The Greek Library Catalogue

Anonymous

Catastases

Edition reference
Catastases, ed. Terzaghi, op. cit., 283–293.
CTS identifier
urn:cts:greekLit:tlg2006.tlg009.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

1

2

ἐγγυήσασθαι δὲ τῆς γνώμης οὐ βούλομαι.

3

Ἀναφορὰ στελλέσθω περὶ τούτου πρεσβεύουσα,

στρατιώτας καὶ χρόνον αἰτοῦσα τῷ γενναίῳ. καὶ τἄλ-

λ' ὁποῖος ἀνήρ; τὸν ἐπὶ εἰρήνης δὲ πόλεμον, τὸν μικροῦ

τοῦ βαρβαρικοῦ χαλεπώτερον, τὸν ἐκ τῆς στρατιωτικῆς

ἀταξίας καὶ τῆς τῶν ταξιάρχων πλεονεξίας, οὐχ οὗτος ὁ

παύσας ἐστίν; ἐφ' οὗ μόνου γε τῶν πολλῶν στρατηγῶν

ἰδιώτης ἠδικημένος μείζω στρατιώτου φθέγγεται. τίνα δὲ

ἔξεστι καλεῖν ἀδωρότατον; οὐ τὸν ὑπερορῶντα καὶ τῶν

ἀπὸ τοῦ νόμου κερδῶν; ὁ θεοσεβὴς δὲ τίς ἂν γένοιτο μᾶλ-

λον, ἢ ὅστις ἅπαντος ἔργου καὶ λόγου θεόθεν ἄρχεται;

ἀνθ' ὧν ἁπάντων ἔξεστι δὴ πᾶσι κἀνθάδε προσεύξασθαι

γῆρας αὐτῷ βαθὺ καὶ λιπαρὸν παραμένειν, τοῖς ἐνιαυτοῖς

συμπροιούσης τῆς ἀρετῆς.

2

t

{ΚΑΤΑΣΤΑΣΙΣ}

{ῬΗΘΕΙΣΑ ἘΠΙ Τῌ ΜΕΓΙΣΤῌ ΤΩΝ ΒΑΡΒΑΡΩΝ ἘΦΟΔῼ, ἩΓΕΜΟΝΕΥΟΝΤΟΣ

ΓΕΝΝΑΔΙΟΥ ΚΑΙ ΔΟΥΚΟΣ ὈΝΤΟΣ ἸΝΝΟΚΕΝΤΙΟΥ}

1

Ἐγὼ μὲν οὐκ οἶδ' ὅ τι καὶ χρὴ λέγειν ὑπὲρ τῶν ἐν

ὀφθαλμοῖς συμφορῶν· οὔτε γὰρ σχολὴ λέγειν οἷς κλάειν

ἀνάγκη, οὔτε λόγος ἂν γένοιτο τοῖς πράγμασι σύμμετρος.

καίτοι καὶ τὸ δακρύειν ἐνίους, τῷ μεγέθει τῶν συντυχόντων

κακῶν ἐκπλαγέντας ἐπέλιπεν. ἀλλ' ἐπειδὴ κλαιόντων μὲν

θεὸς αἰσθάνεται, δεῖ δὲ εἰδέναι καὶ τοὺς τὰ Ῥωμαίων σκῆπτρα

διέποντας, γράφε σὺ πρὸς οὓς οἷόν τε τῶν δυναμένων

λόγους εἰσενεγκεῖν εἰς τὸ βασιλέως συνέδριον. ἀγγειλάτω

τις αὐτοῖς ἐν βραχεῖ, ὅτι Πεντάπολις βασιλεῖ τὸ μέχρι τρί-

της ἡμέρας ἦν ἔτι κτῆμα ἀγαθόν, εἰ καὶ δυνάμει λειπόμενον

ἑτέρων, ἀλλὰ τῶν μείζω δυναμένων εὐνούστερον. ἴσασιν

αὐτῶν ὅσοι δεδημοσιεύκασι μετὰ τοῦ προσέχειν τοῖς πράγ-

μασιν· ὧν τὸν μέγαν Ἀνθέμιον ἐγὼ τὰ πρῶτα καὶ ἀκούω

καὶ πείθομαι. οὐκοῦν οἶδεν ἐν ὅσοις καιροῖς, καὶ μάλιστα

τούτων ὁπόσοι τυραννικοί, γεγόναμεν ἀπροφάσιστοι βασι-

λεῖ. ἀλλὰ μέχρι τούτου τὰ Πενταπόλεως· χθὲς καὶ τρίτην

ἡμέραν ἐγένετο Ῥωμαίοις ἔθνους ζημία, τὰς ἡγεμονίας αὑτῶν

παρὰ Πεντάπολιν ἀριθμήσασιν. οἴχεται Πεντάπολις νῦν

ἀκριβῶς· εἰς τοὔσχατον οἴχεται, ἕβδομον μὲν ἔτος ἤδη προ-

πράξασα πονήρως, ἀλλ' ὥσπερ ζῷον δυσθανατοῦν ἀνέφερε

καὶ συνήθροιζε τοῦ πνεύματος τὸ λειπόμενον.

2

Εὔφημος Ἀνυσίου μνήμη ἐνιαυτῷ τὸν χρόνον

αὐτῆς πλείω πεποίηκε, ταῖς μὲν ἁπάντων ἀσπίσι, ταῖς δὲ

Οὐννιγαρδῶν χερσὶν εἰς δέον χρησάμενος. τοιγαροῦν ἀνα-

βολή τις ἐγένετο τοῦ κακοῦ· οὐ γὰρ ἐξεχύθησαν ὅλῳ πλή-

θει κατὰ τῆς χώρας, εἰς λῃστήρια μετετάξαντο, ἀφήλλοντο

καὶ προσήλλοντο. ἐπεὶ δὲ τρὶς παραταξαμένοις αὐτοῖς μετε-

μέλησε, νῦν μὲν ἱπποκροτεῖται τὰ πεδία, νῦν οἱ στρατιῶται

τειχήρεις, ἄλλος ἀλλαχόσε διειλημμένοι, τὸ ἐπὶ Κερεαλίου

κακόν, οὐδὲν ἀλλήλοις ὄφελος ὄντες, ὅτι μὴ συνετάχθησαν.

τοιγαροῦν τὰ τῶν πολεμίων λαμπρά. οἱ πέρυσιν εὔζωνοι

καὶ πρὸς τὸ φυγεῖν εὐτρεπεῖς, νῦν πολιορκηταί, νῦν τὰ κω-

μητικὰ τείχη καθελόντες, πλατεῖ στρατεύματι τὰς πόλεις

περιστοιχίζονται. τί γὰρ οὐ προὐχώρησεν αὐτοῖς; Αὐσου-

ριανοὶ τοὺς τῶν Θρᾳκῶν τῶν ἱππέων ἐνεδύσαντο θώρακας,

οὐ κατὰ χρείαν, ἀλλ' ἐπεγγελῶντες τῷ σχήματι· ταῖς Μαρ-

κομάνων ἀσπίσιν ἐπὶ τούτοις ἐχρήσαντο· εἰς γυμνητικὸν

ἐτέλεσε τὸ Ῥωμαίων ὁπλιτικόν, ἐχθρῶν ἐλέῳ τὴν σωτηρίαν

εὑράμενοι. δακρύω τοὺς ἄνδρας, οὐκ ὀνειδίζω τὴν συμφοράν.

τί γὰρ ἂν ἐποίησαν εἰς πολυπλάσιον πλῆθος, οἱ κατὰ μέρος

αὐτοῖς ἀθρόοις ἐντυγχάνοντες Οὐννιγάρδαι; τὸ μὲν ἐπὶ τῷ

θεῷ, καὶ τῇ ῥώμῃ, καὶ τῇ τῶν ὅπλων ἐμπειρίᾳ σώζονται·

τὰ δὲ ἐπὶ τῇ στρατηγίᾳ, τί ἂν καὶ μέγα κακὸν τοὺς πολε-

μίους εἰργάσαντο, καθ' ὧν οὐ παρ' ἑκόντων ἀφίενται τῶν

ἀγόντων αὐτούς; ἀλλ' εἴ ποτε σκυλάκων δίκην ἀποβιά-

σαιντο, οἱ δὲ πάλιν ἦγξαν αὐτούς, καὶ ἀνεκαλέσαντο, πρὶν

κορεσθῆναι δρόμου καὶ φόνου θηρείου. καίτοι καὶ Οὐννι-

γάρδαις οὐραγίας ἔδει καὶ συντεταγμένου στρατεύματος.

ἔδει γάρ, οἶμαι, φάλαγγος, ὥσπερ ἐνεργοῦ μαχαίρας, τὸ μὲν

ἀκμαιότερον προβεβλῆσθαι, τὸ δὲ στιβαρώτερον ἐπελαύνε-

σθαι· οὕτως ἡ πληγὴ τομωτέρα γίνεται. ὅλως δὲ τὸ πλῆ-

θος αὐτῶν ὀλίγον ἐστὶ πρὸς τὸ διαπολεμῆσαι τὸν πόλεμον,

ὃς οὐδ' ἂν ἐν τοῖς καθ' ἡμᾶς τόποις διαπολεμηθείη καλῶς.

ἀλλ' εἰ μή τις εἰς τὴν ἐκείνων Οὐννιγάρδας διαβιβάσειεν,

ἐπὶ τούτους δεῖ πλήθους ἑκατοστύων τεττάρων· μᾶλλον δὲ

πρότερον ἔδει τοσούτου πλήθους καὶ στρατηγοῦ, πρὶν ἡμᾶς

οἴχεσθαι κομιδῇ, πρὶν εἰς τοσοῦτον αὐξηθῆναι τοῖς πολεμίοις

τὰ πράγματα. εἰς τὰ τελευταῖα ταῦτα καὶ γυναῖκες συνε-

στρατεύσαντο. εἶδον, εἶδον συχνοὶ γυναῖκα μαχαιροφόρον

ὁμοῦ καὶ βρέφη τιθηνουμένην.

3

Τίς οὐ ζηλοῖ τὸν ἀκίνδυνον πόλεμον; ὑπὲρ ἐμαυ-

τοῦ πεφοβημένος, ὑπὲρ τῶν καιρῶν, ὑπὲρ τῆς πολιτείας

αἰσχύνομαι. ὢ τοῦ πάλαι Ῥωμαίων φρονήματος· οἱ πάντα

πανταχοῦ νικῶντες, οἱ τὰς ἠπείρους τροπαίοις συνάψαντες,

νῦν ὑπὸ δυστήνου καὶ νομαδίτου γένους κινδυνεύουσι ταῖς

Ἑλληνίσι Λιβύας προσαποβαλεῖν καὶ τὴν παρ' Αἴγυπτον

Ἀλεξάνδρειαν. ἐκεῖνο μεῖζον εἰς λόγον χρημάτων, τοῦτο δὲ εἰς

εὐδοξίαν οὐκ ἔλαττον, εἴ τις οἶδεν αἰσχύνεσθαι, καὶ ποιεῖταί

τινα λόγον τοῦ πρέποντος. ὢ τοῦ φρονήματος, μεθ' ὅσου

τὴν χώραν σεσαγηνεύκασι. τούτοις οὐδὲν οὔτε ὄρος ἄβατον

γέγονεν, οὔτε φρούριον ἐρυμνόν· πᾶσαν ἐπεξῆλθον, πᾶσαν

διηρευνήσαντο, πᾶσαν ἡλικίαν ἠνδραποδίσαντο. πάλαι

ποτὲ τῶν παρ' Ἕλλησι λογογράφων ἀκούω, «γύναια καὶ

παιδάρια γνωρίσματα τῶν πορθήσεων ὑπελείπετο». ἀλλὰ

παρὰ ταῦτα μάλιστα γέγονε Πενταπόλει. τί γὰρ Αὐσου-

ριανῷ κάλλιον κτῆμα γυναίου καὶ βρέφους, ἵν' αἱ μὲν αὐτοῖς

τίκτοιεν, οἱ δὲ ἵνα αὐξηθέντες στρατεύοιντο; εὖνοι γὰρ ἀντὶ

τῶν τεκόντων τοῖς θρέψασι γίνονται. ὢ πονηρᾶς ἀποικίας,

ἣν ἀποικίζομεν. ἄγεται νεότης αἰχμάλωτος, τὰ τάγματα

τῶν πολεμίων αὐξήσουσα· ἥξει δῆμος ἐπὶ τὴν ἐνεγκοῦσαν

πολέμιος· κερεῖ νεανίας τὴν γῆν, ἣν μειράκιον ἔτι μετὰ τοῦ

πατρὸς ἐξειργάσατο. νῦν ἐν ὁδῷ· νῦν ἀπάγεται· νῦν ἔτι

δεσμῶτις ἡ Πενταπόλεως ἐφηβεία· ἀμύνει δὲ οὐδείς, οὐδὲ

δύναται. καίτοι φασὶ προθυμεῖσθαι τὸν στρατηγόν· ἀλλ' οὐ

γὰρ ἐῶσιν Ἀλεξανδρέων οἱ κακῇ μοίρᾳ Πενταπόλεως ἐν

αὐτῇ στρατευσάμενοι. τί γὰρ ἄν τις αἰτιάσαιτο τὸν

ἀναίτιον, ᾧ καὶ γῆρας βαθὺ καὶ νόσου καταβολὴ πολυχρόνιος

τὴν συγγνώμην ἐμνήστευσε; καίτοι ῥᾷστον ἦν, εἰ στρα-

τηγῶν ηὐτυχήσαμεν, ὑπερήφανον στράτευμα καὶ προσκε-

κοφὸς τῷ θεῷ δίκην ἀσεβείας εἰσπράξασθαι. ποίων ἱερῶν

οὗτοι, ποίων ὁσίων ἐφείσαντο; οὐ πολλαχοῦ τοῦ τῶν

Βαρκαίων πεδίου τὰ νεοσκαφῆ τῶν μνημάτων ἀνέχωσαν;

οὐ παρὰ τούτων αἱ πανταχοῦ τῆς ὑφ' ἡμᾶς Ἀμπελίτιδος

ἐκκλησίαι πυρίκαυστοι, καὶ ἐρείπια; οὐ τὰς μὲν τραπέζας

τὰς ἱερὰς ὡς βεβήλους ἐπὶ κρεανομίᾳ παρέθεντο, τὰ δὲ μυ-

στικὰ σκεύη τὰ λελειτουργηκότα τῇ δημιουργικῇ σπονδείᾳ

τελετὴ δαίμοσιν εἰς τὴν πολεμίαν κομίζεται; τί τούτων

ἀνεκτὸν εἰς ἀκοὴν ἐλθεῖν εὐσεβῆ; ὅστις γὰρ ἀξιοῖ μνήμης

ἃ κατέσεισαν φρούρια, τὴν σκευαγωγίαν, τὰ ἔπιπλα, τὰς

βοῦς, τὰς ὄις, ὅσαι τῶν βαρβαρικῶν λῃστηρίων ἦσαν ἐγκα-

ταλείμματα ταῖς φάραγξιν ἐγκρυπτόμεναι, ἐν τηλικούτοις

κακοῖς μικρολογίας αἰτίαν οὐ διαπέφευγε. καίτοι πεντα-

κισχιλίαις που καμήλοις ἐσκευαγώγησαν. ἀριθμῷ δὲ ἀνα-

λύουσι τριπλασίονι, τῇ τῶν αἰχμαλώτων προσθήκῃ τοσούτῳ

πλείους γινόμενοι.

4

Τέθνηκεν, ἀπέσβη τὰ Πενταπόλεως, τέλος ἔχει,

διακεχείρισται, ἀπόλωλεν, οὐκέτ' ἐστὶ παντελῶς, οὔθ' ἡμῖν,

οὔτε βασιλεῖ· οὔτε γὰρ βασιλεῖ κτῆμα γένοιτ' ἄν, ὅθεν

οὐδὲν ἀποίσεται. τίς δ' ἂν οἴσεται παρὰ τῆς ἐρήμου καρ-

πούς; οὔτ' ἐμοὶ πατρίς, ἣν ἀπολείψω· παρὰ γὰρ ναῦν ἐστί

μοι τὸ μὴ οὐκ ἤδη πελάγιον εἶναι καὶ νῆσον περισκοπεῖν.

Αἰγύπτῳ γὰρ ἀπιστῶ· κἀκεῖ δύναται διαβῆναι κάμηλος

Αὐσουριανὸν ὁπλίτην βαστάσασα. νησιώτης οἰκήσω, πή-

νης ἀπὸ κτηματικοῦ, μέτοικος, ἀτιμότερος ἀστοῦ Κυθηρίου·

πολυπραγμονῶν γὰρ ἤδη μανθάνω Κύθηρα τὸ πέραν εἶναι

τῆς Πενταπόλεως· ἐκεῖ με τυχὸν οἴσουσιν ἄνεμοι νότιοι·

παρ' ἐκείνοις βιώσομαι ξένος, ἀλήτης. κἂν ἐπιχειρήσω τι περὶ

εὐγενείας εἰπεῖν, ἀπιστήσουσιν.

5

Ὤ μοι Κυρήνης, ἧς αἱ δημόσιαι κύρβεις μέχρις ἐμοῦ

κατάγουσι τὰς ἀφ' Ἡρακλέους διαδοχάς. οὐ γὰρ ἂν εἴην

ἀρχαῖος, ἐν εἰδόσιν ὀλοφυρόμενος τὴν καταβεβλημένην

εὐγένειαν. ὤ μοι τῶν τάφων, ὧν οὐ μεθέξω, τῶν Δωρι-

κῶν. ὤ μοι Πτολεμαΐδος, ἧς ἀνεδείχθην ὕστατος ἱερεύς.

ἀλλὰ προσέστη μοι τὸ δεινόν· οὐκέτι δύναμαι λέγειν· ἐπι-

λαμβάνεταί μου τῆς γλώττης τὰ δάκρυα· γέγονα πρὸς

τὴν φαντασίαν τῆς τῶν ἱερῶν ἀπολείψεως. ἔδει μὲν οἴχε-

σθαι πλέοντας· ἀλλ' ὅταν ἐπὶ ναῦν τις καλῇ, μικρὸν ἀνα-

μεῖναι δεήσομαι· βαδιοῦμαι γὰρ πρῶτον ἐπὶ τὸν νεὼν τοῦ

θεοῦ· κυκλώσομαι τὸ θυσιαστήριον· δάκρυσι βρέξω τὸ

τιμαλφέστατον ἔδαφος· οὐκ ἀποδραμοῦμαι πρὶν θύραν ἐκεί-

νην καὶ θρόνον ἐκεῖνον ἀσπάσασθαι. ὢ ποσάκις θεοκλυ-

τήσω τε καὶ μεταστραφήσομαι· ὢ ποσάκις ταῖς κιγκλίσι

τὼ χεῖρε προσμάξομαι. ἀλλ' ἰσχυρὸν ἀνάγκη πρᾶγμα καὶ

βίαιον. ἐπιθυμῶ δοῦναι τοῖς ὀφθαλμοῖς ὕπνον ἀπερισάλ-

πιστον. μέχρι πότε παρὰ ἔπαλξιν στήσομαι; μέχρι πότε

τηρήσω τὸ μεσοπύργιον; ἀπαγορεύω φυλακὰς ἐπιτάττων

νυκτερινάς, καὶ φυλάττων ἐν τῷ μέρει καὶ φυλαττόμενος.

ὁ πολλὰ πρότερον ἀγρυπνήσας ἐπὶ ταῖς τῶν ἄστρων ἐπι-

τολαῖς, ἀποκναίομαι νῦν ἐγρηγορῶν ἐπὶ ταῖς τῶν πολε-

μίων ἐπιδρομαῖς. πρὸς διαμεμετρημένον ὕδωρ καθεύδομεν,

καὶ τὸ λαχόν μοι μέρος εἰς ὕπνον ἀφαιρεῖται πολλάκις ὁ

κώδων ὁ φυλακτήριος. ἂν δὲ καταμύσω μικρόν, ὢ καὶ τῶν

ἐνυπνίων τῶν σκυθρωπῶν, εἰς οἷα παραπέμπουσιν ἡμᾶς αἱ

μεθ' ἡμέραν φροντίδες. τὸ λῆξαι πόνων, ἄρξασθαι πόνων

ἐστί. φεύγομεν, ἁλισκόμεθα, τιτρωσκόμεθα, δεδέμεθα, πιπρα-

σκόμεθα. ποσάκις ἐξανέστην ἄσμενος, ὅτι δεσπότην ἀπέλι-

πον· ποσάκις ἐξανέστην ὑπέρασθμος, ἱδρῶτι ῥαινόμενος,

ὁμοῦ τὸν ὕπνον καὶ τὸν δρόμον ἀπολιπών, ὃν κατατείνας

ἔφευγον ὁπλίτην πολέμιον· μόνοις ἡμῖν Ἡσίοδος οὐδὲν

λέγει, τὴν ἐλπίδα τηρήσας εἴσω τοῦ πίθου· πάντες ἀθαρ-

σεῖς καὶ δυσέλπιδες.

6

Ὁ πεπαροιμιασμένος βίος ἀβίωτος οὐχ ἕτερός

ἐστιν, ὦ ἄνδρες, ἀλλ' ὃν ζῶμεν ἡμεῖς. τίς ἡ διατριβή; τί

μέλλομεν; ἀπήχθηται Πεντάπολις τῷ θεῷ· ποιναῖς ἐκδεδόμεθα.

ἡ γὰρ ἀκρὶς οὐκ ἔστι κακὸν ἀκριβέστερον, τὸ δὲ πῦρ, ὃ

πρὸ τῶν πολεμίων τριῶν πόλεων ἐπενείματο λήια. τί πέρας

κακῶν; εἰ τούτων ἄγουσιν ἐλευθερίαν αἱ νῆσοι, ἐγὼ μέν,

ὅταν ἀφυβρίσῃ τὸ πέλαγος, πλευσοῦμαι. ἀλλὰ φοβοῦμαι,

μὴ προλάβῃ με τὸ δεινόν· πελάζει γὰρ ἡ κυρία τῆς προσ-

βολῆς, ἣν τῇ πόλει, φασίν, ὁ πτεροφόρος ἠπείλησεν, ὁ τοῦ

πολεμίου στρατεύματος ἐξηγούμενος. μάλιστα δὴ καιρῶν

ἐκεῖνος ἱερεῦσι τὸν ἐπὶ τὰς αὐλὰς τοῦ θεοῦ δρόμον ἀναγκαῖον

ἀποφανεῖ, ἂν ἐν χρῷ τῆς πόλεως ὁ κίνδυνος γένηται. ἐγὼ

κατὰ χώραν ἐπ' ἐκκλησίας μενῶ· τὰς παναγεῖς προστήσομαι

χέρνιβας, προσφύσομαι τῶν κιόνων τῶν ἱερῶν, αἳ τὴν ἄσυ-

λον ἀπὸ γῆς ἀνέχουσι τράπεζαν· ἐκεῖ καὶ ζῶν καθεδοῦμαι, καὶ

ἀποθανὼν κείσομαι. λειτουργός εἰμι τοῦ θεοῦ, καὶ τὴν ψυχὴν

ἴσως ἀπολειτουργῆσαί με δεῖ. οὐ μὴν ὅ γε θεὸς περιόψε-

ται τὸν βωμὸν τὸν ἀναίμακτον ἱερέως αἵματι μιαινόμενον.

[Εἴης κράτιστος ἐν λόγοις καὶ πράγμασιν,

ᾧ πᾶσα, Θαλέλαιε, παιδεία πρέπει].

{ΣΥΝΕΣΙΟΥ ΚΥΡΗΝΑΙΟΥΥΜΝΟΙ ΕΜΜΕΤΡΟΙ} Ἄγε μοι, ψυχά,ἱεροῖς ὕμνοιςἐπιβαλλομένα,ὑληγενέαςεὔνασον οἴστρους,θώρησσε δὲ νοῦζαμενεῖς ὁρμάς.Βασιλῆϊ θεῶνπλέκομεν στέφανον,θύμ' ἀναίμακτον,ἐπέων λοιβάς. Ϲὲ μὲν ἐν πελάγει,σὲ δ' ὑπὲρ νάσων,σὲ δ' ἐν ἀπείροις,ἐπί τε πτολίων,κραναῶν τ' ὀρέων,καὶ κατὰ κλεινῶνὁπόταν πεδίωνστάσω διδύμουςγυίων ταρσούς,σέ, μάκαρ, μέλπω,κόσμου γενέτα. Ϲοὶ νύξ με φέρειτὸν ἀοιδόν, ἄναξ·σοὶ δ' ἁμερίους,σοὶ δ' ἀῴους,σοὶ δ' ἑσπερίουςὕμνους ἀνάγω·ἴστορες αὐγαὶπολιῶν ἄστρωνμάνας τε δρόμοικαὶ μέγας ἴστωρἅλιος, ἁγνῶνἄστρων πρύτανις,ὁσιᾶν ψυχᾶνἅγιος ταμίας,ἐπὶ σὰς αὐλάς,ἐπὶ σοὺς κόλπουςτὸν ἀποστρόφιονταναᾶς ὕλας† ταρσὸν †ἐλαφριζουσᾶν,χαίρων ἵνα σουπρομολὰν ἱκόμαν. Νῦν ἐπὶ σεμνᾶςτελετηφορίαςσηκοὺς ἁγίουςἱκέτας ἔμολον·νῦν ἐπὶ κλεινῶνκορυφὰν ὀρέωνἱκέτας ἔμολον·νῦν ἐς ἐρήμαςαὐλῶνα μέγανΛιβύας ἔμολον,πέζαν νοτίαν,τὰν οὔτ' ἄθεονπνεῦμα μολύνει,οὔτε χαράσσειἴχνος ἀνθρώπωνἀστυμερίμνων,ἵνα σοι ψυχὰκαθαρὰ παθέων,λύσασα πόθους,λήξασα πόνων,λήξασα γόων,θυμῶν, ἐρίδων,ὅσα κηριτρεφῆἀποσεισαμένα,καθαρᾷ γλώσσᾳγνώμᾳ θ' ὁσίᾳτὸν ὀφειλόμενονὕμνον ἀποίσει. Εὐφαμείτωαἰθὴρ καὶ γᾶ·στάτω πόντος,στάτω δ' ἀήρ·λήγετε πνοιαὶβαλίων ἀνέμων·λήγετε ῥιπαὶγυρῶν ῥοθίων,ποταμῶν προχοαί,κρανααὶ λιβάδες·ἐχέτω σιγὰκόσμου λαγόνας,ἱερευομένωνἁγίων ὕμνων.δύτω κατὰ γᾶςὀφίων συρμός·δύτω κατὰ γᾶςκαὶ πτανὸς ὄφις,δαίμων ὕλας,νεφέλα ψυχᾶς,εἰδωλοχαρεῖςεὐχαῖς σκύλακαςἐπιθωΰσσων.Ϲύ, πάτερ, σύ, μάκαρ,σὺ ψυχοβόρουςἀπέρυκε κύναςψυχᾶς ἀπ' ἐμᾶς,εὐχᾶς ἀπ' ἐμᾶς,ζωᾶς ἀπ' ἐμᾶς,ἔργων ἀπ' ἐμῶν.ἁ δ' ἁμετέραπραπίδων λοιβὰσοῖς ἐριτίμοιςμελέτω προπόλοις,πορθμεῦσι σοφοῖςἁγίων ὕμνων. Ἤδη φέρομαιἐπὶ βαλβῖδαςἱερῶν ἐπέων·ἤδη καναχεῖὀμφὰ περὶ νοῦν.μάκαρ, ἵλαθί μοι,πάτερ, ἵλαθί μοι,εἰ παρὰ κόσμον,εἰ παρὰ μοῖραντῶν σῶν ἔθιγον. Τίνος ὄμμα σοφόν,τίνος ὄμμα πολύ,ταῖς σαῖς στεροπαῖςἀνακοπτόμενον,οὐ καταμύσει;ἀτενὲς δὲ δρακεῖνἐπὶ σοὺς πυρσοὺςθέμις οὐδὲ θεοῖς·πίπτων δὲ νόοςἀπὸ σᾶς σκοπιᾶςτὰ πέλας σαίνει,ἀκίχητα κιχεῖνἐπιβαλλόμενος,προσιδεῖν αἴγλανἀκάμαντι βυθῷἀμαρυσσομέναν.ἀβάτω δ' ἀποβὰςἐπὶ πρωτοφαὲςεἶδος ἐρείδειὄμματος ὁλκάν·ὅθεν αἰνύμενοςἐπὶ σοὺς ὕμνουςἄνθεα φωτός,ἀοριστοῖσανἀνέπαυσε βολάν,τὰ σὰ σοὶ πάλι δούς. Τί γὰρ οὐ σόν, ἄναξ;Πατέρων πάντωνπάτερ αὐτοπάτωρ,προπάτωρ ἀπάτωρ,υἱὲ σεαυτοῦ,ἓν ἑνὸς πρότερον,ὄντων σπέρμα,πάντων κέντρον,προανούσιε νοῦ,κόσμων ῥίζατῶν ἀρχεγόνων,ἀμφιφαὲς φῶς,ἀτρέκεια σοφά,παγὰ σοφίας,κεκαλυμμένε νοῦἰδίαις αὐγαῖς,ὄμμα σεαυτοῦ,πρηστηροκράτωρ,αἰωνοτόκε,αἰωνόβιε,ἐπέκεινα θεῶν,ἐπέκεινα νόων,θάτερα νωμῶν,νοερητόκε νοῦ,ὀχετηγὲ θεῶν,πνευματοεργὲκαὶ ψυχοτρόφε,παγὰ παγῶν,ἀρχῶν ἀρχά,ῥιζῶν ῥίζα,μονὰς εἶ μονάδων,ἀριθμῶν ἀριθμός,μονὰς ἠδ' ἀριθμός,νοῦς καὶ νοερός,καὶ τὸ νοητόν,καὶ πρὸ νοητοῦ,ἓν καὶ πάντα,ἓν διὰ πάντων,ἕν τε πρὸ πάντων,σπέρμα τὸ πάντων,ῥίζα καὶ ὄρπαξ,φύσις ἐν νοεροῖς,θῆλυ καὶ ἄρρην. Μύστας δὲ νόοςτά τε καὶ τὰ λέγει,βυθὸν ἄρρητονἀμφιχορεύων. Ϲὺ τὸ τίκτον ἔφυς,σὺ τὸ τικτόμενον,σὺ τὸ φωτίζον,σὺ τὸ λαμπόμενον,σὺ τὸ φαινόμενον,σὺ τὸ κρυπτόμενον,φῶς κρυπτόμενονἰδίαις αὐγαῖς,ἓν καὶ πάντα,ἓν καθ' ἑαυτὸ