Dion
- Edition reference
- Dion, ed. Terzaghi, op. cit., 233–278.
- CTS identifier
urn:cts:greekLit:tlg2006.tlg007.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
1
ἐφ' ἑαυτοῦ· ἐπιθέσθαι δὲ τῷ νουθετεῖν ἀνθρώπους, καὶ μονάρ-
χους καὶ ἰδιώτας, καὶ καθ' ἕνα καὶ ἀθρόους, εἰς ὃ χρήσασθαι
προαποκειμένῃ τῇ παρασκευῇ τῆς γλώττης. διό μοι
δοκεῖ καλῶς ἔχειν ἐπιγράφειν ἅπασι τοῖς Δίωνος λόγοις,
ὅτι πρὸ τῆς φυγῆς ἢ μετὰ τὴν φυγήν, οὐχ οἷς ἐμφαίνεται
μόνοις ἡ φυγή, καθάπερ ἐπέγραψαν ἤδη τινές, ἀλλ' ἁπα-
ξάπασιν. οὕτως γὰρ ἂν εἴημεν τούς τε φιλοσόφους καὶ
τοὺς αὐτὸ τοῦτο σοφιστικοὺς λόγους διειληφότες ἑκατέρους
χωρίς, ἀλλ' οὐχ ὥσπερ ἐν νυκτομαχίᾳ περιτευξόμεθα αὐτῷ,
νῦν μὲν βάλλοντι Σωκράτη καὶ Ζήνωνα τοῖς ἐκ Διονυσίων
σκώμμασι, καὶ τοὺς ἀπ' αὐτῶν ἀξιοῦντι πάσης ἐλαύνεσθαι
γῆς καὶ θαλάττης, ὡς ὄντας κῆρας πόλεών τε καὶ πολι-
τείας· νῦν δὲ στεφανοῦντί τε αὐτοὺς καὶ παράδειγμα
τιθεμένῳ γενναίου βίου καὶ σώφρονος.
2
Φιλόστρατος δὲ καὶ τοῦτο ἀπεριμερίμνως τὸν <ἔπαι-
νον τοῦ ψιττακοῦ> καὶ τὸν <Εὐβοέα> τῆς αὐτῆς προαιρέ-
σεως οἴεται, καὶ ὑπὲρ ἀμφοῖν ὁμοίως εἰς ἀπολογίαν καθίσταται
τὴν ὑπὲρ τοῦ Δίωνος, ὡς μὴ ἐπὶ τοῖς τυχοῦσιν ἐσπουδα-
κέναι δοκεῖν. τοῦτο δ' ἤδη πλέον ἐστὶ ποιήσασθαι θάτερον.
ὁ γὰρ ἀναγορεύσας αὐτὸν ἐν τοῖς δι' ὁλοκλήρου τοῦ βίου
φιλοσοφήσασι, προιὼν οὐ μόνον ἐνδέδωκε πρὸς τὸ καὶ
σοφιστικόν τι ἔργον εἰργάσθαι τὸν Δίωνα, ἀλλὰ προσαπο-
στερεῖ τὸν ἄνδρα καὶ τῶν ὄντων ἐκ τῆς φιλοσόφου μερίδος,
προσνέμων αὐτὰ τοῖς σοφιστικοῖς. εἰ γὰρ τὸν <Εὐβοέα> τις
ἀφαιρήσεται τοῦ σπουδαῖον εἶναι, καὶ ὑπὲρ σπουδαίων συγ-
κεῖσθαι, οὔ μοι δοκεῖ ῥᾷστ' ἂν ὁ τοιοῦτος ἐγκρῖναί τινα λόγον
τῶν Δίωνος, ὥστε καὶ φιλόσοφον ὑπ' αὐτοῦ προσειρῆσθαι.
ὡς οὗτός γε ὁ λόγος ὑποτύπωσίς ἐστιν εὐδαίμονος βίου,
πένητι καὶ πλουσίῳ τοῦ παντὸς ἀνάγνωσμα ἀξιώτατον.
ᾠδηκός τε γὰρ ἦθος ὑπὸ πλούτου καταστέλλει, τὸ εὔδαιμον
ἑτέρωθι δείξας, καὶ τὸ καταπεπτωκὸς ὑπὸ πενίας ἐγείρει,
καὶ ἀταπείνωτον εἶναι παρασκευάζει· τοῦτο μέν, τῷ κατα-
μελιτοῦντι τὰς ἁπάντων ἀκοὰς διηγήματι, ὑφ' οὗ κἂν Ξέρξης
ἀνεπείσθη, Ξέρξης ἐκεῖνος ὁ τὴν μεγάλην στρατείαν ἐλάσας
ἐπὶ τοὺς Ἕλληνας, μακαριώτερον ἑαυτοῦ γεγονέναι κυνηγέ-
την ἄνδρα ἐν τῇ ὀρεινῇ τῆς Εὐβοίας κέγχρους ἐσθίοντα·
τοῦτο δὲ ταῖς ἀρίσταις ὑποθήκαις, αἷς χρώμενος οὐδεὶς αἰσχύ-
νεται πενίαν, εἰ μή γε καὶ φεύξεται. διὸ βελτίους οἱ τάττοντες
αὐτὸν μετὰ τὸν ἔσχατον <περὶ βασιλείας,> ἐν ᾧ τέτταρας
ὑποθέμενος βίους καὶ δαίμονας τὸν φιλοχρήματόν τε καὶ
τὸν ἀπολαυστικόν, καὶ τρίτον τὸν φιλότιμον, τελευταῖον
δὲ καὶ ἐπὶ πᾶσι τὸν εὔφρονα καὶ σπουδαῖον, ἐκείνους μὲν
τοὺς κατὰ τὴν ἀλογίαν ἅπαντας γράφει τε καὶ σχηματίζει,
παύεται δὲ τοῦ βιβλίου, τὸν λοιπὸν ἐπαγγειλάμενος
αὐτίκα ἀποδώσειν, ὅτῳ ποτὲ πεπρωμένος ἐκ θεῶν ἐγένετο.
3
Χωρὶς οὖν τιθέντι τοὺς ἐν τοῖς συχνοῖς λόγοις
Διογένας τε καὶ Σωκράτας, οἳ καὶ περιττοὶ τὴν φύσιν ἔδο-
ξαν· καὶ οὐχ ἅπαντός ἐστιν ὁ τοῖν ἀνδροῖν τούτοιν ζῆλος,
ἀλλ' ὅστις εὐθὺς αἵρεσίν τινα τῶν κατὰ φιλοσοφίαν ὑπέ-
σχετο· τὸν δὲ κατὰ τὴν κοινὴν φύσιν ζητοῦντι, καὶ τὸν
ἅπασιν ἐγχωροῦντα, δίκαιον, ὅσιον, αὐτουργόν, ἀπὸ τῶν
ὄντων φιλάνθρωπον, οὐκ ἂν ἕτερος ἀντὶ τοῦ Εὐβοέως
ἀποδεδομένος εἴη βίος εὐδαιμονικός. ἔτι καὶ τοὺς Ἐσσηνοὺς
ἐπαινεῖ που, πόλιν ὅλην εὐδαίμονα τὴν παρὰ τὸ Νεκρὸν
Ὕδωρ ἐν τῇ μεσογείᾳ τῆς Παλαιστίνης κειμένην παρ' αὐτά
που τὰ Σόδομα. ὁ γὰρ ἀνὴρ ὅλως, ἐπειδὴ τοῦ φιλοσοφεῖν
ἀπήρξατο, καὶ εἰς τὸ νουθετεῖν ἀνθρώπους ἀπέκλινεν, οὐδένα
λόγον ἄκαρπον ἐξενήνοχεν. τῷ δὲ μὴ παρέργως ἐντυγχά-
νοντι δήλη καὶ ἡ τῆς ἑρμηνείας ἰδέα διαλλάττουσα, καὶ
οὐκ οὖσα μία τῷ Δίωνι κατά τε τὰς σοφιστικὰς ὑποθέ-
σεις καὶ κατὰ τὰς πολιτικάς. ἐν ἐκείναις μὲν γὰρ ὑπτιάζει
καὶ ὡραΐζεται, καθάπερ ὁ ταὼς περιαθρῶν ἑαυτόν, καὶ οἷον
γαννύμενος ἐπὶ ταῖς ἀγλαΐαις τοῦ λόγου, ἅτε πρὸς ἓν τοῦτο
ὁρῶν καὶ τέλος τὴν εὐφωνίαν τιθέμενος. ἔστω παράδειγμα
ἡ τῶν <Τεμπῶν φράσις,> καὶ ὁ <Μέμνων·> ἐν τούτῳ μέν
γε καὶ ὑπότυφός ἐστιν ἡ ἑρμηνεία· τὰ δὲ τοῦ δευτέρου
χρόνου βιβλία, ἥκιστ' ἂν ἐν αὐτοῖς ἴδοις χαῦνόν τι καὶ
διαπεφορημένον. ἐξελαύνει γάρ τοι φιλοσοφία καὶ ἀπὸ
τῆς γλώττης τρυφήν, τὸ ἐμβριθές τε καὶ κόσμιον κάλλος
ἀγαπῶσα, ὁποῖόν ἐστι τὸ ἀρχαῖον κατὰ φύσιν ἔχον καὶ τοῖς
ὑποκειμένοις οἰκεῖον, οὗ μετὰ τοὺς λίαν ἀρχαίους καὶ Δίων
ἐπιτυγχάνει διὰ τῶν πραττομένων ἰών, κἂν λέγῃ, κἂν δια-
λέγηται. ἔστω παράδειγμα τῆς ἀσφαλῶς καὶ κυρίως ἐχούσης
ἑρμηνείας ὁ <ἐκκλησιαστικός> τε καὶ ὁ <βουλευτικός·>
εἰ δὲ βούλει, καὶ ὁντινοῦν τῶν πρὸς τὰς πόλεις εἰρημένων
τε καὶ ἐγνωσμένων προκεχειρισμένος, ἴδοις ἂν ἑκατέραν
ἰδέαν ἀρχαικήν, ἀλλ' οὐ τῆς νεωτέρας ἠχοῦς τῆς ἐπιποιούσης
τῷ κάλλει τῆς φύσεως, ὁποῖαι διαλέξεις ὧν πρόσθεν ἐμνημο-
νεύσαμεν, ὁ <Μέμνων> τε καὶ τὰ <Τέμπη,> λόγος δὲ οὗτος ὁ
<κατὰ τῶν φιλοσόφων.> κἂν γὰρ ἀποπροσποιῆται, πάνυ
τοῦ θεάτρου γίνεται καὶ τῆς χάριτος· καὶ οὐκ ἂν εὕροις
ῥητορείαν ἐπαφροδιτοτέραν παρὰ τῷ Δίωνι· ὃ καὶ θαυμάσας
ἔχω τὴν τύχην φιλοσοφίας, εἰ μήτε κωμῳδία τῶν νεφε-
λῶν μᾶλλον εὐδοκιμεῖ· οὐδὲ γάρ ἐστιν ἥντινα μετὰ τῆς
ἴσης δυνάμεως Ἀριστοφάνης ἀπήγγελται. τεκμήριον ποιοῦ
τοῦ στρογγύλως καὶ σὺν εὐροίᾳ προενηνέχθαι·
κηρὸν διατήξας, εἶτα τὴν ψύλλαν λαβών,
ἐνέβαψεν εἰς τὸν κηρὸν αὐτῆς τὼ πόδε,
κᾆτα ψυγείσῃ περιέφυσαν Περσικαί.
ταύτας ὑπολύσας, ἀνεμέτρει τὸ χωρίον.
Ἀριστείδην τε ὁ <πρὸς Πλάτωνα> λόγος ὑπὲρ τῶν τεσσά-
ρων πολὺν ἐκήρυξεν ἐν τοῖς Ἕλλησιν. οὗτος μὲν καὶ τέχνης
ἁπάσης ἀμοιρῶν, ὅν γε οὐδ' ἂν ἐπαγάγοις εἴδει ῥητορικῆς,
οὔκουν ἐκ τοῦ δικαίου γε καὶ τῶν νόμων τῆς τέχνης·
συγκείμενος δ' οὖν ἀπορρήτῳ κάλλει καὶ θαυμαστῇ τινι
χάριτι, εἰκῇ πως ἐπιτερπούσῃ τοῖς ὀνόμασι καὶ τοῖς ῥήμασιν.
οὗτός τε ὁ Δίων ἤκμασε μάλιστα ἐν τῷ <κατὰ τῶν φιλο-
σόφων,> ἥντινα καὶ καλοῦσιν ἀκμὴν οἱ νεώτεροι· τοῦτ' ἔ-
στιν ἡρμόσατο πανηγυρικώτερον ἀνδρὸς ἀσφαλοῦς· καὶ μέν-
τοι γε εἰς τὴν τοιαύτην ἰδέαν αὐτὸς αὑτοῦ ταύτῃ κράτιστος
ἔδοξεν. οὐ μέντοι τοσοῦτον ὁ Δίων ἐξωρχήσατο τὴν ἀρχαίαν
ῥητορικήν, ἐν οἷς καὶ δοκεῖ σαφῶς ἀναχωρεῖν τῶν οἰκείων
ἠθῶν, ὡς ἂν καὶ λαθεῖν ὅτι Δίων ἐστί, παρακινήσας ἐς τὸ
νεώτερον· ἀλλ' εὐλαβῶς ἅπτεται τῆς παρανομίας, καὶ αἰσχυ-
νομένῳ γε ἔοικεν, ὅταν τι παρακεκινδυνευμένον καὶ νεανι-
κὸν προενέγκηται· ὥστε κἂν αἰτίαν φύγοι δειλίας, εἰ πρὸς
τὴν ὕστερον ἐπιπολάσασαν τῶν ῥητόρων τόλμαν αὐτὸν
ἐξετάζοιμεν· τοῖς πλείστοις δὲ τῶν ἑαυτοῦ, καὶ παρὰ βραχὺ
τοῖς ἅπασι μετ' ἐκείνων ταττέσθω τῶν ἀρχαίων τε καὶ στα-
σίμων ῥητόρων, παρ' ὅντιν' οὖν καὶ δήμῳ διαλεχθῆναι καὶ
ἰδιώτῃ τοῦ παντὸς ἄξιος. οἵ τε γὰρ ῥυθμοὶ τοῦ λόγου κεκο-
λασμένοι καὶ τὸ βάθος τοῦ ἤθους, οἷον σωφρονιστῇ τινι καὶ
παιδαγωγῷ πρέπον πόλεως ὅλης ἀνοήτως διακειμένης.
ὥσπερ δὲ τὴν ἑρμηνείαν οὔτε μίαν ἔφαμεν πάντως οὐδὲ ἀνε-
πίγνωστον ὅτι Δίωνός ἐστιν ἑκατέρα, νῦν μὲν ῥήτορος
ἀνδρός, νῦν δὲ πολιτικοῦ· οὕτω καὶ τὰς διανοίας, ὅστις οὐκ
αὐτὸς δίχα διανοίας ἐπιβάλλει τὰς ὄψεις ὅτῳ δὴ τῶν
βιβλίων αὐτοῦ, ἐπιγνώσεται Δίωνος οὔσας ἐν ταῖν δυεῖν
ἰδέαιν τῶν ὑποθέσεων· κἂν τὸ φαυλότατον προχειρίσῃ, τὸν
Δίωνα ὄψει τὸν ποριμώτατον τῇ ῥητορείᾳ παντὸς ἐξευρεῖν
λόγους· μακρῷ γὰρ δὴ σοφιστῶν κατὰ τὸ ἐπιχειρῆσαι διή-
νεγκεν. εἰ δέ τις καὶ ἕτερος σοφιστὴς εὔπορος, ἀλλὰ πολλοῦ
γε καὶ δεῖ παραβάλλεσθαι πρὸς τὴν τοῦδε πυκνότητα· ἅμα
δὲ καὶ θαυμαστή τις ἰδιότης χαρακτηρίζει τὰς Δίωνος
ἐπινοίας. δηλούτω σοι τὸν ἄνδρα ὁ <Ῥοδιακός> τε καὶ ὁ
<Τρωικός,> εἰ δὲ βούλει, καὶ ὁ τοῦ <κώνωπος ἔπαινος.>
ἐσπουδάσθη γὰρ τῷ Δίωνι καὶ τὰ παίγνια, πανταχοῦ τῇ
φύσει χρωμένῳ· καὶ οὐκ ἂν ἀπιστήσαις αὐτὰ τῆς αὐτῆς
εἶναι παρασκευῆς τε καὶ δυνάμεως.
4
Ταῦτά μοι περὶ Δίωνος εἰπεῖν ἐπῆλθε πρὸς τὸν
ὕστερόν ποτε παῖδα ἐσόμενον, ἐπεί μοι καὶ διεξιόντι τοὺς παν-
τοδαποὺς αὐτοῦ λόγους μεταξὺ τὸ μάντευμα γέγονε. πατρι-
κὸν δὴ πέπονθα, καὶ ἤδη συνεῖναι τῷ παιδὶ βούλομαι καὶ
διδάσκειν ἅττα μοι φρονεῖν ἔπεισι περὶ ἑκάστου συγγρα-
φέως τε καὶ συγγράμματος, συνιστὰς αὐτῷ φίλους ἄνδρας
μετὰ τῆς προσηκούσης ἕκαστον κρίσεως· ἐν οἷς ἔστω καὶ
Δίων ὁ Προυσαεύς, περιττὸς ἀνὴρ εἰπεῖν τε καὶ γνῶναι.
καὶ τοῦτον οὖν ἐπαινέσας αὐτῷ παραδίδωμι, ἵνα μοι μετὰ
τοὺς τῆς γενναίας φιλοσοφίας προστάτας ἀπάρχοιτό ποτε
καὶ τοῖς πολιτικοῖς τοῦ Δίωνος γράμμασι, μεθόριον αὐτὰ
ἡγούμενος τῶν προπαιδευμάτων τε καὶ τῆς ἀληθινωτάτης
παιδείας. καὶ καλόν γε, ὦ παῖ, θεωρήμασιν ἐπιστημονικοῖς
προσταλαιπωρήσαντα καὶ καταπεπυκνωμένον τὴν γνώμην,
ἢ δόγμασι βάρος ἔχουσιν ἐστοιβασμένης τῆς διανοίας, εἶτα
ἀποκλῖναι δεῆσαν, μὴ εὐθὺς ἐπὶ κωμῳδίαν ἢ ψιλήν τινα
ῥητορείαν ἀίξαι· τοῦτο γάρ ἐστιν οὐκ ἐν τάξει, καὶ ταχὺ
πρόσω τοῦ μετρίου ῥᾳστωνεύσασθαι· ἀλλὰ κατὰ μικρὸν
ἐκλυτέος ὁ τόνος, μέχρις ἄν, εἰ δοκεῖ, δόξειε δὲ κἂν εἰς τὸ
ἀντικείμενον ἥκῃς, ἐπεξιὼν ἅπασιν, ὅσα Μουσῶν ἑταίροις
ἀνδράσιν ἐρραθύμηταί τε καὶ πέπαικται, πάλιν δὲ τὴν
σπουδὴν ἐπιτείνων, ἀναβασμῷ χρήσῃ, τοῖσδέ τε καὶ ἀδελ-
φοῖς τισι τούτων ἀναγνώσμασιν· οὕτως ἂν ἄριστα
δρῴης, διατρέχων τὸν κάλλιστον δίαυλον, παρὰ μέρος ἐν
βιβλίοις ἀεὶ παίζων τε καὶ σπουδάζων. ἀξιῶ γὰρ ἐγὼ τὸν
φιλόσοφον μηδ' ἄλλο τι κακὸν μηδ' ἄγροικον εἶναι, ἀλλὰ
καὶ τὰ ἐκ Χαρίτων μυεῖσθαι, καὶ ἀκριβῶς Ἕλληνα εἶναι,
τοῦτ' ἔστι δύνασθαι τοῖς ἀνθρώποις ἐξομιλῆσαι, τῷ μηδε-
νὸς ἀπείρως ἔχειν ἐλλογίμου συγγράμματος. ἔοικε γὰρ
οὐδ' ἄλλο τι γεγονέναι προοίμιον φιλοσοφίας ἢ πολυ-
πραγμοσύνη γνώσεως· καὶ ἐν παισὶν ἡ φιλόμυθος φύσις
ὑπόσχεσίς ἐστι φιλοσόφου τέλους. καὶ δῆτα τίνος ἂν εἴη
τέχνη καὶ ἐπιστήμη τέχνης ἢ ἐπιστήμης, ἧς ἐν τῷ λόγῳ
τοῦ εἶναι τὸ πάσαις ἐποχεῖσθαι παραλαμβάνεται, εἰ μὴ
φιλοκρινοίη τε αὐτάς, καὶ τὴν μὲν ἐκ περιωπῆς ἀπο-
σκοποῖτο, τὴν δὲ καὶ πρόσω προιοῦσα περιεργάζοιτο,
δορυφοροῖτο δ' ὑφ' ἁπασῶν, ὥσπερ ἔοικε τῇ βασιλίδι; τὰς
δὲ Μούσας οὐχ ὁμοῦ τε οὔσας ἐμφαίνει τὸ ὄνομα, θεῶν
καλεσάντων, ἢ ἀνθρώπων γε θεῶν φήμῃ χρωμένων;
χορός τέ εἰσι δι' αὐτὴν δήπου τὴν σύνοδον· μία δὲ αὐτῶν
οὐδεμιᾶς χωρίς, οὔτε ἐν συμποσίῳ θεῶν ἐπιδείκνυται τὸ
οἰκεῖον ἔργον, οὔτε τυγχάνει παρὰ ἀνθρώποις βωμοῦ καὶ
νεώ. καίτοι τινὲς ἤδη φύσεως ἐνδείᾳ κατακερματίζουσιν
αὐτῶν τὸ χωρίζεσθαι μὴ δυνάμενον, καὶ ἕτερος ἑτέρας
ἐπήβολος γέγονεν· ἀλλὰ φιλοσοφία τὸ ἐπὶ πάσαις ἐστί.
καίτοι τοῦτο αἰνίττεται τὸ τῇ συμφωνίᾳ τῶν Μουσῶν
εὐθὺς τὸν Ἀπόλλω παρεῖναι.
5
Ὁ δὲ λόγος οὗτος τεχνίτην μὲν καὶ ἐπιστήμονα
καλεῖ τὸν ἀποτεμνόμενον ἡντινοῦν εἴδησιν, ἄλλον ἄλλῃ
προσήκοντα δαίμονι· φιλόσοφον δὲ τὸν ἡρμοσμένον ἐκ τῆς
ἁπασῶν συμφωνίας καὶ ἓν τὸ πλῆθος ποιήσαντα· ἢ τοῦτον
μὲν οὔπω, προσεῖναι δὲ δεῖ τὸ καὶ ἔχειν αὐτὸν ἴδιον ἔργον
ὑπερκείμενον τοῦ χοροῦ· ὥσπερ τὸν Ἀπόλλω λόγος ἔχει
νῦν μὲν ταῖς Μούσαις συνᾴδειν αὐτὸν ἐξάρχοντα καὶ ἐνδι-
δόντα ῥυθμὸν τῷ συστήματι, νῦν δὲ αὐτὸν κατὰ μόνας
ᾄδειν· ἐκεῖνο δ' ἂν εἴη τὸ μέλος τὸ ἱερὸν καὶ ἀπόρρητον.
καὶ ὁ καθ' ἡμᾶς φιλόσοφος συνέσται μὲν ἑαυτῷ τε καὶ τῷ
θεῷ διὰ φιλοσοφίας, συνέσται δὲ τοῖς ἀνθρώποις διὰ τῶν
ὑφειμένων τοῦ λόγου δυνάμεων· ἐπιστήσεται μὲν οὖν ὡς
φιλόλογος, κρινεῖ δὲ ὡς φιλόσοφος ἕκαστόν τε καὶ πάντα.
οἱ δὲ ἀστεμφεῖς οὗτοι καὶ ὑπερόπται ῥητορικῆς καὶ ποιή-
σεως οὔ μοι δοκοῦσιν οὐδὲ ἑκόντες εἶναι τοιοῦτοι, πενίᾳ
δὲ φύσεως μηδὲ τὰ σμικρὰ ἱκανοί, ὧν θᾶττον ἂν ἴδοις τὴν
καρδίαν, ἢ τὰ ἐν τῇ καρδίᾳ, ἀδυνατούσης τῆς γλώττης
ἐξερμηνεῦσαι τὴν γνώμην. ἐγὼ μὲν οὖν καὶ ἀπιστεῖν αὐτοῖς
βούλομαι, καὶ οὐδ' ἂν φαίην ἀπόρρητόν τι κρύπτειν
αὐτούς, ὥσπερ τὰς Ἑστιάδας τὸ πῦρ, πρῶτον μὲν ὅτι
μηδὲ ὅσιόν ἐστι τὰ μεγάλα σοφὸν γενέσθαι τὸν τὰ μικρὰ
μὴ δυνάμενον· ἔπειτα ὥσπερ ὁ θεὸς τῶν ἀφανῶν ἑαυτοῦ
δυνάμεων εἰκόνας ἐμφανεῖς ὑπεστήσατο τῶν ἰδεῶν τὰ
σώματα, οὕτως ἔχουσα κάλλος ψυχὴ καὶ γόνιμος οὖσα
τῶν ἀρίστων, διαδόσιμον ἔχει μέχρι τῶν ἔξω τὴν δύναμιν·
οὐδὲν γὰρ ἐθέλει τῶν θείων ἔσχατον εἶναι. εἰ δὲ καὶ κρύ-
πτειν ἐπιτηδειότερος τὰ ἀβέβηλα ὁ παντοδαπῶς ἔχων τοῦ
λόγου, καὶ περιβαλλόμενος δύναμιν τοῦ διατίθεσθαι τὰς
συνουσίας ᾗ βούλεται, καὶ οὕτω μειονεκτεῖν ἀνάγκη τὸν
ἄνδρα ἐκεῖνον, ὃς οὐ προετελέσθη τῷ κύκλῳ, καὶ τὰ Μουσῶν
οὐκ ὠργίακε. δυεῖν γὰρ αὐτὸν καταλαμβάνει τὸ ἕτερον,
ἤτοι σιγᾶν, ἢ λέγειν ὅσα νόμος σιγᾶσθαι· ἢ γὰρ δὴ τὰς
τῶν ἐν ἄστει τύχας διαλέξεων ὑποθέσεις ποιήσεται, καὶ
φορτικῶς τοῖς ἀνθρώποις συνέσται, ὃ μηδεὶς ἂν ἐλεύθερος
ἀξιώσειεν, ἢ βιώσει ἐν σχολῇ γε ὁ τὴν σοφίαν κορυφαῖος
εἶναι ποιούμενος. τυχὸν μὲν γὰρ οὐδ' ἂν εἰ βούλοιτο,
δύναιτο· πάντως δὲ οὐδ' ἄν, εἰ δύναιτο, βούλοιτο. ἄγα-
μαι δὲ ἐγὼ καὶ τὸν Πρωτέα τὸν Φάριον, εἰ σοφὸς ὢν τὰ
μεγάλα, σοφιστικήν τινα θαυματολογίαν προὐβέβλητο, καὶ
παντοδαπῶς τοῖς ἐντυγχάνουσι συνεγίγνετο· ᾤχοντο
γὰρ ἂν τὴν περὶ αὐτὸν τραγῳδίαν τεθαυμακότες, ὡς μὴ
ἐπιζητῆσαι τὴν ἀλήθειαν περὶ ὧν πραγματεύοιτο. ἔστω
δέ τι τοῦ νεὼ προτεμένισμα τοῖς ἀτελέστοις· ὁ δὲ καθά-
παξ ἀποσεμνυνόμενος, οὐ κρύπτει μᾶλλον ἢ ἐρεθίζει καὶ
ἀναρριπίζει τὴν ἐν τῇ φύσει λιχνείαν, ὑφ' ἧς ἕκαστός ἐστι
πολυπράγμων τοῦ ἀπορρήτου. εἰ δὲ μὴ ὁ Ἰξίων ἀντὶ τῆς
Ἥρας τὴν νεφέλην ᾑρήκει, καὶ ἠγαπήκει συνὼν τῷ εἰδώλῳ,
οὐκ ἄν ποτε ἑκὼν εἶναι μεθεῖτο τῆς ἀτόπου διώξεως.
6
Παρασκευαστέον οὖν ἀντὶ λόγου λόγον, ἀντὶ
τοῦ μείζονος τὸν ἐλάττω· καλὸν μέντοι τινὰ καὶ τοῦτον,
ᾧ προεντυχόντες, ὁ μὲν πολὺς ἐνσχεθήσεται, καὶ τοῦτον
ἀσπάσεται, καὶ οὐδ' εἶναι πρεσβύτερον ἄλλον οἰήσεται·
ὁ δὲ λαχὼν φύσεως θείας ἐντεῦθεν ἀρθεὶς περινοήσει κἀκεῖ-
νον. ὃν δὲ ὁ θεὸς κινεῖ, τούτῳ καὶ παρ' ἡμῶν ἀνεῴξεται τὰ
ἀνάκτορα· οὐδὲ ὁ Μενέλεως ἠγνόησε τὸν ὄντως Πρωτέα·
Ἕλλην γὰρ ἀνὴρ ἦν, καὶ τοῦ Διὸς κηδεστὴς ἄξιος, ᾧ μηδὲ
τὴν πρώτην ἐπὶ φαύλοις συνῆν. τὸ γὰρ πῦρ καὶ τὸ δέν-
δρον καὶ τὸ θηρίον λόγοι τινὲς ἦσαν περὶ ζῴων τε καὶ
φυτῶν, ἀλλὰ καὶ περὶ τῶν πρώτων στοιχείων, ὧν σύγ-
κειται τὰ γινόμενα. ὁ δὲ οὐδὲ ταῦτα ἠγάπησεν, ἀλλ' ἐνδο-
τέρω φύσεως ἠξίου χωρεῖν. θεῖον οὖν ἀτεχνῶς τὸ πᾶσιν
ἀρκεῖν, ὡς ἕκαστος ἀπολαύειν αὐτοῦ δύναται· ὁ δὲ γενό-
μενος τῶν ἄκρων ἐπιτυχής, μεμνήσθω καὶ ἄνθρωπος ὤν,
καὶ δυνάσθω συνεῖναι πρὸς μέτρον ἑκάστῳ. τί οὖν ἄν τις
ἀποκηρύττοι τὰς Μούσας, δι' ὧν ἔστι καὶ τοὺς ἀνθρώπους
ἐξαρέσκεσθαι καὶ τὰ θεῖα τηρεῖν ἀκηλίδωτα, χρωμένους
ἐπικαλύμματι; εἰ δὲ καὶ ποικίλον ἡ φύσις ἡμῶν, καμεῖται
δήπου πρὸς τὴν ἐν θεωρίᾳ ζωήν· ὥστε ὑφήσει τοῦ μεγέ-
θους καὶ καταβήσεται· οὐ γάρ ἐσμεν ὁ ἀκήρατος νοῦς,
ἀλλὰ νοῦς ἐν ζῴου ψυχῇ. καὶ ἡμῶν οὖν αὐτῶν ἕνεκα μετι-
τέον τοὺς ἀνθρωπινωτέρους τῶν λόγων, ὑποδοχήν τινα
μηχανωμένους κατιούσῃ τῇ φύσει· ἀγαπητὸν γὰρ ἔχοντά
που πλησίον ἀπονεῦσαι καὶ ἀφοσιώσασθαι τῇ ψυχικῇ
συστάσει δεομένῃ γλυκυθυμίας, μὴ πόρρω πεσεῖν, μηδὲ κατὰ
πᾶσαν ζῆσαι τὴν ποικιλίαν τῆς φύσεως· ὁ γὰρ θεὸς τὴν
ἡδονὴν περόνην ἐποίησε τῇ ψυχῇ, δι' ἧς ἀνέχεται τὴν
προσεδρείαν τοῦ σώματος. τοιοῦτον οὖν τὸ ἐν λόγοις
κάλλος· οὐ βαθύνεται πρὸς ὕλην, οὐδὲ ἐμβαπτίζει τὸν
νοῦν ταῖς ἐσχάταις δυνάμεσιν, ἀλλὰ δίδωσιν ἀνανεῦσαι
δι' ἐλαχίστου, καὶ εἰς οὐσίαν ἀναδραμεῖν· ἄνω γάρ ἐστι
καὶ τὸ κάτω τῆς τοιαύτης ζωῆς. ᾧ δὲ μὴ ἔστιν ἡσθῆναι
καθαρὰν ἡδονήν· δεῖ δὲ τοῦ μειλιχίου τῇ φύσει· τί καὶ
ποιήσει; ποῦ καὶ τρέψεται; ἆρα οὐ πρὸς ἃ μηδὲ εἰπεῖν
ἄξιον; οὐ γὰρ δὴ τὴν φύσιν ὑπερφρονήσουσι, καὶ πρὸς
θεωρίαν ἀτρύτως ἔχειν ἐροῦσιν, ἀπαθεῖς εἶναι ποιούμενοι,
θεοὶ σαρκία περικείμενοι· εἰ δὲ λέγοιεν, ἴστων ἀντὶ θεῶν
ἢ σοφῶν τε καὶ θείων ἀνδρῶν χαῦνοι καὶ ἀλαζόνες πόρρω
γενόμενοι· ἀμείνους δ' ἂν ἦσαν διαστέλλοντες εὖ τὸ προσ-
ῆκον ἑκατέρῳ τῷ γένει. ἀπάθεια μὲν γὰρ ἐν θεῷ φύσει·
ἀρετῇ δὲ ἄνθρωποι κακίαν ἀμειβόμενοι μετριοπαθεῖς γίνον-
ται· καὶ τὸ φυγεῖν τὴν ἀμετρίαν, αὐτὸ τοῦτ' ἂν εἴη τοῦ
σοφοῦ τὸ ἀγώνισμα.
7
Ἤδη δὲ ἐγὼ κατενόησα καὶ βαρβάρους ἀνθρώ-
πους ἐξ ἀμφοῖν τῶν ἀρίστων γενῶν, θεωρίαν μὲν ὑπεσχη-
μένους, καὶ κατὰ τοῦτο ἀπολιτεύτους τε καὶ ἀκοινωνήτους
ἀνθρώποις, ἅτε ἀΐξαντας ἑαυτοὺς ἐκλῦσαι τῆς φύσεως· καὶ
ἦσαν αὐτοῖς σεμναί τε ᾠδαὶ καὶ ἱερὰ σύμβολα καὶ τακταί
τινες πρόσοδοι πρὸς τὸ θεῖον· πάντα ταῦτα ἀποκόπτει
κατὰ τῆς ἐπιστροφῆς τῆς εἰς ὕλην· καὶ βιοτεύουσι χωρὶς
ἀπ' ἀλλήλων, τοῦ μή τι χάριεν ἰδεῖν ἢ ἀκοῦσαι,
οὐ γὰρ σῖτον ἔδους', οὐ πίνους' αἴθοπα οἶνον·
καὶ περὶ τούτων ἄν τις εἰπὼν οὐ πόρρω βάλλοι τἀλη-
θοῦς· ἀλλ' οὐδὲ οὗτοι μέντοι λαμπρῶς οὕτως ἐπαναστάντες
τῇ φύσει, καί, ὡς ἂν ἡμεῖς φαῖμεν, δικαιότατοι τυχεῖν ὄντες
τῆς ἀρίστης ζωῆς, ἀκμῆτες αὐτῆς ἀπολαύουσιν. ἀλλ' ἐπα-
νάγει καὶ τούτους ἡ ἐπίκηρος φύσις, μικρὸν ἱδρυθέντας ἐν
τῷ μακαρίῳ τῆς οὐσίας αὐτῶν· καὶ οὐ δήπου πάντα ἑξῆς
τὸν χρόνον ἐπιπολῆς ἔχουσι τὸν νοῦν, καὶ ἐμφοροῦνται
τοῦ νοητοῦ κάλλους οἷς ποτε καὶ γέγονε προστυχές. ἀκούω
γὰρ ἐγὼ μηδὲ τούτοις ἅπασι παραγίνεσθαι τὸ τοιοῦτον,
ἀλλ' οὐδὲ τοῖς πλείοσιν, ἀλλὰ καὶ τῶν ὀλίγων ἐλάττοσιν,
οἷς ἡ πρώτη τε ὁρμὴ γέγονεν ἔνθεος, καὶ μένουσιν ἐπ' αὐ-
τῆς, ὅσον ἀνθρώπου φύσις χωρεῖ, πρὸς οὐδεμίαν ἀνθολκὴν
τῆς φύσεως μειλισσόμενοι.
πολλοὶ μὲν—γὰρ—ναρθηκοφόροι, παῦροι δέ τε βάκχοι·
οὐδ' οὗτοι μέντοι διαρκῶς ἀνέχονται τῆς βακχείας, ἀλλὰ
νῦν μὲν ἐν τῷ θεῷ κεῖνται, νῦν δὲ ἐν τῷ κόσμῳ καὶ ἐν
τοῖς σώμασι, καὶ ἴσασιν ὄντες ἄνθρωποι, μικραὶ μερίδες
τοῦ κόσμου, καὶ ἔχοντες ἀποκειμένας ζωὰς ἐλάττους, ἃς
ὑποπτεύουσι καὶ προκαταλαμβάνουσιν, ὡς μὴ κινοῖντό τε
καὶ κατεξανίσταιντο. ἢ τί αὐτοῖς οἱ κάλαθοι βούλονται; καὶ
τὸ πλεγμάτια ἄττα μεταχειρίζεσθαι, εἰ μὴ πρῶτον μὲν
ἐν τῷ τότε ἦσαν ἄνθρωποι, τοῦτ' ἔστιν ἐπιστροφὴν πρὸς
τὰ τῇδε πεποιημένοι; οὐ γὰρ δὴ θεωροῦσί τε ἅμα καὶ σοφί-
ζονται περὶ τὰ πλέγματα· ἔπειτα τὴν σχολὴν ὑφεωρῶντο,
ἧς ἡ φύσις ἡμῶν οὐκ ἀνέχεται, πολλὰς ἀρχὰς ἐνδιδοῦσα
κινήσεων. ἵν' οὖν μὴ ἄλλο τι δρῷεν, ἀμφὶ ταῦτα ἔχειν νόμον
ἐν σφίσι πεποίηνται, καὶ ταύτῃ τὴν φύσιν προτρέπονται·
καὶ γὰρ δὴ καὶ ἥδονται τελεσιουργοῦντες, καὶ μᾶλλον ὅσῳ
πλείω τε καὶ καλλίω. δεῖ γὰρ ἡμῶν εἶναί τι καὶ περὶ τὰ
τῇδε· μὴ μέντοι τοῦτό γε ἰσχυρόν, ἵνα μὴ πλέον καθέλκῃ,
καὶ λίαν ἀντιλαμβάνηται. καίτοι τοῦ γε Ἑλληνικοῦ τὸ
βάρβαρον ἔνστασιν τηρῆσαι ῥωμαλεώτερον· ᾗ γὰρ ἂν
ὁρμήσῃ, σφοδρόν τέ ἐστι καὶ ἀνένδοτον· τὸ δὲ ἀστείως τε
ἔχει καὶ ἡμερώτερον κέκραται· ὥστε κἂν θᾶττον ἐκλύοιτο.
8
Ἐγὼ δὲ βουλοίμην μὲν ἂν εἶναι τῆς φύσεως
ἡμῶν, ἀεὶ πρὸς θεωρίαν ἀνατετάσθαι· ἀμηχάνου δὲ ὄντος
τε καὶ πεφηνότος, βουλοίμην ἂν ἐν τῷ μέρει μὲν ἔχεσθαι
τῶν ἀρίστων, ἐν τῷ μέρει δὲ κατιὼν εἰς τὴν φύσιν, ἅπτε-
σθαί τινος εὐφροσύνης καὶ ἐπαλείφειν εὐθυμίᾳ τὸν βίον·
ἐπίσταμαι γὰρ ἄνθρωπος ὤν, καὶ οὔτε θεός, ἵνα δὴ καὶ
ἀκλινὴς εἴην πρὸς ἅπασαν ἡδονήν, οὔτε θηρίον, ἵνα τὰς
σώματος ἡδοίμην ἡδονάς. λείπεται δή τι τῶν ἐν μέσῳ
ζητεῖν. τί δ' ἂν εἴη πρὸ τῆς ἐν λόγοις τε καὶ περὶ λόγους
διατριβῆς; τίς ἡδονὴ καθαρωτέρα; τίς ἀπαθεστέρα προσπά-
θεια; τίς ἧττον ἐν ὕλῃ; τίς μᾶλλον ἀμόλυντος; ταύτῃ δὴ
πάλιν τὸν Ἕλληνα τοῦ βαρβάρου πρῶτον ἄγω, καὶ σοφώ-
τερον τίθημι, ὅτι κατιέναι δεῆσαν, ὁ μὲν ἐν γειτόνων ἔστη
τὴν πρώτην· εἰς ἐπιστήμην γὰρ ἔστη. ἐπιστήμη δὲ νοῦ
διέξοδος· κᾆτα εἰς λόγον ἦλθεν ἄλλον ἀπ' ἄλλου, δι' ὧν
καὶ προῆλθε. τί δ' ἂν εἴη λόγου νῷ συγγενέστερον; τί δὲ
πορθμεῖον ἐπὶ νοῦν οἰκειότερον; ὡς ὅπου λόγος, ἐκεῖ που
καὶ νοῦς· εἰ δὲ μή, πάντως τις εἴδησις, ἐν ὑστέροις νόησις
οὖσα. καὶ γὰρ ἐνθάδε καλοῦνταί τινες θεωρίαι καὶ θεωρή-
ματα ἔργα ἐλάττονος νοῦ, ῥητορικά τε καὶ ποιητικά, καὶ
ἐν φύσει καὶ ἐν μαθήμασιν· ἀλλά τοι πάντα ταῦτα κοσμεῖ
τὸ ὄμμα ἐκεῖνο, καὶ ἀφαιρεῖ τὴν λήμην, καὶ διεγείρει κατὰ
βραχὺ προσεθίζοντα τοῖς ὁράμασιν, ὥστε θαρσῆσαί ποτε
καὶ πρεσβύτερον θέαμα, καὶ μὴ ταχὺ σκαρδαμύξαι πρὸς
ἥλιον ἀτενίσαντα. οὕτω μὲν ἀνὴρ Ἕλλην καὶ οἷς τρυφᾷ
τὴν ἐπιβολὴν γυμνάζει, καὶ ἀπὸ τῆς παιδιᾶς εἰς τὴν πρώτην
ὑπόθεσιν ὄφελος ἄρνυται. καὶ γὰρ τὸ κρῖναι καὶ συνθεῖναι
λόγον ἢ ποίησιν, οὐκ ἔξω νοῦ· καὶ τὸ λέξιν καθῆραί τε
καὶ ἀποσμιλεῦσαι, καὶ τὸ κεφάλαιον ἐξευρεῖν τε καὶ τάξαι,
καὶ ἑτέρου τάξαντος αὐτὸν ἐπιγνῶναι, πῶς ταῦτα καὶ
ἀσπούδαστα παίγνια; οἱ δὲ τὴν ἑτέραν ὁδὸν τὴν ἀξιουμένην
ἀδαμαντίνην εἶναι βαδίσαντες· ὑποκείσθω δέ, ὅπερ ἐστίν,
ἐνίους αὐτῶν τυγχάνειν τοῦ τέλους· ἀλλ' ἔμοιγε οὐδὲ
ὁδὸν δοκοῦσι βεβαδικέναι. πῶς γάρ, ἐν ᾗ μηδεμία φαί-
νεται κατὰ βραχὺ πρόοδος, μηδὲ πρῶτον καὶ δεύτερον,
μηδὲ τάξις; ἀλλ' ἔοικε γὰρ τὸ κατ' αὐτοὺς πρᾶγμα βακ-
χείᾳ καὶ ἅλματι μανικῷ δή τινι καὶ θεοφορήτῳ, καὶ τὸ μὴ
δραμόντας εἰς τὸν ἔσχατον ἥκειν, καὶ μὴ κατὰ λόγον ἐνερ-
γήσαντας εἰς τὸ ἐπέκεινα λόγου γενέσθαι. οὐδὲ γάρ ἐστιν
οἷον ἐπιστασία τῆς γνώσεως, ἢ διέξοδος νοῦ, τὸ χρῆμα
ἱερόν, οὐδὲ οἷον ἄλλο ἐν ἄλλῳ· ἀλλ', ὡς μικρῷ μεῖζον εἰκά-
σαι, καθάπερ Ἀριστοτέλης ἀξιοῖ τοὺς τελουμένους οὐ μα-
θεῖν τί δεῖν, ἀλλὰ παθεῖν καὶ διατεθῆναι, δηλονότι γενο-
μένους ἐπιτηδείους· καὶ ἡ ἐπιτηδειότης δὲ ἄλογος· εἰ δὲ
μηδὲ λόγος αὐτὴν παρασκευάζοι, πολὺ μᾶλλον. τούτοις
οὖν καὶ ἡ κάθοδος εὐθὺς ἐπὶ σμικράν τινα πρᾶξιν, ἄμεσος
αὕτη καὶ πολὺ πόρρω, καὶ ἔοικε πτώματι, καθάπερ τὴν
ἀναδρομὴν εἰκάζομεν ἅλματι· οὓς γὰρ οὐ προὔπεμψε λόγος,
τούτους οὐδὲ ἐπανιόντας ἐδέξατο. πῶς οὖν ταῦτα ἀλλήλοις
ἂν πρέψειε, νῦν μὲν ἐπαφὴν ἔχειν τοῦ πρώτου, νῦν δὲ ἐπὶ
ῥῶπας καὶ λόγους ἐστράφθαι; ἀλλ' ὅγε ἄνθρωπος κατὰ
τὴν μέσην καὶ ἐπιστατικὴν δύναμιν λογικός ἐστί τε καὶ
προσαγορεύεται, ἣν οὐδέποτε γεγυμνάκασιν, οὔκουν ὅσα γε
φαίνονται. τὸ μὲν οὖν τέλος, καὶ οὗ δεῖ γενέσθαι, κοινὸν
ἀμφοῖν, καὶ τυχόντες οὐδὲν ἀλλήλων ἂν διαφέροιμεν.
9
Τἀν μέσῳ δὲ ὁ ἡμεδαπὸς φιλόσοφος ἄμεινον ἔσκε-
πται· ὁδὸν γὰρ παρεσκευάσατο καὶ κλιμακηδὸν ἄνεισιν,
ὥστε καὶ παρ' ἑαυτόν τι ποιῆσαι· προιόντα γὰρ εἰκὸς ἐντυ-
χεῖν ποι τῷ ἐραστῷ· καὶ μὴ τυχὼν δὲ πρὸ ὁδοῦ γέγονε,
καὶ οὐδὲ τοῦτο μέντοι σμικρόν· ἀλλὰ διαφέροι ἂν τῶν πολ-
λῶν ἀνθρώπων πλέον ἢ ὅσον ἐκεῖνοι τῶν βοσκημάτων.
ταύτῃ καὶ πλείους ἂν εἶεν οἱ παρ' ἡμῶν ἀφικνούμενοι, κατὰ
φύσιν ἐχούσης τῆς ἐπιχειρήσεως· ἐκείνῃ δ', εἰ μή τις εὐγέ-
νεια τύχοι ψυχῆς ἄνωθεν ἕλκουσα τὴν πρώτην καταβολήν,
καὶ νοῦ χρῆμα ἐξαίσιον, οἷον αὔταρκες εἶναι καὶ παρ' ἑαυ-
τοῦ κινηθῆναι. ὁποῖος Ἀμοῦς ὁ Αἰγύπτιος οὐκ ἐξεῦρεν,
ἀλλ' ἔκρινε χρείαν γραμμάτων· τοσοῦτον αὐτῷ τοῦ νοῦ
περιῆν. ὁ δὲ δὴ τοιοῦτος καὶ περὶ τῆς φιλοσόφου μεθόδου
θᾶττον ἀναλύσειεν· ὁ γάρ τοι φυσικὸς ἀρκεῖ. πολὺ δήπου
μᾶλλον, εἰ καί τις αὐτὸν παραθήξειέ τε καὶ ἐκκαλέσαιτο·
τὸ γὰρ ἔνδοθεν σπέρμα δεινὸς αὐξῆσαι, καὶ σμικρὸν σπιν-
θῆρα λόγου παραλαβών, πυρκαιὰν ὅλην ἀνάψαι. τούτοις
μὲν οὖν οὐδὲν παρὰ τοῦτο μεῖον, εἰ μή γε καὶ προὔργου
ποιήσει τὰ τῆς Ἑλληνικῆς διαγωγῆς, καὶ τοὺς ἧττον
ἁδροὺς προάγει τε καὶ ἀναρριπίζει, καὶ τὸ ἐν αὐτοῖς θεῖον
ἐκθάλπει· ἐκεῖ δὲ μόνοις τοῖς οἴκοθεν μακαρίοις τὸ τέλος
ἐπιτυγχάνεται. σπανιώτερον δὲ δήπου τὸ γένος τῶν τοιού-
των ψυχῶν ἢ τὸ τοῦ φοίνικος, ᾧ τὰς περιόδους μετροῦσιν
Αἰγύπτιοι. οἱ δὲ πολλοὶ μάτην ἂν πονοῖεν καὶ ἀποτρύ-
χοιντο, δίχα νοῦ τὴν νοητὴν οὐσίαν θηρώμενοι, καὶ μάλι-
στα οὓς οὐχ ἡ πρώτη φύσις ἐπὶ τόνδε τὸν βίον ἐξώρμη-
σεν. οὗτοι γὰρ ἂν ὄναιντο τῆς ὁρμῆς· μᾶλλον δὲ αὐτὴν
ἐγὼ τὴν ὁρμὴν νοῦ κινουμένου γνώρισμα ποιοῦμαι· οἱ δὲ
πλείους οὐδὲ οἴκοθεν ἐκινήθησαν, ἀλλ' οὐδέ, τὸν δεύτερον
λεγόμενον πλοῦν, ὑπὸ τῆς σχολῆς εἰς νοῦν διεγείρονται·
ὥσπερ δὲ ἄλλο τι τῶν εὐδοκιμούντων, τὴν γενναίαν αἵρε-
σιν ἐζηλώκασι, παντοδαποί τε ὄντες τὰ γένη καὶ κατὰ
χρείας ἕκαστοι συνιστάμενοι. περὶ τούτων δὴ καὶ σαφῶς
διατείνομαι, ὅτι μάτην ἂν οὗτοι πονοῖεν καὶ ἀποτρύχοιντο,
οἷς οὔτε αὐτοφυής ἐστι νοῦς οὔτε ἐπίκτητος. κινδυνεύει
γὰρ οὐδ' εἶναι θεμιτὸν ἄλλῳ τῳ τῶν ἐν ἡμῖν οἴεσθαι τὸν
θεὸν ἐνδημήσειν ἀντὶ τοῦ νοῦ· νεὼς γὰρ οὗτος οἰκεῖος
θεῷ. ταῦτ' ἄρα καὶ τὰς καθαρτικὰς ἀρετὰς σπουδάζεσθαι
παραδεδώκασιν Ἕλληνες σοφοὶ καὶ βάρβαροι, ἀποτειχί-
ζοντες ἅπασαν τὴν πραγματείαν τῆς φύσεως, ἵνα μηδὲν
ἐμπόδιον παρέχοιτο ταῖς νοήσεσιν. αὕτη μὲν ἡ διάνοια
τῶν πρώτων καταστησαμένων ἑκατέραν φιλοσοφίαν· οἱ
δὲ καὶ τὰς ἀρετὰς ἔθεσι μᾶλλον ἢ λόγῳ κρατύνουσι, καὶ
τρεῖς αὐτὰς ἥγηνται· φρόνησιν γὰρ οὐ προσίενται, οἵ γε
καὶ σωφροσύνην, εἴ γε δὴ σωφροσύνην εἶναι τὸ κατ' αὐ-
τοὺς συγχωρήσομεν. ὡς οὐκ ἔστι γε μὴ οὐκ εἰσιέναι τε
καὶ συναιρεῖσθαι τὰς ἀρετὰς διὰ τὴν ἀναγκαίαν ἀντακο-
λούθησιν. ἀλλ' οἴονταί γε δεῖν σωφρονεῖν, οὐ διότι σωφρο-
νητέον εἰδότες, ἀλλ' ἐπίταγμα λαβόντες, ὥσπερ νόμον ἀναί-
τιον, ὃν ὁ μὲν θεὶς οἶδεν ὅτι τοῦτο δι' ἄλλο, διὰ τὰς
νοήσεις, καὶ ὅτι προὔργου πρὸς ἄνοδον, τὸ πρὸς μηδὲν
τῶν ἐν ὕλῃ παθαίνεσθαι· οἱ δὲ ἀπέχονται μίξεων, αὐτὸ
δι' αὑτὸ τεθαυμακότες, καὶ μέγιστον ἄγοντες τὸ σμικρό-
τατον, τὴν παρασκευὴν τέλος ἡγούμενοι. ἡμεῖς δὲ τὰς ἀρε-
τὰς ὥσπερ στοιχεῖα τῆς ὅλης φιλοσοφίας σπουδάζομεν.
τὸ μὴ καθαρῷ γὰρ καθαροῦ ἐφάπτεσθαι μὴ οὐ θεμιτὸν ᾖ,
Πλάτωνος ἀπεδεξάμεθα. ἀρεταὶ δὲ καθαίρουσι τὸ ἀλλότριον
ῥιπτοῦσαι. ἀλλ' εἰ μὲν ἦν ἡ ψυχὴ τἀγαθόν, ἤρκει καθήρα-
σθαι, καὶ ἦν ἀγαθὸν ἤδη τῷ μόνη γενέσθαι· νῦν δὲ οὐ
γάρ ἐστιν ἀγαθόν· οὐ γὰρ ἂν ἐγένετό ποτε ἐν κακῷ·
ἀλλ' ἀγαθοειδής ἐστι καὶ μέση τὴν φύσιν. ῥέψασαν οὖν εἰς
τὸ χεῖρον ἐπανήγαγεν ἡ ἀρετὴ καὶ τῆς κηλῖδος ἀπέλυσε,
καὶ πάλιν μέσην ἐποίησε. δεῖ δὴ καὶ προελθεῖν ἐπὶ τἀγα-
θόν· τοῦτο δὲ ἤδη διὰ λόγου. νοῦς γάρ ἐστι τὸ σύζυγον
ὄμμα τῶν νοητῶν. οἷον εἰ τέλος εἴη τὸ πρὸς οὐρανὸν
ἰδεῖν, οὐκ ἀπόχρη μὴ κεκυφέναι πρὸς τοὔδαφος, ἀλλὰ δεῖ
μετὰ τὴν ἐν μέσῳ στάσιν τῆς ὄψεως ἐπὶ τὰ ἄνω νεῦσαι.
καὶ δῆτα τῶν ἀρετῶν ὄναιτο ἄν τις τὸ ἀπηλλάχθαι τῆς
ὑλικῆς προσπαθείας· δεῖ δὲ καὶ ἀναγωγῆς· οὐ γὰρ ἀπόχρη
μὴ κακὸν εἶναι, ἀλλὰ δεῖ καὶ θεὸν εἶναι. καὶ ἔοικεν εἶναι
τὸ μὲν οἷον ἀπεστράφθαι τὸ σῶμα καὶ ὅσα τοῦ σώματος,
τὸ δὲ οἷον ἐπεστράφθαι διὰ νοῦ πρὸς θεόν.
10
Ἡμεῖς οὖν, τιμῶντες τὰς ἀρετάς, ἴσμεν ἥντιν' ἔχουσι
τάξιν, ἣν αἱ τῶν στοιχείων γραμμαὶ πρὸς ἐπιστήμην βι-
βλίου· πρῶται γάρ εἰσιν ἀνιόντων ἐπὶ τὸν νοῦν· ἀλλ' οὐ
τὸ πᾶν ἔχομεν ἔχοντες τὰς ἀρετάς, ἀλλ' ἀφῃρήκαμεν τὸ
ἐμπόδιον, καὶ ὧν χωρὶς οὐδὲ ὅσιόν ἐστιν ἐλπίσαι τυχεῖν
τοῦ τέλους, τοῦτο τέως παρεσκευάκαμεν. ταύτῃ δὲ οὐκ
ἀπογινώσκοντες, ἤδη μέτιμεν αὐτὸ διὰ νοῦ σὺν τάξει πα-
λαιοῖς τε καὶ μακαρίοις ἀνδράσιν ἐξευρημένῃ· καὶ ζητοῦντες
οὐκ οἶδα εἴ ποτε ἕλοιμεν· σχολῇ γε ἂν περιτύχοι τῷ μήτε
ἐρασθέντι, μήτ' εἰ ζητητέον εἰδότι. καίτοι κάλλιστα ἀπαλ-
λάττουσιν αὐτῶν οἱ μένοντες ἐπὶ τούτου, καὶ μηδὲν προσ-
περιεργαζόμενοι· εἶεν γὰρ ἂν οὐ κακοὶ καθηράμενοι. οἷς
δὲ ἐπῆλθε διενέγκαι τοῦ πλήθους κατὰ τύχην μαθοῦσιν
ὅτι λόγος ἐστὶ τὸ ἀνθρώπου καλόν, εἶτα παιδείαν μὲν
ἅπασαν ἠτιμάκασιν, ὑφ' ἧς ὁ νοῦς ἀναχώννυται, κινοῦνται
δὲ παρ' ἑαυτῶν ἀτόπους κινήσεις, καὶ ἀποσεμνύνονται μὲν
πρὸς φιλοσοφίαν, ὅ τι δ' ἂν εἰς αὐτοὺς ἐμπέσῃ παράκουσμα,
τοῦτο ταῖς παρ' αὐτῶν προσθήκαις πονηρὸν ἀπέδωκαν καὶ
κακόηθες, τυφλὰ γεννήματα, νοῦ μὲν οὐκ ἄξιον εἰπεῖν, ἀλ-
λ' οὐδὲ διανοίας, δόξης δὲ ἀτόπου καὶ φαντασίας ἡμαρτη-
μένης ἐκφέροντες· τούτους ἂν ἴδοις γελοίως διακειμένους,
μᾶλλον δὲ λίαν ἐλεεινῶς. ἄξιον γὰρ ἀνθρώπους ὄντας
ἐπ' ἀνθρώπων συμφοραῖς μὴ γελᾶν, ἀλλ' ὀλοφύρεσθαι. φεῦ
τῶν λόγων, φεῦ τῶν δογμάτων. εἰ γὰρ ἐπέλθοι φιλοσοφεῖν
τοῖς κριοῖς, οὐκ οἶδα ἅττ' ἂν ἀντὶ τούτων πρεσβεύσειαν.
ἀλλ' ἡμεῖς αὐτοῖς εἴπωμεν· ἄξιον γάρ· ὦ τολμηρότατοι
πάντων, εἰ μὲν ἠπιστάμεθα ὑμᾶς εὐμοιρήσαντας ἐκείνην
τῆς ψυχῆς τὴν ἀξίαν, ἣν Ἀμοῦς, ἣν Ζωροάστρης, ἣν Ἑρ-
μῆς, ἣν Ἀντώνιος, οὐκ ἂν ἠξιοῦμεν φρενοῦν, οὐδὲ διὰ
μαθήσεως ἄγειν, νοῦ μέγεθος ἔχοντας, ᾧ προτάσεις εἰσὶ καὶ
τὰ συμπεράσματα· ἀλλὰ κἂν ἐντυχεῖν ποτε τῷ τοιούτῳ
γένοιτο, σεβοίμεθά τε ἂν αὐτὸν καὶ ἁζοίμεθα· ὑμᾶς δὲ ὁρῶ-
μεν τῆς κοινῆς φύσεως ὄντας ἥττονας, καὶ μᾶλλον ἀγχί-
νους ἢ παχεῖς. ὑμᾶς οὖν ἀξιοῦμεν καὶ νουθετεῖν, ἐν κοινῷ
τιθέντες ὅ τι ἂν ἄριστον ὑμῖν ἐξευρίσκωμεν. ἢ τοίνυν ἐπὶ
τῶν πρώτων ὑποθέσεων μένετε· παρέδοσαν γὰρ αὐτὰς
ἄνδρες ἀγχίσποροι τοῦ θεοῦ· καὶ οὕτως ἂν εἴητε κατὰ
Πλάτωνα μέσως ἔχοντες, οὐκέτι μὲν ἀμαθεῖς, οὔπω δέ γε
σοφοί, δόξαν ὀρθὴν πρεσβεύοντες δίχα λόγου καὶ ἀποδεί-
ξεως. τό τε γὰρ ἀληθὲς οὐχ ὅσιον ἀμαθὲς οἴεσθαι, καὶ τὸ
ἄλογον εἶναι σοφὸν οὐδεὶς ἐπιτρέψει λόγος. ταύτην ἀγα-
πῶντες τὴν τάξιν μετρίως ἂν εἴητε πεπραγότες, καὶ ἀναί-
τιοι μὲν παρὰ θεῶν, ἀναίτιοι δὲ καὶ παρὰ ἀνθρώπων,
ἀλλὰ κἂν ἐπαίνου δικαίου τυγχάνοιτε· δήμου γὰρ ἀνδρὶ
καὶ τὸ ὅτι αὔταρκες. εἰ δὲ μὴ κατὰ χώραν μένετε, ἀλλ' ἔτι
ὀρέξεσθε τοῦ πρόσω, καὶ τὸ διότι πολυπραγμονήσετε, καλῶς
μὲν ἂν ποιοῖτε σοφίας ἐρῶντες, ἱεροῦ χρήματος, ἀλλὰ μὴ
ἐφ' ἑαυτῶν ποιεῖσθε τὴν θήραν· ἀγύμναστοι γάρ ἐστε, καὶ
κίνδυνος εἰς ἄβυσσόν τινα φλυαρίας ἐμπεσοῦσι διαφθα-
ρῆναι, ὃ καὶ Σωκράτης ἐφοβήθη παθεῖν, καὶ τὸ πάθος οὐκ
ἀπεκρύψατο φίλους ἄνδρας, Παρμενίδην καὶ Ζήνωνα. καί-
τοι Σωκράτης ἐκεῖνος ἦν· ὑμεῖς δέ, οἵπερ ἐστέ, δεινὴ δὲ
ὅμως ἡ τόλμα, δόγμασιν ἀπορρήτοις ἀξιούντων ἐνάλλε-
σθαι, καὶ ταῦτα ἐν λέξεσι τριοδίτισιν. ὁ μὲν οὖν Κάδμου
σπόρος αὐθημερὸν ὁπλίτας, φησίν, ἀνεδίδου σπαρτούς·
σπαρτοὺς δὲ θεολόγους οὐδείς πω μῦθος ἐτερατεύσατο. οὐ
γάρ ἐστιν ἡ ἀλήθεια πρᾶγμα ἐκκείμενον, οὐδὲ καταβεβλη-
μένον, οὐδὲ θήρᾳ ληπτέον. τί οὖν; ἐνταῦθα καλείσθω φιλο-
σοφία σύμμαχος, καὶ παρασκευαζέσθωσαν ἀνεξόμενοι πάσης
ἐκείνης τῆς διεξόδου, μῆκος ἐχούσης μυρίον, παιδευόμενοι
καὶ προπαιδευόμενοι. δεῖ γάρ τοι πρῶτον ἀποδῦναι τὴν
ἀγροικίαν, καὶ τὰ μικρὰ ἐποπτεῦσαι πρὸς τῶν μειζόνων,
καὶ χορεῦσαι πρὶν δᾳδουχῆσαι, καὶ δᾳδουχῆσαι πρὶν ἱερο-
φαντῆσαι. οὔκουν ἐθελήσετε πόνων ἐπὶ πόνοις ἀνέχεσθαι;
ἀλλ' οὐδὲ τὰ μεγάλα ἀκονιτὶ παραγίνεται. καίτοιγε εἰ σὺν
ὥρᾳ τοῦ πράγματος ἥψασθε, καὶ ἡδονῆς ἄν τι τῷ ἔργῳ
προσῆν, ἧς οἱ προελθόντες ἀντιλαμβάνονται. ὑμεῖς δὲ ὀψι-
μαθίαν αἰσχύνεσθε· ἀλλ' οὔτοι τοῦτο αἰσχρόν· ἡ δὲ ἀμαθία,
καὶ τοῦτο μεῖζον, τοῦτο αἰσχρόν· ἐν ᾗ κείμενοι, τῆς μὲν
ἁπλῆς οὐκ ἀνέχεσθε· πάλιν γὰρ ἂν εἴητε μετρίως διακεί-
μενοι, οὔτε εἰδότες, οὔτε εἰδέναι προσποιούμενοι, τουτέστιν
ἐξ ἡμισείας εἰδότες· αὐτὸ γὰρ ἂν τοῦτο ἠπίστασθε, τὸ
μηδενὸς ὑμῖν ἐπιστήμην παρεῖναι· τὴν δὲ διπλῆν ἄγνοιαν
ἐφ' ἑαυτοὺς μεγαλοπρεπῶς ἕλκετε· φρονήματος γὰρ ἀντὶ
φρονήσεως ὑποπλησθέντες, καὶ πρὶν μαθεῖν διδάσκειν ἐπι-
βαλλόμενοι, πάλιν ἐρῶ· φεῦ τῶν λόγων, φεῦ τῶν δογμά-
των, οἷα καὶ τίκτεται παρ' ὑμῶν τέρατα ἀτεχνῶς διεσπα-
σμένα καὶ πολυκέφαλα, οἷά φασιν ἐπαναστῆναί ποτε τοῖς
θεοῖς. καὶ ταῦτα τί ἂν εἴποι τις, ἢ σπαράττειν τὸ θεῖον
ἅπαν ταῖς ἀτόποις ὑπονοίαις περὶ αὐτοῦ; οὐκ ἄν, εἴ γε
τὸν ἰδιώτην καλῶς ἐτηρήσατε, ἀλλ' ἦν ἐκεῖ τὸ κατορθοῦν
ἐν τῷ μέτρῳ. ὁ Ἴκαρος, ἐπειδὴ τοῖν ποδοῖν ἀπηξίου κεχρῆ-
σθαι, ταχὺ μάλα καὶ ἀέρος καὶ γῆς ἀπετύγχανεν, ὧν τῆς
μὲν ὑπερεῖδε, τοῦ δὲ οὐκ ἐφίκετο.
11
Ταῦτα οὐ πρὸς τοὺς ἐκ τῆς ἑτέρας ἀγωγῆς μᾶλ-
λον ἢ καὶ πρὸς τοὺς παρ' ἡμῖν σὺν ἀλογίᾳ μεγαλοφώ-
νους, οἳ καὶ παρέσχον ἀφορμὴν τῷ λόγῳ βοηθῆσαι τοῖς
προπαιδεύμασιν· ὧν τί ἄν τις καὶ δοίη ἀνθρώπων ἀλα-
ζόνων καὶ ἀνοήτων; πολλοῦ μέντ' ἂν εἶεν τρεῖς τοὐβολοῦ.
ἐγὼ δὲ χάριν οἶδα καὶ ποιηταῖς δεξιοῖς καὶ ῥήτορσιν ἀγα-
θοῖς, καὶ ὅστις ἱστορίαν τινὰ κατεβάλετο λόγου ἀξίως· καὶ
ἁπαξαπλῶς οὐδένα τῶν συνεισενεγκόντων εἰς κοινὸν τοῖς
Ἕλλησιν, ὅ τις καὶ εἶχεν ἀγαθόν, ἀγέραστον εἶναι βού-
λομαι, ὅτι παῖδάς τε παραλαβόντες ἡμᾶς ἐτιθηνήσαντο, καὶ
ἀσθενεῖς ὄντας ἔτι τὴν γνώμην ἐνοσοκόμησαν, τοῖς ὠφε-
λίμοις ἐγκαταμιγνύντες ἡδύσματα. ἄκρατα γὰρ οὐδεὶς ἂν
ταῦτα παρεδέξατο διά τε στυφότητα καὶ τὴν τότε τῶν
αἰσθήσεων ἁπαλότητα· κᾆθ' οὕτω ῥώσαντες, καὶ παραπέμ-
ψαντες ἄλλος δι' ἄλλου, ταῖς ἐπιστήμαις παρέδοσαν· αἱ
δὲ παρεσκεύασαν οἵους εἶναι τῶν ἄκρων ἐπορέξασθαι· ἐκεῖ τε
γενομένων ὅταν αἴσθωνται τὰς ψυχὰς ῥαινομένας ἱδρῶτι
καὶ τὴν φύσιν ἡμῶν ἀπαγορεύουσαν, αὖθις ἀνεκαλέσαντο
πραέως, καὶ ἡ Καλλιόπη παραλαβοῦσα ἥκοντας αὐχμοῦ
πλέως, ἀνέπαυσέ τε εἰς ἀνθεινοὺς ἀγαγοῦσα λειμῶνας, ὡς
μὴ διακναισθῆναι τῷ πόνῳ, καὶ πανδαισίαν παρέθηκεν
Ἀττικῶν καταγλωττισμάτων, καὶ καρυκείας ποιητικῆς,
ὑφ' ὧν τὴν μὲν πρώτην διέχεεν, ἔπειτα ἐμυώπισε λαθοῦσα,
καὶ κατὰ μικρόν πως ἐπέστρεψε· τελευτῶσα δὲ ἐπὶ τὸν
αὖθις ἀγῶνα ἐγύμνασε. καὶ ὅστις δὲ οὐ προτέλειον ἡγεῖται
τὰς Μούσας, ἀλλὰ τὸ κράτος αὐτῷ τῆς σοφίας ἐν ταύταις ἐστί,
καὶ οὐδ' εἴ τι περιττὸν αἰνίττονταί ποτε καὶ παραδηλοῦσι,
συνιέναι βούλεται, τὸ δὲ ἐκκείμενον αὐτῶν κάλλος ἠγάσθη,
καὶ εἰς αὐτὸ κέχηνε, καὶ ὑπὸ τούτου κατέχεται· οὐδὲ οὗτος
μέντοι δεινὸν οὐδὲν εἴργασται, ἀλλὰ καὶ πολλὰ ἀγαθά γε
αὐτῷ γένοιτο, μουσικῷ τε ἀνδρὶ καὶ χαρίεντι. καὶ γὰρ εἰ
μὴ τεθήπαμεν τοὺς κύκνους, ὥσπερ τοὺς ἀετοὺς αἰρομένους
ὑψοῦ καὶ ὑπὲρ πᾶν τὸ ὁρώμενον, ἀλλὰ γανύμεθά γε καὶ
ὁρῶντες αὐτοὺς καὶ ἀκούοντες τῆς ᾠδῆς· καὶ ἐμοῦ γε ἕνεκα,
μηδείς ποτε κύκνων τὸ ἔσχατον ᾄσειεν. εἰ δὲ βασίλειοί τέ
εἰσιν ἐκεῖνοι, καὶ διαιτῶνται παρὰ τὰ Διὸς σκῆπτρα, καὶ
τούτους εἴληχέ τις θεῶν ἐκ Διὸς γεγονώς, καὶ οὐκ ἀπα-
ξιοῦνται τοῦ τρίποδος. ἀετὸν δὲ ἅμα καὶ κύκνον γενέσθαι,
καὶ τὰ ἀμφοῖν ἔχειν πλεονεκτήματα, ὄρνισι μὲν ἡ φύσις οὐ
ξυνεχώρησεν· ἀνθρώπῳ δὲ ἔδωκεν ὁ θεός, ὅτῳ καὶ ἔδωκε
γλώττης τε εὖ ἥκειν καὶ φιλοσοφίας ἐπήβολον εἶναι.
12
Ἠγώνισταί γε πρὸς τοὺς ἀμούσους ὑπὲρ Μου-
σῶν, οἳ κακοήθως ἀποδιδράσκουσι τὸν ἔλεγχον τῆς ἀμα-
θίας, τῷ καταφεύγειν ἐπὶ τὴν λοιδορίαν ὧν ἠγνοήκασιν.
εἰ δή τι καὶ σπουδαιότερον εἴρηται παρὰ τὴν πρώτην
ὑπόσχεσιν, τὶ μὲν ἂν γένοιτο καὶ σπουδαῖον παιζόντων·
οὐ μὴν ἔστι τι ποιεῖν μὴ ἀπὸ πάσης τῆς ἕξεως, ἀλλ' εἰ τῷ
πλέονι παίζομεν, οὐ τοῦ παντὸς ἁμαρτάνομεν. παιδιᾷ γὰρ
παρεμβαλλόμεθα, ἐνδοθείσῃ μὲν ἀπὸ τοῦ δεῖν εὑρέσθαι τινὰ
παρ' ἐμοῦ μαρτυρίαν τὸν Δίωνα, ἵνα μοι γένοιτο καὶ τῆς
φιλίας αὐτοῦ κληρονόμος ὁ παῖς ὁ μοιρίδιος, δραμούσῃ δὲ
ἐπὶ πολλὰ καὶ δρόμους παντοίους· ἀόριστοι γὰρ αἱ τῶν παι-
ζόντων ὁρμαί. τοιοῦτόν ἐστιν ἀγρὸς καὶ ἐλευθερία, καὶ τὸ
μὴ πρὸς ὕδωρ εἰρησομένους γράφειν τοὺς λόγους. ὡς εἶδον
ἐγὼ δικαστὴν ἐφέτην μετροῦντα τὸν χρόνον τοῖς ἀγορεύου-
σιν· αὐτὸς μέντοι τοῦ προσμεμετρημένου τὸ μέν τι κατε-
δάρθανε, τὸ δὲ μάτην ἐγρηγόρει, καὶ ἀπῆν ὡς πορρωτάτω
τοῦ πράγματος· ἀλλ' οὐδὲν ἧττον ὁ ῥήτωρ ἠγόρευεν, ὡς
ὑπ' ἀνάγκης σιωπησόμενος αὐτίκα· ἐμὲ δὲ ἀφίησι καὶ οὐ
στενοχωρεῖ προθεσμία τῷ μήτε πρὸς οὕτως ἄτοπον παρα-
σκευάζεσθαι δικαστήν, ἀλλὰ μηδὲ μέλλειν εἰς δικαστήριον
ἀγνωμονέστερον εἰσιέναι τὸ θέατρον, θυροκοπήσαντα καὶ
ἐπαγγείλαντα τοῖς ἐν ἄστει μειρακίοις ἀκρόαμα ἐπιδέξιον·
ὡς σχέτλιά γε τῶν δεικνύντων ἐν τοῖς θεάτροις τοὺς λό-
γους. ὃν γὰρ δεῖ τοσούτοις ἀρέσκειν ἀνομοίως διακειμένοις,
πῶς οὐκ ἀνεφίκτων ἐρᾷ; οὗτος οὖν ἐστιν ὁ δημολόγος
ἀτεχνῶς, ὁ δοῦλος ὁ δημόσιος, ὁ πᾶσιν ἐκκείμενος, ὃν
ἔξεστι τῷ βουλομένῳ διαθεῖναι κακῶς. κἂν γελάσῃ τις, ὁ
σοφιστὴς τέθνηκεν· καὶ τὸν σκυθρωπὸν ὑποπτεύει· σοφι-
στὴς γάρ ἐστι κἂν ὁτιοῦν γένος λόγων προστήσηται, δόξαν
ἀντ' ἀληθείας ἐρανιζόμενος. λυπεῖ δὲ αὐτὸν καὶ ὁ πάνυ
προσέχων τὸν νοῦν, ὡς λαβὴν θηρώμενος, ἀλλ' οὐδὲν ἧττον
ὁ περιδινῶν ἁπανταχόσε τὴν κεφαλήν, ὡς οὐκ ἀξιῶν ἀκοῆς
τὰ δεικνύμενα. καίτοιγε οὐκ ἐν δίκῃ πικρῶν τυγχάνει τῶν
δεσποτῶν, ὅστις πολλὰς μὲν νύκτας ἀύπνους ἀνέτλη, πολ-
λὰς δὲ ἡμέρας παρετάθη, καὶ μικροῦ δεῖν ἀπεστάλαξε τὴν
ψυχὴν ὑπό τε λιμοῦ καὶ φροντίδων, ἵν' ἀγαθόν τι συλλέ-
ξηται· καὶ ἥκει φέρων ἄκουσμα χάριέν τε καὶ ἡδὺ τοῖς
ἀγερώχοις αὑτοῦ παιδικοῖς, δι' οὓς ἔχει μὲν πονήρως, σκή-
πτεται δὲ ὑγιαίνειν. ὁ δὲ καὶ ἐλούσατο πρὸ τῆς κυρίας, καὶ
εἰς αὐτὴν ἀπήντησεν, ἐσθῆτι καὶ σχήματι σοβαρός, ἵνα
καὶ θέαμα καλὸν ᾖ, καὶ προσγελᾷ τῷ θεάτρῳ, καὶ χαίρει
δῆθεν, ἡ δὲ ψυχὴ κατατείνεται, ἐπεὶ καὶ τραγακάνθης ἐδή-
δοκεν, ἵνα τορόν τε καὶ εὔηχες φθέγξηται. τοῦτο μὲν οὖν
οὐδ' ἂν ὁ σεμνότατος αὐτῶν προσποιήσαιτο, μὴ οὐ πάνυ
μέλειν αὐτῷ, καὶ πεπραγματεῦσθαι τὰ περὶ τὴν φωνήν,
ὅς γε καὶ μεταξὺ τῆς ἐπιδείξεως ἐστράφη, καὶ τὸ ληκύθιον
ᾔτησε, καὶ ὁ μὲν ἀκόλουθος ὤρεξεν· ἐκ πολλοῦ γὰρ καὶ
παρεσκεύασεν· ὁ δέ, ἀπορροφεῖ τε καὶ ἀνακογχυλίζει, τοῦ
νεαρῶς ἐπιτίθεσθαι τοῖς μέλεσι· τυγχάνει δὲ οὐδ' ὣς ἀκροα-
τῶν ἵλεων ὁ δύστηνος ἄνθρωπος, ἀλλὰ βούλοιντο μὲν
ἂν αὐτὸν ἐξᾷσαι· γελῷεν γὰρ ἄν· βούλοιντο δ' ἂν καὶ
διάραντα μόνον, ὥσπερ ἀνδριάντα, τὸ στόμα καὶ τὴν χεῖρα,
ἔπειτα ἀφωνότερον ἀνδριάντος γενέσθαι· ἀπαλλαγεῖεν γὰρ
ἂν πάλαι δεόμενοι. ἐγὼ δὲ ἐπ' ἐμαυτοῦ γὰρ ᾄδω, καὶ ταῖσδε
ταῖς κυπαρίττοις προσᾴδω, ὕδωρ δὲ τουτὶ θεῖ διᾴττον
δρόμον οὐ μεμετρημένον, οὐδὲ πρὸς κλεψύδραν ταμιευόμενον,
ὅ τις ἂν καὶ ὑπηρέτης μειαγωγήσῃ δημόσιος. ἀλλ' ἐγὼ μὲν
εἰ μήπω παύομαι, ἀλλ' αὐτίκα πεπαύσομαι· εἰ δὲ μή, καὶ
μετὰ πλεῖστον· οὐ μὲν δὴ καὶ εἰς νύκτα γε ᾄσομαι. τὸ δὲ
καὶ πεπαυμένου ῥεῖ, καὶ ῥυήσεται καὶ νύκτωρ καὶ μεθ' ἡμέ-
ραν, καὶ εἰς νέωτα, καὶ ἀεί. τί οὖν με δεῖ προθεσμίᾳ δου-
λεύειν, ἐξὸν ἐμφορεῖσθαι τῆς αὐτονομίας, καὶ περιάγειν τοὺς
λόγους, ᾗ μοι δοκοῦσιν ἀκτέοι, οὐ κρινομένῳ πρὸς ὀλιγω-
ρίαν ἀκροατῶν, ἀλλ' ἐμαυτὸν ἔχοντι μέτρον; ἐμοὶ γὰρ δὴ
ταύτην ἔδωκε τὴν μοῖραν ὁ θεός, ἀδέσποτον εἶναι καὶ ἄφε-
τον, ὃς οὐδὲ τρεῖς οὐδὲ δύο περιεποιησάμην ἐμαυτοῦ μαθη-
τὰς εἶναι, δι' οὓς ἂν ἐδέησεν εἰς ἀποδεδειγμένον χωρίον
φοιτᾶν, καὶ περὶ συγκειμένων πρὸς αὐτοὺς διαλέγεσθαι·
ἠπιστάμην γὰρ πολὺ τῆς ἐλευθερίας ὑποτεμούμενος, εἰ
πρῶτον μὲν ἀνάγκην ἕξω βιβλίον ἐξονυχίζειν, ὑφ' οὗ γίνεται
τὸ κατὰ μνήμην ἐνεργεῖν, τὴν δὲ ἐπιβολὴν ἀγύμναστον
εἶναι καὶ ἄγονον, ἣν δεῖ κριτὴν εἶναι βιβλίων, ἐπειδὴ
κατὰ τοῦτο ὁ φιλόσοφος μᾶλλον· ἐκεῖνο δὲ ἀποδεδόσθω
γραμματικοῖς.
13
Εἶεν δ' ἂν καὶ φιλοσόφων βιβλίων γραμματικοί
τινες ἀποδεδειγμένοι, τὰς συλλαβὰς εὖ μάλα συγκρίνοντές
τε καὶ διακρίνοντες, οἰκεῖον δὲ οὐδὲν οὐδέποτε μαιευσόμενοι·
ὅ τι δὲ καὶ τέκοιεν, ὑπὸ θράσους…
…
The complete text is available when the reading interface loads.