώπου, πρὸς ἣν ἐπεφιλοτίμητο τὴν μεγίστην ἄρξειν
ἀρχὴν κἀκείνῃ τὴν δυναστείαν κοινώσεσθαι. ἡ δὲ καὶ ἐν
ἰδιώτῃ βίῳ χρῆμα φανερώτατον ἦν, εὐδοκιμεῖν ἐν τοῖς
πλεῖστον ἀντικειμένοις φιλοτιμουμένη, θηλυτάτη μὲν γυναι-
κῶν τρύφημα προσεξευρεῖν, καὶ ἐπιποιῆσαι κάλλει, καὶ
ἐνδοῦναι τῇ φύσει· παραβολωτάτη δὲ ἀρρένων ἐπιθέσθαι
σκέμματι καὶ τολμῆσαι πεῖραν, ποικιλοπράγμων τε οὖσα
καὶ καινοτόμος. παρεσκεύαστο δὴ πρὸς ταῦτά τε καὶ πρὸς
τἄλλα καὶ γυναῖκας ἑταιριστρίας καὶ ἄνδρας πελάτας πάντας
ὁμοιογνώμονας ἔχειν, καὶ χρῆσθαι πρὸς ἃ ἐπεφύκει, καὶ
οἴκοι καὶ θύραζε. Ὀσίριδι δὲ καὶ ὅτι γυναικωνῖτις ἦν τὸ
παιδάριον ἀνέμνησε τοῖς ἀνθρώποις ὁρώμενον· καί τοι
τὸ παιδίον, ὁ Ὦρος, θέαμα σπάνιον ἦν. μίαν γὰρ ἀρετὴν
Ὄσιρις ᾤετο γυναικὸς εἶναι τὸ μήτε τὸ σῶμα αὐτῆς μήτε
τοὔνομα διαβῆναι τὴν αὔλειον. οὔκουν οὐδὲ τὸ ἐν ἄκρῳ
γενέσθαι τῆς τύχης παρεκίνησε τοῦ καθεστῶτος τὴν
σώφρονα, εἰ μὴ καὶ μᾶλλον ὑπὸ τῷ μεγέθει τῆς ἐξουσίας
ἐκρύπτετο, ἐπεὶ μηδὲ αὐτὸς ὡς παρὰ τοῦτο εὐδαιμονέστερος
ἐγανύσκετο· ἀλλ' ᾔδει, καὶ μὴ τυχών, οὐκ ἂν ἧττον εὐδαί-
μων γενόμενος. αὐτὸς γάρ τις ἕκαστος ἑαυτῷ τοῦ τοιούτου
ταμίας, ἀγαθὸς εἶναι βουλόμενος. διὸ τοὺς μὲν ἀρετῇ
συζῶντας, ἰδιώτας τε ὄντας καὶ ἄρχοντας, ἴδοι τις ἂν
ὁμοίως εὐθυμουμένους. ἅπας γὰρ βίος ἀρετῆς ὕλη. καθάπερ
ἐπὶ σκηνῆς ὁρῶμεν τοὺς τῆς τραγῳδίας ὑποκριτάς· ὅστις
καλῶς ἐξήσκησε τὴν φωνήν, ὁμοίως ὑποκρινεῖται τόν τε
Κρέοντα καὶ τὸν Τήλεφον, καὶ οὐδὲν θἀλουργῆ τῶν ῥακίων
διοίσει πρὸς τὸ μέγα καὶ καλὸν ἐμβοῆσαι καὶ καταλαβεῖν
ἠχοῖ τοῦ μέλους τὸ θέατρον· ἀλλὰ καὶ τὴν θεράπαιναν
καὶ τὴν δέσποιναν μετὰ τῆς αὐτῆς ἐπιδείξεται μουσικῆς, καὶ
ὅ τι ἂν περιθῆται προσωπεῖον, τὸ καλῶς αὐτὸν ὁ χορηγὸς
τοῦ δράματος ἀπαιτεῖ· οὕτως ἡμῖν θεὸς καὶ τύχη περιτί-
θησιν ὥσπερ προσωπεῖα τοὺς βίους ἐν τῷ μεγάλῳ τοῦ
κόσμου δράματι, καὶ οὐδέν τι μᾶλλον ἕτερος ἑτέρου βίος
βελτίων ἢ χείρων, χρῆται δὲ ὡς ἕκαστος δύναται. δύναται
δὲ ὁ σπουδαῖος ἁπανταχοῦ καλῶς διαγίνεσθαι, κἂν τὸν
πτωχὸν κἂν τὸν μόναρχον ὑποκρίνηται· διοίσεται δὲ οὐδὲν
περὶ τοῦ προσωπείου. ἐπεὶ καὶ ὁ τραγῳδὸς γελοῖος ἂν
γένοιτο, τὸ μὲν φεύγων, τὸ δὲ αἱρούμενος· καὶ γὰρ ἐν τῷ
τῆς γραὸς εὐδοκιμῶν, στεφανοῦταί τε καὶ κηρύττεται, καὶ
ἐν τῷ τοῦ βασιλέως ἀσχημονῶν, κλώζεται καὶ συρίττεται,
ἔστι δὲ ὅπῃ καὶ λίθοις βάλλεται. βίος γὰρ οὐδεὶς οἰκεῖος
ἡμῶν, ἀλλοτρίους δὲ ἔξωθεν περικείμεθα· ἡμεῖς δὲ τὸ χρώ-
μενον ἔνδοθεν ἀμείνους καὶ χείρους αὐτοὶ ποιοῦντές τε καὶ
δεικνύντες, ἀγωνισταὶ ζώντων δραμάτων. ταῦτ' ἄρα ὥσπερ
ἐσθῆτας ἔστιν αὐτοὺς ἀμφιέσασθαι καὶ μεταμφιέσασθαι.
14
Ὄσιρις μὲν οὖν (ἐπεπαίδευτο γὰρ τί τὸ οἰκεῖον,
καὶ τί τὸ ἀλλότριον) μέτρον εὐδαιμονίας ἠπίστατο τὴν
ψυχὴν οὖσαν. αὑτόν τε οὖν καὶ τοὺς οἴκοι παρείχετο τοὺς
αὐτοὺς τὰς γνώμας, ἰδιώτας καὶ ἄρχοντας ἀνεκπλήκτους
ὑπὸ τῶν ἔξωθεν. οἱ δὲ (αἰσθήσει τε γὰρ ἔζων καὶ νοῦς
ἀπῆν) ἐρασταὶ τύχης ἀμελεῖς, οἰκεῖον ἑαυτῶν ἡγούμενοι
τὸ ἀλλότριον, φύσης τε ἦσαν ἔμπλεω, τὴν βασιλείαν
καραδοκήσαντες, καί, ὡς οὐκ ἦλθεν ἐπ' αὐτούς, ἀπεγνώ-
κεσαν ἑαυτῶν καὶ οὐδὲν ἐνόμιζον εἶναι βιώσιμον. αὖθίς τε
καὶ πολλάκις εἰρῆσθαι ἄξιον· ἀνθρώποις ἀπαιδευσίας κανὼν
μὴ περιμένειν βίον, ὥσπερ ἐν τραπέζῃ μερίδα, ἥτις περια-
γομένη γένοιτο καθ' ἡμᾶς, ἵνα ἀνελώμεθα, ἀλλὰ αὐτὸν
εἶναι τὸν προαρπάζοντα καὶ ὑφαιρούμενον. τυχὼν μὲν γὰρ
ὁ τοιοῦτος καταγέλαστος ἔσται, συμπότης ὢν ἄκοσμος,
καὶ τῷ τάττοντι τὸ συμπόσιον ἀπεχθήσεται, τό γε
ἐφ' ἑαυτῷ ταράσσων ἀνελευθερίᾳ τὴν τάξιν· μὴ τυχὼν δέ,
ταῦτά τε, καὶ προσέτι κλαιήσει παιδαρίου δίκην, τῆς
παρενεχθείσης μερίδος καὶ εἰς τὸν πλησίον ἐλθούσης αὐτὸς
ἐξεχόμενος. ὧν τὰ παραπλήσια Τυφῶνι πάντα παρῆν·
καὶ γὰρ θεοῖς ἀπήχθητο, καὶ αὐτὸς ὠδύρετο, καὶ τὸ πρᾶγμα
γέλως ἐγεγόνει τῷ πλήθει. οὐδὲ γὰρ ὅτι συχνῶν μηνῶν
ἀνεπεπτώκει, καὶ καθ' ἡμέραν ἐπίδοξος ἦν ἀποθανεῖσθαι,
οὐδὲ τοῦτο ἔλεον, ἀλλ' ὀργὴν μὲν ἐκίνει τοῖς ἀνδρειοτέροις,
γέλωτα δὲ τοῖς μαλακωτέροις τὰς γνώμας, ὡς ἤδη τὸ
πρᾶγμα παροιμίαν εἶναι καὶ ἐρώτημα πρὸς τοὺς ὠχριῶν-
τας, «μή τι τἀδελφῷ σου καλόν;» κἂν ἀπολώλει δικαίως
ὑφ' ἑαυτοῦ, γενόμενος ἔκδοτος τῷ κακῷ· νῦν δὲ ἡ παλαμ-
ναία γυνή, καὶ ἐν τοῖς δεινοῖς οὖσα λίαν γυνή, ἑαυτήν τε
καὶ ἐκεῖνον ἐπανήγαγεν, ἀεί ποτε αὐτῷ ῥᾳδίῳ χρωμένη, καὶ
τοῦ δακρύειν…
ἐκκρο…
The complete text is available when the reading interface loads.