Ad Theophilum adversus Apollinaristas
- Edition reference
- Ad Theophilum adversus Apollinaristas, ed. Mueller, op. cit., 119–128.
- CTS identifier
urn:cts:greekLit:tlg2017.tlg007.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
3,1
121
κατὰ τὴν ἐκκλησίαν ἀριθμοῦνται, εἷς ὁ ποιητὴς τῶν αἰώνων
καὶ ἄλλος ὁ ἐπὶ τῷ τέλει τῶν αἰώνων διὰ σαρκὸς φανερωθεὶς
τῇ ἀνθρωπίνῃ ζωῇ. εἰ γάρ τις τὴν οἰκονομικὴν τοῦ μονογενοῦς
υἱοῦ τοῦ θεοῦ διὰ σαρκὸς ἐπιφάνειαν εἰς ἑτέρου υἱοῦ κα-
τασκευὴν λαμβάνοι, οὗτος, ἀριθμήσας [καὶ] πάσας τὰς τοῖς
ἁγίοις γεγενημένας θεοφανείας 〈τὰς〉 πρό τε τῆς κατὰ
122
σάρκα τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ φανερώσεως καὶ τὰς
μετὰ ταῦτα πάλιν τοῖς ἀξίοις γεγενημένας, κατὰ τὸν ἀριθμὸν
τῆς θεϊκῆς ἐπιφανείας υἱῶν πλῆθος εἶναι κατασκευάσει
καὶ ἔσται αὐτῷ εἷς μὲν υἱὸς ὁ τῷ Ἀβραὰμ χρηματίσας,
ἕτερος δὲ ὁ ἐπιφανεὶς τῷ Ἰσαάκ· καὶ ὁ τῷ Ἰακὼβ συμμα-
χήσας ἕτερος· καὶ ἄλλος ὁ τῷ Μωυσῇ φανεὶς ἐν διαφόροις
ἐπιφανείαις, ἐν φωτί, ἐν γνόφῳ, ἐν στύλῳ νεφέλης, ἐν τῇ
κατενώπιον ὄψει, ἐν τοῖς ὀπισθίοις. ἄλλος πάλιν υἱὸς ὁ
τῷ διαδόχῳ τοῦ Μωυσέως συμπαραταξάμενος· καὶ ὁ διὰ
λαίλαπος τῷ Ἰὼβ χρηματίσας· καὶ ὁ ἐπὶ τοῦ ὑψηλοῦ
θρόνου τῷ Ἠσαΐᾳ φανείς· καὶ ὁ ἀνθρωπικῷ σχήματι
παρὰ τοῦ Ἰεζεκιὴλ τῷ λόγῳ ὑπογραφείς· καὶ μετὰ ταῦτα
ὁ ἐν τῷ φωτὶ καταστράψας τὸν Παῦλον· καὶ πρὸ τούτου
ὁ ἐπὶ τοῦ ὄρους τοῖς περὶ τὸν Πέτρον ἐν ὑψηλοτέρᾳ δόξῃ
φανείς. εἰ δὲ τοῦτο ἄτοπον καὶ παντελῶς ἀσεβὲς τὸ τὰς
ποικίλας τοῦ μονογενοῦς θεοφανείας εἰς ἀριθμὸν υἱῶν
καταμερίζειν, τὴν ἴσην ἀτοπίαν ἔχει καὶ τὸ τὴν διὰ σαρκὸς
ἐπιφάνειαν ἀφορμὴν εἰς ἑτέρου υἱοῦ κατασκευὴν ποιεῖσθαι.
123
Οἰόμεθα γὰρ ὅτι κατὰ τὸ μέτρον τῆς ἑκάστου δυνάμεως
τῶν δεχομένων τὴν θείαν ἐπιφάνειαν ἀεὶ γέγονε τῆς ὑπερε-
χούσης φύσεως ἡ ὀπτασία, μείζων μὲν καὶ θεοπρεπεστέρα
τοῖς δυναμένοις καθικέσθαι τοῦ ὕψους, ἐλάττων δὲ καὶ
σμικροπρεπεστέρα τοῖς ἀχωρήτοις τοῦ μείζονος· οὗ χάριν
οὐχ ὁμοίως ταῖς προλαβούσαις ἐπιφανείαις ἐν τῇ διὰ σαρκὸς
οἰκονομίᾳ τῇ τῶν ἀνθρώπων ζωῇ ἐπιφαίνεται, ἀλλ' ἐπειδὴ
πάντες, καθώς φησιν ὁ προφήτης, ἐξέκλινάν τε καὶ ἠχρειώ-
θησαν καὶ οὐκ ἦν, καθὼς γέγραπται, ὁ δυνάμενος συνιέναι
καὶ ἐκζητῆσαι τὸ τῆς θεότητος ὕψος, διὰ τοῦτο τῇ σαρ-
κωδεστέρᾳ γενεᾷ ἐπιφαινόμενος ὁ μονογενὴς υἱὸς σὰρξ
γίνεται, κατὰ τὴν βραχύτητα τοῦ δεχομένου ἑαυτὸν συστείλας,
μᾶλλον δέ, καθώς φησιν ἡ γραφή, ἑαυτὸν κενώσας, ἵνα
ὅσον χωρεῖ ἡ φύσις τοσοῦτον δέξηται. τὸ γὰρ εἶναι τὴν
γενεὰν ἐκείνην παρὰ τὰς προλαβούσας κατάκριτον, σαφῶς
παρὰ τῆς τοῦ κυρίου φωνῆς μεμαθήκαμεν, ἐν οἷς Σοδομίτας
τε αὐτῶν ἀνεκτοτέρους ἀπέφηνε καὶ Νινευΐτας καὶ τὴν τοῦ
νότου βασίλισσαν κατακρινεῖν ἐν τῇ ἀναστάσει τὴν γενεὰν
ἐκείνην ὁ κύριος διωρίσατο.
Εἰ μὲν οὖν πάντες κατὰ τὸν Μωυσέα δυνατῶς εἶχον
ἐντὸς γενέσθαι τοῦ γνόφου, ἐν ᾧ εἶδεν ὁ Μωυσῆς τὰ
124
ἀθέατα ἢ κατὰ τὸν ὑψηλὸν Παῦλον τριῶν οὐρανῶν ὑπεραρ-
θῆναι καὶ ἐν παραδείσῳ περὶ τῶν ὑπὲρ λόγον πραγμάτων
διδαχθῆναι τὰ ἄρρητα· ἢ κατὰ τὸν ζηλωτὴν Ἠλίαν τῷ
πυρὶ πρὸς τὸν αἰθέριον χῶρον συνεπαρθῆναι καὶ μὴ βαρυνθῆναι
τῷ ἐφολκίῳ τοῦ σώματος· ἢ κατὰ τὸν Ἰεζεκιήλ τε καὶ
Ἠσαΐαν ἐπὶ τοῦ θρόνου τῆς δόξης ἰδεῖν τὸν ἐπὶ τῶν Χερουβὶμ
ἐπαιρόμενον ἢ ὑπὸ τῶν Σεραφὶμ δοξαζόμενον—οὐδ' ἂν
ἐγένετο πάντως χρεία τῆς διὰ σαρκὸς τοῦ θεοῦ ἡμῶν
ἐπιφανείας, πάντων τοιούτων ὄντων. ἐπειδὴ δέ, καθὼς ὁ
κύριος λέγει, γενεὰ πονηρὰ καὶ μοιχαλὶς ἦν ἡ γενεὰ ἐκείνη
(πονηρὰ μὲν διὰ τό, καθώς φησι τὸ εὐαγγέλιον, ὅλον τότε τὸν
κόσμον ἐν τῷ πονηρῷ κεῖσθαι, μοιχαλὶς δὲ διὰ τὸ ἀποστᾶσαν
αὐτὴν τοῦ ἀγαθοῦ νυμφίου τῷ διὰ κακίας μοιχεύοντι τὰς
ψυχὰς ἀνακραθῆναι)—τούτου χάριν ὁ ἀληθινὸς ἰατρός,
ὁ τοὺς κακῶς ἔχοντας θεραπεύων ὡς ἐπεζήτει τὴν θεραπείαν
ἡ νόσος, οὕτω προσήγαγε τῷ ἀρρωστοῦντι τὴν ἐπιμέλειαν,
τρόπον τινὰ συνασθενήσας τῇ ἀρρωστίᾳ τῆς ἡμετέρας
φύσεως καὶ σὰρξ γενόμενος, ἥτις ἐν τῇ ἑαυτῆς φύσει συνου-
σιωμένην ἔχει τὴν ἀσθένειαν, καθὼς διδάσκει ἡ θεία φωνὴ
ὅτι Τὸ πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής.
Εἰ μὲν οὖν τὸ θεῖον ἐν τῷ ἀνθρωπίνῳ γενόμενον καὶ
ἐν τῷ θνητῷ τὸ ἀθάνατον καὶ τὸ δυνατὸν ἐν τῷ ἀσθενεῖ καὶ
125
ἐν τῷ τρεπτῷ τε καὶ φθειρομένῳ τὸ ἀναλλοίωτόν τε καὶ
ἄφθαρτον ἐφῆκεν ἐπιμεῖναι τὸ θνητὸν τῷ θνητῷ ἢ τῇ
φθορᾷ τὸ φθαρτὸν καὶ τὰ ἄλλα τοῖς ἄλλοις κατὰ τὸν αὐτὸν
τρόπον, εἰκότως ἄν τις δυάδα τῷ υἱῷ τοῦ θεοῦ ἐνεθεώρησεν,
τῶν κατὰ τὸ ἐναντίον θεωρουμένων ἑκάτερον ἰδιαζόντως
ἐφ' ἑαυτοῦ ἀριθμῶν. εἰ δὲ τὸ θνητὸν ἐν τῷ ἀθανάτῳ γενό-
μενον ἀθανασία ἐγένετο, ὁμοίως 〈δὲ〉 καὶ τὸ φθαρτὸν εἰς
ἀφθαρσίαν μετέβαλε καὶ τὰ ἄλλα πάντα ὡσαύτως πρὸς τὸ
ἀπαθές τε καὶ θεῖον μετεποιήθη, τίς ὑπολείπεται λόγος
ἔτι τοῖς εἰς δυϊκὴν διαφορὰν τὸ ἓν διασχίζουσιν;
Ὁ γὰρ λόγος καὶ πρὸ τῆς σαρκὸς καὶ μετὰ τὴν ἔν-
σαρκον οἰκονομίαν λόγος καὶ ἦν καὶ ἔστιν· καὶ ὁ θεὸς καὶ
πρὸ τῆς τοῦ δούλου μορφῆς καὶ μετὰ ταύτην θεός ἐστιν·
καὶ τὸ φῶς τὸ ἀληθινὸν πρίν τε ἐλλάμψαι τῇ σκοτίᾳ καὶ μετὰ
ταῦτα φῶς ἐστιν ἀληθινόν. εἰ οὖν ἀμετάπτωτος καὶ ἀμετά-
θετος πᾶσα θεοπρεπὴς ἔννοια διὰ παντὸς περὶ τὸν μονογενῆ
καθορᾶται καὶ ὁ αὐτός ἐστιν ἀεὶ πρὸς ἑαυτὸν ὡσαύτως
ἔχων, πῶς τις ἡμᾶς ἀναγκάζει τὴν διὰ σαρκὸς γενομένην
αὐτοῦ ἐπιφάνειαν υἱῶν δυάδα κατονομάζειν, ὡς τοῦ μὲν
προαιωνίου ὄντος υἱοῦ, τοῦ δὲ διὰ σαρκὸς τῷ θεῷ γεννηθέντος
ἄλλου υἱοῦ;
Ἡμεῖς γὰρ σωθῆναι μὲν τὴν ἀνθρωπίνην φύσιν ἑνω-
θεῖσαν τῷ λόγῳ παρὰ τοῦ μυστηρίου καὶ μεμαθήκαμεν καὶ
126
πεπιστεύκαμεν· υἱὸν δὲ θεοῦ σάρκινον ἰδιαζόντως ἐφ'
ἑαυτοῦ θεωρούμενον οὔτε ἐμάθομεν οὔτε ἐξ ἀκολουθίας
τινὸς νοεῖν ἐναγόμεθα. οὐ γὰρ ἁμαρτία καὶ κατάρα δι' ἡμᾶς,
καθὼς ὁ ἀπόστολος λέγει, γενόμενος καὶ τὰς ἡμετέρας
ἀναλαβὼν ἀσθενείας, κατὰ τὴν Ἠσαΐου φωνήν, περὶ
ἑαυτόν, ἀφῆκεν ἀνίατον τὴν ἁμαρτίαν καὶ τὴν κατάραν καὶ
τὴν ἀσθένειαν· ἀλλὰ τὸ μὲν θνητὸν ὑπὸ τῆς ζωῆς κατεπόθη,
ὁ δὲ σταυρωθεὶς ἐξ ἀσθενείας ἔζησεν ἐκ δυνάμεως ἥ τε κατάρα
εἰς εὐλογίαν μετεποιήθη καὶ πᾶν, ὅσον ἀσθενὲς τῆς φύσεως
ἡμῶν καὶ ἐπίκηρον ἀνακραθὲν τῇ θεότητι ἐκεῖνο ἐγένετο,
ὅπερ ἡ θεότης ἐστίν. πόθεν οὖν ἄν τις τὴν δυάδα τῶν υἱῶν
ἐννοήσειεν ὡς ἀνάγκῃ τινὶ διὰ τῆς κατὰ σάρκα οἰκονομίας
πρὸς τὴν τοιαύτην ὑπόληψιν ἐναγόμενος;
Ὁ γὰρ ἀεὶ ἐν τῷ πατρὶ ὢν καὶ ἀεὶ ἔχων ἐν ἑαυτῷ τὸν
πατέρα καὶ ἡνωμένος αὐτῷ, ὡς ἦν καὶ πρώην, οὕτω καὶ
ἔστι καὶ ἔσται καὶ ἄλλος παρ' ἐκεῖνον υἱὸς οὔτε ἦν οὔτε
ἐγένετο οὔτε ἔσται· ἡ δὲ προσληφθεῖσα τῆς ἀνθρωπίνης
φύσεως ἀπαρχή, ὑπὸ τῆς παντοδυνάμου θεότητος (ὡς ἂν
εἴποι τις εἰκόνι χρώμενος) οἷόν τις σταγὼν ὄξους ἀπείρῳ
πελάγει κατακραθεῖσα, ἔστι μὲν ἐν τῇ θεότητι, οὐ μὴν ἐν τοῖς
ἰδίοις αὐτῆς ἰδιώμασιν. οὕτω γὰρ ἂν ἡ τῶν υἱῶν δυὰς
127
ἀκολούθως ὑπενοεῖτο, εἰ ἐν τῇ ἀφράστῳ τοῦ υἱοῦ θεότητι
ἑτερογενής τις φύσις [ἐν] ἰδιάζουσι σημείοις ἐπεγινώσκετο,
ὡς εἶναι τὸ μὲν ἀσθενὲς ἢ μικρὸν ἢ φθαρτὸν ἢ πρόσκαιρον,
τὸ δὲ δυνατὸν καὶ μέγα καὶ ἄφθαρτον καὶ ἀΐδιον· ἐπειδὴ δὲ
πάντων τῶν τῷ θνητῷ συνεπιθεωρουμένων ἐν τοῖς τῆς θεό-
τητος ἰδιώμασι μεταποιηθέντων, ἐν οὐδενὶ καταλαμβάνεται
ἡ διαφορά (ὅπερ γὰρ ἄν τις ἴδῃ τοῦ υἱοῦ, θεότης ἐστί,
σοφία, δύναμις, ἁγιασμός, ἀπάθεια), πῶς ἂν διαιροῖτο τὸ ἓν
εἰς δυϊκὴν σημασίαν, μηδεμιᾶς διαφορᾶς τὸν ἀριθμὸν μερι-
ζούσης;
Ἡ γὰρ θεότης τὸ ταπεινὸν ὑπερύψωσεν· τῷ κατωνο-
μασμένῳ ἀνθρωπικῶς τὸ ὑπὲρ πᾶν εἶναι ὄνομα ἐχαρίσατο·
τὸ ὑποχείριον καὶ δοῦλον κύριον καὶ βασιλέα ἐποίησεν, καθὼς
ὁ Πέτρος φησὶν ὅτι Κύριον αὐτὸν καὶ Χριστὸν ὁ θεὸς ἐποίησεν
(νοοῦμεν γὰρ διὰ τοῦ Χριστοῦ βασιλέα). καὶ διὰ τὴν ἀκριβῆ
ἑνότητα τῆς τε προσληφθείσης σαρκὸς καὶ τῆς προσλαβο-
μένης θεότητος ἀντιμεθίσταται τὰ ὀνόματα, ὥστε καὶ
τὸ ἀνθρώπινον τῷ θείῳ καὶ τὸ θεῖον τῷ ἀνθρωπίνῳ κατονο-
μάζεσθαι. διὸ καὶ ὁ ἐσταυρωμένος κύριος τῆς δόξης
128
ὑπὸ τοῦ Παύλου καλεῖται καὶ ὁ προσκυνούμενος ὑπὸ πάσης
κτίσεως, τῶν τε ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων,
Ἰησοῦς ὀνομάζεται· διὰ τούτων γὰρ ἡ ἀληθής τε καὶ ἀδιαί-
ρετος ἕνωσις ἑρμηνεύεται, ἐκ τοῦ καὶ τὴν ἄφραστον τῆς
θεότητος δόξαν τῇ τοῦ Ἰησοῦ προσηγορίᾳ σημαίνεσθαι,
ὅταν πᾶσα σὰρξ ἐξομολογήσηται καὶ πᾶσα γλῶσσα ὅτι
κύριος Ἰησοῦς Χριστός, καὶ τὸν τὰ πάθη τοῦ σταυροῦ
δεξάμενον καὶ περονηθέντα τοῖς ἥλοις καὶ διαπαρέντα τῇ
λόγχῃ κύριον δόξης παρὰ τοῦ Παύλου προσαγορεύεσθαι.
εἰ οὖν καὶ τὸ ἀνθρώπινον οὐκ ἐν τοῖς τῆς φύσεως ἰδιώμασι
δείκνυται ἀλλὰ κύριος τῆς δόξης ἐστίν, οὐκ ἂν δέ τις εἰπεῖν
δύο κυρίους δόξης τολμήσειεν, μαθὼν ὅτι Εἷς κύριος Ἰησοῦς
Χριστός, δι' οὗ τὰ πάντα, πόθεν ἡμῖν ἐπικαλοῦσι τῶν υἱῶν
τὴν δυάδα οἱ τὴν καθ' ἡμῶν κατηγορίαν εὐπρόσωπον ἀφορμὴν
εἰς τὴν κατασκευὴν τῶν ἰδίων ὑπολήψεων προβαλλόμενοι;
Τὰ μὲν οὖν παρ' ἡμῶν εἰς ἀπολογίαν τοιαῦτα· ζητοῦ-
μεν δὲ παρὰ τῆς σῆς ἐν Χριστῷ τελειότητος μείζονα καὶ
τελειοτέραν τῆς ἀληθείας τὴν συμμαχίαν, ὡς ἂν μηδεμίαν
ἔχοιεν κατὰ τῆς ἐκκλησίας εἰς κατηγορίαν λαβὴν οἱ διὰ
τῆς καθ' ἡμῶν μέμψεως τὰς ἰδίας ὑπολήψεις κρατύνοντες.
{ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣΠΡΟΣ ΤΑ ΑΠΟΛΙΝΑΡΙΟΥΑΝΤΙΡΡΗΤΙΚΟΣ} Καλὸν ἂν γένοιτο προοίμιον ἡμῖν τοῦ λόγου ἡ τοῦ κυρίουφωνὴ κελεύουσα προσέχειν ἀπὸ τῶν ψευδοπροφητῶν, οἵτινεςἔρχονται, φησί, πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθενδέ εἰσι λύκοι ἅρπαγες· ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθεαὐτούς. εἰ οὖν ὁ καρπὸς διακρίνει τό τε ἀληθινὸν πρόβατονκαὶ τὸν τῶν προβάτων φθορέα τὸν ἐν ἡμέρῳ τῷ σχήματιπρὸς τὸ σύστημα τῆς ποίμνης ἀφυλάκτως παραδυόμενονκαὶ τὸ ὑποκεκρυμμένον τῷ ἡμέρῳ πολέμιον στόμα εἰς τοὐμ-φανὲς ἄγει, ζητεῖν προσήκει τοὺς καρποὺς τούς τε καλοὺςκαὶ τοὺς χείρονας, δι' ὧν τὸ σχῆμα τῆς ἀπάτης ἀνακα-λύπτεται· φησὶ γὰρ ὅτι Ἐκ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθεαὐτούς. πάσης τοίνυν διδασκαλίας ὁ μὲν ἀγαθὸς καρπὸςκατά γε τὴν ἐμὴν κρίσιν ἡ προσθήκη τῶν κατὰ τὴν ἐκ-κλησίαν σῳζομένων ἐστίν, ὁ δὲ φθαρτικὸς καὶ δηλητήριοςἡ τῶν συνεστώτων διάλυσις. εἰ τοίνυν τις αὔξοι διὰ τῶνλόγων τὸ ποίμνιον καὶ εἰς πάντα τὰ κλίτη τῆς οἰκίας ἐκ-τείνοι τὴν ἄμπελον καὶ περιφυτεύσειε τῇ δεσποτικῇ τραπέζῃτοὺς ἀπὸ τῆς ἀγριελαίου πλάνης εἰς ἐλαῶν μεταποιούμενοςνεόφυτα καὶ τὰς μυστικὰς ῥάβδους ἐμβάλοι τῷ γλυκεῖκαὶ ποτίμῳ νάματι τῆς διδασκαλίας, δι' ὧν πολυγονεῖταιτὰ ποίμνια ὥστε τοῦ μὲν Λαβὰν ἐλαττοῦσθαι τὴν κτῆσιν,εὐθηνεῖσθαι δὲ τὸ μέρος τοῦ Ἰακὼβ καὶ πληθύνεσθαι τῇἐπισήμῳ γονῇ—εἰ τοιοῦτόν τις τὸν καρπὸν τῆς διδασκαλίαςἐπιδεικνύοιτο (καρπὸς γάρ ἐστι, καθὼς εἴρηται, ἡ τῆςἀληθείας ἐπαύξησις), ἀληθῶς ἐστι προφήτης κατὰ τὸνθεῖον σκοπὸν ὑποφητεύων τῷ πνεύματι· εἰ δέ τις ἀποτίλλοιτῆς ἀμπέλου τὰς κληματίδας ἐρημοίη δὲ τὴν θείαν τράπεζανἀναρριζῶν τὴν φυτείαν, ἐπιβουλεύοι δὲ τῷ πνευματικῷποτιστηρίῳ ὡς μηκέτι τὰ πρόβατα κατὰ τὰς ῥάβδους τοῦπατριάρχου κισσᾶν μηδὲ ταῖς ἐπισήμοις γοναῖς πληθύνειν τὸποίμνιον, ἀλλ' ἀποβουκολεῖσθαι τῆς τροφίμου νομῆς του-τέστι τῶν πατρικῶν παραδόσεων καὶ ἔξω τῆς μάνδραςαὐλίζεσθαι καὶ πρὸς ἀλλοτρίας νομὰς διασκίδνασθαι—ὅταντοιοῦτος ὁ τῆς διδασκαλίας καρπὸς ᾖ, πρόδηλον ἂν γένοιτοτὸ λύκειον σχῆμα τὸ ἀποκεκρυμμένον τῇ τοῦ προβάτουδορᾷ. Οὐκοῦν ἐξετάσωμεν, τί ἡμῖν ἡ Ἀπολιναρίου τοῦ Σύρουδιδασκαλία ἐβλάστησε, προσθήκην τῶν ποιμνίων ἢ μείωσιν,συναγωγὴν τῶν διεσκορπισμένων ἢ τῶν συνεστώτων διάλυ-σιν, συνηγορίαν ἢ ἀνατροπὴν τῶν πατρῴων δογμάτων. εἰ μὲνοὖν πρὸς τὸ κρεῖττον ἡ σπουδὴ τοῦ προειρημένου βλέπει,πρόβατον πάντως καὶ οὐχὶ λύκος ἐστίν· εἰ δὲ τὸ ἔμπαλιν—Προσέχετε ἀπὸ τῶν ψευδοπροφητῶν, φησὶν ὁ κύριος—,μὴ λανθανέτω τὸ στόμα τὸ ἐπὶ λώβῃ καὶ ἀφανισμῷ τοῦπροσεγγίζοντος σώματος τεθηγμένον τοῖς τῆς καινοτομίαςὀδοῦσι καὶ κατασπαράσσον τὸ ὑγιὲς σῶμα τῆς τοῦ θεοῦἐκκλησίας. ὡς δ' ἂν μὴ δοκοίη λοιδορία τὸ λεγόμενον εἶναι,ἕνα τῶν παρ' αὐτοῦ περιφερομένων λόγων προθήσομεν, οὗ ἡἐπιγραφή ἐστιν αὕτη· <Ἀπόδειξις>, φησί, <περὶ τῆςθείας σαρκώσεως τῆς καθ' ὁμοίωσιν ἀνθρώπου>.τάχα δ' ἄν τις δι' ἀκριβείας τὸν τῆς ἐπιγραφῆς νοῦν ἀπο-γυμνώσας οὐκ ἂν δεηθείη δι' αὐτῆς τῆς λογογραφίας ἐλέγξαιτὴν ἀτοπίαν τοῦ δόγματος.<Ἀπόδειξις>, φησί, <περὶ τῆς θείας σαρκώσεως τῆςκαθ' ὁμοίωσιν ἀνθρώπου>. κρεῖττον δ' ἂν εἴη τὰςθείας παραθέσθαι φωνὰς εἰς ἔλεγχον τῆς καινῆς ταύτηςὀνοματοποιίας. Ὁ λόγος, φησί, σὰρξ ἐγένετο καὶ Ἡδόξα κατεσκήνωσεν ἐν τῇ γῇ ἡμῶν καὶ Ὁ θεὸς ἐφανερώθηἐν σαρκί, ὡς ἂν δι' ἑκάστου μάθοιμεν τῶν εἰρημένων ὅτι ἀεὶἄτρεπτον ὂν τὸ θεῖον τῇ οὐσίᾳ καὶ ἀναλλοίωτον ἐν τῇ τρεπτῇκαὶ ἀλλοιουμένῃ γίνεται φύσει, ἵνα τῷ ἰδίῳ ἀτρέπτῳ τὴνἡμετέραν πρὸς τὸ κακὸν τροπὴν ἐξιάσηται. οὑτοσὶ δὲ φησὶνοὐ θεὸν ἐν σαρκὶ πεφανερῶσθαι, ὅπερ ταὐτόν ἐστι τῷ μὴτὸν λόγον σάρκα γενέσθαι, τὸν ἐν ὁμοιώματι ἀνθρώπου καὶσχήματι τῇ ζωῇ τῶν ἀνθρώπων διὰ τοῦ δουλικοῦ προσώπουκαθομιλήσαντα, ἀλλὰ θείαν τινὰ σάρκωσιν ἀνατυποῦται τῷλόγῳ, οὐκ οἶδα τί σημαίνων τῷ ῥήματι, πότερον τροπὴντῆς θεότητος ἀπὸ τῆς ἁπλῆς αὐτοῦ καὶ ἀσυνθέτου φύσεωςεἰς σαρκώδη ἀντιτυπίαν ἀλλοιωθείσης ἢ μενούσης τῆς θείαςοὐσίας ἐφ' ἑαυτῆς ἄλλην τινὰ σάρκωσιν θείαν μεθόριον τῆςτῶν ἀνθρώπων τε καὶ τοῦ θεοῦ φύσεως ἀναφανῆναι οὔτεἄνθρωπον οὖσαν οὔτε θεόν, μετέχουσαν δέ πως ἀμφοτέρων,ἥτις τῷ μὲν σάρκωσις εἶναι συγγενῶς πρὸς τὸ ἀνθρώπινονἔχει, τῷ δὲ θεία εἶναι κρείττων ἐστὶν ἢ κατὰ ἄνθρωπον.ἀλλὰ μὴν θεὸς εἶναι οὐ δύναται· ἁπλοῦν γὰρ τῇ φύσει τὸθεῖόν ἐστι καὶ ἀσύνθετον· οὗ δὲ ἡ ἁπλότης, τούτου κατὰ τὸἴσον πάντως καὶ ἡ θεότης κεχώρισται. ἄνθρωπος δὲ αὖπάλιν οὐκ ἔστιν· ὁ γὰρ ἐκ ψυχῆς νοερᾶς καὶ σώματος συν-εστηκὼς ἄνθρωπος λέγεται· ᾧ δὲ μὴ συνεπινοεῖται τὰδύο, πῶς ἡ τοῦ ἀνθρώπου κλῆσις ἐφαρμοσθήσεται; ἀνθρώπουγὰρ σῶμα λέγομεν καὶ ψυχὴν ἀνθρώπου, ἕως ἂν ἐφ' ἑαυτοῦἑκάτερον τούτων θεωρῆται· ἡ δὲ συνδρομὴ τούτων τῶνδύο ἄνθρωπος καὶ ἔστι καὶ λέγεται. τί οὖν ἐστιν ἡ θείασάρκωσις ἡ μήτε ἄνθρωπος οὖσα μήτε θεός, ἣν ἀναπλάσσειἡ τοῦ λόγου ἐπιγραφή, οὐκ ἔστιν ἐκ τῶν ἐξητασμένωνεὑρεῖν.<Ἀπόδειξις>, φησί, <περὶ τῆς θείας σαρκώσεωςτῆς καθ' ὁμοίωσιν ἀνθρώπου>. τί τοῦτο πάλιν ἐν-δείκνυται, τὸ <καθ' ὁμοίωσιν ἀνθρώπου>; ὅτι ἡ θείασάρκωσις ὁμοίως τῇ ἀνθρωπίνῃ συνίσταται. πότε τοῦτο;ἆρα ἐπ' ἐσχάτου τῶν ἡμερῶν; καὶ ποῦ τὸ τῆς παρθενίαςμυστήριον; οὐ γὰρ καθ' ὁμοίωσιν ἀνθρώπου σαρκοῦται ὁκύριος, καθὼς ὁ λογογράφος φησίν, ἀλλὰ θείᾳ δυνάμει καὶπνεύματι ἁγίῳ, καθὼς τὸ εὐαγγέλιον λέγει. ἀλλὰ πρὸ τῶν