The Greek Library Catalogue

Anonymous

Ad Ablabium quod non sint tres dei

Edition reference
Ad Ablabium quod non sint tres dei, ed. Mueller, op. cit., 37–57.
CTS identifier
urn:cts:greekLit:tlg2017.tlg003.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

3,1

39

τοῖς μὲν ἀκεραιοτέροις λεγόμενον ἴσως ἄν τι δόξειε λέγεσθαι,

ἐπὶ δέ γε τῶν τὸ ἕτερον αὐτοῖς τῆς προτάσεως στῆναι

ζητούντων ἢ μὴ ὁμολογεῖν ἐπὶ τῶν τριῶν τὴν θεότητα ἢ

τρεῖς πάντως ὀνομάζειν τοὺς τῆς αὐτῆς κοινωνοῦντας

40

θεότητος, οὔπω τοιοῦτόν ἐστι τὸ εἰρημένον, οἷον ἐμποιῆσαι

λύσιν τινὰ τοῦ ζητήματος. οὐκοῦν ἐπάναγκες διὰ πλειόνων

ποιήσασθαι τὴν ἀπόκρισιν, ὅπως ἂν οἷόν τε ᾖ, τὸ ἀληθὲς

ἀνιχνεύοντας· οὐ γὰρ περὶ τῶν τυχόντων ὁ λόγος.

Φαμὲν τοίνυν πρῶτον μὲν κατάχρησίν τινα συνηθείας

εἶναι τὸ τοὺς μὴ διῃρημένους τῇ φύσει κατ' αὐτὸ τὸ τῆς φύ-

σεως ὄνομα πληθυντικῶς ὀνομάζειν καὶ λέγειν ὅτι πολλοὶ

ἄνθρωποι, ὅπερ ὅμοιόν ἐστι τῷ λέγειν ὅτι πολλαὶ φύσεις

ἀνθρώπιναι. καὶ ὅτι ταῦτα οὕτως ἔχει, δῆλον ἂν ἡμῖν ἐντεῦθεν

γένοιτο· προσκαλούμενοι γάρ τινα, οὐκ ἐκ τῆς φύσεως

αὐτὸν ὀνομάζομεν, ὡς ἂν μή τινα πλάνην ἡ κοινότης τοῦ

ὀνόματος ἐμποιήσειεν, ἑκάστου τῶν ἀκουόντων ἑαυτὸν εἶναι

τὸν προσκληθέντα νομίζοντος, ὅτι μὴ τῇ ἰδιαζούσῃ προση-

γορίᾳ ἀλλ' ἐκ τοῦ κοινοῦ τῆς φύσεως ὀνόματος ἡ κλῆσις

γίνεται· ἀλλὰ τὴν ἰδίως ἐπικειμένην αὐτῷ (τὴν σημαντικὴν

λέγω τοῦ ὑποκειμένου) φωνὴν εἰπόντες, οὕτως αὐτὸν τῶν

πολλῶν ἀποκρίνομεν, ὥστε πολλοὺς μὲν εἶναι τοὺς μετεσχη-

κότας τῆς φύσεως, φέρε εἰπεῖν μαθητὰς ἢ ἀποστόλους ἢ

μάρτυρας, ἕνα δὲ ἐν πᾶσι τὸν ἄνθρωπον, εἴπερ, καθὼς

εἴρηται, οὐχὶ τοῦ καθ' ἕκαστον, ἀλλὰ τοῦ κοινοῦ τῆς

φύσεώς ἐστιν ὁ ἄνθρωπος· ἄνθρωπος γὰρ ὁ Λουκᾶς ἢ

ὁ Στέφανος, οὐ μήν, εἴ τις ἄνθρωπος, πάντως καὶ Λουκᾶς

ἐστιν ἢ Στέφανος.

Ἀλλ' ὁ μὲν τῶν ὑποστάσεων λόγος διὰ τὰς ἐνθεωρουμένας

41

ἰδιότητας ἑκάστῳ τὸν διαμερισμὸν ἐπιδέχεται καὶ κατὰ σύν-

θεσιν ἐν ἀριθμῷ θεωρεῖται· ἡ δὲ φύσις μία ἐστίν, αὐτὴ πρὸς

ἑαυτὴν ἡνωμένη καὶ ἀδιάτμητος ἀκριβῶς μονάς, οὐκ αὐ-

ξανομένη διὰ προσθήκης, οὐ μειουμένη δι' ὑφαιρέσεως,

ἀλλ' ὅπερ ἐστὶν ἓν οὖσα καὶ ἓν διαμένουσα κἂν ἐν πλήθει

φαίνηται, ἄσχιστος καὶ συνεχὴς καὶ ὁλόκληρος καὶ τοῖς

μετέχουσιν αὐτῆς τοῖς καθ' ἕκαστον οὐ συνδιαιρουμένη.

καὶ ὥσπερ λέγεται λαὸς καὶ δῆμος καὶ στράτευμα καὶ ἐκκλη-

σία μοναχῶς πάντα, ἕκαστον δὲ τούτων ἐν πλήθει νοεῖται·

οὕτω κατὰ τὸν ἀκριβέστερον λόγον καὶ ἄνθρωπος εἷς κυρίως

ἂν ῥηθείη, κἂν οἱ ἐν τῇ φύσει τῇ αὐτῇ δεικνύμενοι πλῆθος

ὦσιν, ὡς πολὺ μᾶλλον καλῶς ἔχειν τὴν ἐσφαλμένην ἐφ' ἡμῶν

ἐπανορθοῦσθαι συνήθειαν εἰς τὸ μηκέτι τὸ τῆς φύσεως ὄνομα

πρὸς πλῆθος ἐκτείνειν ἢ ταύτῃ δουλεύοντας τὴν ὧδε πλάνην

καὶ ἐπὶ τὸ θεῖον δόγμα μεταβιβάζειν. ἀλλ' ἐπειδὴ ἀμήχανος

τῆς συνηθείας ἡ ἐπανόρθωσις (πῶς γὰρ ἄν τις πεισθείη μὴ

πολλοὺς λέγειν ἀνθρώπους τοὺς ἐν τῇ φύσει τῇ αὐτῇ δεικνυ-

μένους; δυσμετάθετον γὰρ ἐπὶ παντὸς ἡ συνήθεια), ἐπὶ μὲν

τῆς κάτω φύσεως τῇ κρατούσῃ συνηθείᾳ μὴ ἀντιβαίνοντες

οὐδὲν ἂν τοσοῦτον ἁμάρτοιμεν, μηδεμιᾶς οὔσης ζημίας ἐκ

42

τῆς ἡμαρτημένης τῶν ὀνομάτων χρήσεως· ἐπὶ δὲ τοῦ θείου

δόγματος οὐκέτι ὁμοίως ἀκίνδυνος ἡ ἀδιάφορος χρῆσις τῶν

ὀνομάτων· οὐ γὰρ μικρὸν ἐνταῦθα τὸ παρὰ μικρόν.

Οὐκοῦν εἷς ἡμῖν ὁμολογητέος θεὸς κατὰ τὴν γραφικὴν

μαρτυρίαν Ἄκουε, Ἰσραήλ· κύριος ὁ θεός σου κύριος εἷς

ἐστι, κἂν ἡ φωνὴ τῆς θεότητος διήκῃ διὰ τῆς ἁγίας τριάδος.

ταῦτα δὲ λέγω κατὰ τὸν ἀποδοθέντα ἡμῖν ἐπὶ τῆς ἀνθρωπίνης

φύσεως λόγον, ἐν ᾧ μεμαθήκαμεν μὴ δεῖν πληθυντικῷ χαρα-

κτῆρι τὴν προσηγορίαν πλατύνειν τῆς φύσεως. ἀκριβέστερον

δὲ ἡμῖν αὐτὸ τὸ ὄνομα τῆς θεότητος ἐξεταστέον, ὅπως ἂν

διὰ τῆς ἐγκειμένης τῇ φωνῇ σημασίας γένοιτό τις συνεργία

πρὸς τὴν τοῦ προκειμένου σαφήνειαν.

Δοκεῖ μὲν οὖν τοῖς πολλοῖς ἰδιαζόντως κατὰ τῆς φύσεως

ἡ φωνὴ τῆς θεότητος κεῖσθαι καὶ ὥσπερ ὁ οὐρανὸς ἢ ὁ ἥλιος

ἢ ἄλλο τι τῶν τοῦ κόσμου στοιχείων ἰδίαις φωναῖς διασημαί-

νεται ταῖς τῶν ὑποκειμένων σημαντικαῖς, οὕτω φασὶ καὶ

ἐπὶ τῆς ἀνωτάτω καὶ θείας φύσεως ὥσπερ τι κύριον ὄνομα

προσφυῶς ἐφηρμόσθαι τῷ δηλουμένῳ τὴν φωνὴν τῆς θεό-

τητος. ἡμεῖς δὲ ταῖς τῆς γραφῆς ὑποθήκαις ἑπόμενοι

ἀκατονόμαστόν τε καὶ ἄφραστον αὐτὴν μεμαθήκαμεν· καὶ

πᾶν ὄνομα, εἴτε παρὰ τῆς ἀνθρωπίνης συνηθείας ἐξηύρηται

εἴτε παρὰ τῶν γραφῶν παραδέδοται, τῶν περὶ τὴν θείαν

43

φύσιν νοουμένων ἑρμηνευτικὸν εἶναι λέγομεν, οὐκ αὐτῆς τῆς

φύσεως περιέχειν τὴν σημασίαν.

Καὶ οὐ πολλῆς ἄν τις δεηθείη πραγματείας πρὸς τὴν

ἀπόδειξιν τοῦ ταῦτα οὕτως ἔχειν. τὰ μὲν γὰρ λοιπὰ τῶν

ὀνομάτων, ὅσα ἐπὶ τῆς κτίσεως κεῖται, καὶ δίχα τινὸς

ἐτυμολογίας εὕροι τις ἂν κατὰ τὸ συμβὰν ἐφηρμοσμένα τοῖς

ὑποκειμένοις, ἀγαπώντων ἡμῶν ὁπωσοῦν τὰ πράγματα διὰ

τῆς ἐπ' αὐτῶν φωνῆς σημειώσασθαι πρὸς τὸ ἀσύγχυτον

ἡμῖν γίνεσθαι τῶν σεσημειωμένων τὴν γνῶσιν. ὅσα δὲ πρὸς

ὁδηγίαν τῆς θείας κατανοήσεώς ἐστιν ὀνόματα, ἰδίαν ἔχει

ἕκαστον ἐμπεριειλημμένην διάνοιαν καὶ οὐκ ἂν χωρὶς νοή-

ματός τινος οὐδεμίαν εὕροις φωνὴν ἐν τοῖς θεοπρεπεστέροις

τῶν ὀνομάτων, ὡς ἐκ τούτου δείκνυσθαι μὴ αὐτὴν τὴν θείαν

φύσιν ὑπό τινος τῶν ὀνομάτων σεσημειῶσθαι, ἀλλά τι τῶν

περὶ αὐτὴν διὰ τῶν λεγομένων γνωρίζεσθαι. λέγομεν γὰρ

εἶναι τὸ θεῖον ἄφθαρτον, εἰ οὕτω τύχοι, ἢ δυνατὸν ἢ ὅσα ἄλλα

σύνηθές ἐστι λέγειν. ἀλλ' εὑρίσκομεν ἑκάστου τῶν ὀνομάτων

ἰδιάζουσαν ἔμφασιν πρέπουσαν περὶ τῆς θείας φύσεως

νοεῖσθαι καὶ λέγεσθαι, οὐ μὴν ἐκεῖνο σημαίνουσαν, ὅ ἐστι

κατ' οὐσίαν ἡ φύσις· αὐτὸ γὰρ ὅ τι ποτέ ἐστιν, ἄφθαρτόν

ἐστιν· ἡ δὲ τοῦ ἀφθάρτου ἔννοια αὕτη, τὸ μὴ εἰς φθορὰν

τὸ ὂν διαλύεσθαι. οὐκοῦν ἄφθαρτον εἰπόντες, ὃ μὴ πάσχει

ἡ φύσις, εἴπομεν· τί δέ ἐστι τὸ τὴν φθορὰν μὴ πάσχον, οὐ

παρεστήσαμεν. οὕτω κἂν ζωοποιὸν εἴπωμεν, ὃ ποιεῖ διὰ τῆς

44

προσηγορίας σημάναντες τὸ ποιοῦν τῷ λόγῳ οὐκ ἐγνωρί-

σαμεν. καὶ τὰ ἄλλα πάντα κατὰ τὸν αὐτὸν λόγον ἐκ τῆς

ἐγκειμένης ταῖς θεοπρεπεστέραις φωναῖς σημασίας εὑρίσ-

κομεν, ἢ τὸ μὴ δέον ἐπὶ τῆς θείας φύσεως γινώσκειν ἀπαγο-

ρεύοντα ἢ τὸ δέον διδάσκοντα, αὐτῆς δὲ τῆς φύσεως ἑρμηνείαν

οὐ περιέχοντα.

Ἐπεὶ τοίνυν τὰς ποικίλας τῆς ὑπερκειμένης δυνάμεως

ἐνεργείας κατανοοῦντες ἀφ' ἑκάστης τῶν ἡμῖν γνωρίμων

ἐνεργειῶν τὰς προσηγορίας ἁρμόζομεν, μίαν δὲ καὶ ταύτην

εἶναι 〈λέγομεν τοῦ θεοῦ〉 τὴν ἐνέργειαν, τὴν ἐποπτικὴν

καὶ ὁρατικὴν καὶ ὡς ἄν τις εἴποι θεατικήν, καθ' ἣν τὰ πάντα

ἐφορᾷ καὶ πάντα ἐπισκοπεῖ, τὰς ἐνθυμήσεις βλέπων καὶ ἐπὶ

τὰ ἀθέατα τῇ θεωρητικῇ δυνάμει διαδυόμενος, ὑπειλήφαμεν

ἐκ τῆς θέας τὴν θεότητα παρωνομάσθαι καὶ τὸν θεωρὸν

ἡμῶν θεὸν ὑπό τε τῆς συνηθείας καὶ τῆς τῶν γραφῶν

διδασκαλίας προσαγορεύεσθαι.

Εἰ δὲ συγχωρεῖ τις ταὐτὸν εἶναι τὸ θεᾶσθαι τῷ βλέπειν καὶ

τὸν ἐφορῶντα πάντα θεὸν ἔφορον τοῦ παντὸς καὶ εἶναι καὶ

λέγεσθαι, λογισάσθω τὴν ἐνέργειαν ταύτην, πότερον ἑνὶ

πρόσεστι τῶν ἐν τῇ ἁγίᾳ τριάδι πεπιστευμένων προσώπων

ἢ διὰ τῶν τριῶν διήκει ἡ δύναμις. εἰ γὰρ ἀληθὴς ἡ τῆς θεό-

τητος ἑρμηνεία καὶ τὰ ὁρώμενα θεατὰ καὶ τὸ θεώμενον θεὸς

45

λέγεται, οὐκέτι ἂν εὐλόγως ἀποκριθείη τι τῶν ἐν τῇ τριάδι

προσώπων τῆς τοιαύτης προσηγορίας διὰ τὴν ἐγκειμένην τῇ

φωνῇ σημασίαν. τὸ γὰρ βλέπειν ἐπίσης μαρτυρεῖ ἡ γραφὴ

καὶ πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι. Ὑπερασπιστὰ ἡμῶν,

ἴδε, ὁ θεός, φησὶν ὁ Δαβίδ· ἐκ δὲ τούτου μανθάνομεν ἰδίαν

θεοῦ, καθὸ θεὸς νοεῖται, ἐνέργειαν τὸ ὁρᾶν, ἐκ τοῦ εἰπεῖν

Ἴδε, ὁ θεός. ἀλλὰ καὶ ὁ Ἰησοῦς ὁρᾷ τὰς ἐνθυμήσεις τῶν

καταγινωσκόντων, διότι συγχωρεῖ τὰς ἁμαρτίας ἐξ αὐθεντίας

[τῶν ἀνθρώπων]. Ἰδὼν γάρ, φησίν, ὁ Ἰησοῦς τὰς ἐνθυμήσεις

αὐτῶν. καὶ περὶ τοῦ πνεύματος λέγει πρὸς τὸν Ἀνανίαν ὁ

Πέτρος Ἵνα τί ἐπλήρωσεν ὁ σατανᾶς τὴν καρδίαν σου ψεύ-

σασθαί σε τὸ πνεῦμα τὸ ἅγιον; δεικνὺς ὅτι τῶν ἐν κρυπτῷ

τολμωμένων παρὰ τοῦ Ἀνανίου μάρτυς ἦν ἀψευδὴς καὶ ἐπιΐ-

στωρ τὸ πνεῦμα τὸ ἅγιον, δι' οὗ καὶ τῷ Πέτρῳ τῶν λανθα-

νόντων ἡ φανέρωσις ἦν. ὁ μὲν γὰρ ἐγένετο κλέπτης αὐτὸς

ἑαυτοῦ λανθάνων, ὡς ᾤετο, πάντας καὶ τὴν ἁμαρτίαν ἐπι-

κρυπτόμενος· τὸ δὲ πνεῦμα τὸ ἅγιον ὁμοῦ τε ἐν Πέτρῳ ἦν

καὶ τὴν ἐκείνου διάνοιαν πρὸς τὴν φιλοχρηματίαν κατασυ-

ρεῖσαν ἐφώρασε καὶ δι' ἑαυτοῦ δίδωσι τῷ Πέτρῳ διιδεῖν τὰ

46

λανθάνοντα· οὐκ ἂν δηλονότι τοῦτο ποιοῦν, εἴπερ ἦν τῶν

κρυφίων ἀθέατον.

Ἀλλ' οὔπω τις ἐρεῖ πρὸς τὸ ζητούμενον βλέπειν τὴν κατα-

σκευὴν τοῦ λόγου. οὐδὲ γὰρ εἰ δοθείη κοινὴ τῆς φύσεως

ἡ κλῆσις τῆς θεότητος εἶναι, ἤδη τὸ μὴ δεῖν λέγειν θεοὺς διὰ

τούτου κατεσκευάσθη. τοὐναντίον μὲν οὖν ἐκ τούτων

ἀναγκαζόμεθα μᾶλλον λέγειν θεούς. εὑρίσκομεν γὰρ ἐπὶ τῆς

ἀνθρωπίνης συνηθείας οὐ μόνον τοὺς τῆς αὐτῆς φύσεως

κοινωνοὺς ἀλλά, κἄν τινες τοῦ αὐτοῦ ὦσιν ἐπιτηδεύματος, οὐχ

ἑνικῶς τοὺς πολλοὺς μνημονευομένους καθό φαμεν ῥήτοράς

τε πολλοὺς καὶ γεωμέτρας γεωργούς τε καὶ σκυτοτόμους

καὶ τὰ ἄλλα πάντα ὡσαύτως. καὶ εἰ μὲν φύσεως ἦν ἡ τῆς

θεότητος προσηγορία, μᾶλλον ἂν εἶχε καιρὸν κατὰ τὸν

προαποδοθέντα λόγον ἑνικῶς τὰς τρεῖς ὑποστάσεις περι-

λαμβάνειν καὶ ἕνα θεὸν λέγειν διὰ τὸ τῆς φύσεως ἄτμητόν

τε καὶ ἀδιαίρετον· ἐπεὶ δὲ κατεσκευάσθη διὰ τῶν εἰρημένων

ἐνέργειαν σημαίνειν καὶ οὐχὶ φύσιν τὸ τῆς θεότητος ὄνομα,

περιτρέπεταί πως πρὸς τοὐναντίον ἐκ τῶν κατασκευαζο-

μένων ὁ λόγος, ὡς δεῖν ταύτῃ μᾶλλον λέγειν τρεῖς θεοὺς

τοὺς ἐν τῇ αὐτῇ ἐνεργείᾳ θεωρουμένους· ὥς φασι τρεῖς

λέγεσθαι φιλοσόφους ἢ ῥήτορας ἢ εἴ τί ἐστιν ἕτερον ἐξ

ἐπιτηδεύματος ὄνομα, ὅταν πλείους ὦσιν οἱ τοῦ αὐτοῦ

συμμετέχοντες. ταῦτα φιλοπονώτερον ἐξειργασάμην, τὸν

47

τῶν ὑπεναντίων ἀνθυποφέρων λόγον, ὡς ἂν βεβαιότερον ἡμῖν

παγείη τὸ δόγμα ταῖς εὐτονωτέραις τῶν ἀντιθέσεων κρα-

τυνόμενον. οὐκοῦν ἐπαναληπτέος πάλιν ὁ λόγος.

Ἐπειδὴ μετρίως ἡμῖν ἐκ τῆς κατασκευῆς ἀπεδείχθη οὐ

φύσεως ἀλλ' ἐνεργείας εἶναι τὴν φωνὴν τῆς θεότητος,

τάχα ταύτην ἄν τις αἰτίαν εὐλόγως εἴποι τοῦ πληθυντικῶς

μὲν ἐπ' ἀνθρώπων τοὺς τῶν αὐτῶν ἐπιτηδευμάτων κοινω-

νοῦντας ἀλλήλοις ἀριθμεῖσθαι καὶ ὀνομάζεσθαι, μοναδικῶς

δὲ τὸ θεῖον ὡς ἕνα θεὸν καὶ μίαν θεότητα λέγεσθαι, κἂν αἱ

τρεῖς ὑποστάσεις τῆς ἐμφαινομένης τῇ θεότητι σημασίας μὴ

ἀποκρίνοιντο, ὅτι ἄνθρωποι μέν, κἂν μιᾶς ὦσιν ἐνεργείας οἱ

πλείονες, καθ' ἑαυτὸν ἕκαστος ἀποτεταγμένως ἐνεργεῖ τὸ

προκείμενον, οὐδὲν ἐπικοινωνῶν ἐν τῇ καθ' ἑαυτὸν ἐνεργείᾳ

πρὸς τοὺς τὸ ἴσον ἐπιτηδεύοντας· εἰ γὰρ καὶ πλείονες εἶεν

οἱ ῥήτορες, τὸ μὲν ἐπιτήδευμα ἓν ὂν τὸ αὐτὸ ἐν τοῖς πλείοσιν

ὄνομα ἔχει, οἱ δὲ μετιόντες καθ' ἑαυτὸν ἕκαστον ἐνεργοῦσιν

ἰδίως ῥητορεύων ὁ δεῖνα καὶ ἰδίως ὁ ἕτερος· οὐκοῦν ἐν μὲν

τοῖς ἀνθρώποις, ἐπειδὴ διακεκριμένη ἐστὶν ἡ ἐν τοῖς αὐτοῖς

ἐπιτηδεύμασιν ἑκάστου ἐνέργεια, κυρίως πολλοὶ ὀνομάζονται,

ἑκάστου αὐτῶν εἰς ἰδίαν περιγραφὴν κατὰ τὸ ἰδιότροπον

τῆς ἐνεργείας ἀποτεμνομένου τῶν ἄλλων· ἐπὶ δὲ τῆς θείας

φύσεως οὐχ οὕτως ἐμάθομεν ὅτι ὁ πατὴρ ποιεῖ τι καθ'

ἑαυτόν, οὗ μὴ συνεφάπτεται ὁ υἱός, ἢ πάλιν ὁ υἱὸς ἰδιαζόντως

ἐνεργεῖ τι χωρὶς τοῦ πνεύματος, ἀλλὰ πᾶσα ἐνέργεια ἡ

θεόθεν ἐπὶ τὴν κτίσιν διήκουσα καὶ κατὰ τὰς πολυτρόπους

48

ἐννοίας ὀνομαζομένη ἐκ πατρὸς ἀφορμᾶται καὶ διὰ τοῦ υἱοῦ

πρόεισι καὶ ἐν τῷ πνεύματι τῷ ἁγίῳ τελειοῦται. διὰ τοῦτο

εἰς τὸ πλῆθος τῶν ἐνεργούντων τὸ ὄνομα τῆς ἐνεργείας οὐ

διασχίζεται, ὅτι οὐκ ἀποτεταγμένη ἑκάστου καὶ ἰδιάζουσά

ἐστιν ἡ περί τι σπουδή· ἀλλ' ὅπερ ἂν γίνηται τῶν εἴτε εἰς

τὴν ἡμετέραν πρόνοιαν φθανόντων εἴτε πρὸς τὴν τοῦ παντὸς

οἰκονομίαν καὶ σύστασιν, διὰ τῶν τριῶν μὲν γίνεται, οὐ μὴν

τρία ἐστὶ τὰ γινόμενα.

Νοήσωμεν δὲ τὸ λεγόμενον ἀφ' ἑνός τινος πράγματος,

ἀπ' αὐτοῦ λέγω τοῦ κεφαλαίου τῶν χαρισμάτων. ζωῆς

τετύχηκεν, ὅσα μετείληφε τῆς χάριτος ταύτης. ἐξετάζοντες

οὖν πόθεν ἡμῖν τὸ τοιοῦτον γέγονεν ἀγαθόν, εὑρίσκομεν διὰ

τῆς τῶν γραφῶν ὁδηγίας, ὅτι ἐκ πατρὸς καὶ υἱοῦ καὶ

πνεύματος ἁγίου. ἀλλ' οὐκ, ἐπειδὴ τρία ὑποτιθέμεθα

πρόσωπά τε καὶ ὀνόματα, τρεῖς καὶ ζωὰς (ἰδίως μίαν

παρ' ἑκάστου αὐτῶν) δεδωρῆσθαι ἡμῖν λογιζόμεθα, ἀλλ'

ἡ αὐτὴ ζωὴ καὶ παρὰ τοῦ ἁγίου πνεύματος ἐνεργεῖται καὶ

παρὰ τοῦ υἱοῦ ἑτοιμάζεται καὶ τῆς τοῦ πατρὸς ἐξῆπται

βουλήσεως.

Ἐπειδὴ τοίνυν καθ' ὁμοιότητα τοῦ εἰρημένου πᾶσαν

ἐνέργειαν οὐ διῃρημένως ἐνεργεῖ κατὰ τὸν τῶν ὑποστάσεων

ἀριθμὸν ἡ ἁγία τριάς, ἀλλὰ μία τις γίνεται τοῦ ἀγαθοῦ

θελήματος κίνησίς τε καὶ διάδοσις, ἐκ τοῦ πατρὸς διὰ τοῦ

49

υἱοῦ πρὸς τὸ πνεῦμα διεξαγομένη, ὡς οὐ λέγομεν τρεῖς

ζωοποιοὺς τοὺς τὴν μίαν ἐνεργοῦντας ζωὴν οὐδὲ τρεῖς

ἀγαθοὺς τοὺς ἐν τῇ αὐτῇ ἀγαθότητι θεωρουμένους οὐδὲ τὰ

ἄλλα πάντα πληθυντικῶς ἐξαγγέλλομεν, οὕτως οὐδὲ τρεῖς

ὀνομάζειν δυνάμεθα τοὺς τὴν θεϊκὴν ταύτην ἤτοι ἐποπτικὴν

δύναμίν τε καὶ ἐνέργειαν συνημμένως καὶ ἀδιακρίτως δι'

ἀλλήλων ἐφ' ἡμῶν τε καὶ πάσης τῆς κτίσεως ἐνεργοῦντας.

ὥσπερ γὰρ μαθόντες περὶ τοῦ θεοῦ τῶν ὅλων τῆς γραφῆς

λεγούσης κρίνειν αὐτὸν πᾶσαν τὴν γῆν κριτὴν τοῦ παντὸς

αὐτὸν εἶναι διὰ τοῦτό φαμεν καὶ πάλιν ἀκούσαντες ὅτι

Ὁ πατὴρ κρίνει οὐδένα οὐχ ἡγούμεθα μάχεσθαι πρὸς ἑαυτὴν

τὴν γραφήν· ὁ γὰρ κρίνων πᾶσαν τὴν γῆν διὰ τοῦ υἱοῦ, ᾧ

πᾶσαν δέδωκε τὴν κρίσιν, τοῦτο ποιεῖ· καὶ πᾶν τὸ παρὰ τοῦ

μονογενοῦς γινόμενον εἰς τὸν πατέρα τὴν ἀναφορὰν ἔχει,

ὥστε καὶ κριτὴν αὐτὸν τοῦ παντὸς εἶναι καὶ κρίνειν μηδένα

διὰ τὸ πᾶσαν, ὡς εἴρηται, τὴν κρίσιν τῷ υἱῷ δεδωκέναι καὶ

πᾶσαν τὴν τοῦ υἱοῦ κρίσιν τοῦ πατρικοῦ μὴ ἀπηλλοτριῶσθαι

βουλήματος· καὶ οὐκ ἄν τις εὐλόγως ἢ δύο κριτὰς εἴποι ἢ

τὸν ἕτερον ἠλλοτριῶσθαι τῆς κατὰ τὴν κρίσιν ἐξουσίας

τε καὶ δυνάμεως· οὕτω καὶ ἐπὶ τοῦ τῆς θεότητος λόγου

50

Χριστὸς θεοῦ δύναμις καὶ θεοῦ σοφία καὶ τὴν ἐποπτικήν

τε καὶ θεατικὴν δύναμιν, ἥνπερ δὴ θεότητα λέγομεν, διὰ

τοῦ μονογενοῦς ὁ πατὴρ ἐνεργεῖ, 〈ὁ πάντα ἐν σοφίᾳ ποιῶν

θεός〉, τοῦ δὲ υἱοῦ πᾶσαν δύναμιν ἐν τῷ ἁγίῳ πνεύματι

τελειοῦντος καὶ κρίνοντος μέν, καθὼς Ἠσαΐας φησίν, ἐν

πνεύματι κρίσεως καὶ πνεύματι καύσεως, εὐεργετοῦντος δὲ

κατὰ τὴν τοῦ εὐαγγελίου φωνήν, ἣν πρὸς τοὺς Ἰουδαίους

πεποίηται, ἐν πνεύματι θεοῦ· λέγει γὰρ Εἰ δὲ ἐγὼ ἐν πνεύματι

θεοῦ ἐκβάλλω τὰ δαιμόνια· ἀπὸ μέρους πᾶν εἶδος εὐεργεσίας

περιλαμβάνων διὰ τῆς κατὰ τὴν ἐνέργειαν ἑνότητος· οἷς γὰρ

δι' ἀλλήλων ἐνεργεῖται τὸ ἕν, εἰς πολλοὺς καταμεμερίσθαι

τὸ ὄνομα τῆς ἐνεργείας οὐ δύναται.

Ἐπειδὴ γὰρ εἷς ὁ τῆς ἐποπτικῆς τε καὶ θεατικῆς δυνά-

μεως λόγος ἐν πατρὶ καὶ υἱῷ καὶ πνεύματι ἁγίῳ, καθὼς

ἐν τοῖς ἔμπροσθεν εἴρηται, ἐκ μὲν τοῦ πατρὸς οἷον ἐκ πηγῆς

τινος ἀφορμώμενος, ὑπὸ δὲ τοῦ υἱοῦ ἐνεργούμενος, ἐν δὲ τῇ

δυνάμει τοῦ πνεύματος τελειῶν τὴν χάριν, καὶ οὐ διακρίνεται

πρὸς τὰς ὑποστάσεις οὐδεμία ἐνέργεια, ἰδιαζόντως παρ'

ἑκάστης καὶ ἀποτεταγμένως δίχα τῆς συνθεωρουμένης

ἐπιτελουμένη· ἀλλὰ πᾶσα πρόνοια καὶ κηδεμονία καὶ τοῦ

51

παντὸς ἐπιστασία, τῶν τε κατὰ τὴν αἰσθητὴν κτίσιν καὶ τῶν

κατὰ τὴν ὑπερκόσμιον φύσιν ἥτε συντηρητικὴ τῶν ὄντων

καὶ διορθωτικὴ τῶν πλημμελουμένων καὶ διδακτικὴ τῶν

κατορθουμένων, μία ἐστὶ καὶ οὐχὶ τρεῖς, παρὰ μὲν τῆς

ἁγίας τριάδος κατορθουμένη, οὐ μὴν κατὰ τὸν ἀριθμὸν τῶν

ἐν τῇ πίστει θεωρουμένων προσώπων τριχῆ τεμνομένη, ὡς

ἕκαστον τῶν ἐνεργημάτων ἐφ' ἑαυτοῦ θεωρούμενον ἢ τοῦ

πατρὸς εἶναι μόνου ἢ τοῦ μονογενοῦς ἰδιαζόντως ἢ τοῦ ἁγίου

πνεύματος κεχωρισμένως· ἀλλὰ διαιρεῖ μὲν ἰδίᾳ ἑκάστῳ

τὰ ἀγαθά, καθώς φησιν ὁ ἀπόστολος, τὸ ἓν καὶ τὸ αὐτὸ

πνεῦμα· οὐκ ἄναρχος δὲ ἡ τοῦ ἀγαθοῦ κίνησις ἐκ τοῦ πνεύ-

ματος· ἀλλ' εὑρίσκομεν ὅτι ἡ προεπινοουμένη ταύτης

δύναμις, ἥτις ἐστὶν ὁ μονογενὴς θεός, πάντα ποιεῖ, οὗ χωρὶς

οὐδὲν τῶν ὄντων εἰς γένεσιν ἔρχεται· ἀλλὰ καὶ αὐτὴ πάλιν

τῶν ἀγαθῶν ἡ πηγὴ ἐκ τοῦ πατρικοῦ βουλήματος ἀφορμᾶται.

Εἰ δὴ πᾶν ἀγαθὸν πρᾶγμα καὶ ὄνομα τῆς ἀνάρχου

δυνάμεώς τε καὶ βουλῆς ἐξημμένον ἐν τῇ δυνάμει τοῦ

πνεύματος διὰ τοῦ μονογενοῦς θεοῦ ἀχρόνως καὶ ἀδιαστάτως

εἰς τελείωσιν ἄγεται, οὐδεμιᾶς παρατάσεως ἐν τῇ τοῦ θείου

βουλήματος κινήσει ἀπὸ τοῦ πατρὸς διὰ τοῦ υἱοῦ ἐπὶ τὸ

πνεῦμα γινομένης ἢ νοουμένης, ἓν δὲ τῶν ἀγαθῶν ὀνομάτων

τε καὶ νοημάτων καὶ ἡ θεότης, οὐκ ἂν εἰκότως εἰς πλῆθος τὸ

52

ὄνομα διαχέοιτο, τῆς κατὰ τὴν ἐνέργειαν ἑνότητος κωλυούσης

τὴν πληθυντικὴν ἀπαρίθμησιν.

Καὶ ὥσπερ εἷς ὁ πατὴρ σωτὴρ πάντων ἀνθρώπων μάλιστα

πιστῶν ὑπὸ τοῦ ἀποστόλου ὠνόμασται καὶ οὐδεὶς ἐκ τῆς

φωνῆς ταύτης ἢ τὸν υἱὸν λέγει μὴ σῴζειν τοὺς πιστεύοντας

ἢ δίχα τοῦ πνεύματος τὴν σωτηρίαν τοῖς μετέχουσι γίνεσθαι,

ἀλλὰ γίνεται πάντων σωτὴρ ὁ ἐπὶ πάντων θεὸς ἐνεργοῦντος

τοῦ υἱοῦ τὴν σωτηρίαν ἐν τῇ τοῦ πνεύματος χάριτι καὶ οὐδὲν

μᾶλλον διὰ τοῦτο τρεῖς σωτῆρες ὑπὸ τῆς γραφῆς ὀνομάζονται,

εἰ καὶ ὁμολογεῖται παρὰ τῆς ἁγίας τριάδος ἡ σωτηρία,

οὕτως οὐδὲ τρεῖς θεοὶ κατὰ τὴν ἀποδεδομένην τῆς θεότητος

σημασίαν, κἂν ἐφαρμόζῃ τῇ ἁγίᾳ τριάδι ἡ τοιαύτη κλῆσις.

μάχεσθαι δὲ πρὸς τοὺς ἀντιλέγοντας μὴ δεῖν ἐνέργειαν

νοεῖν τὴν θεότητα οὐ πάνυ τι τῶν ἀναγκαίων μοι δοκεῖ, ὡς

πρὸς τὴν παροῦσαν τοῦ λόγου κατασκευήν. ἡμεῖς μὲν γὰρ

ἀόριστον καὶ ἀπερίληπτον τὴν θείαν φύσιν εἶναι πιστεύοντες

οὐδεμίαν αὐτῆς ἐπινοοῦμεν περίληψιν, ἀλλὰ κατὰ πάντα

τρόπον ἐν ἀπειρίᾳ νοεῖσθαι τὴν φύσιν διοριζόμεθα. τὸ δὲ

καθόλου ἄπειρον οὐ τινὶ μὲν ὁρίζεται, τινὶ δὲ οὐχί· ἀλλὰ κατὰ

πάντα λόγον ἐκφεύγει τὸν ὅρον ἡ ἀπειρία. οὐκοῦν τὸ ἐκτὸς

ὅρου οὐδὲ ὀνόματι πάντως ὁρίζεται. ὡς ἂν οὖν διαμένοι ἐπὶ

τῆς θείας φύσεως τοῦ ἀορίστου ἡ ἔννοια, ὑπὲρ πᾶν ὄνομά

53

φαμεν εἶναι τὸ θεῖον, ἡ δὲ θεότης ἓν τῶν ὀνομάτων ἐστίν.

οὐκοῦν οὐ δύναται τὸ αὐτὸ καὶ ὄνομα εἶναι καὶ ὑπὲρ πᾶν

ὄνομα εἶναι νομίζεσθαι.

Πλὴν εἰ τοῦτο τοῖς ἐναντίοις ἀρέσκοι, τὸ μὴ ἐνεργείας ἀλλὰ

φύσεως εἶναι τὴν σημασίαν, ἐπαναδραμούμεθα πρὸς τὸν ἐξ

ἀρχῆς λόγον, ὅτι τὸ τῆς φύσεως ὄνομα ἡμαρτημένως ἡ συ-

νήθεια εἰς πλήθους σημασίαν ἀνάγει, οὔτε μειώσεως οὔτε

αὐξήσεως κατὰ τὸν ἀληθῆ λόγον προσγινομένης τῇ φύσει,

ὅταν ἐν πλείοσιν ἢ ἐλάττοσι θεωρῆται. μόνα γὰρ κατὰ σύν-

θεσιν ἀριθμεῖται, ὅσα κατ' ἰδίαν περιγραφὴν θεωρεῖται· ἡ δὲ

περιγραφὴ ἐν ἐπιφανείᾳ σώματος καὶ μεγέθει καὶ τόπῳ καὶ

τῇ διαφορᾷ τῇ κατὰ τὸ σχῆμα καὶ χρῶμα καταλαμβάνεται·

τὸ δὲ ἔξω τούτων θεωρούμενον ἐκφεύγει τὴν διὰ τῶν

τοιούτων περιγραφήν. ὃ δὲ μὴ περιγράφεται οὐκ ἀριθμεῖται,

τὸ δὲ μὴ ἀριθμούμενον ἐν πλήθει θεωρηθῆναι οὐ δύναται.

ἐπεὶ καὶ τὸν χρυσόν φαμεν, κἂν εἰς πολλοὺς διακερματίζηται

τύπους, ἕνα καὶ εἶναι καὶ λέγεσθαι· πολλὰ δὲ νομίσματα

καὶ πολλοὺς στατῆρας ὀνομάζομεν, οὐδένα τῆς φύσεως τοῦ

χρυσοῦ πλεονασμὸν ἐν τῷ πλήθει τῶν στατήρων εὑρίσκοντες.

διὸ καὶ πολὺς ὁ χρυσὸς λέγεται, ὅταν ἐν ὄγκῳ πλείονι ἢ

σκεύεσιν ἢ νομίσμασι θεωρῆται, πολλοὶ δὲ οἱ χρυσοὶ διὰ

τὸ πλῆθος τῆς ὕλης οὐκ ὀνομάζονται· εἰ μή τις οὕτω λέγοι,

χρυσοὺς πολλούς, ὡς τοὺς δαρεικοὺς ἢ τοὺς στατῆρας, ἐφ'

ὧν οὐχ ἡ ὕλη ἀλλὰ τὰ κέρματα τὴν τοῦ πλήθους σημασίαν

ἐδέξατο. κυρίως γὰρ ἔστιν οὐχὶ χρυσοὺς ἀλλὰ χρυσέους

54

τούτους εἰπεῖν. ὥσπερ τοίνυν πολλοὶ μὲν οἱ χρύσεοι στατῆρες,

χρυσὸς δὲ εἷς, οὕτω καὶ πολλοὶ μὲν οἱ καθ' ἕκαστον ἐν τῇ

φύσει τοῦ ἀνθρώπου δεικνύμενοι, οἷον Πέτρος καὶ Ἰάκωβος

καὶ Ἰωάννης, εἷς δὲ ἐν τούτοις ὁ ἄνθρωπος. κἂν ἡ γραφὴ

πλατύνῃ τὸ ὄνομα κατὰ πληθυντικὴν σημασίαν ἐν τῷ λέγειν

Ἄνθρωποι κατὰ τοῦ μείζονος ὀμνύουσι καὶ Υἱοὶ ἀνθρώπων,

καὶ ὅσα τοιαῦτα, γνωστέον ὅτι τῇ συνηθείᾳ τῆς ἐπικρα-

τούσης διαλέκτου κεχρημένη οὐχὶ νομοθετεῖ τὸ δεῖν οὕτως

ἢ ὡς ἑτέρως κεχρῆσθαι τοῖς ῥήμασιν οὐδέ τινα τεχνικὴν

περὶ ῥημάτων διδασκαλίαν ποιουμένη ταῦτα διέξεισιν, ἀλλὰ

κατὰ τὴν ἐπικρατοῦσαν συνήθειαν χρῆται τῷ λόγῳ, πρὸς

τοῦτο βλέπουσα μόνον, ὅπως ἂν ἐπωφελὴς γένοιτο τοῖς

δεχομένοις ὁ λόγος, οὐδὲν ἀκριβολογουμένη κατὰ τὴν λέξιν,

ἐν οἷς οὐδεμία βλάβη κατὰ διάνοιαν ἐκ τῶν ῥημάτων συν-

ίσταται.

Καὶ μακρὸν ἂν εἴη τὰς σολοικοφανεῖς τοῦ λόγου συν-

τάξεις ἐκ τῆς γραφῆς καταλέγειν εἰς τὴν τῶν εἰρημένων

ἀπόδειξιν· ἐν οἷς δὲ κίνδυνός ἐστι βλαβῆναί τι τῆς ἀληθείας,

οὐκέτι τὸ ἀβασάνιστόν τε καὶ ἀδιάφορον ἐν τοῖς γραφικοῖς

εὑρίσκεται ῥήμασιν. διὰ τοῦτο ἀνθρώπους συγχωρεῖ πληθυν-

τικῶς ὀνομάζειν διὰ τὸ μηδένα τῷ τοιούτῳ σχήματι τῆς

φωνῆς εἰς πλῆθος ἀνθρωποτήτων ταῖς ὑπονοίαις ἐκπίπτειν,

μηδὲ νομίζειν πολλὰς ἀνθρωπίνας φύσεις σημαίνεσθαι διὰ

τὸ πληθυντικῶς ἐξαγγελθῆναι τὸ τῆς φύσεως ὄνομα· τὴν δὲ

θεὸς φωνὴν παρατετηρημένως κατὰ τὸν ἑνικὸν ἐξαγγέλλει

55

τύπον, τοῦτο προμηθουμένη, τὸ μὴ διαφόρους φύσεις ἐπὶ τῆς

θείας οὐσίας ἐν τῇ πληθυντικῇ σημασίᾳ τῶν θεῶν παρεισά-

γεσθαι. διό φησι Κύριος ὁ θεὸς κύριος εἷς ἐστιν· ἀλλὰ καὶ

τὸν μονογενῆ θεὸν τῇ τῆς θεότητος ἀνακηρύσσει φωνῇ

καὶ οὐ διαλύει τὸ ἓν εἰς δυϊκὴν σημασίαν, ὥστε δύο θεοὺς

τὸν πατέρα καὶ τὸν υἱὸν ὀνομάσαι, κἂν ἑκάτερος θεὸς

παρὰ τῶν ἁγίων κηρύσσηται· ἀλλὰ θεὸς μὲν ὁ πατήρ, θεὸς

δὲ ὁ υἱός, εἷς δὲ ἐν τῷ αὐτῷ κηρύγματι ὁ θεὸς διὰ τὸ μήτε

φύσεως μήτε ἐνεργείας ἐνθεωρεῖσθαί τινα διαφορὰν τῇ θεό-

τητι. εἰ γὰρ παρήλλακτο κατὰ τὴν τῶν ἠπατημένων ὑπόνοιαν

ἐπὶ τῆς ἁγίας τριάδος ἡ φύσις, ἀκολούθως ἂν εἰς πλῆθος

θεῶν ὁ ἀριθμὸς ἐπλατύνετο, τῇ ἑτερότητι τῆς οὐσίας τῶν

ὑποκειμένων συνδιαιρούμενος. ἐπεὶ δὲ πᾶσαν ἀπωθεῖται τὴν

κατ' οὐσίαν ἑτερότητα ἡ θεία τε καὶ ἁπλῆ καὶ ἀναλλοίω-

τος φύσις, ἕως ἂν μία ᾖ, πλήθους σημασίαν ἐφ' ἑαυτῆς οὐ

προσίεται. ἀλλ' ὥσπερ μία λέγεται φύσις, οὕτω καὶ τὰ ἄλλα

πάντα ἑνικῶς ὀνομάζεται, θεός, ἀγαθός, ἅγιος, σωτήρ,

δίκαιος, κριτής, καὶ εἴ τι ἄλλο τῶν θεοπρεπῶν ὀνομάτων

νοεῖται, ὃ εἴτε πρὸς φύσιν εἴτε πρὸς ἐνέργειαν βλέπειν τις

λέγει, οὐ διοισόμεθα.

Εἰ δέ τις συκοφαντοίη τὸν λόγον ὡς ἐκ τοῦ μὴ δέχεσθαι

τὴν κατὰ φύσιν διαφορὰν μίξιν τινὰ τῶν ὑποστάσεων

καὶ ἀνακύκλησιν κατασκευάζοντα τοῦτο περὶ τῆς τοιαύτης

ἀπολογησόμεθα μέμψεως, ὅτι τὸ ἀπαράλλακτον τῆς φύσεως

56

ὁμολογοῦντες τὴν κατὰ τὸ αἴτιον καὶ αἰτιατὸν διαφορὰν οὐκ

ἀρνούμεθα, ἐν ᾧ μόνῳ διακρίνεσθαι τὸ ἕτερον τοῦ ἑτέρου

καταλαμβάνομεν, τῷ τὸ μὲν αἴτιον πιστεύειν εἶναι τὸ δὲ

ἐκ τοῦ αἰτίου· καὶ τοῦ ἐξ αἰτίας ὄντος πάλιν ἄλλην διαφορὰν

ἐννοοῦμεν· τὸ μὲν γὰρ προσεχῶς ἐκ τοῦ πρώτου, τὸ δὲ διὰ τοῦ

προσεχῶς ἐκ τοῦ πρώτου, ὥστε καὶ τὸ μονογενὲς ἀναμφίβολον

ἐπὶ τοῦ υἱοῦ μένειν, καὶ τὸ ἐκ τοῦ πατρὸς εἶναι τὸ πνεῦμα

μὴ ἀμφιβάλλειν, τῆς τοῦ υἱοῦ μεσιτείας καὶ αὐτῷ τὸ μονογενὲς

φυλαττούσης καὶ τὸ πνεῦμα τῆς φυσικῆς πρὸς τὸν πατέρα

σχέσεως μὴ ἀπειργούσης.

Αἴτιον δὲ καὶ ἐξ αἰτίου λέγοντες οὐχὶ φύσιν διὰ τούτων

τῶν ὀνομάτων σημαίνομεν (οὐδὲ γὰρ τὸν αὐτὸν ἄν τις αἰτίας

καὶ φύσεως ἀποδοίη λόγον), ἀλλὰ τὴν κατὰ τὸ πὼς εἶναι

διαφορὰν ἐνδεικνύμεθα. εἰπόντες γὰρ τὸ μὲν αἰτιατῶς τὸ δὲ

ἄνευ αἰτίας εἶναι οὐχὶ τὴν φύσιν τῷ κατὰ τὸ αἴτιον λόγῳ

διεχωρίσαμεν, ἀλλὰ μόνον τὸ μήτε τὸν υἱὸν ἀγεννήτως εἶναι

μήτε τὸν πατέρα διὰ γεννήσεως ἐνεδειξάμεθα. πρότερον

δὲ ἡμᾶς εἶναί τι πιστεύειν ἐπάναγκες, καὶ τότε πῶς ἐστι τὸ

πεπιστευμένον περιεργάσασθαι· ἄλλος οὖν ὁ τοῦ τί ἐστι

καὶ ἄλλος ὁ τοῦ πῶς ἐστι λόγος. τὸ οὖν ἀγεννήτως εἶναί τι

λέγειν, πῶς μέν ἐστιν ὑποτίθεται, τί δέ ἐστι τῇ φωνῇ ταύτῃ

οὐ συνενδείκνυται. καὶ γὰρ εἰ περὶ δένδρου τινὸς ἠρώτησας

τὸν γεωργόν, εἴτε φυτευτὸν εἴτε αὐτομάτως ἐστίν, ὁ δὲ

ἀπεκρίνατο ἢ ἀφύτευτον εἶναι τὸ δένδρον ἢ ἐκ φυτείας

γενόμενον, ἆρα τὴν φύσιν διὰ τῆς ἀποκρίσεως ἐνεδείξατο

57

ὁ μόνον τὸ πῶς ἐστιν εἰπὼν ἢ ἄδηλον καὶ ἀνερμήνευτον τὸν

τῆς φύσεως ἀπέλιπε λόγον; οὕτω καὶ ἐνταῦθα ἀγέννητον

μαθόντες ὅπως μὲν αὐτὸν εἶναι προσήκει νοεῖν ἐδιδάχθημεν,

ὅ, τι δέ ἐστι διὰ τῆς φωνῆς οὐκ ἠκούσαμεν. τὴν οὖν τοιαύτην

διαφορὰν ἐπὶ τῆς ἁγίας τριάδος λέγοντες, ὡς τὸ μὲν αἴτιον

τὸ δὲ ἐξ αἰτίου εἶναι πιστεύειν, οὐκέτ' ἂν ἐν τῷ κοινῷ τῆς

φύσεως τὸν τῶν ὑποστάσεων λόγον συντήκειν αἰτιαθείημεν.

Ἐπειδὴ τοίνυν τὰς μὲν ὑποστάσεις ἐπὶ τῆς ἁγίας τριάδος

ὁ τοῦ αἰτίου διακρίνει λόγος, τὸ μὲν ἀναιτίως εἶναι τὸ δὲ

ἐκ τοῦ αἰτίου πρεσβεύων, ἡ δὲ θεία φύσις ἀπαράλλακτός

τε καὶ ἀδιαίρετος διὰ πάσης ἐννοίας καταλαμβάνεται, διὰ

τοῦτο κυρίως μία θεότης καὶ εἷς θεὸς καὶ τὰ ἄλλα πάντα

τῶν θεοπρεπῶν ὀνομάτων μοναδικῶς ἐξαγγέλλεται.

{ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣΠΡΟΣ ΣΙΜΠΛΙΚΙΟΝΠΕΡΙ ΠΙΣΤΕΩΣ}{Σιμπλικίῳ τριβούνῳ Γρηγόριοςπερὶ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος} Κελεύει ὁ θεὸς διὰ τοῦ προφήτου μηδένα πρόσφατονθεὸν εἶναι νομίζειν μηδὲ προσκυνεῖν θεῷ ἀλλοτρίῳ.οὐκοῦν δῆλόν ἐστιν, ὅτι πρόσφατον λέγεται ὃ μὴ ἐξ ἀϊδίουἐστίν. καὶ ἐκ τοῦ ἐναντίου πάλιν ἀΐδιον λέγεται ὃ μὴ πρόσ-φατόν ἐστιν. ὁ τοίνυν μὴ ἐξ ἀϊδίου τὸν μονογενῆ θεὸν ἐκ τοῦπατρὸς εἶναι πιστεύων πρόσφατον εἶναι αὐτὸν οὐκ ἀρνεῖται·τὸ γὰρ μὴ ἀΐδιον πρόσφατον πάντως. πᾶν δὲ τὸ πρόσφατονθεὸς οὐκ ἔστιν, καθὼς εἶπεν ἡ γραφὴ ὅτι Οὐκ ἔσται ἐν σοὶθεὸς πρόσφατος. ἄρα ὁ λέγων ὅτι ποτὲ οὐκ ἦν ὁ υἱὸςἀρνεῖται αὐτοῦ τὴν θεότητα. πάλιν ἀλλότριον θεὸν προσκυ-νεῖν κωλύει ὁ λέγων Οὐδὲ προσκυνήσεις θεῷ ἀλλοτρίῳ.ὁ δὲ ἀλλότριος τῇ πρὸς τὸν ἴδιον ἡμῶν θεὸν ἀντιδιαστολῇθεωρεῖται. τίς οὖν ὁ ἴδιος ἡμῶν ἐστι θεός; δῆλον ὅτι ὁἀληθινὸς θεός. τίς δὲ ὁ ἀλλότριος; πάντως ὁ τῆς τοῦ ἀληθινοῦθεοῦ φύσεως ἀλλοτρίως ἔχων. εἰ οὖν ἴδιος ἡμῶν θεὸςὁ ἀληθινός ἐστι θεός, ἐὰν μὴ ᾖ τῆς τοῦ ἀληθινοῦ φύσεωςὁ μονογενὴς θεός, καθὼς λέγουσιν οἱ αἱρετικοί, ἀλλότριόςἐστι καὶ οὐχ ἡμέτερος. λέγει δὲ τὸ εὐαγγέλιον ὅτι τὰ πρόβαταἀλλοτρίῳ οὐ μὴ ὑπακούσῃ. ὁ λέγων κτιστὸν αὐτὸν εἶναιἀλλότριον τῆς τοῦ ἀληθινοῦ θεοῦ φύσεως εἶναι κατασκευάζει.τί οὖν ποιήσουσιν οἱ λέγοντες ὅτι κτιστός ἐστιν; προσκυνοῦσιτὸν κτιστὸν αὐτῶν θεὸν ἢ οὐχί; εἰ μὲν γὰρ οὐ προσκυνοῦσιν,ἰουδαΐζουσιν ἀρνούμενοι τοῦ Χριστοῦ τὴν προσκύνησιν·εἰ δὲ προσκυνοῦσιν, εἰδωλολατροῦσι· τὸν γὰρ ἀλλότριον τοῦἀληθινοῦ θεοῦ προσκυνοῦσιν. ἀλλὰ μὴν ἐπίσης ἀσεβὲς καὶμὴ προσκυνεῖν τὸν υἱὸν καὶ προσκυνεῖν τὸν ἀλλότριον θεόν.χρὴ ἄρα τοῦ ἀληθινοῦ πατρὸς ἀληθινὸν τὸν υἱὸν λέγειν,ἵνα καὶ προσκυνῶμεν αὐτὸν καὶ μὴ κατακριθῶμεν ὡς ἀλ-λότριον προσκυνοῦντες θεόν. Πρὸς δὲ τοὺς λέγοντας τὸ ἐκ τῆς παροιμίας ὅτι Κύριοςἔκτισέ με καὶ διὰ τοῦτο νομίζοντας ἰσχυρόν τι λέγειν περὶτοῦ κτιστὸν εἶναι τὸν πάντων κτίστην καὶ δημιουργὸνταῦτα προσήκει λέγειν ὅτι πολλὰ δι' ἡμᾶς ἐγένετο ὁ μονο-γενὴς θεός· καὶ γὰρ καὶ λόγος ὢν σὰρξ ἐγένετο καὶ θεὸςὢν ἄνθρωπος ἐγένετο καὶ ἀσώματος ὢν σῶμα ἐγένετοκαὶ ἔτι πρὸς τούτοις καὶ ἁμαρτία καὶ κατάρα καὶ λίθος καὶἀξίνη καὶ ἄρτος καὶ πρόβατον καὶ ὁδὸς καὶ θύρα καὶ πέτρακαὶ πολλὰ τοιαῦτα ἐγένετο οὐδὲν τούτων τῇ φύσει ὤν,ἀλλὰ δι' ἡμᾶς κατ' οἰκονομίαν γενόμενος. ὥςπερ οὖν λόγοςὢν δι' ἡμᾶς ἐγένετο σὰρξ καὶ θεὸς ὢν ἄνθρωπος ἐγένετο,οὕτω καὶ κτίστης ὢν δι' ἡμᾶς κτίσις ἐγένετο· κτιστὴ γὰρἡ σάρξ. ὡς οὖν εἶπε διὰ τοῦ προφήτου ὅτι Οὕτως λέγεικύριος ὁ πλάσας με ἐκ κοιλίας δοῦλον αὐτοῦ, οὕτως εἶπεκαὶ διὰ τοῦ Σολομῶντος τὸ Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶναὐτοῦ εἰς ἔργα αὐτοῦ· πᾶσα γὰρ 〈ἡ〉 κτίσις δουλεύει, καθώςφησιν ὁ ἀπόστολος. οὐκοῦν καὶ ὁ ἐν τῇ κοιλίᾳ τῆς παρθένουπλασθεὶς κατὰ τὸν λόγον τοῦ προφήτου ὁ δοῦλός ἐστιν, οὐχὁ κύριος, τουτέστιν ὁ κατὰ σάρκα ἄνθρωπος, ἐν ᾧ ὁ θεὸςἐφανερώθη, καὶ ἐνταῦθα ὁ κτισθεὶς εἰς ἀρχὴν ὁδῶν αὐτοῦ οὐχὁ θεός ἐστιν ἀλλ' ὁ ἄνθρωπος, ἐν ᾧ ἡμῖν ὁ θεὸς ἐφανερώθηἐπὶ τῷ τὴν καταφθαρεῖσαν ὁδὸν τῆς ἀνθρωπίνης σωτηρίαςπάλιν ἀνανεώσασθαι. ὥστε ἐπειδὴ δύο περὶ Χριστοῦ γινώ-σκομεν, τὸ μὲν θεῖον τὸ δὲ ἀνθρώπινον (ἐν μὲν τῇ φύσει τὸθεῖον, ἐν δὲ τῇ οἰκονομίᾳ τὸ κατὰ ἄνθρωπον), ἀκολούθωςτὸ μὲν ἀΐδιον τῇ θεότητι προσμαρτυροῦμεν, τὸ δὲ κτιστὸντῇ ἀνθρωπίνῃ λογιζόμεθα φύσει. ὡς γὰρ κατὰ τὸν προ-φήτην ἐν τῇ κοιλίᾳ ἐπλάσθη δοῦλος, οὕτως καὶ κατὰ τὸνΣολομῶντα διὰ τῆς δουλικῆς ταύτης κτίσεως ἐν σαρκὶἐφανερώθη. Ὅταν δὲ λέγωσιν ὅτι εἰ ἦν, οὐκ ἐγεννήθη, καὶ εἰ ἐγεν-νήθη, οὐκ ἦν, διδαχθήτωσαν ὅτι οὐ χρὴ τὰ τῆς σαρκικῆςγεννήσεως ἰδιώματα ἐφαρμόζειν τῇ θείᾳ φύσει. σώματα μὲνγὰρ μὴ ὄντα γεννᾶται, ὁ δὲ θεὸς τὰ μὴ ὄντα εἶναι ποιεῖ, οὐκαὐτὸς ἐκ τοῦ μὴ ὄντος γίνεται. διὸ καὶ ὁ Παῦλος ἀπαύγασμαδόξης αὐτὸν ὀνομάζει, ἵνα διδαχθῶμεν ὅτι, ὥσπερ τὸ ἐκτοῦ λύχνου φῶς καὶ ἐκ τῆς φύσεώς ἐστι τοῦ ἀπαυγάζοντοςκαὶ μετ' ἐκείνου ἐστίν (ὁμοῦ τε γὰρ ἐξεφάνη ὁ λύχνος καὶτὸ φῶς τὸ ἐξ αὐτοῦ συνεξέλαμψεν), οὕτω κελεύει καὶ ἐν-ταῦθα νοεῖν ὁ ἀπόστολος, ὅτι καὶ ἐκ τοῦ πατρὸς ὁ υἱὸς καὶοὐδέποτε χωρὶς τοῦ υἱοῦ ὁ πατήρ· οὐκ ἐγχωρεῖ γὰρ ἀλαμπῆεἶναι τὴν δόξαν, ὡς οὐκ ἐγχωρεῖ ἄνευ ἀπαυγάσματος εἶναιτὸν λύχνον. δῆλον δὲ ὅτι, ὥσπερ τὸ εἶναι ἀπαύγασμα μαρ-τυρία ἐστὶ τοῦ καὶ τὴν δόξαν εἶναι (μὴ γὰρ οὔσης τῆς δόξηςοὐκ ἂν εἴη τὸ ἐκ ταύτης ἀπαυγαζόμενον), οὕτω τὸ λέγεινμὴ εἶναί ποτε ἀπαύγασμα ἀπόδειξίς ἐστι τοῦ μηδὲ τὴνδόξαν εἶναι, ὅτε οὐκ ἦν τὸ ἀπαύγασμα· τὴν γὰρ δόξαν ἄνευἀπαυγάσματος εἶναι ἀμήχανον. ὥσπερ οὖν οὐκ ἔστιν ἐπὶ τοῦἀπαυγάσματος λέγειν ὅτι εἰ ἦν, οὐκ ἐγένετο, καὶ εἰ ἐγένετο,