The Greek Library Catalogue

Anonymous

Antirrheticus adversus Apollinarium

Edition reference
Antirrheticus adversus Apollinarium, ed. Mueller, op. cit., 131–233.
CTS identifier
urn:cts:greekLit:tlg2017.tlg008.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

3,1

134

αἰώνων; καὶ πῶς ὁμοιοῦται τῷ μὴ ὄντι τὸ ὄν; τελευταῖος

μὲν γὰρ τῶν κατὰ τὴν κτίσιν ὁ ἄνθρωπος, ὁ δὲ κύριος

βασιλεὺς πρὸ αἰώνων. κατὰ ποίου τοίνυν ἀνθρώπου ὁμοίωσιν

ἐκείνη ἡ θεία σάρκωσις κατὰ τὸ προαιώνιον γίνεται; κατὰ

τὴν τοῦ Ἀδάμ; ἀλλ' οὔπω ἦν. ἀλλὰ καθ' ἕτερόν τινα ἄν-

θρωπον; καὶ τίς οὗτος ὁ προνοούμενος τοῦ Ἀδὰμ ἄνθρωπος,

ἵνα κατὰ τὸ ἐγκείμενον ὑπόδειγμα ὁμοιωθῇ τοῦ θεοῦ ἡ

σάρκωσις; τὸ γὰρ ὅμοιον τῷ ὄντι πάντως, οὐ τῷ μὴ ὄντι

ὅμοιον γίνεται. ὥστε δύο κατ' αὐτὸν φαίνεται τῷ λόγῳ

τὰ ἄτοπα· ἢ γὰρ πρεσβύτερον εὑρίσκεται τὸ πλάσμα τοῦ

πλάσαντος ἢ τῷ μὴ ὄντι ὁμοιοῦται τὸ θεῖον σαρκούμενον·

κατ' ἀρχὰς γὰρ ἡ μὲν θεότης ἦν, ὁ δὲ Ἀδὰμ οὐκ ἦν. οὐκοῦν

εἰ καθ' ὁμοίωσιν ἀνθρώπου σαρκοῦται ἡ θεία φύσις, τῷ μὴ

ὄντι ὁμοιοῦται ἡ θεία σάρκωσις· τὸ δὲ τῷ μὴ ὄντι ὁμοιού-

μενον οὐδ' ἂν αὐτὸ πάντως εἴη. ἀλλ' ἕτερόν τινα τρόπον παρὰ

τὸν ἀνθρώπινον τὴν σάρκωσιν ἐκείνην γεγενῆσθαί φησιν.

καὶ τίς τῶν ἑτεροφυῶν ἡ ὁμοίωσις; εἰ οὖν μήτε κατὰ τὸ

προαιώνιον ἐνδέχεται τὴν θείαν σάρκωσιν καθ' ὁμοίωσιν

ἀνθρώπου γενέσθαι μήτε ἐπὶ τοῦ ἐσχάτου τῶν χρόνων,

ὅτε κατὰ ἄνθρωπον ἡ τοῦ κυρίου οἰκονομία, καθ' ἣν ἐν

135

σαρκὶ θεὸς ἐφανερώθη, καθ' ὁμοίωσιν ἀνθρώπου ἡ σάρκωσις

γίνεται (οὐ γὰρ παραδέχεται τὴν τοιαύτην ἔννοιαν τὸ κατὰ

τὴν παρθενίαν μυστήριον), μάτην ἂν εἴη κατ' ἀμφοτέρας τὰς

ἐννοίας ταύτην τοῦ λόγου τὴν ἐπιγραφὴν ποιησάμενος.

ὅτι μὲν οὖν ἀνεπίσκεπτος ἡ ἐπιγραφὴ καὶ οὐδενὶ συνεστῶτι

ἐπερειδομένη νοήματι, μετρίως οἶμαι διὰ τῶν εἰρημένων

πεφανερῶσθαι τοῖς ἐπιστατικῶς ἐπαΐουσιν.

Καιρὸς δ' ἂν εἴη καὶ αὐτὸν προθεῖναι τῇ ἐξετάσει τὸν

λόγον τὸν ὑπὸ τῆς γραφῆς ταύτης δηλούμενον. γράψω

δὲ τὰ πρῶτα τῇ ἐμαυτοῦ λέξει δι' ὀλίγων ἐπιδραμὼν τὴν

διάνοιαν, ἐν οἷς ἀκίνδυνόν ἐστι τὸ παραδραμεῖν τῶν γεγραμ-

μένων τι ἀνεξέταστον. <Μόνον>, φησί, <τὴν εὐσεβῆ πίστιν

ἀγαθὸν ἦν νομίζεσθαι· μηδὲ γὰρ τῇ Εὔᾳ συνενεγ-

κεῖν τὴν ἀνεξέταστον πίστιν· ὥστε προσῆκε καὶ

τὴν τῶν Χριστιανῶν ἐξητασμένην εἶναι, μή που

λάθῃ ταῖς τῶν Ἑλλήνων ἢ τῶν Ἰουδαίων συνεμ-

πεσοῦσα δόξαις>. ταῦτα διὰ πλειόνων προοιμιασάμενος

ἐπάγει τὸν λόγον εἰπὼν ὅτι <Παρὰ τοῖς ἀπίστοις

καὶ ταῖς αἱρέσεσι προτεθρύλληται τὸ μὴ δυνατὸν

εἶναι θεὸν ἄνθρωπον γενέσθαι καὶ πάθεσιν ὁμι-

λῆσαι, ὃ καὶ παρὰ ταῖς αἱρέσεσιν ἐπὶ σχήματι

πίστεως εἰσάγεται ἄνθρωπον ἔνθεον διὰ τὴν ἐκ

γυναικὸς γέννησιν καὶ διὰ τὰ πάθη λεγούσαις

τὸν Χριστόν>. τίνας μὲν οὖν οἶδεν αἱρέσεις, αἳ τὸν Χριστὸν

ἔνθεον ἄνθρωπον λέγουσιν, αὐτὸς ἂν εἰδείη καὶ εἴ τις τὰ

ἐκείνου πεπαίδευται· ἡμεῖς δὲ πολλοῖς ἐπιδεδημηκότες τό-

ποις καὶ κατὰ σπουδὴν τοῖς τε κοινωνοῦσι τοῦ δόγματος

τοῖς τε ἀφεστηκόσι περὶ τῶν κατὰ τὸν λόγον ζητουμένων

καθομιλήσαντες, οὔπω τινὸς ἀκηκόαμεν τὴν τοιαύτην

ῥήξαντος περὶ τοῦ μυστηρίου φωνήν, ὅτι ἄνθρωπος ἔνθεος ὁ

Χριστὸς ἦν. τὸν τοίνυν μέλλοντα διορθοῦσθαι μὲν τὰς

136

ἠπατημένας περὶ τοῦ δόγματος ὑπολήψεις, ἀντεισάγειν δὲ

τὰς εὐσεβεστέρας μὴ ἀναπλάσσειν ἑαυτῷ τὰ μὴ ὄντα καὶ

πρὸς τὰ ἀνύπαρκτα μάχεσθαι προσῆκον ἦν, ἀλλὰ πρὸς τὰ

λεγόμενα παρὰ τῶν ἀντιδιατιθεμένων ὁπλίζεσθαι. οὐδὲ γὰρ

τῶν ἰατρῶν οἱ ἐπιστήμονες πρὸς τὰ μὴ ὄντα πάθη τὴν

ἑαυτῶν τέχνην ἀντεισάγουσιν, ἀλλὰ πρὸς τὸ γεγονὸς ἤδη

νόσημα διὰ τῆς ἐπιστήμης ἵστανται. ἢ τοίνυν δειξάτω τὸν

εἰρηκότα μὴ θεὸν ἐν σαρκὶ πεφανερῶσθαι, ἀλλ' ἔνθεον

ἄνθρωπον τὸν Χριστὸν εἶναι, εἶτα καὶ τὸν λόγον αὐτοῦ ὡς οὐ

μάτην πεποιημένον παραδεξόμεθα, ἢ ἕως ἂν ἡ τοιαύτη μὴ

εὑρίσκηται νόσος, μάταιον εἶναι πάντες ὁμολογήσουσι τὸ

τοῖς μὴ οὖσι συμπλέκεσθαι.

Ἀλλ' οὐκ εἰκῆ τὴν τοιαύτην τῆς λογογραφίας ἀνάγκην

ἑαυτῷ σχηματίζεται· ἀλλ' ὡς ἂν ὁδόν τινα καὶ ἀκολουθίαν

πρὸς τὴν κατασκευὴν τοῦ καθ' ἑαυτὸν δόγματος λάβοι, τὸ

μὴ λεχθὲν ὡς εἰρημένον ὑπέθετο, ἵνα τῷ πρὸς ταῦτα δοκεῖν

ἀγωνίζεσθαι διὰ τῆς ἐσχηματισμένης ἀντιρρήσεως κατα-

σκευάσῃ τὸ θνητὸν εἶναι τὸ θεῖον. ἅπας γὰρ αὐτῷ τῆς λογο-

γραφίας ὁ σκοπὸς πρὸς τοῦτο βλέπει, τὸ θνητὴν εἶναι τοῦ

μονογενοῦς υἱοῦ τὴν θεότητα καὶ οὐχὶ τῷ ἀνθρωπίνῳ τὸ

πάθος δέξασθαι, ἀλλὰ τὴν ἀπαθῆ καὶ ἀναλλοίωτον φύσιν πρὸς

πάθους μετουσίαν ἀλλοιωθῆναι. ὅθεν πρὸς τί μὲν αὐτῷ χρήσι-

μον ὁ λόγος βλέπει, εἰδεῖεν ἂν οἱ τῶν μυστηρίων αὐτοῦ

ἐπιίστορες· ἃ δὲ ἡ ἀκολουθία καὶ τοῖς ἄγαν νηπίοις προδείκ-

νυσι, τοιαῦτά ἐστιν, οἷα μηδ' ἂν τοὺς ἀθεωτάτους τῶν

Ἑλλήνων εἰπεῖν. εἰ γὰρ αὐτὴ τέθνηκε τοῦ μονογενοῦς ἡ

θεότης, συναπέθανε ταύτῃ πάντως καὶ ἡ ζωὴ καὶ ἡ ἀλήθεια

καὶ ἡ δικαιοσύνη καὶ ἡ ἀγαθότης καὶ τὸ φῶς καὶ ἡ δύναμις·

ταῦτα γὰρ κατὰ διαφόρους ἐπιβολὰς ὁ μονογενὴς θεὸς καὶ

ἔστι καὶ λέγεται. ἁπλοῦς δὲ ὢν καὶ ἀμερὴς καὶ ἀσύνθετος,

137

ὅπερ ἂν λέγηται, ὅλος ἐστίν, οὐκ ἐν μέρει τοῦτο καὶ ἐν μέρει

τὸ ἕτερον ὥστε ἑνὸς ὄντος πάντα ἐν αὐτῷ νοεῖσθαι καὶ μὴ

ὄντος τὰ πάντα συνδιαγράφεσθαι. εἰ οὖν ἠφανίσθη τῷ

θανάτῳ τὸ θεῖον, συνηφανίσθη τῷ θανάτῳ πάντα τὰ συνημ-

μένως περὶ τὴν αὐτοῦ θεότητα θεωρούμενα. ἀλλὰ μὴν οὐχ

ἁπλῶς δύναμις ὁ Χριστός, ἀλλὰ θεοῦ δύναμις καὶ θεοῦ

σοφία. ὅτε οὖν ταῦτα τῇ θεότητι τοῦ υἱοῦ διὰ τοῦ θανάτου

συγκατεσβέσθη, οὐχ ἦν παρὰ τῷ πατρὶ θεοῦ σοφία, οὐ

δύναμις, οὐ ζωή, οὐκ ἄλλο τι τῶν πρὸς τὸ κρεῖττον ὀνομα-

ζομένων οὐδέν· θεοῦ γὰρ πάντα ταῦτα εἶναι 〈καὶ πάντα〉 τὰ

τοῦ πατρὸς ἐν αὐτῷ εἶναι πιστεύεται, ἅπερ ὄντος μὲν τοῦ

υἱοῦ ἔστι, μὴ ὄντος δὲ πάντως οὐκ ἔστι διὰ τὸ ἐν αὐτῷ

εἶναι πάντα τὰ τοῦ πατρὸς ὁμολογεῖσθαι. εἰ οὖν ἐναπεσβέσθη

τῷ θανάτῳ ἡ δύναμις, Χριστὸς δὲ θεοῦ ἐστι δύναμις, ποία

πάλιν ἐκ τοῦ μὴ ὄντος ἀνεκλήθη δύναμις τῆς μὲν οὔσης

τῷ θανάτῳ ἀφανισθείσης, ἑτέρας δὲ οὐχ ὑπολειφθείσης;

τὴν γὰρ τοῦ πατρὸς δύναμιν ἐν τῷ υἱῷ εἶναι καὶ παρὰ τῶν

μαχομένων ἡμῖν ὁμολογεῖται. εἰ οὖν μία ἡ δύναμις, αὕτη δὲ

ὑπὸ τοῦ θανάτου δυναστευθεῖσα εἰς ἀφανισμὸν μετεχώρησεν

ἐν τῷ καιρῷ τῆς τοῦ πάθους οἰκονομίας, τίς ἄλλη δύναμις

παρ' αὐτὸν ἀναπλάττεται ἡ ταύτην ἐκ τοῦ θανάτου ἀνακαλου-

μένη τὴν δύναμιν; εἰ γὰρ τοῦτο λέγοιεν ὅτι ἡ μὲν ἀπέθανεν,

ἡ δὲ ἀθάνατος ἔμεινεν, οὐκέτι ἐν τῷ υἱῷ τὴν τοῦ πατρὸς

δύναμιν εἶναι ὁμολογήσουσι καὶ οὕτως ἐκ τοῦ ἀκολούθου τὰς

αὐτοῦ τοῦ κυρίου φωνὰς παραγράψονται ὡς οὐκ ἀληθῶς

ἐχούσας, αἳ πάντα τὰ τοῦ πατρὸς τοῦ υἱοῦ εἶναι διαμαρτύ-

ρονται. ὁ γὰρ πάντα ἔχων τὰ τοῦ πατρὸς καὶ τὴν ἀθανασίαν

πάντως τοῦ πατρὸς ἐν ἑαυτῷ ἔχει· ἡ δὲ ἀθανασία, ἕως ἂν ᾖ

τοῦτο ὃ λέγεται, ἀμίκτως τε καὶ ἀκοινωνήτως πρὸς τὸν

θάνατον ἔχει. εἰ οὖν θνητὴν λέγουσι τοῦ υἱοῦ τὴν θεότητα,

138

τὸ μὴ ἔχειν αὐτὸν ἐν ἑαυτῷ τὴν τοῦ πατρὸς ἀθανασίαν κατα-

σκευάζουσιν. ἀλλὰ μὴν ἀληθεύει ὁ λέγων ὅλον ἔχειν ἐν

ἑαυτῷ τὸν πατέρα. ψεύδεται ἄρα ὁ θνητὸν κατασκευάζων

τοῦτον ᾧ πᾶσα ἡ τοῦ πατρὸς ἀϊδιότης ἐγκαθορᾶται. ἐπεὶ οὖν

μία πατρὸς καὶ υἱοῦ κατὰ τὸν λόγον τῶν εὐσεβούντων ἡ

δύναμις (ἐν γὰρ τῷ πατρὶ τὸν υἱὸν βλέπομεν καὶ ἐν τῷ υἱῷ

τὸν πατέρα), σαφῶς ἀποδείκνυται, ὅτι τὸ μὲν ἐμπαθὲς τῇ

φύσει τὸν θάνατον δέχεται, τὸ δὲ ἀπαράδεκτον πάθους ἐν

τῷ παθητῷ τὴν ἀπάθειαν ἐνήργησεν.

Ἀλλὰ πρὸς τὸ ἐφεξῆς τοῦ λόγου προέλθωμεν. λέξω δὲ

πάλιν τῇ ἐμαυτοῦ φωνῇ συνελὼν ἐν βραχεῖ τὴν διάνοιαν.

φησὶ γὰρ τὸ <ἄνθρωπον ἔνθεον τὸν Χριστὸν ὀνομά-

ζειν ἐναντίον μὲν εἶναι ταῖς ἀποστολικαῖς διδασ-

καλίαις, ἀλλότριον δὲ τῶν συνόδων· Παῦλον δὲ

καὶ Φωτεινὸν καὶ Μάρκελλον τῆς τοιαύτης δια-

στροφῆς κατάρξαι>. εἶτα κατὰ τοὺς δεινοὺς τῶν ἀγωνι-

στῶν ὥσπερ συμπλακεὶς τῷ προσδιαλεγομένῳ καὶ εὑρὼν

τὸν αὐθέντην τοῦ ῥήματος τοῦτό φησι· <Πῶς ἐρεῖς ἐκ γῆς

ἄνθρωπον τὸν ἐξ οὐρανοῦ καταβεβηκέναι μαρτυ-

ρούμενον ἄνθρωπον καὶ υἱὸν ἀνθρώπου τὸν θεὸν

καὶ θεοῦ υἱὸν ἀναγορευόμενον>; πάλιν ἐν τούτοις

ἡ κατασκευὴ τῶν προλαβόντων ἑτέρας ἀτοπίας ἐστὶν ἀρχή·

ἵνα γὰρ δείξῃ θεὸν τεθνηκότα, οὐδὲν ὅλως καταδέχεται τῆς

γηΐνης φύσεως περὶ αὐτὸν θεωρεῖσθαι, ἐπειδὴ ὅλως τῇ

γῇ συγγενῶς ἔχειν δοκεῖ τὸ κατὰ θάνατον πάθος. <Οὐκ

ἔστι>, φησίν, <ἐκ γῆς ἄνθρωπος ὁ ἐξ οὐρανοῦ καταβὰς

ἄνθρωπος. ἄνθρωπος μέντοι, καὶ εἰ ἐξ οὐρανοῦ

καταβέβηκεν· οὐ γὰρ ἀρνεῖται τὴν τοιαύτην

προσηγορίαν ἐν τοῖς εὐαγγελίοις ὁ κύριος>.

πῶς οὖν ἐν τοῖς εἰρημένοις τὸ ἀκόλουθον σῴζει; εἰ μὴ ἐκ

γῆς ὁ ἄνθρωπος, ἀλλ' ἐξ οὐρανοῦ πρὸς ἡμᾶς καταβαίνει,

139

πῶς ἀνθρώπου υἱὸς ὁ ἐξ οὐρανοῦ καταβαίνων λέγεται;

δώσει γὰρ πάντως, ὥσπερ ἐπὶ τῆς γῆς προεπινοοῦμεν τῶν

υἱῶν τοὺς πατέρας, οὕτω καὶ ἐπὶ τοῦ κατ' αὐτὸν οὐρανόθεν

ἥκοντος ἀνθρώπου, ἐπειδὴ υἱὸς ἀνθρώπου λέγεται, μὴ εἰκῆ

πατρόθεν κατονομάζεσθαι, ἀλλ' εἶναι αὐτοῦ κατὰ τὸ ἀν-

θρώπινον ἐν οὐρανῷ προθεωρούμενον πατέρα ἄλλον ἄνθρω-

πον. εἰ γὰρ στηρίζεται τούτῳ τῷ ῥήματι τῷ εἰρηκότι Οὐδεὶς

ἀναβέβηκεν εἰς τὸν οὐρανὸν εἰ μὴ ὁ ἐξ οὐρανοῦ καταβάς,

ὁ υἱὸς τοῦ ἀνθρώπου, καὶ διὰ τοῦτο τῆς πρὸς τὸν γήϊνον

ἄνθρωπον συγγενείας αὐτὸν ἀποσχίζει, ἐκ τοῦ οὐρανοῦ

ἥκοντα υἱὸν ἀνθρώπου λέγων· δώσει τινὰ πάντως τοῦ

καταβάντος πρὸς ἡμᾶς ἄλλον ἐν οὐρανῷ τοιοῦτον πατέρα,

ὥστε καὶ ἐν τῇ οὐρανίῳ ζωῇ ἔθνη ἀνθρώπων καὶ

δήμους καὶ πατριὰς καὶ πάντα, ὅσα κατὰ τὸν τῇδε βίον

ἔστιν, ὑπονοεῖσθαι. εἰ οὖν τὸ ἐξ οὐρανοῦ ἧκον ἀνθρώπου

ἐστὶν υἱός, τὸ δὲ ἐκ Μαρίας ἐκ σπέρματος Δαβὶδ κατὰ

σάρκα γεγεννημένον ἄνωθεν δὲ ἀνθρώπου υἱὸς ὠνόμασται,

ψευδῶς κατ' αὐτοὺς υἱὸς θεοῦ λέγεται μήτε τοῦ οὐρανίου

μήτε τοῦ γηΐνου πρὸς τὸ θεῖον οἰκειουμένου. ἀλλὰ συναγαγὼν

ἑαυτῷ πρὸς τὸ κεφάλαιον τὰ εἰρημένα ἐν τούτῳ συμπεραίνει

τὸν λόγον· <Εἰ δὲ καὶ ἐξ οὐρανοῦ υἱὸς ἀνθρώπου

καὶ ἐκ γυναικὸς υἱὸς θεοῦ, πῶς οὐχ ὁ αὐτὸς θεὸς

καὶ ἄνθρωπος>; ἐγὼ δὲ τὸ μὲν τὸν αὐτὸν ἄνθρωπον καὶ

θεὸν πιστεύειν εἶναι φημὶ καὶ παντὸς εἶναι τοῦ τὸν ὀρθὸν

λόγον πρεσβεύοντος, οὐ μὴν κατὰ τὴν τοῦ λογογράφου διά-

νοιαν· οὔτε γὰρ τὸ θεῖον γήϊνον οὔτε ἀνθρώπινον τὸ οὐράνιον,

καθὼς ἐκεῖνος οἴεται· ἀλλ' ἄνωθεν μὲν ἡ τοῦ ὑψίστου δύ-

ναμις διὰ τοῦ ἁγίου πνεύματος ἐν τῇ ἀνθρωπίνῃ φύσει

ἐπεσκιάσθη, τουτέστιν ἐνεμορφώθη, ἐκ δὲ τῆς ἀμιάντου

παρθένου ἡ τῆς σαρκὸς μοῖρα συνηφανίσθη καὶ οὕτω τὸ

ἐν αὐτῇ γεννηθὲν υἱὸς ὑψίστου κατωνομάσθη· τῆς μὲν θείας

140

δυνάμεως τὴν πρὸς τὸν ὕψιστον ἀγχιστείαν, τῆς δὲ σαρκὸς

τὴν ἀνθρωπίνην οἰκειουμένης συγγένειαν.

<Ἀλλὰ θεὸς μέν>, φησί, <τῷ πνεύματι τῷ σαρκω-

θέντι, ἄνθρωπος δὲ τῇ ὑπὸ τοῦ θεοῦ προσληφ-

θείσῃ σαρκί>. τί ἐστι πάλιν τοῦ πνεύματος σάρκωσις

ἐκτὸς τῆς πρὸς τὴν ἡμετέραν σάρκα ἑνώσεως; πόθεν δὲ

προσελήφθη ἄνθρωπος, εἰ μὴ ἐκ τοῦ πρώτου ἀνθρώπου,

οὗ τὴν πρώτην γένεσιν ἐκ γῆς, οὐκ ἐκ τοῦ οὐρανοῦ γενεαλο-

γοῦντος τοῦ Μωυσέως ἠκούσαμεν; λαβὼν γὰρ ὁ θεὸς χοῦν

ἀπὸ τῆς γῆς τὸν ἄνθρωπον ἔπλασεν· ἄλλην δὲ ἀνθρώπου

κατασκευὴν ἐξ οὐρανοῦ συστῆναι παρ' οὐδενὸς μεμαθήκαμεν.

εἶτα ἐπάγει τοῖς εἰρημένοις ὅτι <Τὸ μυστήριον ἐν σαρκὶ

ἐφανερώθη>, καλῶς τοῦτο λέγων, οὗτος ὁ ἡμέτερος λόγος,

καὶ ὅτι Ὁ <λόγος σὰρξ ἐγένετο κατὰ τὴν ἕνωσιν>,

καὶ ταῦτα τῆς ὑγιαινούσης φωνῆς ἐστι τὰ ῥήματα· ὁ γὰρ

ἡνῶσθαι τῇ σαρκὶ τὸν λόγον εἰπὼν οὐδὲν ἕτερον ἢ τῶν δύο

τὴν συνδρομὴν λέγει. <Ἀλλ' οὐκ ἄψυχος>, φησίν, ἡ <σάρξ·

στρατεύεσθαι γὰρ κατὰ τοῦ πνεύματος εἴρηται

καὶ ἀντιστρατεύεσθαι τῷ νόμῳ τοῦ νοός>. ὑπέρευγε

τῆς εὐγνωμοσύνης! οὐκ ἄψυχον τῷ θεῷ περιπλάσσει τὴν

σάρκα. οὐκοῦν ἐρωτήσωμεν, εἰ ἔμψυχος προσελήφθη παρὰ

τοῦ θεοῦ λόγου ἡ σάρξ, καθώς φησιν ὁ λογογράφος· ἔμψυχα

δέ φαμεν καὶ τῶν ἀλόγων τὰ σώματα· ὁ ἀνθρωπίνην σάρκα

καὶ ταύτην ἔμψυχον προσοικίζων τῷ λόγῳ οὐδὲν ἕτερον

ἢ ὅλον συνάπτει τὸν ἄνθρωπον· οὐδὲν γὰρ ἄλλο παρὰ τὴν

νοερὰν φύσιν τῆς ἀνθρωπίνης ψυχῆς ἐστιν ἰδίωμα διὰ τὸ

ἐν πᾶσι τοῖς ἄλλοις κοινωνίαν εἶναι ἡμῖν πρὸς τὰ ἄλογα·

τὸ ἐπιθυμητικόν, τὸ θυμοειδές, ἡ κατὰ τροφὴν ὄρεξις,

ἡ πρὸς τὴν αὔξησιν δύναμις, ὁ κόρος, ὁ ὕπνος, ἡ πέψις,

141

ἡ ἀλλοίωσις, ἡ τοῦ ἀχρειωθέντος ἐκποίησις, πάντα κατὰ

τὸ ἴσον ἐν ἡμῖν καὶ τοῖς ἀλόγοις διά τινος ψυχικῆς δυνάμεως

οἰκονομεῖται. ὁ τοίνυν λέγων ἄνθρωπον εἶναι τὸν προσειλημ-

μένον, ἔμψυχον δὲ τοῦτον διδοὺς οὐδὲν ἕτερον ἢ καὶ νοητὴν

αὐτῷ προσεμαρτύρησε δύναμιν, ὅπερ ἴδιον τῆς ἀνθρωπίνης

ἐστὶ ψυχῆς, ἐξ αὐτῶν, ὧν παρέθετο ἡμῖν, τῶν τοῦ ἀποστόλου

ῥημάτων· ὁ γὰρ εἰπὼν ὅτι Τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα

εἰς θεόν (τῷ γὰρ νόμῳ τοῦ θεοῦ οὐχ ὑποτάσσεται) τῆς

προαιρετικῆς τε καὶ διανοητικῆς δυνάμεως ἐναργῆ τὰ ἰδιώ-

ματα λέγει· τὸ γὰρ ἐπιπειθῶς ἢ ἀντιτύπως πρὸς τὸν νόμον

ἔχειν προαιρέσεως ἴδιον αὐτό τε τὸ τοῦ φρονήματος ὄνομα

οὐκ ἄν τις τῆς κατὰ τὸ φρονεῖν ἐνεργείας ἀποχωρίσειεν.

τὸ δὲ φρονεῖν ταὐτὸν εἶναι τῷ νοεῖν οὐδ' ἂν τῶν κομιδῇ τις

νηπιαζόντων ἀντείποι· ὅ τε ἀντιστρατευόμενος καὶ αἰχμα-

λωτίζων πῶς ἂν τῆς ἐνεργείας τοῦ νοεῖν ἀμοιρήσειεν; οὐ

γὰρ τὸ πρὸς τὰ φαῦλα κινεῖσθαι τοῖς κακοῖς τὴν προαίρεσιν

ἀπόδειξις τοῦ μὴ εἶναι νοῦν ἐν ἐκείνοις ἐστίν, ἀλλὰ καλῆς

μὲν διανοίας ἐκτός εἰσι, νοοῦσι δὲ ὅμως· ἐπεὶ καὶ τὸν ὄφιν

ἐκεῖνον, ὃν δὴ τῆς κακίας ἀρχηγὸν καὶ εὑρετὴν παρὰ τῶν

γραφῶν ἐδιδάχθημεν, οὐκ ἀνόητον εἶναί φησιν ὁ θεόπνευστος

λόγος, πλείονα τῶν ἄλλων προσμαρτυρῶν τούτῳ τὴν φρονι-

μότητα.

Οὐκοῦν ἐξ αὐτῶν, δι' ὧν οἴεται συνιστᾶν τὸν ἑαυτοῦ λόγον,

αἱ παρατεθεῖσαι ἡμῖν φωναὶ τὸ ἀσεβὲς τοῦ κατ' αὐτὸν

δόγματος διελέγχουσιν. οὐ γὰρ ἐν τούτοις μόνοις ὁ ἀπόστολος

ἀνθίστησι τὴν σάρκα τῷ πνεύματι, τουτέστι τὴν πονηρὰν

προαίρεσιν τῇ ἀστειοτέρᾳ ζωῇ, ἀλλὰ καὶ πρὸς Κορινθίους

φησὶ τὸ ἐμπαθὲς αὐτοῖς ὀνειδίζων ὅτι Σάρκινοί ἐστε. ἆρα

κατὰ τὸν χρόνον ἐκεῖνον, καθ' ὃν πρὸς αὐτοὺς ὁ λόγος

ἐγένετο, κατὰ τὴν τριμερῆ τοῦ Ἀπολιναρίου τῶν ἀνθρώπων

τομὴν ἀμέτοχοι τῆς κατὰ τὸν νοῦν ἐνεργείας ἦσαν οἱ ἄν-

θρωποι; ἢ πάντως ἐκ τῆς ἀμέτρου πρὸς τὴν σάρκα διαθέσεως

142

σάρκινοι παρὰ τοῦ Παύλου προσηγορεύθησαν ἐκ τοῦ πλεονά-

ζοντος τὴν ἐπωνυμίαν λαβόντες; καὶ δείκνυσι τὸν τοιοῦτον

λόγον ἡ σύμφρασις τῶν γεγραμμένων· Ὅπου γὰρ ἐν ὑμῖν,

φησί, ζῆλος καὶ ἔρις, οὐχὶ σαρκικοί ἐστε; τὸ δὲ ζηλοῦν καὶ

ἐρίζειν τῆς κατὰ τὸν νοῦν ἐνεργείας ἐστίν. τὰ δὲ τούτων ἐχόμενα

τῆς λογογραφίας ἀπόδειξιν δῆθεν περιέχει διὰ πλειόνων

μαρτυριῶν τοῦ ἐκ τριῶν συνεστάναι τὸν ἄνθρωπον, ἀπὸ

σαρκός τε καὶ ψυχῆς καὶ νοῦ, ἅπερ οὐ πόρρω τοῦ καθ' ἡμᾶς

ἐστι λόγου. ταὐτὸν γάρ ἐστιν ἐκ νοερᾶς ψυχῆς καὶ σώματος

τὸν ἄνθρωπον λέγειν καὶ ἰδιαζόντως τὸν νοῦν ἐφ' ἑαυτοῦ

ἀριθμήσαντα τριχῆ διελεῖν τὴν περὶ τὸν ἄνθρωπον θεωρίαν·

εἰ καὶ ὅτι πολλὰς τοῖς αἱρετικοῖς δίδωσιν ὁ λόγος ἐν τούτῳ

λαβάς· δύναται γάρ, εἰ τὸ νοητικὸν ἐφ' ἑαυτοῦ τις ἀριθμοίη,

ἑτέραν τοῦ θυμοειδοῦς τὴν περιγραφὴν λέγειν καὶ τοῦ ἐπι-

θυμητικοῦ πάλιν ἑτέραν. ἴσως δ' ἄν τις καὶ τὰ λοιπὰ τῆς

ψυχῆς κινήματα κατὰ τὸν λόγον ἐξαριθμούμενος πολυσχιδῆ

τινα καὶ πολυσύνθετον ἀντὶ τοῦ τριμεροῦς ἀποδείξειε τὸν

ἄνθρωπον.

Ἀλλ' ἐάσθω ταῦτα, ὡς ἂν μὴ τοῖς καθ' ἕκαστον ἐπεξιόντες

εἰς ἀμετρίαν ἐκτείνωμεν τὴν ἀντίρρησιν, πρὸς δὲ τὰ ἐφεξῆς

τοῦ λόγου προΐωμεν. κατασκευάσας γὰρ διὰ πολλῶν τὸ

τριφυὲς ἢ τριμερὲς ἢ ὅπως ἂν ἐθέλῃ τις ὀνομάζειν τὸ ἀνθρώ-

πινον σύγκριμα, μέμνηταί τινων καὶ δογμάτων συνοδικῶν

τῶν τε κατὰ Παύλου τοῦ Σαμωσατέως συνειλεγμένων λέγον-

τος <Ἐξ οὐρανοῦ ἀποτεθεῶσθαι τὸν κύριον>· καὶ

τοῦ κατὰ Νίκαιαν ἐκφωνηθέντος, οὗ τὴν ῥῆσιν ἐπὶ λέξεως

τοῦτον τὸν τρόπον εἰρημένην παρέθετο τὸ <Ἐξ οὐρανοῦ

καταβάντα καὶ σαρκωθέντα καὶ ἐνανθρωπήσαντα>.

καὶ ταῦτα εἰπὼν ὡς προκατασκευάσας τὸν μέλλοντα ῥηθή-

σεσθαι λόγον οὕτως ἀπογυμνοῖ τοῦ ἰδίου βουλήματος τὴν

διάνοιαν καί φησιν οἱονεὶ προσοικειῶν τοῖς ἀποδεδειγμένοις

143

οὕτω κατὰ τὴν λέξιν· <Τὸ δὴ πνεῦμα, τουτέστι τὸν

νοῦν, θεὸν ἔχων ὁ Χριστὸς μετὰ ψυχῆς καὶ σώ-

ματος εἰκότως ἄνθρωπος ἐξ οὐρανοῦ λέγεται>.

τί κοινὸν ἔχει τὰ εἰρημένα πρὸς τὰ προάγοντα; ποῦ τοῦτο ἡ

κατὰ τοῦ Σαμωσατέως ἐδογμάτισε σύνοδος; ἀλλ' ἐῶ τὰ

τῆς μνήμης ἡμῶν πρεσβύτερα. τί τοιοῦτον ἐν τοῖς κατὰ

Νίκαιαν δόγμασιν ἔδειξεν; τὸν καταβάντα ἐκ τῶν οὐρανῶν

ἡ πίστις λέγει καὶ σαρκωθέντα, ὡς μὴ πρὸ τῆς καθόδου

νοεῖσθαι τὴν σάρκα, ἀλλὰ δευτερεύειν μετὰ τὴν κάθοδον

τὸν σαρκωθέντα καὶ ἐνανθρωπήσαντα; τοῦτο παρὰ πάντων

ἐν ἐκκλησίαις κηρύσσεται καὶ οὗτος ἡμέτερος, μᾶλλον

δὲ τῆς ἐκκλησίας ὁ λόγος. ποῦ τοίνυν ἐν τοῖς εἰρημένοις

ἐστίν, ὅτι τὸ πνεῦμα, τουτέστι τὸν νοῦν, θεὸν ἔχων ὁ Χριστὸς

μετὰ ψυχῆς καὶ σώματος ἐξ οὐρανοῦ ἄνθρωπος λέγεται;

εἴτε γὰρ ἐπὶ τῆς λέξεως ψιλῆς ἐξετάζοις τὸν λόγον εἴτε καὶ

τὴν τῶν εἰρημένων διάνοιαν, ἐν οὐθετέρῳ τὸ ῥηθὲν εὑρεθή-

σεται. ἡ μὲν γὰρ λέξις τοσοῦτον ἀπέχει τῆς λέξεως καθ'

ὅσον ἀπέχουσι, ψαλμικῶς εἰπεῖν, ἀνατολαὶ ἀπὸ δυσμῶν·

ἡ δὲ διάνοια τῶν εἰρημένων τί κοινὸν πρὸς τὰ δι' ἐκείνης

δηλούμενα δείκνυσιν; φησὶν οὗτος τὸν σαρκωθέντα τῇ ἀν-

θρωπίνῃ σαρκὶ Χριστὸν ἐν ἑαυτῷ θεὸν τὸ πνεῦμα, τουτέστι

τὸν νοῦν, ἔχειν· λέγει δὲ τοῦτο ὁ κελεύων ἔνθεον ἄνθρωπον

μὴ λέγειν τὸν Χριστόν, θεὸν ἔχοντα ἐν ἑαυτῷ ὡς ἄλλον ἐν

ἄλλῳ, αὐτὸς πρὸ τῶν ἄλλων τοῦτο κατασκευάζων. ἡ δὲ τῆς

συνόδου φωνὴ τὸν ἐξ οὐρανοῦ καταβάντα λέγει. νοείτω

μὲν οὖν ὁ πολὺς καὶ ἀκέραιος τὴν ἐκ τῶν οὐρανῶν πρὸς

ἡμᾶς κάθοδον· οὐδὲν γὰρ πρὸς τὴν τοιαύτην ὑπόληψιν

διοισόμεθα, κἂν ὑψηλοτέραν ὁ νοῦς ἐμφαίνῃ διάνοιαν, μὴ

τοπικῶς λέγων καταβαίνειν τὸ θεῖον πανταχοῦ ὂν καὶ

περιδεδραγμένον τῶν ὄντων, ἀλλὰ τὴν πρὸς τὸ ταπεινὸν τῆς

φύσεως ἡμῶν παραδηλῶν συγκατάβασιν· πλὴν ὅπως ἂν

ᾖ φίλον τῷ βουλομένῳ δέχεσθαι τὴν κάθοδον, τὸν σαρκω-

144

θέντα πάλιν ὁ τῆς συνόδου λόγος φησὶ καλῶς καὶ τοῦτο

λέγων· πῶς γὰρ ἂν οἰκειότερον τὴν ἐκ γυναικὸς ἡρμήνευσε

γέννησιν; οὐ γάρ, ᾗ θεός ἐστιν, αὐτὸς καθ' ἑαυτὸν ἐκ γυ-

ναικὸς ἐγεννήθη. ὁ γὰρ πρὸ τῆς κτίσεως ὢν τῷ διὰ σαρκὸς

γεγεννῆσθαι αὐτὸ τὸ εἶναι οὐκ ἐπιδέχεται· ἀλλὰ τῷ ἁγίῳ

πνεύματι προοδοποιήσας τὴν τῆς ἰδίας δυνάμεως εἴσοδον

καὶ μηδὲν τῆς ὑλικῆς ἀφορμῆς πρὸς τὴν κατασκευὴν τοῦ

οἰκείου σκήνους προσδεηθεὶς κατὰ τὸ εἰρημένον περὶ τῆς

σοφίας Ἑαυτῷ ᾠκοδόμησεν οἶκον τὸν ἐκ τῆς παρθένου

χοῦν ἀνθρωποποιήσας, δι' οὗ συνεκράθη πρὸς τὸ ἀνθρώπινον.

Ποῦ τοίνυν ἐν τούτοις φησὶν ὁ λόγος, ὅπερ τῷ Ἀπολι-

ναρίῳ δοκεῖ, 〈ὅτι〉 τὸ πνεῦμα, τουτέστι τὸν νοῦν, θεὸν ἔχων ὁ

Χριστὸς μετὰ ψυχῆς καὶ σώματος, εἰκότως ἐξ οὐρανοῦ ἄν-

θρωπος λέγεται; εἰ μὲν γὰρ ἔξεστι κατ' ἐξουσίαν αὐτῷ πρὸς

τὸ δοκοῦν ἕλκειν τὰ θεῖα λόγια καὶ κατὰ τοὺς τῶν ὀνείρων

ὑποκριτάς, ὅπερ ἂν ἐθέλῃ, τοῦτο τῷ γράμματι προσαρμόζειν

τὸ νόημα, ταῦτα καὶ τὰ τοιαῦτα τοῖς θείοις λόγοις ἐπιφημι-

ζέτω νοήματα· εἰ δὲ τοὺς γραώδεις μύθους καὶ τὰς βεβήλους

καινοφωνίας κατὰ πάντα τρόπον ἀπωθεῖσθαί φησι δεῖν ὁ

ἀπόστολος, οὐδαμῶς συγχωρητέον αὐτῷ συναρμόζειν ἀλλή-

λοις τὰ ἀκοινώνητα καὶ προσκολλᾶν τὰ ἀσύμβατα. καὶ μᾶλλον

δ' ἂν ἡμῖν αὐτὸς δι' ὧν ἐπαγωνίζεται τοῖς εἰρημένοις πρὸς

ἀνατροπὴν τοῦ δόγματος αὐτοῦ συμμαχήσειε· φησὶ γὰρ

ὅτι καὶ ὁ Παῦλος τὸν πρῶτον Ἀδὰμ ψυχὴν καλεῖ μετὰ σώ-

ματος οὖσαν, καλῶς τοῦτο καὶ ὑπὲρ τῆς ἀληθείας εἰπών.

ἆρα οὖν ὁ πρῶτος ἄνθρωπος, ὁ εἰς ψυχὴν ζῶσαν παρὰ τοῦ

Παύλου μνημονευθείς, κτηνείαν τινὰ ψυχὴν εἶχε καὶ ἄλογον;

καὶ μὴν οὐκ ὀλίγην αὐτῷ προσμαρτυρεῖ τὴν διανοητικὴν

χάριν ἡ ἱστορία· προσήγετο μὲν γὰρ αὐτῷ παρὰ τοῦ θεοῦ τὰ

145

ζῷα, τῆς δὲ τῶν ὀνομάτων εὑρέσεως ἐκεῖνος κύριος ἦν, τὸ

προσφυὲς καὶ ἁρμόδιον ἑκάστῳ περινοῶν. ἀλλὰ καὶ ἡ

παρακοὴ καὶ ἡ περὶ τὰ μὴ δέοντα συνδιάθεσις καὶ ἡ ἐπὶ

τοῖς πεπραγμένοις αἰσχύνη καὶ τὸ πρόσφορον ἐπὶ τοῖς

ἐγκλήμασιν ἀπολογίαν εὑρεῖν, πάντα ταῦτα τῆς κατὰ τὸν

νοῦν ἐνεργείας ἀπόδειξις γίνεται. τί δήποτε τοίνυν παρεσιω-

πήθη παρὰ τοῦ Παύλου τὸ νοερὸν τῆς ψυχῆς ἐπὶ τοῦ Ἀδάμ;

ἢ δῆλον ὅτι τῷ μέρει συνονομάζεται τὸ λειπόμενον, ὡς τῷ

Πρὸς σὲ πᾶσα σὰρξ ἥξει διὰ τῆς σαρκὸς ὅλον σημαίνει ὁ

Δαβὶδ τὸ ἀνθρώπινον· καὶ ὁ Ἰακὼβ ἐν ἑβδομήκοντα πέντε

ψυχαῖς τοῖς Αἰγυπτίοις ἐπιξενούμενος οὐκ ἄνους οὐδὲ

ἄσαρκος κατὰ τὸν χρόνον ἐκεῖνον ὑπὸ τῆς γραφῆς ἱστορεῖται.

Ἀλλά φησιν ὁ λογογράφος ὅτι ὁ <δεύτερος ἄνθρωπος

ἐξ οὐρανοῦ πνευματικὸς λέγεται καὶ τοῦτο

σημεῖον ποιεῖται τοῦ ἄνουν εἶναι τὸν τῷ θεῷ

συγκραθέντα ἄνθρωπον>. καίτοι πρόχειρος τῆς ἀτοπίας

ὁ ἔλεγχος ἐξ αὐτῶν, ὧν παρέθετο. ὁ γὰρ εἰπὼν Οἷος ὁ ἐπου-

ράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι πόρρω τῆς τοιαύτης

ὑπονοίας ἀφίστησιν. εἰ γὰρ οἱ πεπιστευκότες τῷ ἐξ οὐρανῶν

ἥκοντι καὶ αὐτοὶ παρὰ τοῦ Παύλου ἐπουράνιοι λέγονται, οἱ

μετατεθεικότες, καθώς φησιν, εἰς οὐρανοὺς τὸ πολίτευμα,

καὶ οἷος ἐκεῖνος ὁ ἐπουράνιος, τοιούτους εἶναι καὶ τούτους

τοὺς ἐπουρανίους φησὶν ὁ ἀπόστολος, οὐδεὶς δὲ ἄνους τῶν

παραδεξαμένων τὴν πίστιν· ἀνάγκη πᾶσα τὴν ὁμοιωτικὴν

ταύτην σύγκρισιν ἀπόδειξιν γενέσθαι τοῦ καθ' ὁμοιότητα τῶν

ἀνθρώπων καὶ ἐν ἐκείνῳ τὸν νοῦν εἶναι. Οἷος γάρ, φησίν, ὁ

ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι· ὥστε ἢ ἐν πᾶσι

τὸν νοῦν ἢ ἐν οὐδενὶ κατ' ἀνάγκην ὁμολογήσουσιν. ὥσπερ

γὰρ τὰ τοῦ χοϊκοῦ ἰδιώματα τοῖς ἐξ ἐκείνου ἐνθεωρεῖται,

οὕτως ἐπάναγκες κατὰ τὴν τοῦ ἀποστόλου ἀπόφασιν τὸν

κατὰ πάντα πεπειραμένον τοῦ ἡμετέρου βίου καθ' ὁμοιότητα

146

χωρὶς ἁμαρτίας—ὁ δὲ νοῦς ἁμαρτία οὐκ ἔστι—πρὸς

πᾶσαν ἡμῶν οἰκείως ἔχειν τὴν φύσιν. οὕτω γὰρ τὸ ἀποστολι-

κὸν ἀληθεύεται τὸ ἡμᾶς κατ' ἐκεῖνον εἶναι, εἰ ὁμολογηθείη

κἀκεῖνος καθ' ἡμᾶς γεγενῆσθαι, ἵνα ἐκ τοῦ γενέσθαι οἷος

ἡμεῖς ἡμᾶς ποιήσῃ οἷος ἐκεῖνος.

Πάλιν τοίνυν τῶν παρ' αὐτοῦ ῥηθέντων ἐπιμνησθησώ-

μεθα· <Καθὸ καὶ τὸν πρότερον Ἀδὰμ ὁ Παῦλος

ψυχὴν καλεῖ μετὰ σώματος οὖσαν καὶ οὐκ ἄνευ

σώματος, τῷ δὲ ὅλῳ τὴν ἐπωνυμίαν διδοῦσαν,

κἂν ἐφ' ἑαυτῆς καὶ αὐτὴ κατὰ σύλληψιν τοῦ

πνεύματος καλῆται ψυχή>. ταῦτα λέγων ὁμολογεῖ τὰ

τρία κατὰ σύλληψιν τῷ τῆς ψυχῆς καλεῖσθαι ὀνόματι ὡς περιει-

λημμένης τῆς τε τοῦ σώματος καὶ τῆς τοῦ πνεύματος ἐν

τῷ αὐτῷ σημασίας. ἀλλὰ τὸν ἔσχατον, φησί, πνεῦμα ζωο-

ποιοῦν ὁ Παῦλος καλεῖ. ὅπερ οὖν ἐν ἐκείνῳ διὰ τοῦ πλεονά-

ζοντος κεκρατηκέναι τὴν ἐπωνυμίαν κατὰ τῶν λοιπῶν τῶν

σημαινομένων ἔδειξε, τοῦτο πάντως καὶ ἐπὶ τούτου τὴν

ἴσην δύναμιν ἔχει. εἰ γὰρ ὁ Ἀδάμ, ἐπειδὴ ἥμαρτε, ψυχὴ

λέγεται, ὁ τῷ θεῷ ἐγκραθεὶς ἄνθρωπος, ἐπειδὴ Ἁμαρτίαν

οὐκ ἐποίησεν οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ, πνεῦμα

τὸ ὅλον κατονομάζεται. ἀλλ' οὐ καταδέχεται τὴν τοιαύτην

διάνοιαν· φησὶ γὰρ ἐκεῖνον μὲν ἐκ γῆς χοϊκόν, διότι τὸ σῶμα

ἐκ τοῦ χοῦ πλασθὲν ἐψυχώθη. ἆρα ὁ νοῦς, ὅπερ ὀνομάζει

πνεῦμα, οὐ συγκατεβλήθη τῷ κατὰ τὸν Ἀδὰμ πλάσματι;

οὐκοῦν ἐν τίνι αὐτῷ ἡ πρὸς τὸν θεὸν ὁμοιότης; τίς δὲ ἡ

ἐκ τοῦ θείου ἐμφυσήματος ἀπορροή, εἰ μὴ ὁ νοῦς ταῦτα εἶναι

πιστεύοιτο; τοῦτον δέ φησιν ἐξ οὐρανοῦ διὰ τοῦτο καλεῖσθαι,

διότι τὸ πνεῦμα τὸ οὐράνιον ἐσαρκώθη. τίς γραφὴ ταῦτα

147

λέγει; εἰς τίνα τῶν ἁγίων ἀναφέρει τὸν λόγον, ὅτι πνεῦμα

ἐσαρκώθη; οὐχ οὕτως παρὰ τῶν εὐαγγελίων ἠκούσαμεν,

οὐχ οὕτως παρὰ τῆς μεγάλης τοῦ ἀποστόλου φωνῆς ἐδι-

δάχθημεν, ἀλλ' ὅτι μὲν Ὁ λόγος σὰρξ ἐγένετο, λέγει τὸ

κήρυγμα καὶ ἐν εἴδει περιστερᾶς τὸ πνεῦμα καταβῆναί

φησιν ἡ εὐαγγελικὴ ἱστορία· σάρκωσιν δὲ πνεύματος οὐδεὶς

εἶπε τῶν τῷ πνεύματι λαλούντων μυστήρια. Ἡ δόξα κατε-

σκήνωσεν ἐν τῇ γῇ ἡμῶν· καὶ Ἡ ἀλήθεια ἐκ τῆς γῆς ἀνέτειλε·

καὶ Θεὸς ἐφανερώθη ἐν σαρκί· καὶ Δικαιοσύνη ἐκ τοῦ

οὐρανοῦ διέκυψε· καὶ ἄλλα τοιαῦτα πολλά. πνεῦμα δὲ σαρ-

κούμενον ἡ θεόπνευστος οὐκ οἶδε γραφή.

<Καὶ προϋπάρχει>, φησίν, ὁ <ἄνθρωπος Χριστὸς

οὐχ ὡς ἑτέρου ὄντος παρ' αὐτὸν τοῦ πνεύματος,

τουτέστι τοῦ θεοῦ, ἀλλ' ὡς τοῦ κυρίου ἐν τῇ τοῦ

θεοῦ ἀνθρώπου φύσει θείου πνεύματος ὄντος>.

ταῦτα μὲν ἐπὶ λέξεως τοῦ λογογράφου τὰ ῥήματα. ἐπειδὴ

δέ πως τῇ ἀτονίᾳ τῆς ἑρμηνευτικῆς δυνάμεως οὐκ ἄγαν

ἔκδηλόν ἐστιν ἐν σαφηνείᾳ τὸ νόημα, πρότερον ἀπογυμνώσω

τοῦ ζόφου τῆς λέξεως τὴν ἐγκειμένην διάνοιαν, εἶθ' οὕτω

προθήσω τῇ ἐξετάσει τὸν λόγον. προϋπάρχει, φησίν, ὁ ἄν-

θρωπος Χριστός. συνεπινοεῖ τῷ ἐν ἀρχῇ ὄντι λόγῳ τὸν

φανέντα ἄνθρωπον ὡς προϋπάρχοντα πρὸ τῆς φανερώσεως

καὶ ἐπεξεργάζεται διὰ τοῦ ἀκολούθου τὸ νόημα. φησὶ γὰρ

ὅτι οὐχ ἕτερόν ἐστι παρ' αὐτὸν τὸ πνεῦμα, κατασκευάζων

διὰ τούτου αὐτὴν τοῦ υἱοῦ τὴν θεότητα ἐξ ἀρχῆς ἄνθρωπον

εἶναι, ὅπερ σαφέστερον διὰ τοῦ ἐφεξῆς δείκνυται λόγου·

φησὶ γὰρ ὅτι ὁ κύριος ἐν τῇ τοῦ θεοῦ ἀνθρώπου φύσει θεῖον

πνεῦμα ἦν. μίαν ἐποίησε τοῦ θεοῦ τε καὶ ἀνθρώπου τὴν

φύσιν καὶ ἀνθρώπων δύο τὴν συναλοιφὴν κατωνόμασεν.

148

ἡ μὲν οὖν διάνοια τῶν εἰρημένων αὕτη, ὅτι τὸ διὰ σαρκὸς ἐκ

τῆς παρθένου φανερωθὲν οὐ μόνον κατὰ τὴν τῆς θεότητος

ἀϊδιότητα προεπινοεῖται τῶν ὄντων, καθὼς πάντες πιστεύο-

μεν, ἀλλὰ καὶ κατ' αὐτὴν τὴν σάρκα. ἐπάγει γὰρ τοῖς εἰρημέ-

νοις εἰς τὴν τῆς τοιαύτης ὑπολήψεως μαρτυρίαν τὸ Πρὶν

Ἀβραὰμ γενέσθαι ἐγώ εἰμι· καὶ τὴν τοῦ Ἰωάννου φωνὴν

τὸ Πρῶτός μου ἦν· καὶ Εἷς κύριος, δι' οὗ τὰ πάντα· καὶ

Αὐτός ἐστι πρὸ πάντων· καί τινα τοῦ Ζαχαρίου φωνήν,

ἣν ὡς βεβιασμένως πρὸς τὸν σκοπὸν τοῦτον ἐπισυρεῖσαν

παρήσομεν. ἐγὼ τοίνυν, εἰ μὲν ἐλάνθανε διά τινος νοημάτων

περιβολῆς ἡ τοῦ ἀτόπου κατασκευή, καλῶς ἂν περὶ τὸν

ἔλεγχον τῶν κεκρυμμένων ἐσπούδαζον· ἐπεὶ δὲ διαρρήδην

βοᾷ τὴν ἀσέβειαν, οὐκ οἶδα τί ἂν πλέον ἐκ τῶν ἡμετέρων

γένοιτο λόγων. εἰ προαιώνιος ἡ σάρξ, εἰ πρὸ τοῦ Ἀβραὰμ

γενέσθαι τῷ ἐκ Μαρίας ἦν, ἄρα πρεσβυτέρα τοῦ Ναχὼρ

ἡ παρθένος· ἄρα καὶ πρὸ τοῦ Ἀδὰμ ἡ Μαρία. καίτοι τί

τοῦτο λέγω; αὐτῆς, ὡς ἔοικε, προγενεστέρα τῆς τῶν ὄντων

συστάσεως καὶ αὐτῶν τῶν αἰώνων ἀρχαιοτέρα. εἰ γὰρ

ἐσαρκώθη μὲν ἐν τῇ παρθένῳ, ἡ δὲ σὰρξ Ἰησοῦς λέγεται,

ἐκεῖνον δὲ πρὸ πάντων εἶναι διὰ τοῦ ἀποστόλου μαρτύρεται,

ὡς ἔοικε, τῇ τοῦ πατρὸς ἀϊδιότητι συνεπινοεῖσθαι καὶ τὴν

Μαρίαν ὁ γενναῖος κατασκευάζει. καὶ σιωπῶ τὰ λίαν ἀπεμ-

φαίνοντα, πρὸς ἃ κατὰ τὸ ἀκόλουθον ἡ ἀτοπία τῆς καινοφω-

νίας ἐκφέρεται· ἴδοι γὰρ ἂν ὁ ἀγχίνους ἐκ τοῦ ἀκολούθου τὸ

ἄτοπον, κἂν μὴ τῇ λέξει τὴν ἀσχημοσύνην παραγυμνώσωμεν.

Ἀλλὰ παραδράμωμεν τὴν τῶν νοημάτων τούτων δυσ-

ωδίαν, τοσοῦτον παρασημηνάμενοι μόνον ὅτι, εἰ προαιώνιος

ἡ σάρξ, οὐ κεκένωται ἡ θεότης, οὐχ ὑπῆρχεν ἐν θεοῦ μορφῇ

ὁ υἱός, οὐ μετημφιάσατο τὸ δουλικὸν πρόσωπον· ἀλλ' ὅπερ

149

ἦν τῇ φύσει, τοῦτο ἐφανερώθη νῦν, οὐκ ἐταπεινώθη. ἵλεως δὲ

εἴη τῷ λόγῳ ὁ Λόγος—ἀλλὰ σιωπῶ τὸ λειπόμενον. εἰ πρὸ

πάντων ἡ σάρξ, ἐξ ἀσθενείας ἄρα τὰ πάντα, οὐκ ἐκ δυνάμεως·

Τὸ γὰρ πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής. ἄρα εἰ καὶ

μέχρι τούτου μόνον τὴν ἀτοπίαν ἵστησι, καὶ τίς οὐκ ἂν ἐκ

τοῦ ἀκολούθου καὶ τὰ συνημμένα τούτοις κατανοήσειεν;

πάντως γὰρ πάντα τὰ τῆς σαρκὸς ἰδιώματα συνεπινοήσει τῷ

μετὰ τῆς σαρκὸς ὄντι πρὸ τῶν αἰώνων, τὸν κόπον, τὴν λύπην,

τὸ δάκρυον, τὴν δίψαν, τὸν ὕπνον, τὴν κατὰ πεῖναν ἔνδειαν

καὶ τὸ ἔτι τούτου παραλογώτερον. ἐπειδὴ δὲ Παιδίον ἐγεν-

νήθη ἡμῖν, καθὼς ἡ θεία φωνὴ λέγει, καὶ Ὤφθη παρὰ τῶν

ποιμένων ἐν σπαργάνοις ὁ κύριος, καθώς φησιν ὁ Λουκᾶς,

〈καὶ〉 ὅτι Προέκοπτεν Ἰησοῦς ἡλικίᾳ καὶ σοφίᾳ καὶ χάριτι,

τελειούμενος, ἕως ἐπὶ τὸ μέτρον προῆλθε τῆς ἀνθρωπότητος

ὁδῷ βαδίζων διὰ τῆς φύσεως, τί ἐροῦσιν 〈οἱ〉 πρὸ τῶν αἰώνων

τὴν σάρκα βλέποντες, ποίῳ μέτρῳ τοῦ σώματος πρὸ

τῶν αἰώνων ἦν; διὰ πάσης γὰρ ἐν τῷ κατὰ ἄνθρωπον βίῳ

διεξῆλθε τῆς ἡλικίας. ἆρα παῖς ἦν ἐκεῖνος ὁ ἄνθρωπος, ὁ

πρὸ πάσης τῆς κτίσεως ὤν, ἢ βρέφος νήπιον ἢ μειράκιον

ἢ εὐθὺς ἐν τελείῳ τῷ σώματι; ἀλλ' εἰ παῖδα λέγουσι, πάντως

καὶ τὴν αἰτίαν προσθήσουσι, πῶς τοσούτου παρελθόντος

αἰῶνος ἐπὶ τὸ τέλειον τῆς ἡλικίας οὐκ ἔφθασεν; εἰ δὲ τέλειον

λέγουσι, τοῦτο μαθεῖν ἀξιώσομεν, πῶς ἐν τῇ ἀνθρωπίνῃ γενέ-

σει συστέλλεται εἰς τὴν νηπιώδη βραχύτητα; ποῦ καταλείπει

τὸ περιττεῦον τοῦ σώματος; πῶς εἰς ὀλίγην περιγραφὴν ὁ

ὄγκος ἀποσμικρύνεται; εἶτα πάλιν πῶς πρὸς τὸ ἴδιον μέτρον

ἐπανάγει τὸν ὄγκον τοῦ σώματος; πότερον ὅπερ εἶχεν ἐξ

ἀρχῆς ἀναλαμβάνων διὰ τῆς κατ' ὀλίγον αὐξήσεως ἢ ἕτερον

150

ἐν ἑαυτῷ διὰ τῆς τροφῆς προστιθείς; ἀλλ' εἰ μὲν τὸ ἀρχαῖον

φήσουσι, περιττὴν πάντως τὴν τροφὴν ἀποδείξουσιν· εἰ δὲ

οὐκ ἀρνοῦνται τροφῆς μετεσχηκέναι τὸν κύριον, τί ἐροῦσι

περὶ τῆς ἄνω καταλειφθείσης σαρκός, ἧς τὸ πολὺ κατὰ τὸ

εἰκὸς κατελείφθη, μόνον δὲ τοσοῦτον ἀπ' αὐτῆς ἐλήφθη,

ὅσον ἡ νηδὺς τῆς παρθένου ἐχώρησεν; πάντως γάρ τι καὶ

περὶ αὐτῆς τερατεύσονται καὶ συνθήσουσι διὰ τούτων

ἕτερα δόγματα, ἐφ' ἅπερ 〈ἂν〉 αὐτοὺς ἡ ἀκολουθία τῆς

ἀτοπίας τῶν μύθων κατ' ἀνάγκην προάγηται.

Ἀλλὰ παρείσθω καὶ ταῦτα. ἐκεῖνο δέ τις οὐκ ἂν ἀλόγως

ἐπιζητήσειε παρὰ τῶν τὴν θείαν ἐκείνην σάρκωσιν προαιώ-

νιον δογματιζόντων. εἰ γὰρ πάντοτε τὴν σάρκα περὶ αὐτὸν

οἴονται, θεὸν δὲ εἶναι τὴν σάρκα φασί, πᾶσα δὲ σὰρξ ἀντίτυπός

ἐστι τῷ ἁπτομένῳ, τὸ δὲ ἀντίτυπον ὑλῶδες καὶ σύνθετον,

τὸ δὲ σύνθετον καὶ διαλυτὸν πάντως, ἀνάγκη πᾶσα διὰ τού-

των καὶ ὑλικὸν αὐτὸν ἐγκατασκευάζεσθαι καὶ ἐκ διαφόρων

συγκείμενον καὶ ἀναμένοντα φυσικῶς τὴν διάλυσιν. οἴδαμεν

γάρ, ὅτε ἀνθρωπικῶς τοῖς ἀνθρώποις ἐπεχωρίαζεν, ἐκ τί-

νων εἶχε τὸ σῶμα τὴν σύνθεσιν· ὅτι διὰ σαρκῶν καὶ ὀστέων

καὶ αἵματος καθ' ὁμοιότητα τῶν ἄλλων κἀκεῖνο ἦν ἔκ τε

τοῦ τύπου τῶν ἥλων καὶ ἐκ τοῦ προχεθέντος διὰ τῆς λόγχης

αἵματος καὶ ἐκ τοῦ πρὸς τοὺς ἀπιστοῦντας τῷ φαινομένῳ

εἰπεῖν ταῦτα τὸν κύριον ὅτι Ψηλαφήσατέ με [καὶ ἴδετε] καὶ

γνῶτε, ὅτι τὸ πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, ὥσπερ ἐμὲ

θεωρεῖτε ἔχοντα. εἰ οὖν ἡ θεία σάρκωσις, καθὼς ὁ Ἀπολινά-

151

ριος λέγει, οὐ τὴν ἀρχὴν ἐκ τῆς παρθένου ἔσχεν, ἀλλὰ καὶ

πρὸ τοῦ Ἀβραὰμ καὶ πρὸ πάσης κτίσεως ἦν, τοιαύτη

πάντως ἦν, οἵα τοῖς μαθηταῖς ἑωρᾶτο, στερρὰ καὶ ἀντιτυπὴς

σαρκί τε καὶ ὀστέοις διειλημμένη. οὐκοῦν ταῦτα πάντοτε

ἦν καὶ οὐδεμία πρὸς τὸ ταπεινὸν αὐτῷ γέγονε κάθοδος,

ἀλλὰ τὸ λανθάνον, θεῖον κατὰ φύσιν ὄν, τοῦτο τῷ τῆς ἐναν-

θρωπήσεως ἐφανερώθη καιρῷ. τί τοιοῦτον Ἄρειος, τί δὲ

ὁ τούτου χείρων Εὐνόμιος ἐπὶ καθαιρέσει τῆς δόξης τοῦ

μονογενοῦς ἐνενόησεν, οἷον διὰ τῆς τοιαύτης ἡμῖν λογο-

γραφίας ὑπὸ τοῦ Ἀπολιναρίου κατασκευάζεται; θεὸς ἔν-

σαρκος πρὸ αἰώνων, ὀστώδης τις καὶ τετριχωμένος καὶ

δέρματι καὶ νεύροις καὶ σαρκὶ καὶ πιμελαῖς διειλημμένος καὶ

ἐκ διαφόρων συγκείμενος καὶ τὸ ἁπλοῦν τε καὶ ἀσύνθετον

ἐν ἑαυτῷ μὴ ἔχων, ὁ λόγος ὁ ἐν ἀρχῇ ὢν καὶ πρὸς τὸν θεὸν

ὤν, ὁ ἐπ' ἐσχάτων ἡμερῶν τῇ πρὸς τὸ ταπεινὸν τῆς φύσεως

ἡμῶν κοινωνίᾳ σὰρξ ὑπὸ φιλανθρωπίας γενόμενος, διὰ

τοῦτο τῷ ἀνθρώπῳ ἀνακραθεὶς καὶ πᾶσαν ἐν ἑαυτῷ τὴν

ἡμετέραν φύσιν δεξάμενος, ἵνα τῇ πρὸς τὸ θεῖον ἀνακράσει

συναποθεωθῇ τὸ ἀνθρώπινον διὰ τῆς ἀπαρχῆς ἐκείνης

παντὸς συναγιαζομένου τοῦ τῆς φύσεως ἡμῶν φυράματος.

Ἀλλὰ παραδραμεῖν οἶμαι χρῆναι τὴν ἐφ' ἑκάστῳ τῶν

εἰς τοῦτο παρατεθέντων αὐτῷ θείων πεπλανημένην ὑπό-

ληψιν· τὰ γὰρ ἐκ τοῦ προχείρου ὄντα καταφανῆ περιττὸν

ἂν εἴη διεξετάζοντα μηκύνειν τὸν λόγον. εἰς γὰρ μαρτυρίαν

τοῦ ἀεὶ αὐτὸν ἐν σαρκί τε καὶ αἵματι εἶναι τὴν ἀποστολικὴν

παρέθετο ῥῆσιν τὴν λέγουσαν δι' αὐτοῦ ἡμᾶς εἰληφέναι τὴν

ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ, τὴν ἄφεσιν τῶν

ἁμαρτιῶν διὰ τῆς σαρκὸς αὐτοῦ—ὅπερ, ὅτι πρὸς ἑτέραν

βλέπει διάνοιαν, οὐκ ἂν οἶμαί τινας τῶν νοῦν ἐχόντων

ἀμφιβάλλειν. τίς γὰρ οὐκ οἶδε τὸ θεῖον μυστήριον, ὅτι ὁ

152

ἀρχηγὸς τῆς σωτηρίας ἡμῶν ὡς ποιμὴν τὸ πεπλανημένον

πρόβατον μέτεισιν; ἡμεῖς δὲ οἱ ἄνθρωποί ἐσμεν ἐκεῖνο τὸ

πρόβατον, οἱ τῆς λογικῆς ἑκατοντάδος ἀποβουκοληθέντες

διὰ τῆς ἁμαρτίας. καὶ λαμβάνει ἐπὶ τῶν ἰδίων ὤμων ὅλον

τὸ πρόβατον· οὐδὲ γὰρ ἐν μέρει ἦν τοῦ προβάτου ἡ πλάνη,

ἀλλ' ἐπειδὴ ὅλον ἀπεφοίτησε, καὶ ὅλον ἐπανάγεται· οὐχ

ἡ μὲν δορὰ βαστάζεται, τὸ δὲ ἐντοσθίδιον καταλείπεται,

καθὼς Ἀπολινάριος βούλεται. τοῦτο δὲ ἐν τοῖς ὤμοις τοῦ

ποιμένος, τουτέστιν ἐν τῇ θεότητι τοῦ κυρίου γενόμενον ἓν

πρὸς ἐκεῖνον διὰ τῆς ἀναλήψεως γίνεται. διὰ τοῦτο θέλων

ἐπιζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός, ἐπειδὴ εὗρε τὸ ζητού-

μενον, ἀνέλαβεν ἐφ' ἑαυτοῦ τὸ εὑρημένον· οὐ γὰρ ἔτι τοῖς

ἰδίοις ποσὶ τοῖς πλανηθεῖσιν ἅπαξ ἐκινεῖτο τὸ πρόβατον,

ἀλλ' ὑπὸ τῆς θεότητος ἐκομίζετο. διὰ τοῦτο τὸ μὲν φαινό-

μενον πρόβατον, τουτέστιν ἄνθρωπος, τὰ δὲ ἴχνη αὐτοῦ,

κατὰ τὸ γεγραμμένον, οὐκ ἐγινώσκετο. οὐδὲν γὰρ ἁμαρτίας

ἢ πλάνης ἴχνος τῷ ἀνθρωπίνῳ βίῳ ἐνεσημήνατο ὁ ἐφ' ἑαυτοῦ

φέρων τὸ πρόβατον· ἀλλ' οἷα εἰκὸς ἦν θεοῦ ἴχνη διὰ τῆς τοῦ

βίου πορείας ἐντυπωθῆναι, ταῦτα ἐφαίνετο, ἅτινα ἦν δι-

δασκαλίαι καὶ θεραπεῖαι καὶ νεκρῶν ζωοποιήσεις καὶ τὰ

ἄλλα θαύματα. τοῦτο τοίνυν τὸ πρόβατον ἐφ' ἑαυτοῦ λαβὼν ὁ

ποιμὴν ἓν πρὸς ἐκεῖνο ἐγένετο· διὰ τοῦτο καὶ τῇ τοῦ προβάτου

φωνῇ τοῖς ποιμνίοις λαλεῖ. πῶς γὰρ ἂν ἐχώρησεν ἀνθρωπίνη

ἀσθένεια θείας φωνῆς προσβολήν; ἀλλ' ἀνθρωπικῶς, ὡς

δ' ἄν τις εἴποι προβατικῶς, ἡμῖν διαλέγεται λέγων Τὰ ἐμὰ

πρόβατα τῆς ἐμῆς φωνῆς ἀκούει. ὁ οὖν ἀναλαβὼν ἐφ' ἑαυτοῦ

τὸ πρόβατον ποιμὴν καὶ δι' ἐκείνου ἡμῖν φθεγγόμενος καὶ

πρόβατόν ἐστι καὶ ποιμήν· ἐν μὲν τῷ ἀναληφθέντι πρόβατον·

ἐν δὲ τῷ ἀνειληφότι ποιμήν.

Ἐπεὶ οὖν ἔδει τὸν καλὸν ποιμένα τὴν ψυχὴν ἑαυτοῦ

θεῖναι ὑπὲρ τῶν προβάτων, ἵνα διὰ τοῦ ἰδίου θανάτου

153

καταλύσῃ τὸν θάνατον, τότε γίνεται τὸ συναμφότερον ὁ

ἀρχηγὸς τῆς σωτηρίας ἡμῶν τῇ ἀνθρωπίνῃ φύσει καὶ ἱερεὺς

καὶ ἀμνὸς ἐν τῷ δυναμένῳ δέξασθαι τὴν κοινωνίαν τοῦ πάθους

ἐνεργήσας τὸν θάνατον. ἐπειδὴ γὰρ οὐδὲν ἕτερόν ἐστιν ὁ

θάνατος εἰ μὴ διάλυσις ψυχῆς τε καὶ σώματος, ὁ πρὸς

ἀμφότερα ἑαυτὸν ἑνώσας, πρός τε τὴν ψυχήν φημι καὶ τὸ

σῶμα, οὐθετέρου χωρίζεται (Ἀμεταμέλητα γὰρ τοῦ θεοῦ τὰ

χαρίσματα, καθώς φησιν ὁ ἀπόστολος)· ἀλλὰ καὶ τῷ σώματι

καὶ τῇ ψυχῇ ἑαυτὸν ἐπιμερίσας διὰ μὲν τῆς ψυχῆς ἀνοίγει

τῷ λῃστῇ τὸν παράδεισον, διὰ δὲ τοῦ σώματος ἵστησι τῆς

φθορᾶς τὴν ἐνέργειαν· καὶ τοῦτό ἐστιν ἡ τοῦ θανάτου κατά-

λυσις, τὸ ἀνενέργητον γενέσθαι τὴν φθορὰν ἐν τῇ ζωοποιῷ

φύσει ἀφανισθεῖσαν· τὸ γὰρ ἐπὶ τούτων γενόμενον κοινὴ τῆς

φύσεως ἡμῶν εὐεργεσία καὶ χάρις γίνεται. καὶ οὕτω πάντα

τὰ διεστῶτα συνάπτει διὰ τῆς ἀναστάσεως ὁ ἐν ἀμφοτέροις

ὤν, ὁ κατ' ἐξουσίαν τὸ μὲν σῶμα διδοὺς τῇ καρδίᾳ τῆς γῆς,

καθὼς γέγραπται, τὴν δὲ ψυχὴν ἀφ' ἑαυτοῦ τιθείς, ὡς μὲν

πρὸς τὸν πατέρα φησὶν ὅτι Ἐν ταῖς χερσί σου παρατίθημι

τὸ πνεῦμά μου, ὡς δὲ πρὸς τὸν λῃστὴν 〈ὅτι Σήμερον μετ'

ἐμοῦ ἔσῃ〉 ἐν τῷ παραδείσῳ, ἀληθεύων δι' ἑκατέρων· οὐ

γὰρ ἄλλοθί που πιστεύειν χρὴ τὴν θείαν ἐκείνην εἶναι

διαγωγὴν ἥπερ παράδεισος λέγεται, εἰ μὴ ἐν τῇ πολυχώρῳ

τοῦ πατρὸς παλάμῃ, καθώς φησι καὶ ὁ προφήτης πρὸς τὴν

ἄνω Ἰερουσαλὴμ ἐκ προσώπου κυρίου τὸν λόγον ποιούμενος

Ἐπὶ τῶν χειρῶν μου ἐζωγράφηκά σου τὰ τείχη καὶ ἐνώπιόν

μου εἶ διὰ παντός. οὕτω τοίνυν καὶ ἐν τῷ θανάτῳ γίνεται

καὶ ὑπὸ τοῦ θανάτου οὐ κυριεύεται. τὸ μὲν γὰρ σύνθετον

μερίζεται· τὸ δὲ ἀσύνθετον λύσιν οὐκ ἐπιδέχεται· ἀλλὰ παρα-

μένει μὲν 〈ἐν〉 τῷ μερισμῷ τοῦ συνθέτου ἡ ἀσύνθετος φύσις

154

καὶ τῆς ψυχῆς τοῦ σώματος ἀποχωρούσης οὐθετέρου χωρί-

ζεται. τεκμήριον δὲ ἡ ἐνέργεια, καθὼς εἴρηται, ἐπὶ μὲν τοῦ

σώματος τὴν ἀφθαρσίαν, ἐπὶ δὲ τῆς ψυχῆς τὴν ἐν παραδείσῳ

διαγωγὴν ἐνεργήσασα. οὐ μὴν συνδιασχίζεται τῷ χωρισμῷ

τούτων ὁ ἁπλοῦς καὶ ἀσύνθετος, ἀλλὰ τὸ ἐναντίον ἓν ἐργά-

ζεται· τῷ γὰρ καθ' ἑαυτὸν ἀδιαιρέτῳ καὶ τὸ διῃρημένον εἰς

ἕνωσιν ἄγει καὶ τοῦτο ἐνδείκνυται ὁ εἰπὼν ὅτι Ὁ θεὸς αὐτὸν

ἤγειρεν ἐκ νεκρῶν. οὐ γὰρ ὥσπερ ὁ Λάζαρος ἤ τις ἄλλος

τῶν ἀναβεβιωκότων ἀλλοτρίᾳ δυνάμει πρὸς τὸ ζῆν ἐπανά-

γεται, οὕτως εὐαγὲς καὶ ἐπὶ τῆς τοῦ κυρίου ἀναστάσεως

οἴεσθαι. ἀλλ' ὁ μονογενὴς θεὸς αὐτὸς ἀνίστησι τὸν ἀνακρα-

θέντα ἄνθρωπον αὐτῷ καὶ χωρίσας τοῦ σώματος τὴν ψυχὴν

καὶ ἑνώσας πάλιν ἀμφότερα καὶ οὕτως ἡ κοινὴ γίνεται σω-

τηρία τῆς φύσεως· ὅθεν καὶ ἀρχηγὸς ζωῆς ὀνομάζεται·

ἐν γὰρ τῷ ὑπὲρ ἡμῶν ἀποθανόντι καὶ ἐγερθέντι τὸν κόσμον

ἑαυτῷ κατήλλαξεν ὁ μονογενὴς θεός, οἷόν τινας δορυαλώτους,

ἡμᾶς διὰ τοῦ συγγενοῦς ἡμῶν αἵματος πάντας τοὺς κεκοινω-

νηκότας αὐτῷ τῆς σαρκὸς καὶ τοῦ αἵματος ἐξωνησάμενος,

ὡς πρὸς τοῦτο βλέπειν τὴν ἀποστολικὴν ῥῆσιν, ἥ φησιν

ἔχειν ἡμᾶς τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ, τὴν

ἄφεσιν τῶν ἁμαρτιῶν διὰ τῆς σαρκὸς αὐτοῦ. οὗτος ὁ ἡμέτερος

λόγος, ὃν ἐκ τῶν παρατεθέντων τοῦ ἀποστόλου ῥημάτων

ἐνοήσαμεν καὶ οὐχ ὡς [Ἀπολινάριος] ἐκεῖνος. δοκιμαζέτω δὲ

ὁ κρίνων ἐπεσκεμμένως τὸν εὐσεβέστερον, εἴτε, καθὼς ἡμεῖς

φαμεν, ἡ δόξα οἰκονομικῶς κατασκηνοῖ ἐν τῇ γῇ ἡμῶν εἴτε,

καθὼς ἐκεῖνός φησιν, οὐχὶ ἐπίκτητος ἐπὶ τῇ εὐεργεσίᾳ

γίνεται ἡ σὰρξ τῇ θεότητι, ἀλλὰ συνουσιωμένη καὶ σύμφυτος.

Εἰ δὲ Ζαχαρίας ὁ προφήτης εἰς τούτων ἕτερον τοῖς

155

αἰνίγμασι φέρεται, οὐδὲν οἶμαι δεῖν ἐξετάζειν τῷ λόγῳ, εἴτε

πρὸς τὸν κύριον εἴτε πρὸς ἕτερόν τινα βλέπει τὸ νόημα.

λέγει γὰρ ὅτι Ῥομφαία, ἐξεγέρθητι ἐπὶ νομέα μου καὶ ἐπὶ

ἄνδρα σύμφυλόν μου. ἡμεῖς μὲν γὰρ ἀπειλητικῶς οἰόμεθα

κατὰ τῶν τῇ ἀδικίᾳ πρὸς τὸ ὁμόφυλον κεχρημένων κινεῖν τὴν

ῥομφαίαν τὸν λόγον· Ἀπολινάριος δέ φησι κατὰ τοῦ κυρίου τὴν

ῥομφαίαν ἐγείρειν διὰ τὴν τοῦ νομέως προσηγορίαν, οὐκ

εἰδὼς ὅτι πολλαχῇ τῆς γραφῆς τοὺς εἰς ἀρχὴν τεταγμένους

καὶ ποιμένας καὶ νομέας κατονομάζει ὁ λόγος. ὅσα δὲ πάλιν

τῆς πρὸς Ἑβραίους ἐπιστολῆς πρὸς τὸν αὐτὸν σκοπὸν ἐπι-

σύρεται, οὕτως ἔκδηλον τὴν ἐν ταῖς κατασκευαῖς ἀτοπίαν

ἔχει, ὡς παντὶ συνιδεῖν ῥᾴδιον, εἰ μικρόν τις μετέχοι φρονή-

σεως. ἐπειδὴ γὰρ γέγραπται ὅτι Ἐπ' ἐσχάτων τῶν ἡμερῶν

ἐν υἱῷ ἐλάλησεν ἡμῖν ὁ θεὸς ὁ πολυμερῶς καὶ πολυτρόπως

ἐν τοῖς προφήταις λαλήσας τοῖς πατράσι τὸ πρότερον,

ἀπόδειξίς ἐστί, φησί, τοῦ τὸ ἀνθρώπινον τοῦ φανέντος ἡμῖν

θεοῦ προαιώνιον εἶναι· φησὶ γὰρ οὕτω κατὰ τὴν λέξιν

ἐφερμηνεύων δῆθεν τὸν ἀπόστολον· <Ἔστι δὲ ἐν τούτοις

καταφανές, ὅτι αὐτὸς ὁ ἄνθρωπος ὁ λαλήσας

ἡμῖν τὰ τοῦ πατρὸς θεός ἐστι, ποιητὴς τῶν

αἰώνων, ἀπαύγασμα δόξης, χαρακτὴρ τῆς ὑπο-

στάσεως αὐτοῦ, ἅτε δὴ τῷ ἰδίῳ πνεύματι θεὸς

ὢν καὶ οὐ θεὸν ἔχων ἐν ἑαυτῷ ἕτερον παρ' αὐτό,

αὐτὸς ὁ δι' ἑαυτοῦ, τουτέστι διὰ τῆς σαρκός,

καθαρίσας κόσμον ἁμαρτιῶν>. ταῦτά φησιν ὁ Ἀπο-

λινάριος ἐπὶ λέξεως καὶ οὐδὲν παρ' ἡμῶν ἐν τοῖς εἰρημένοις

παραπεποίηται. εἰ οὖν ἄνθρωπος ὁ λαλήσας, ποιητής…

τ…

The complete text is available when the reading interface loads.