Ad Paeonium de dono astrolabii
- Edition reference
- Ad Paeonium de dono astrolabii, ed. Terzaghi, op. cit., 132–142.
- CTS identifier
urn:cts:greekLit:tlg2006.tlg004.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
3
ἐξ ἀνθρώπων φιλοσοφίᾳ μνηστεύσαντες μετὰ τοῦ μένειν ἐν
ἤθεσι πρέπουσι· γένοιτο γὰρ ἂν οὕτως εἰκὸς τοὐναντίον
τῷ μικρῷ πρόσθεν εἰκότι, ὅτε τῇ μὲν τοῦ πλήθους ἀμαθίᾳ
τὸ σοφιστικὸν φῦλον ἐλέγομεν ἐπιτίθεσθαι· ἐκ δὲ τούτου
συμβαίνειν τοὺς ἀληθεῖς φιλοσοφίας συντρόφους ἔλαττον
ἔχειν εἰς δόξαν τῶν ὑποβολιμαίων καὶ παρεγγράπτων.
ἀλλ' ὅταν οἱ τὰς ἀρχὰς ἄρχοντες καὶ διὰ χειρὸς ἔχοντες
τὰ τῶν πόλεων πράγματα μὴ τοῦ πλήθους ὦσιν, ἀλλ' ἔχωσιν
νοῦν, ταχὺ διαγνώσονται τὸν νόθον τε καὶ τὸν γνήσιον·
καὶ οὐκέτ' ἂν χαλεπῶς ὁ δῆμος τὴν ἀπάτην μεταδιδά-
σκοιτο· οὐ γὰρ εἰπεῖν τι δεῖ πρὸς αὐτούς, ἀλλ' ἀφανείᾳ
διαγράψαι τοὺς κιβδήλους. καὶ φύσις ἐστὶ διὰ τῆς τῶν
ἀρχομένων συγκαταθέσεως θαυμάζεσθαι τὸ ἡγούμενον, ἐπεὶ
καὶ νῦν οὐχ ἥκιστα τῇ τῶν πραγμάτων ἀτοπίᾳ τὸ πλῆθος
ἑπόμενον τοὺς ἀκερσεκόμας, καὶ πάντας τοὺς τολμῶντας πε-
ριττοὺς δή τινας ἥγηνται· τά τε ἄλλα ποικιλώτερα γένη τῶν
σοφιστῶν μονονουχὶ σέβονταί τε καὶ ἅζονται, καὶ μάλιστα
αὐτῶν ὅσοι βαίνουσι κορύνῃ, καὶ πρὸ τοῦ φθέγξασθαι
χρέμπτονται. οὐκοῦν καὶ βοηθήσεις τῇ τύχῃ φιλοσοφίας,
ἀλλ' οὐ κατηγορήσεις αὐτῆς οὐδὲν ἀδικούσης. τὸ γὰρ εἰκὸς
ἐφάνη γινόμενον, ὃ σὺ μεταθήσεις ἐπὶ τὸ προσῆκον καὶ
βέλτιον, ὅταν ἐρρωμενέστερόν σου τὰ φιλοσοφίας ἀνθάψη-
ται, ἐπεὶ μηδὲ νῦν ἀγεννῶς ἐνῆρξας τῆς συμμαχίας, τοὺς
κύνας ἀνθυλακτήσας, καὶ τὴν Δεκέλειαν ἡμῶν ἀποτειχίζειν
ἐπιλαβόμενος.
4
Πυθόμενός τε οὖν περὶ σοῦ παρὰ τῶν προλαβόν-
των ἐπὶ τὴν σὴν συνήθειαν, καὶ αὐτὸς δι' ὀλίγου κατανοήσας
ἐρῶ τοὺς ἀστρονομικοὺς σπινθῆρας ἐνόντας σου τῇ ψυχῇ
τούτους ἐξάψαι καὶ ἐπὶ μέγα ἆραι διὰ τῶν ἐνόντων ἐπιβαλ-
λόμενος· ἀστρονομία γὰρ αὐτή τε ὑπέρσεμνός ἐστιν ἐπι-
στήμη, καὶ τάχ' ἀναβιβασμὸς ἐπί τι πρεσβύτερον γένοιτ' ἄν·
ἣν ἐγὼ προσεχὲς ἡγοῦμαι πορθμεῖον τῆς ἀπορρήτου θεολο-
γίας. ὕλην τε γὰρ ὑποβέβληται τὸ μακάριον οὐρανοῦ
σῶμα, οὗ καὶ τὴν κίνησιν νοῦ μίμησιν εἶναι τοῖς κορυφαιο-
τάτοις ἐν φιλοσοφίᾳ δοκεῖ· καὶ ἐπὶ τὰς ἀποδείξεις οὐκ
ἀμφισβητησίμως πορεύεται, ἀλλ' ὑπηρέτισι χρῆται γεω-
μετρίᾳ τε καὶ ἀριθμητικῇ, ἃς ἀστραβῆ τῆς ἀληθείας κανόνα
τις εἰπὼν οὐκ ἂν ἁμάρτοι τοῦ πρέποντος. προσάγω δή
σοι δῶρον, ἐμοί τε δοῦναι σοί τε λαβεῖν πρεπωδέστατον,
διανοίας μὲν ἔργον ἐμῆς, ὅσα μοι συνευπόρησεν ἡ σεβα-
σμιωτάτη διδάσκαλος, χειρὸς δὲ τῶν καθ' ἡμᾶς εἰς δημιουρ-
γίαν ἀργύρου τῆς ἀρίστης, περὶ οὗ προδιαλεχθεὶς προὔργου
τι ἂν τῷ σκοπῷ ποιήσαιμι. ὁ δὲ σκοπός, τὰς ἐν σοὶ φυσικὰς
περὶ φιλοσοφίαν ὁρμὰς ἐκκαλέσασθαι. εἰ γὰρ ἔφεσίς σοι
παραγένοιτο τοῦ συντείνων τὰς ὄψεις ἐπιβαλεῖν τῷ φαινο-
μένῳ, τότε σοι μεῖζον ὀρέξω δῶρον, τὰ περὶ τῆς ἐπιστήμης
αὐτῆς. ἀλλ' ὅπως καὶ νῦν προσέξεις τοῖς λεγομένοις περὶ
τοῦ δεικνυμένου.
5
Σφαιρικῆς ἐπιφανείας ἐξάπλωσιν, ταυτότητα λόγων
ἐν ἑτερότητι τῶν σχημάτων τηροῦσαν, ᾐνίξατο μὲν Ἵππαρ-
χος ὁ παμπάλαιος, καὶ ἐπέθετό γε πρῶτος τῷ σκέμματι·
ἡμεῖς δέ, εἰ μὴ μεῖζον ἢ καθ' ἡμᾶς εἰπεῖν, ἐξυφήναμέν τε
ἄχρι τῶν κρασπέδων αὐτὸ καὶ ἐτελειώσαμεν, ἐν πλείστῳ
δή τινι τῷ μεταξὺ χρόνῳ τοῦ προβλήματος ἀμεληθέντος,
Πτολεμαίου τοῦ πάνυ καὶ τοῦ θεσπεσίου θιάσου τῶν δια-
δεξαμένων αὐτὴν μόνην ἔχειν ἀγαπησάντων τὴν χρείαν,
ἣν ἀρκοῦσαν εἰς τὸ νυκτερινὸν ὡροσκοπεῖον οἱ ἑκκαίδεκα
ἀστέρες παρείχοντο, οὓς μόνους Ἵππαρχος μετατιθεὶς ἐγκα-
τέταξε τῷ ὀργάνῳ. καὶ συγγνώμη δὲ τοῖς ἀνδράσι τῶν
προὐργιαιτέρων ἀτελῶν ὄντων, γεωμετρίας ἔτι τιθηνου-
μένης, περὶ τὰς ὑποθέσεις ἀσχοληθῆναι. ἡμεῖς δὲ ὑπὲρ τοῦ
σῶμα πάγκαλον ἐξεργάσασθαι τῆς ἐπιστήμης, ἀπόνως αὐτοὶ
παραδεξάμενοι, χάριν ἴσμεν τοῖς προηπορηκόσι τῶν μακα-
ρίων ἀνδρῶν. οὐ μὴν ἀφιλόσοφον φιλοτιμίαν ἡγούμεθα τὸ
καὶ ὡραϊσμοὺς ἐπεισαγαγεῖν ἤδη τινὰς καὶ τεχνιτεῦσαί
τι καὶ προσεξεργάσασθαι περιττόν. ὥσπερ γὰρ αἱ πόλεις
οἰκιζόμεναι πρὸς τὰ ἀναγκαῖα μόνα ὁρῶσιν, ὅπως ἂν σώ-
ζοιντο καὶ ὅπως ἂν διαγίγνοιντο, ἐπιδιδοῦσαι δὲ οὐκέτ' ἀγα-
πῶσι τὸ ἀναγκαῖον, ἀλλ' ἡ δαπάνη πλείων αὐταῖς εἰς
κάλλη στοῶν καὶ γυμνασίων μεγέθη καὶ λαμπρότητα
ἀγορᾶς, οὕτως ἐπιστήμης ἡ μὲν πρόοδος ἐν τοῖς ἀναγκαίοις,
ἡ δὲ αὔξησις ἐν τοῖς περιττοῖς. τὸ δὴ σκέμμα τὸ περὶ τῆς
ἐξαπλώσεως, αὐτὸ δι' αὑτὸ φροντίδος ἀξιώσαντες, ἐξεπο-
νήσαμέν τε καὶ σύγγραμμα εἰργασάμεθα, πλήθει τε ἀναγκαίῳ
καὶ ποικιλίᾳ θεωρημάτων αὐτὸ καταπυκνώσαντες, καὶ εἰς
ὕλην μεταθεῖναι τοὺς λόγους σπουδὴν ἐθέμεθα, ἄγαλμα
πάγκαλον τοῦ κοσμικοῦ πλάτους δημιουργήσαντες. τῆς δὲ
αὐτῆς ἐφόδου καὶ ἐπίπεδον ἐπιφάνειαν καὶ τὴν ὁμαλῶς
κοίλην εἰς τοὺς αὐτοὺς λόγους τέμνειν διδούσης, συγγε-
νεστέραν ἡγούμενοι τὴν ὁπωσοῦν κοίλην τῇ τέλεον σφαιρικῇ,
ὑπεμβολαίᾳ τὸ πλάτος ἐκοιλάναμεν, τά τε ἄλλα ἐπεμελή-
θημεν, ὅπως ἂν ἡ φαντασία τοῦ ὀργάνου τῆς ἀληθείας
ὑπομιμνήσκοι τὸν ἔννουν θεατήν. καὶ γὰρ τοῖς ἓξ μεγέθεσιν
διαφέροντας τοὺς ἀστέρας ἐνετάξαμεν, καὶ τοὺς πρὸς ἀλλή-
λους αὐτῶν σχηματισμοὺς ἐτηρήσαμεν. τῶν δὲ κύκλων τοὺς
μὲν περιηγάγομεν, τοὺς δὲ διηγάγομεν· ἅπαντας δὲ ἐτέ-
μομεν μοιρικῶς, τὰς πενταμοιριαίας γραμμὰς μείζους τῶν
μοιριαίων ποιήσαντες, ὅτι καὶ τὰς ἐπιγραφὰς τῶν ἀριθμῶν
κατ' αὐτὰς παρηυξήκαμεν, καὶ ἐν ἀργύρῳ τοῦ μέλανος
ἔμφασιν βιβλίου ποιοῦντος τὸ ὑποκείμενον. τέτμηνται δὲ
οὐχ ὁμοστοίχως ἅπαντες, οὔθ' ἑαυτοῖς οὔτ' ἀλλήλοις· ἀλλ' οἱ
μὲν εἰς ἴσας τομάς, οἱ δὲ ἀνωμάλως μὲν καὶ ἀνίσως κατὰ
τὴν αἴσθησιν, τῷ λόγῳ δὲ ὁμαλῶς τε καὶ εἰς ἶσα. τοῦτο
γὰρ ἔδει συμβαίνειν, ἵν' ὁμολογήσῃ τὰ διαφέροντα σχήματα,
δι' ἣν αἰτίαν καὶ οἱ διὰ τῶν πόλων τε καὶ τῶν τροπικῶν
σημείων γραφόμενοι μέγιστοι κύκλοι, τῷ λόγῳ μένοντες
κύκλοι, γεγόνασιν εὐθεῖαι τῇ μεταθέσει τοῦ θεωρήματος· ὅ
τε ἀνταρκτικὸς μείζων ἐντέτακται τῶν μεγίστων, καὶ τὰ
πρὸς ἀλλήλους διαστήματα τῶν ἀστέρων ἐμεγεθύνθη
κατ' ἐκεῖνο τῆς ἐξαπλώσεως. τῶν δὲ ἐπιγραμμάτων ἃ διὰ
χρυσοῦ στερεοῦ ταῖς σχολαζούσαις ἀστέρων χώραις κατὰ
τὸν ἀνταρκτικὸν κύκλον ἐγκολάψαντες ἐνεθήκαμεν, τὸ μὲν
ὕστερον, τὸ τετράστιχον, ἀρχαῖόν ἐστιν ἁπλουστέρως ἔχον
εἰς ἀστρονομίαν ἐγκώμιον·
Οἶδ' ὅτι θνατὸς ἐγὼ καὶ ἐφάμερος· ἀλλ' ὅταν ἄστρων
ἰχνεύω πυκινὰς ἀμφιδρόμους ἕλικας,
οὐκέτ' ἐπιψαύω γαίης ποσίν, ἀλλὰ παρ' αὐτῷ
Ζηνὶ θεοτρεφέος πίμπλαμαι ἀμβροσίης.
τὸ δὲ ἡγούμενον αὐτοῦ, τὸ ὀκτάστιχον, ἐποιήθη μὲν
ὑφ' οὗ καὶ τὸ ἔργον, ἐμοῦ· σπερματικὴν δὲ ἔχει καὶ καθο-
λικὴν περίνοιαν τῶν ἐνορωμένων, μετ' ἰσχύος ἀπηγγελμέ-
νον, καὶ ἐπιστημονικῶς μᾶλλον ἢ ἁβρῶς συγκείμενον. ὃ
διαλέγεται πρὸς μόνον τὸν ἀστρονόμον, τί ἂν ὄναιτο τοῦ
ὀργάνου· τὰς γὰρ ἐποχὰς ὑπισχνεῖται τῶν ἀστέρων· ἀλ-
λ' οὔτι φησὶ πρὸς τὸν ζῳδιακόν, ἀλλὰ πρὸς τὸν ἰσημερινόν·
ἐφάνη γὰρ διὰ τῶν γραμμάτων τὸ ἐκείνως ἑλεῖν ἀδύνατον.
καὶ τὰς λοξώσεις φησὶ δίδοσθαι, τῶν μερῶν τοῦ ζωδιακοῦ
δηλονότι πρὸς τὰ μέρη τοῦ ἰσημερινοῦ· ἐπὶ πᾶσι τὰς
συναναφοράς, τοῦτ' ἔστι ταῖς πόσαις τοῦ ζωδιακοῦ μοίραις
αἱ πόσαι τοῦ ἰσημερινοῦ τὸν αὐτὸν ἰσημερινὸν διεξέρχονται.
ἔστι δὲ τόδε· γεγράφθω δὲ τῶν ὕστερον ἀναγνωσομένων
εἵνεκα· ἐπεὶ σοί γε κἀν τῷ πίνακι κείμενον ἐξαρκεῖ.
Ἡ σοφίη στίβον εὗρεν ἐς οὐρανόν· ἆ, μέγα θαῦμα·
καὶ νόος ἐξ αὐτῶν ἦλθεν ἐπουρανίων.
ἠνίδε καὶ γυρὰ σφαίρας ἐπετάσσατο νῶτα,
ἶσα δὲ κύκλα τομαῖς οὐχ ὁμαλαῖσι τέμεν.
σκέπτεο τείρεα πάντα πρὸς ἄντυγα, τῆς ἔπι Τιτὰν
νύκτα ταλαντεύει καὶ φάος ἐρχόμενος·
δέξο ζῳδιακοῦ λοξώσιας, οὐδέ σε λήσει
κλεινὰ μεσημβρινῆς κέντρα συνηλύσιος.
{ΠΕΡΙ ΕΝΥΠΝΙΩΝ}{ΠΡΟΘΕΩΡΙΑ} Ἀρχαῖον οἶμαι καὶ λίαν Πλατωνικὸν ὑπὸ προσχήματιφαυλοτέρας ὑποθέσεως κρύπτειν τὰ ἐν φιλοσοφίᾳ σπουδαῖα,τοῦ μήτε τὰ μόλις εὑρεθέντα πάλιν ἐξ ἀνθρώπων ἀπόλλυ-σθαι, μήτε μολύνεσθαι δήμοις βεβήλοις ἐκκείμενα. τοῦτο τοί-νυν ἐζηλώθη μὲν ὅτι μάλιστα τῷ παρόντι συγγράμματι·εἰ δὲ καὶ τούτου τυγχάνει, καὶ τὰ ἄλλα περιττῶς εἰς τὸνἀρχαῖον τρόπον ἐξήσκηται, ἐπιγνοῖεν ἂν οἱ μετὰ φιλοσόφουφύσεως αὐτῷ συνεσόμενοι.{ΠΕΡΙ ΕΝΥΠΝΙΩΝ} Εἰ δέ εἰσιν ὕπνοι προφῆται, καὶ τὰ ὄναρ θεάματα τοῖςἀνθρώποις ὀρέγουσι τῶν ὕπαρ ἐσομένων αἰνίγματα, σοφοὶμὲν ἂν εἶεν, σαφεῖς δὲ οὐκ ἂν εἶεν, ἢ σοφὸν αὐτῶν καὶτὸ μὴ σαφές· κρύψαντες γὰρ ἔχουσι θεοὶ βίον ἀνθρώποισιν.ἀπόνως μέν γε τῶν μεγίστων τυγχάνειν θεῖόν ἐστιν ἀγαθόν·ἀνθρώποις δὲ οὐκ ἄρα ἀρετῆς μόνον, ἀλλὰ καὶ πάντων καλῶν ἱδρῶτα θεοὶ προπάροιθεν ἔθηκαν·μαντεία δὲ ἀγαθῶν ἂν εἴη τὸ μέγιστον· τῷ μὲν γὰρ εἰδέναι,καὶ ὅλως τῷ γνωστικῷ τῆς δυνάμεως, θεός τε ἀνθρώπου καὶἄνθρωπος διαφέρει θηρίου. ἀλλὰ θεῷ μὲν εἰς τὸ γινώσκεινἡ φύσις ἀρκεῖ· ἀπὸ δὲ μαντείας ἀνθρώπῳ πολλαπλάσιονπαραγίνεται τοῦ τῇ κοινῇ φύσει προσήκοντος. ὁ γὰρ πολὺςτὸ παρὸν μόνον οἶδε, περὶ δὲ τοῦ μήπω γενομένου στοχά-ζεται· ὁ δὲ Κάλχας εἷς ἄρα ἐν ἐκκλησίᾳ τῶν Πανελλήνωνμόνος ἠπίστατο, τά τ' ἐόντα, τά τ' ἐσσόμενα, πρό τ' ἐόντα,καὶ Ὁμήρῳ δὲ ἄρα διὰ τοῦτο τῆς τοῦ Διὸς γνώμηςἐξῆπται τὰ τῶν θεῶν πράγματα, ὅτι πρότερος γεγόνει καὶ πλείονα οἶδεν,αὐτῷ δήπου τῷ πρεσβύτερος εἶναι. καὶ γὰρ τὴν ἡλικίανεἰς τοῦτο οἶμαι συντείνειν τοῖς ἔπεσιν, ὅτι συμβαίνει διὰτὸν χρόνον πλείω γινώσκειν, ἐπεὶ τὸ γινώσκειν ἦν ἄρατὸ τιμιώτατον. εἰ δέ τις ὑφ' ἑτέρων ἐπῶν ἀναπείθεται τὴνἡγεμονίαν τοῦ Διὸς χειρῶν ἰσχὺν εἶναι λογίζεσθαι, ὅτι, φησί, βίῃ δ' ὅγε φέρτερος ἦεν,οὗτος φορτικῶς ὡμίλησε τῇ ποιήσει, καὶ ἀνήκοός ἐστι τῆςκατ' αὐτὴν φιλοσοφίας, τοὺς θεοὺς οὐδὲν ἄλλο ἢ νοῦςλεγούσης. ταύτῃ τοι προσπερονᾷ πάλιν τῷ κατ' ἀλκὴνπεριεῖναι, τὸ καὶ γενεῇ πρότερος, τὸν Δία νοῦν λέγωνἀρχεγονώτερον· νοῦ δὲ ἰσχὺς τί ἂν ἄλλο ἢ φρόνησις εἴη;καὶ ὅστις οὖν θεὸς ὢν ἄρχειν ἀξιοῦται θεῶν, νοῦς ὤν,σοφίας περιουσίᾳ κρατεῖ, ὥστε καὶ τὸ βίῃ δ' ὅγε φέρτεροςεἰς ταὐτὸ ἡμῖν τῷ πλείονα οἶδεν ἀνακάμπτει καὶ περιί-σταται. διὰ τοῦτο καὶ ὁ σοφὸς οἰκεῖος θεῷ, ὅτι πειρᾶταισύνεγγυς εἶναι τῇ γνώσει, καὶ πραγματεύεται περὶ νόησιν,ᾗ τὸ θεῖον οὐσίωται. Αὗται μὲν ἀποδείξεις ἔστων τοῦ μαντείας ἐν τοῖςἀρίστοις εἶναι τῶν ἐπιτηδευομένων ἀνθρώποις. εἰ δὲ σημαί-νει μὲν διὰ πάντων πάντα, ἅτε ἀδελφῶν ὄντων τῶν ἐνἑνὶ ζῴῳ, τῷ κόσμῳ, καὶ ἔστι ταῦτα γράμματα παντοδαπά,καθάπερ ἐν βιβλίῳ, τοῖς οὖσι, τὰ μὲν Φοινίκια, τὰ δὲΑἰγύπτια, καὶ ἄλλα Ἀσσύρια, ἀναγινώσκει δὲ ὁ σοφός·σοφὸς δὲ ὁ φύσει μαθών· καὶ ἄλλος ἄλλα, καὶ ὁ μὲν μᾶλλον,ὁ δὲ ἧττον, ὥσπερ ὁ μὲν κατὰ συλλαβάς, ὁ δὲ ἀθρόαν τὴνλέξιν, ὁ δὲ τὸν λόγον ὁμοῦ· —οὕτως ὁρῶσι σοφοὶ τὸ μέλλον,οἱ μὲν ἄστρα εἰδότες, ἄλλος τὰ μένοντα, καὶ ἄλλος τὰπυρσὰ τὰ διᾴττοντα, οἱ δὲ ἐν σπλάγχνοις αὐτὰ ἀνα-γνόντες, οἱ δὲ ἐν ὀρνίθων κλαγγαῖς καὶ καθέδραις καὶ πτή-σεσι· τοῖς δὲ καὶ τὰ καλούμενα σύμβολα τῶν ἐσομένωνἐστὶν ἀρίδηλα γράμματα, φωναί τε καὶ συγκυρήσεις ἐπ' ἄλλῳγενόμεναι, σημαντικῶν ὄντων ἅπασι πάντων, ὥστ' εἰ σοφίαπαρ' ὄρνισιν ἦν, τέχνην ἂν ἐξ ἀνθρώπων, ὥσπερ ἡμεῖς ἐξαὐτῶν, ἐπὶ τὸ ἐσόμενον συνεστήσαντο. καὶ γὰρ ἡμεῖςἐκείνοις, ὥσπερ ἡμῖν ἐκεῖνοι, πάννεοι καὶ προπάλαιοι καὶπανδέξιοι. ἔδει γάρ, οἶμαι, τοῦ παντὸς τούτου συμπαθοῦς τεὄντος καὶ σύμπνου τὰ μέλη προσήκειν ἀλλήλοις, ἅτε ἑνὸςὅλου μέλη τυγχάνοντα. καὶ μή ποτε αἱ μάγων ἴυγγεςαὗται· καὶ γὰρ θέλγεται παρ' ἀλλήλων ὥσπερ σημαίνεται·καὶ σοφὸς ὁ εἰδὼς τὴν τῶν μερῶν τοῦ κόσμου συγγένειαν.ἕλκει γὰρ ἄλλο δι' ἄλλου, ἔχων ἐνέχυρα παρόντα τῶν πλεῖ-στον ἀπόντων, καὶ φωνὰς καὶ ὕλας καὶ σχήματα· ὥσπερἐν ἡμῖν σπλάγχνου παθόντος ἄλλο συμπέπονθε, καὶ τὸ τοῦδακτύλου κακὸν εἰς τὸν βουβῶνα ἀπερείδεται, πολλῶν τῶνμεταξὺ μὴ παθόντων· ἑνὸς γὰρ ἦν ἄμφω ζῴου, καὶ ἔστιναὐτοῖς τι μᾶλλον ἑτέρων πρὸς ἄλληλα. καὶ δὴ καὶ θεῷ τινιτῶν εἴσω τοῦ κόσμου λίθος ἐνθένδε καὶ βοτάνη προσήκει,οἷς ὁμοιοπαθῶν εἴκει τῇ φύσει καὶ γοητεύεται, ὥσπερ ὁ τὴνὑπάτην ψήλας οὐ τὴν παρ' αὐτήν, τὴν ἐπόγδοον, ἀλλὰτὴν ἐπιτρίτην καὶ τὴν νήτην ἐκίνησεν. τοῦτο μὲν ἤδη τῆςπρογενεστέρας ἐστὶν ὁμονοίας· ἔστι γάρ τις ὡς ἐν συγγενείᾳτοῖς μέρεσι καὶ διχόνοια· οὐ γάρ ἐστιν ὁ κόσμος τὸ ἁπλῶςἕν, ἀλλὰ τὸ ἐκ πολλῶν ἕν. καὶ ἔστιν ἐν αὐτῷ μέρη μέρεσιπροσήγορα καὶ μαχόμενα, καὶ τῆς στάσεως αὐτῶν εἰς τὴντοῦ παντὸς ὁμόνοιαν συμφωνούσης, ὥσπερ ἡ λύρα σύστημαφθόγγων ἐστὶν ἀντιφώνων τε καὶ συμφώνων· τὸ δ' ἐξἀντικειμένων ἕν, ἁρμονία καὶ λύρας καὶ κόσμου. Ἀρχιμήδης μὲν οὖν ὁ Σικελὸς ᾔτει χωρίον ἔξω τῆςγῆς, ὡς ἑαυτὸν ἀντιταλαντεύσων ὅλῃ τῇ γῇ· ἐν αὐτῇ γὰρὢν οὐκ ἔχειν ἔφη δύναμιν πρὸς αὐτήν. ὁ δὲ ὁτιοῦν περὶτὴν φύσιν τοῦ κόσμου σοφός, ἔξω τεθείς, οὐκ ἂν ἔτ' ἔχοιτῇ σοφίᾳ τι χρήσασθαι· αὐτῷ γὰρ ἐπ' αὐτὸν χρῆται.διεσπασμένης οὖν τῆς συνεχείας μάτην ἂν ἴδοι, καὶ ἄψυχαἂν κατασημαίνοιτο σύμβολα. καὶ ὅσον γὰρ ἔξω τοῦ κόσμουθεῖόν ἐστιν, ἅπαν ἐστὶν ἀγοήτευτον· ... ὁ δ' ἀφήμενος οὐκ ἀλεγίζει, οὐδ' ὄθεται.ἡ γὰρ νοῦ φύσις ἀμείλικτος· τὸ δὲ παθητικόν ἐστι τὸθελγόμενον. τὸ μὲν δὴ πλάτος ἔν τε μαντείαις καὶ τελεταῖς,ἡ τῶν ἐν κόσμῳ παρέχεται πληθὺς καὶ συγγένεια, διαστάν-των μὲν ἡ πληθύς, ἑνὸς δὲ ὄντων συγγένεια. καὶ τελετὰςμέν, ἀλλὰ μηδὲ ὁ λόγος κινείτω, νόμῳ πολιτείας πειθόμενος·μαντικὴν δὲ ἀνεμέσητον ἀποδέξασθαι. Καὶ δὴ τὸ ὅλον αὐτῆς ἐκ τῶν ἐνόντων ἐγκεκωμίασται.τὸ δὲ νῦν ἔχον ἔστι τὴν ἀρίστην ἀποτεμόμενον ἐμφιλο-χωρῆσαι τῷ περὶ αὐτὴν σκέμματι, χαρακτῆρα κοινὸν ἐπὶπάσαις ἔχοντα τὴν ἀσάφειαν, ὡς μηδεμιᾶς ἀξιοῦν ἔλεγχονεἶναι τὸ ἐν ὁλοκλήρῳ τῇ φύσει θεωρούμενον. ὁ δὲ λόγοςἐδείκνυ καὶ τοῦτο σεμνόν, ὥσπερ ἐν τελεταῖς τὸ ἀπόρρητον.οὕτως οὐδὲ τὰ χρηστήρια πᾶσι συνετὰ φθέγγεται, καὶΛοξίας ἐκεῖθεν ὁ Πυθοῖ χρησμῳδός, ὅ τι τὸ ξύλινον τεῖχος,ὃ τοῖς Ἀθηναίοις ὁ θεὸς ἐδίδου σωτήριον, μάτην ἂν ἤκου-σεν ἐκκλησιάζων ὁ δῆμος, εἰ μὴ Θεμιστοκλῆς ἀνέγνω τοῦχρησμοῦ τὴν διάνοιαν. ὥστε οὐδὲ ἐνταῦθά γε ἀπόβλητοςἡ διὰ τῶν ὕπνων ἂν εἴη μαντεία, κοινὴν ἔχουσα πρός τετὰ ἄλλα καὶ πρὸς τοὺς χρησμοὺς τὴν ἐπίκρυψιν. Ἐπιθετέον δὲ μάλιστα μαθήσεων ταύτῃ, ὅτιπαρ' ἡμῶν αὕτη, καὶ ἔνδοθεν, καὶ ἰδία τῆς ἑκάστου ψυχῆς.νοῦς μὲν γὰρ ἔχει τὰ εἴδη τῶν ὄντων, ἀρχαία φιλοσοφίαφησί. προσθείημεν δ' ἂν ἡμεῖς, ὅτι καὶ τῶν γινομένωνψυχή· ἐπειδὴ λόγος ἐστὶ νῷ πρὸς ψυχήν, ὅστις τῷ ὄντιπρὸς τὸ γινόμενον. ἐναλλὰξ οὖν πρώτῳ πρὸς τρίτον, καὶδευτέρῳ πρὸς τέταρτον· καὶ ἀνάπαλιν λαβόντες, οὐδὲνἧττον ἂν ἀληθεύοιμεν ὅροις ἐπιστήμης ἑπόμενοι. οὕτως ἂν