The Greek Library Catalogue

Anonymous

Ad Simplicium de fide

Edition reference
Ad Simplicium de fide, ed. Mueller, op. cit., 61–67.
CTS identifier
urn:cts:greekLit:tlg2017.tlg004.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

3,1

64

οὐκ ἦν, οὕτω μάταιόν ἐστι περὶ τοῦ υἱοῦ ταῦτα λέγειν,

διότι ὁ υἱός ἐστι τὸ ἀπαύγασμα.

Οἱ δὲ τὸ μικρότερον καὶ τὸ μεῖζον ἐπὶ τοῦ υἱοῦ καὶ τοῦ

πατρὸς λέγοντες διδαχθήτωσαν παρὰ τοῦ Παύλου μὴ μετρεῖν

τὰ ἀμέτρητα· ὁ γὰρ ἀπόστολος τὸν υἱὸν χαρακτῆρα λέγει

τῆς τοῦ πατρὸς ὑποστάσεως. δῆλον οὖν ὅτι, ὅση ἂν ᾖ ἡ ὑπό-

στασις ἡ τοῦ πατρός, τοσοῦτος καὶ ὁ χαρακτήρ ἐστι τῆς

ὑποστάσεως· οὐ γὰρ ἐνδέχεται μικρότερον εἶναι τὸν χαρα-

κτῆρα τῆς θεωρουμένης ἐν αὐτῷ ὑποστάσεως. ἀλλὰ καὶ ὁ

μέγας Ἰωάννης τὰ αὐτὰ διδάσκει λέγων ὅτι Ἐν ἀρχῇ ἦν

ὁ λόγος καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν. ἐκ γὰρ τοῦ εἰπεῖν

ὅτι ἐν ἀρχῇ ἦν καὶ οὐχὶ μετὰ τὴν ἀρχήν, ἔδειξεν ὅτι οὐδέποτε

65

ἄλογος ἦν ἡ ἀρχή. ἐκ δὲ τοῦ ἀποδεῖξαι, ὅτι καὶ ὁ λόγος ἦν

πρὸς τὸν θεόν, τὸ ἀνελλιπὲς τοῦ υἱοῦ ὡς πρὸς τὸν πατέρα

ἐσήμανεν· ὅλῳ γὰρ τῷ θεῷ ὅλος συνθεωρεῖται ὁ λόγος.

εἰ γὰρ ἐλλιπὴς ἦν ἐν τῷ ἰδίῳ μεγέθει ὁ λόγος, ὥστε μὴ δύνα-

σθαι πρὸς ὅλον τὸν θεὸν εἶναι, ἀνάγκη πᾶσα ἄλογον εἶναι

τοῦ θεοῦ νομίζειν τὸ ὑπερεκπίπτον τοῦ λόγου. ἀλλὰ μὴν

πάσῃ τοῦ θεοῦ τῇ μεγαλειότητι ἡ τοῦ λόγου μεγαλειότης

συνθεωρεῖται. ἄρα οὐκ ἔχει χώραν ἐπὶ τῶν θείων δογμάτων

τὸ μεῖζον λέγειν καὶ τὸ μικρότερον.

Οἱ δὲ λέγοντες τὸ γεννητὸν τῷ ἀγεννήτῳ εἶναι κατὰ

τὴν φύσιν ἀνόμοιον διδαχθήτωσαν μὴ μωραίνειν ἐκ τοῦ κατὰ

τὸν Ἄβελ καὶ τὸν Ἀδὰμ ὑποδείγματος· καὶ γὰρ καὶ ὁ

Ἀδὰμ κατὰ τὴν φυσικὴν τῶν ἀνθρώπων γέννησιν οὐκ ἐγεν-

νήθη, ὁ δὲ Ἄβελ ἐκ τοῦ Ἀδὰμ ἐγεννήθη. ἀλλὰ μὴν ὁ μὴ

γεννηθεὶς ἀγέννητος λέγεται καὶ ὁ γεννηθεὶς γεννητός·

οὐδὲν δὲ ἐκώλυσε τὸ μὴ γεγεννῆσθαι τὸν Ἀδὰμ πρὸς

τὸ ἄνθρωπον εἶναι. οὐδὲ ἡ γέννησις τὸν Ἄβελ ἄλλο

τι παρὰ τὴν ἀνθρωπίνην φύσιν ἐποίησεν, ἀλλὰ καὶ οὗτος

ἄνθρωπος κἀκεῖνος, εἰ καὶ ὁ μὲν γεννηθεὶς ἦν, ὁ δὲ

δίχα γεννήσεως. ἄρα καὶ ἐπὶ τῶν θείων δογμάτων τὸ μὴ

γεννηθῆναι καὶ τὸ γεννηθῆναι διαφορὰν οὐκ ἐξεργάζεται

φύσεως, ἀλλ' ὥσπερ ἐπὶ τοῦ Ἀδὰμ καὶ τοῦ Ἄβελ

ἀνθρωπότης μία, οὕτω καὶ ἐπὶ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ

θεότης μία.

Καὶ περὶ τοῦ πνεύματος δὲ τοῦ ἁγίου οἱ βλασφημοῦντες

τὸ αὐτὸ λέγουσιν ὃ καὶ περὶ τοῦ κυρίου, ὅτι ἐστὶ καὶ τοῦτο

κτιστόν, καὶ ἡ ἐκκλησία ἐπίσης ὡς περὶ τοῦ υἱοῦ, οὕτως

66

καὶ περὶ τοῦ ἁγίου πνεύματος πιστεύει, ὅτι ἐστὶν ἄκτιστον·

διότι πᾶσα ἡ κτίσις ἐκ τῆς τοῦ ὑπερκειμένου ἀγαθοῦ

μετουσίας γίνεται ἀγαθή, τὸ δὲ πνεῦμα τὸ ἅγιον οὐ προσδεές

ἐστι τοῦ ἀγαθύνοντος (ἀγαθὸν γὰρ τῇ φύσει ἐστί, καθὼς ἡ

γραφὴ μαρτυρεῖ)· καὶ ὅτι ἡ κτίσις ὁδηγεῖται παρὰ τοῦ

πνεύματος, τὸ δὲ πνεῦμα τὴν ὁδηγίαν χαρίζεται· ἡ κτίσις

ἡγεμονεύεται, τὸ δὲ πνεῦμα ἡγεμονεύει· ἡ κτίσις παρακα-

λεῖται, τὸ δὲ πνεῦμα παρακαλεῖ· ἡ κτίσις δουλεύει, τὸ δὲ

πνεῦμα ἐλευθεροῖ· ἡ κτίσις σοφίζεται, τὸ δὲ πνεῦμα τὴν τῆς

σοφίας δίδωσι χάριν· ἡ κτίσις μεταλαμβάνει τῶν χαρισμά-

των, τὸ δὲ πνεῦμα κατ' ἐξουσίαν χαρίζεται. Πάντα γὰρ

ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα, διαιροῦν ἰδίᾳ

ἑκάστῳ καθὼς βούλεται. καὶ μυρίας ἄλλας ἐκ τῶν γραφῶν

ἔστιν ἀποδείξεις εὑρεῖν, ὅτι πάντα τὰ ὑψηλὰ καὶ θεοπρεπῆ

ὀνόματα, ὅσα τῷ πατρὶ καὶ τῷ υἱῷ παρὰ τῆς γραφῆς ἐφαρ-

μόζεται, ταῦτα καὶ περὶ τὸ ἅγιον θεωρεῖται πνεῦμα· ἡ

ἀφθαρσία, ἡ μακαριότης, τὸ ἀγαθόν, τὸ σοφόν, τὸ δυνατόν,

τὸ δίκαιον, ἡ ἁγιότης· πᾶν τίμιον ὄνομα οὕτως λέγεται ἐπὶ

τοῦ ἁγίου πνεύματος, ὡς καὶ ἐπὶ τοῦ πατρὸς καὶ ἐπὶ τοῦ

υἱοῦ λέγεται, πλὴν τούτων δι' ὧν αἱ ὑποστάσεις τρανῶς

τε καὶ ἀσυγχύτως ἀπ' ἀλλήλων διαχωρίζονται, λέγω δὴ

ὅτι οὔτε πατὴρ λέγεται τὸ πνεῦμα τὸ ἅγιον οὔτε υἱός·

τὰ δὲ ἄλλα ὅσα ὁ πατὴρ καὶ ὁ υἱὸς ὀνομάζεται, ταῦτα καὶ

τῷ ἁγίῳ πνεύματι παρὰ τῆς γραφῆς ἐφαρμόζεται. διὰ

τοῦτο οὖν καταλαμβάνομεν ὅτι ἄνω τῆς κτίσεώς ἐστι τὸ

πνεῦμα τὸ ἅγιον. οὐκοῦν ὅπου ὁ πατὴρ καὶ ὅπου ὁ υἱὸς

νοεῖται, ἐκεῖ νοεῖται καὶ τὸ πνεῦμα τὸ ἅγιον· ἄνω γὰρ τῆς

67

κτίσεως καὶ ὁ πατὴρ καὶ ὁ υἱός, ὅπερ καὶ τῷ ἁγίῳ πνεύματι

ἀκολουθία τοῦ λόγου προσεμαρτύρησεν. ὁ τοίνυν ὑπερτιθεὶς

τῆς κτίσεως τὸ πνεῦμα τὸ ἅγιον ἀκολούθως τὸν ὀρθόν τε

καὶ ὑγιῆ παρεδέξατο λόγον· μίαν γὰρ ὁμολογήσει τὴν

ἄκτιστον φύσιν, τὴν ἐν πατρὶ καὶ υἱῷ καὶ πνεύματι ἁγίῳ

θεωρουμένην.

Ἐπεὶ δὲ εἰς ἀπόδειξιν, ὡς οἴονται, τοῦ κτιστὸν εἶναι

τὸ πνεῦμα τὸ ἅγιον τὴν τοῦ προφήτου φωνὴν ἡμῖν προφέ-

ρουσι τὴν λέγουσαν ὅτι Ὁ στερεῶν βροντὴν καὶ κτίζων

πνεῦμα καὶ ἀπαγγέλλων εἰς ἀνθρώπους τὸν Χριστὸν αὐτοῦ,

τοῦτο προσήκει νοῆσαι, ὅτι ἄλλο κτίζεσθαι πνεῦμα ἐν τῇ

στερεότητι τῆς βροντῆς ὁ προφήτης λέγει καὶ οὐχὶ τὸ ἅγιον

πνεῦμα· βροντὴν γὰρ ὁ μυστικὸς λόγος τὸ εὐαγγέλιον ὀνο-

μάζει. ἐν οἷς οὖν γίνεται βεβαία καὶ ἀμετάθετος ἡ εἰς τὸ

εὐαγγέλιον πίστις, οὗτοι διὰ τῆς πίστεως μεταβαίνουσιν

ἀπὸ τοῦ εἶναι σάρκες εἰς τὸ γίνεσθαι πνεῦμα, καθὼς λέγει

ὁ κύριος ὅτι Τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστι, τὸ δὲ

γεγεννημένον ἐκ τοῦ πνεύματος πνεῦμά ἐστιν. θεὸς οὖν ἐστιν

ὁ διὰ τοῦ στερροποιεῖν τὴν εὐαγγελικὴν βροντὴν τοῖς πιστεύ-

ουσι πνεῦμα ποιῶν τὸν πιστεύοντα, ὁ δὲ ἐκ τοῦ πνεύματος

γεννηθεὶς καὶ πνεῦμα διὰ τῆς τοιαύτης βροντῆς γενόμενος

ἀπαγγέλλει τὸν Χριστὸν καθὼς ὁ ἀπόστολος λέγει ὅτι Οὐδεὶς

δύναται εἰπεῖν κύριον Ἰησοῦν Χριστόν, εἰ μὴ ἐν πνεύματι ἁγίῳ.

{[ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ]ΚΑΤΑ ΑΡΕΙΟΥ ΚΑΙ ΣΑΒΕΛΛΙΟΥ} Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν, ἀρτίως ὁψαλμῳδὸς ἔλεγεν. τοῦτον τὸν ἀγαθὸν λόγον τοῦ θεοῦ οἱμὲν κατὰ Ἄρειον καὶ Ἀχίλλιον τὴν ἀσεβεστάτην φωνὴνπροϊέμενοι ἐτόλμησαν κτίσμα καὶ ποίημα διακηρύξαι καὶπολλοὺς τῇ ἑαυτῶν ἐφείλκυσαν πλάνῃ· οἱ δὲ κατὰ Σαβέλλιοντἀναντία τούτων φρονοῦντες ἀναιρεῖν μὲν πειρῶνται τὴνὑπόστασιν τοῦ υἱοῦ, αὐτὸν δὲ τὸν πατέρα ἕνα ὄντα δυσὶνὀνόμασι γεραίρειν οἰόμενοι υἱοπάτορα προσαγορεύουσιν.αἱ δ' ἑκάτεραι δόξαι αὗται ὥσπερ παγίδες δύο τέθεινται ὑπὸτῶν προηγορευμένων· δίεισι δὲ μέση τις ὁδὸς στενὴ καὶτεθλιμμένη ἡ ἀπάγουσα εἰς τὴν ζωὴν κατὰ τὸ εὐαγγέλιον.ταύτης οἱ πολλοὶ τῶν ἀνθρώπων ἐκκλίνοντες τῆς ἑτέραςθήραμα γίνονται· σὺ δέ μοι δοκεῖς δεδοικέναι τὰς ἑκατέρωνἐμπτώσεις καὶ αὐτὴν ἀποφεύγειν τὴν τῆς ἀληθείας ὁδὸν οἰό-μενος μὴ δεῖν περὶ θεοῦ λόγον προχειρίζεσθαι. ὅρα τοίνυνμὴ τὴν τῶν δυεῖν πλάνην εὐλαβούμενος ἀσεβείας τιμωρίανὀφλήσῃς. αὐτὸς ὁ σωτὴρ πρὸ τῆς ἀληθοῦς ὁδοῦ ἑστηκὼςκέκραγε λέγων· Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια· μὴ ἐκκλίνῃςεἰς τὰ δεξιὰ ἢ εἰς τὰ ἀριστερά, ὅπως μηδετέρᾳ αὐτῶνπροστύχῃς. καὶ πάλιν· Ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων·ὁ μὴ εἰσιὼν δι' ἐμοῦ, ἀλλὰ ἀλλαχόθεν ἀναβαίνων κλέπτηςἐστὶ καὶ λῃστής, ὃς καὶ ὑπὸ παγίδος ἁλοὺς ἀπολεῖται.ἀκουέτωσαν τοίνυν οἱ πρὸς τὴν τῶν ἑκατέρων πλάνηνἐπιτρέψαντες τὸν νοῦν, ὡς κατὰ φύσιν ὁ σωτὴρ ἡμῶν ἸησοῦςΧριστὸς υἱὸς θεοῦ ἔστι τε καὶ προσαγορεύεται καὶ οὐποίημα ὢν κατὰ χρῆσιν ὀνομάζεται ὥσπερ ἡμεῖς υἱὸς καὶὅτι οὐκ ἔχων ἀρχήν, ἀλλὰ ἀΐδιος· διὰ τοῦτο καὶ ἐν ἀτελευ-τήτοις αἰῶσι κατ' ἰδίαν ὑπόστασιν συμβασιλεύσει τῷ πατρί. Ἀλλ' ἴσως εἴποι τις ἄν· πᾶν τὸ ἄναρχον καὶ ἀγέννητονἂν εἴη· πῶς ὁ υἱὸς εἰκότως ἂν προσαγορεύοιτο ἄναρχος, οὗ