De mortuis non esse dolendum
- Edition reference
- De mortuis non esse dolendum, ed. G. Heil, Gregorii Nysseni opera, vol. 9.1, Leiden: Brill, 1967: 28–68.
- CTS identifier
urn:cts:greekLit:tlg2017.tlg009.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
9
30
ἐπωφελὲς ἢ ἄχρηστον φαίνεσθαι μηδέ τινι μὲν εἶναι καλὸν
ἑτέρῳ δὲ οὐ τοιοῦτον, ἀλλ' ὅπερ καὶ ἐφ' ἑαυτοῦ κατὰ τὴν
ἰδίαν φύσιν ἐστὶ καλὸν καὶ παντὶ καὶ πάντοτε ὡσαύτως ἔχει.
οὗτός ἐστι κατά γε τὴν ἐμὴν κρίσιν τῆς τοῦ καλοῦ φύσεως ὁ
χαρακτὴρ ἀπλανής τε καὶ ἀδιάψευστος. ὃ γὰρ μήτε πᾶσι μήτε
πάντοτε μήτε ἐφ' ἑαυτοῦ δίχα τῆς ἔξωθεν περιστάσεώς ἐστι
καλόν, οὐκ ἂν κυρίως ἐν τῇ τοῦ καλοῦ κρίνοιτο φύσει. διόπερ
πολλοὶ τῶν ἀνεξετάστως προσεχόντων τοῖς οὖσιν ἐν τοῖς
τοῦ κόσμου στοιχείοις εἶναι τὸ καλὸν ἐφαντάσθησαν, ὧν
οὐδὲν εὕροι τις ἂν διεξετάζων καὶ ἐφ' ἑαυτοῦ καὶ πάντοτε
καὶ παντὶ καλὸν εὑρισκόμενον. μέμικται γὰρ τῷ ἀφ' ἑκάστου
τούτων χρησίμῳ καὶ ἡ πρὸς τὸ ἐναντίον ἐνέργεια. οἷον τὸ
ὕδωρ σωτήριον μὲν τοῖς ἐν αὐτῷ τρεφομένοις ἐστὶν ὀλέθριον
δὲ τοῖς χερσαίοις, εἰ ἐπικλύσειεν· ὡσαύτως δὲ καὶ ὁ ἀὴρ τοῖς
μὲν ἐν αὐτῷ ζῆν πεφυκόσιν ἐστὶ σωτήριος, τοῖς δὲ τὸν
ἔνυδρον εἰληχόσι βίον φθαρτικὸς εὑρίσκεται καὶ ὀλέθριος,
ὅταν ἐν αὐτῷ τι γένηται τῶν ὑποβρυχίων· οὕτω καὶ τὸ πῦρ
πρός τι χρήσιμον ἡμῖν γινόμενον φθαρτικόν ἐστιν ἐν τοῖς
πλείοσι, καὶ αὐτὸν δὲ τὸν ἥλιον εὕροι τις ἂν οὔτε παντὶ οὔτε
πάντοτε οὔτε κατὰ πάντα καλὸν τοῖς μετέχουσιν· ἔστι γὰρ
ἐν οἷς καὶ σφόδρα γίνεται βλαπτικὸς ὑπερζέων τε τοῦ
καθήκοντος μέτρου καὶ ξηραίνων ἐν ἀμετρίᾳ τὸ ὑποκείμενον
καὶ νοσώδεις αἰτίας πολλάκις ἐξεργαζόμενος καὶ τοῖς
ἐμπαθεστέροις τῶν ὀφθαλμῶν προσεπιτρίβων τὴν νόσον καὶ
διὰ τῆς σήψεως τῶν ὑγρῶν βλαβερά τε καὶ ἀηδῆ τινα
ζωογονῶν ἐν τῇ κατεφθαρμένῃ τῶν ὑγρῶν σηπεδόνι. οὐκοῦν
καθὼς εἴρηται μόνον ἐκ πάντων ὡς καλὸν προαιρεῖσθαι χρὴ ὃ
31
πάντοτε καὶ πᾶσιν ὁμοίως ἐν τῇ τοῦ καλοῦ καθορᾶται φύσει
ἀεὶ τοιοῦτον ὂν καὶ οὐ πρὸς τὰς ἔξωθεν περιστάσεις μετα-
βαλλόμενον. περὶ γὰρ τῶν ἄλλων ὅσα κατά τινα πρόληψιν
ἀλογωτέραν καλὰ τοῖς ἀνθρώποις δοκεῖ, περὶ σῶμά τέ φημι
καὶ τὰ ἔξωθεν οἷον ἰσχύς τε καὶ κάλλος καὶ γένους λαμπρότης
χρήματά τε καὶ δυναστεῖαι καὶ περιφάνειαι καὶ πάντα τὰ
τοιαῦτα, ὡς αὐτόθεν πᾶσιν ὄντα φανερὰ σιωπᾶν οἶμαι χρῆναι
καὶ μὴ μάτην διὰ τῶν ὁμολογουμένων ὄχλον ἐπεισάγειν
τῷ λόγῳ. τίς γὰρ οὐκ οἶδε τοῦ κάλλους τε καὶ τῆς δυνάμεως
τὸ ὠκύμορον ἢ τῆς δυναστείας τὸ εὐμετάπτωτον ἢ τῆς
δόξης τὸ ἀνυπόστατον ἢ τὴν ματαίαν πρὸς τὰ χρήματα τῶν
ἀνθρώπων προσπάθειαν, παρ' ὧν διὰ τὸ εὔχρουν τε καὶ τὸ
σπάνιον ἐν ποιαῖς ὕλαις τὸ καλὸν ἐνομίσθη; τούτων δὲ οὕτως
ἡμῖν διηρθρωμένων σκεπτέον ἂν εἴη περὶ τῆς παρούσης
ζωῆς (ταύτης φημὶ δὴ τῆς διὰ σαρκὸς ἐνεργουμένης) εἴτε
τοιοῦτόν ἐστιν ὡς ἐν τῷ χαρακτῆρι τοῦ καλοῦ θεωρεῖσθαι
εἴτε καὶ ὡς ἑτέρως ἔχει. τὸ γὰρ εὑρισκόμενον περὶ αὐτῆς
ὑπὸ τοῦ λόγου ὁδηγήσει πάντως τὴν τῶν ἐπεσκεμμένων
διάνοιαν ὅπως χρὴ περὶ τὴν ἐνθένδε μετάστασιν ἔχειν.
Ἔστι τοίνυν ἡ τοῦ σώματος ἡμῶν ζωὴ πλήρωσίς τε καὶ
κένωσις διχόθεν ἐνεργουμένη, ἡ μὲν διὰ βρώσεώς τε καὶ
πόσεως, ἡ δὲ διὰ τῆς τοῦ ἀέρος ὁλκῆς τε καὶ ἀποποιήσεως,
ὧν ἄνευ ἡ κατὰ σάρκα ζωὴ συστῆναι φύσιν οὐκ ἔχει. τότε
γὰρ τοῦ ζῆν ὁ ἄνθρωπος παύεται, ὅταν ἡ τῶν ἐναντίων
τούτων διαδοχὴ μηκέτι διοχλῇ τὴν φύσιν· ἵσταται
32
γὰρ μετὰ τοῦτο καθόλου ἡ τοιαύτη ἐνέργεια οὐδενὸς τῶν
ἔξωθεν ἐν τοῖς νεκρωθεῖσιν οὔτε εἰσρέοντος οὔτε ἀπογινομένου,
ἀλλὰ πρὸς τὰ συγγενῆ στοιχεῖα τοῦ ἐκ τούτων συνεστηκότος
σώματος διακριθέντος καὶ ἀναλύσαντος. ἠρεμεῖ τὸ λοιπὸν δι'
ἡσυχίας ἡ φύσις τῷ οἰκείῳ στοιχείῳ προσαναπαύσασα τὸ
συγγενὲς καὶ ὁμόφυλον, τῇ γῇ τὸ γεῶδες καὶ τῷ ἀέρι τὸ
ἴδιον καὶ τῷ ὑγρῷ τὸ οἰκεῖον καὶ τῷ θερμῷ τὸ κατάλληλον.
μηκέτι γὰρ τοῦ ὄγκου τοῦ ἐκ τῶν ἑτερογενῶν συνεστηκότος
βιαίως τε καὶ κατηναγκασμένως συμπεπλεγμένου, ἀλλὰ κατ'
ἐξουσίαν ἑκάστου τῶν ἐν ἡμῖν πρὸς τὴν οἰκείαν ἑστίαν
ἐπανελθόντος παύεται τὸ ἀπὸ τούτου ἡ φύσις συνέχουσα
βιαίως ἐν ἑαυτῇ τῶν ἀλλοφύλων τὴν συμφυΐαν. εἰ δέ τις
καὶ τὸν ὕπνον καὶ τὴν ἐγρήγορσιν πρὸς τὸ τῆς ζωῆς ταύτης
εἶδος μετὰ τῶν εἰρημένων παραλαμβάνοι, οὐκ ἔξω τῆς
ἀληθείας τὸν λόγον ποιήσεται. κάμνει γὰρ καὶ διὰ τούτων ἡ
φύσις ἀεὶ πρὸς τὰ ἐναντία μεθελκομένη καὶ νῦν μὲν λυομένη
τῷ ὕπνῳ πάλιν δὲ τονουμένη διὰ τῆς ἐγρηγόρσεως, δι' ὧν
ἀμφοτέρων πρὸς τὸ κενοῦσθαι καὶ πληροῦσθαι παρασκευάζε-
ται. εἰ τοίνυν πλήρωσίς τε καὶ κένωσις τῆς ζωῆς ἡμῶν ἐστι
τὸ ἰδίωμα, καλῶς ἂν ἔχοι τὸν προρρηθέντα περὶ τῆς τοῦ
καλοῦ κρίσεως χαρακτῆρα νῦν ἀντεξετάσαι τοῖς τῆς ζωῆς
ἰδιώμασιν, ὥστε κατιδεῖν εἴτε τὸ ἀληθινόν ἐστιν ἀγαθὸν ἡ
ζωὴ αὕτη εἴτε καὶ ἄλλο παρὰ τοῦτο. ὅτι μὲν οὖν καθ' ἑαυτὴν
ἡ πλήρωσις οὐκ ἂν εἰκότως ἐν τῇ τοῦ καλοῦ φύσει κριθείη,
33
πᾶσι δῆλον τὸ τοιοῦτόν ἐστιν ἐκ τοῦ καὶ τὸ ἐναντίον αὐτῇ
(λέγω δὲ τὸ κενοῦσθαι) καλὸν εἶναι νομίζεσθαι. ἐπὶ γὰρ
τῶν ἀλλήλοις ἐκ τοῦ ἐναντίου ἀντικαθεστηκότων οὐκ ἔστι
δυνατὸν τὸν τοῦ καλοῦ λόγον ἐπίσης τοῖς ἀντικαθεστῶσιν
ἁρμόζεσθαι, ἀλλ' εἰ τοῦτο καλὸν εἴη κατὰ τὴν ἑαυτοῦ φύσιν,
τὸ ἀντικείμενον αὐτῷ πάντως ἔσται κακόν. ἀλλὰ μὴν
ἐνταῦθα ἐπίσης παρ' ἑκατέρου τούτων τὸ χρήσιμον ἡ φύσις
ἔχει. οὐκ ἄρα τὸν τοῦ καλοῦ ὁρισμὸν δέξασθαι δυνατῶς
ἔχει οὔτε ἡ πλήρωσις οὔτε ἡ κένωσις. οὐκοῦν ἄλλο τι παρὰ
τὸ ἀγαθὸν ἀποδέδεικται εἶναι ἡ πλήρωσις. οὔτε γὰρ παντὶ
οὔτε πάντοτε οὔτε κατὰ πᾶν εἶδος αἱρετὸν εἶναι τὸ τοιοῦτον
παρὰ πάντων ὡμολόγηται. οὐ μόνον γὰρ τὸ ἐν τοῖς βλαπτικοῖς
γενέσθαι τὸν κόρον ἐστὶν ὀλέθριον, ἀλλὰ καὶ τὸ ἐν τοῖς
καταλλήλοις παρελθεῖν τῇ ἀμετρίᾳ τὸ χρήσιμον κινδύνων
πολλάκις καὶ διαφθορᾶς αἴτιον γίνεται. καὶ εἴ ποτε πληθωρι-
κῆς καταστάσεως ἐπιζητούσης τὴν κένωσιν ἄλλη τις πληθώρα
τὴν οὖσαν ἐπιφορτίσειεν, σωρεία γίνεται κακῶν τὸ τοιοῦτον
εἰς ἀνήκεστα προιοῦσα πάθη. οὐκοῦν οὔτε παντὶ οὔτε πάντως
ἀγαθόν τί ἐστιν ἡ πλήρωσις, ἀλλὰ καὶ πρός τι καί ποτε καὶ
κατὰ τὸ ποσόν τε καὶ τὸ ποιὸν τὸ ἐξ αὐτοῦ γίνεται χρήσιμον.
οὕτω δ' ἄν τις εὕροι καὶ τὸ ἐξ ἐναντίου νοούμενον (τὸ κατὰ
τὴν κένωσιν λέγω) καὶ κινδυνῶδες τοῖς ὑπομένουσιν, εἰ
παρέλθοι τῇ ἀμετρίᾳ τὸ χρήσιμον, καὶ πάλιν οὐκ ἀνονήτως
γινόμενον, εἰ πρός τι τῶν ὠφελούντων συμβαίνοι τοῦ τε
καιροῦ καὶ τοῦ ποσοῦ καὶ τοῦ ποιοῦ συμπαραλαμβανομένου
πρὸς τὸ τῆς κενώσεως χρήσιμον. ἐπειδὴ τοίνυν οὐ συμβαίνει
πρὸς τὸν τοῦ καλοῦ χαρακτῆρα τὸ τῆς ζωῆς ταύτης εἶδος ᾧ
34
βιοτεύομεν, ὁμολογούμενον ἂν εἴη διὰ τῆς τῶν εἰρημένων
ἀκολουθίας ὅτι οὐδενὸς ἀγαθοῦ χωρισμός ἐστιν ἡ ἐκ τοῦ
τοιούτου βίου μετάστασις. φανερὸν γὰρ ὅτι τὸ ἀληθινῶς
καὶ κυρίως καὶ πρώτως ἀγαθὸν οὔτε κένωσίς ἐστιν οὔτε
πλήρωσις, ἅπερ καί ποτε καὶ πρός τι καὶ ἐπί τινων ἀποδέδει-
κται χρήσιμα, οἷς οὐκ ἔπεστιν ὁ τοῦ ἀληθῶς ὄντος ἀγαθοῦ
χαρακτήρ.
Ἐπεὶ οὖν τῷ ἀληθῶς ἀγαθῷ πρὸς τὸ μὴ ἀληθῶς ἀγαθόν
ἐστιν ἡ ἀντίθεσις, ἄμεσος δὲ τῶν δύο τούτων ἡ ἐναντίωσις,
ἀκόλουθον ἂν εἴη τοῖς χωριζομένοις τοῦ μὴ ἀληθῶς ὄντος
καλοῦ πρὸς τὸ τῇ φύσει καλὸν ἐνθένδε πιστεύειν τὴν μετάστα-
σιν γίνεσθαι, ὃ πάντοτε καὶ παντὶ καὶ διὰ πάντων ἐστὶν
ἀγαθὸν οὔτε κατὰ καιροὺς οὔτε πρός τι οὔτε ἐπί τινων οὔτε
διά τι, ἀλλ' ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχον. πρὸς τοῦτο
τοίνυν μέτεισιν ἀπὸ τῆς σαρκώδους ζωῆς ἡ ἀνθρωπίνη
ψυχή, ἄλλην τινὰ βίου κατάστασιν ἀντὶ τῆς παρούσης μετα-
λαμβάνουσα, ἣν δι' ἀκριβείας μὲν ἰδεῖν ἥτις ἐστὶ τοῖς ἔτι τῇ
σαρκὶ συγκεκραμένοις ἀμήχανον, ἐκ δὲ τῆς τῶν κατὰ τὸν βίον
τοῦτον γνωριζομένων ὑπεξαιρέσεως δυνατόν ἐστι στοχασμόν
τινα δι' ἀναλογίας ἀναλαβεῖν. οὐκέτι γὰρ ἔσται σωματικῇ
παχύτητι συμπεπλεγμένη οὔτε τῇ ἰσοκρατίᾳ τῶν ἀντιστοι-
χούντων ἐμβιοτεύουσα, ὧν ἡ ἰσόρροπος πρὸς ἄλληλα μάχη
τὴν σύστασίν τε ἡμῶν καὶ τὴν ὑγίειαν ποιεῖ (ὁ γὰρ πλεονασμὸς
35
τῶν ἐναντίων τινὸς καὶ ἡ ὕφεσις πάθος καὶ ἀρρώστημα
τῆς φύσεως γίνεται), ἐν ᾗ οὐδὲν οὔτε συστέλλεται κενούμενον
οὔτε δυσφορεῖ φορτιζόμενον, ἀλλὰ καὶ τῶν ἐκ τοῦ ἀέρος
ἀηδῶν ἔξω παντάπασι γίνεται (κρύους τε λέγω καὶ θάλπους)
καὶ πάντων τῶν κατὰ τὸ ἐναντίον νοουμένων ἀπηλλαγμένη,
ἐν ἐκείνοις δὲ γινομένη, ὅπου πάντων τῶν ἀναγκαίων
καμάτων ἐλευθέρα τε καὶ ἄνετός ἐστιν ἡ ζωή, οὐ διὰ γεωργίας
κακοπαθοῦσα οὐ τοὺς διαποντίους ὑπομένουσα πόνους οὐ
διὰ τῆς ἐμπορίας 〈τε καὶ〉 καπηλείας ἀσχημονοῦσα οἰκοδο-
μικῆς τε καὶ ὑφαντικῆς καὶ τῆς τῶν βαναύσων τεχνῶν
ταλαιπωρίας κεχωρισμένη Ἤρεμόν τινα καὶ ἡσύχιον διάγει
βίον καθὼς ὁ Παῦλός φησιν, οὐχ ἱππομαχοῦσα οὐ ναυμαχοῦσα
οὐ συστάδην διὰ τῆς πεζικῆς παρατάξεως συμπλεκομένη
οὐ πρὸς κατασκευὴν ὅπλων ἀσχολουμένη οὐ φόρους ἐκλέγουσα
οὐ τάφρους καὶ τείχη κατασκευάζουσα, ἀλλὰ πάντων τῶν
τοιούτων ἀτελής τίς ἐστι καὶ ἐλευθέρα μήτε ἔχουσα πράγματα
μήτε παρέχουσα, ἐν ᾗ δουλεία τε καὶ κυριότης καὶ πενία
καὶ πλοῦτος εὐγένειά τε καὶ δυσγένεια καὶ ἰδιωτικὴ ταπεινό-
της καὶ ἀξιωματικὴ δυναστεία καὶ πᾶσα τοιαύτη ἀνωμαλία
χώραν οὐκ ἔχει. παραιρεῖται γὰρ πάντων τούτων καὶ τῶν
τοιούτων τὴν ἀνάγκην τὸ ἀνενδεὲς τῆς ζωῆς ἐκείνης καὶ
ἄϋλον, ἐν ᾗ τὸ διακρατοῦν τῆς ψυχῆς τὴν ὑπόστασιν οὐ
ξηροῦ τε καὶ ὑγροῦ τινός ἐστι μετουσία, ἀλλ' ἡ τῆς θείας
φύσεως κατανόησις, ἀντὶ δὲ τοῦ ἐναερίου πνεύματος τοῦ
36
ἀληθινοῦ τε καὶ ἁγίου πνεύματος εἶναι τὴν κοινωνίαν οὐκ
ἀμφιβάλλομεν. ὧν ἡ ἀπόλαυσις οὐκ ἐνηλλαγμένη καθ'
ὁμοιότητα τοῦ τῇδε βίου διὰ ἕξεως καὶ στερήσεως γίνεται
εἰσκρινομένη τε καὶ ἀποποιουμένη, ἀλλ' ἀεὶ πληρουμένη καὶ
οὐδέποτε περιγράφουσα κόρῳ τὴν πλήρωσιν. ἀβαρὴς γὰρ ἡ
νοερὰ τρυφὴ καὶ ἀπλήρωτος πάντοτε ταῖς ἐπιθυμίαις τῶν
μετεχόντων ἀκορέστως ἐπιπλημμυροῦσα. διὰ τοῦτο μακαρία
τίς ἐστιν ἐκείνη ἡ ζωὴ καὶ ἀκήρατος μηκέτι ταῖς τῶν
αἰσθητηρίων ἡδοναῖς πρὸς τὴν τοῦ καλοῦ κρίσιν ἐμπλανω-
μένη. τί τοίνυν ἐστὶ σκυθρωπὸν ἐν τῷ πράγματι δι' ὃ τῇ
μεταστάσει τῶν ἐπιτηδείων ἐπιστυγνάζομεν; εἰ μὴ τοῦτό
τις ἄρα λυπηρὸν ἡγεῖται ὅτι πρὸς τὸν ἀπαθῆ τε καὶ ἀνενόχλη-
τον βίον αὐτοῖς ἡ μετάστασις γίνεται, ὃς οὔτε πληγῶν
ὀδύνας προσίεται οὐ πυρὸς δέδοικεν ἀπειλὴν οὐ τὰ διὰ
σιδήρου τραύματα οὐ τὰς ἀπὸ σεισμῶν καὶ ναυαγιῶν καὶ
αἰχμαλωσιῶν συμφορὰς οὐ τὰς τῶν ὠμοβόρων θηρίων
προσβολὰς οὐ τὰ τῶν ἑρπυστικῶν τε καὶ ἰοβόλων κέντρα καὶ
δήγματα, ἐν ᾧ οὐδεὶς οὔτε ἐξογκοῦται τῷ τύφῳ οὔτε πατεῖται
ἐν ταπεινότητι οὔτε ὑπὸ θράσους ἐκθηριοῦται οὔτε ὑπὸ
δειλίας καταπτοεῖται οὔτε τῇ ὀργῇ περιοιδαίνει ζέων τῷ
θυμῷ καὶ μαινόμενος οὔτε κλονεῖται ὑπὸ τοῦ φόβου ἀντισχεῖν
πρὸς τὴν τοῦ κρατοῦντος ὁρμὴν οὐ δυνάμενος, ἐν ᾧ φροντὶς
οὐκ ἔστιν, οἷα τῶν βασιλέων τὰ ἤθη τίνες αἱ νομοθεσίαι
οἷοι τὸν τρόπον οἱ ἐπὶ τῶν ἀρχῶν τεταγμένοι οἷα τὰ διαγράμ-
37
ματα πόσος ὁ ἐτήσιος φόρος οὔτε εἰ πολλὴ γέγονεν ἐπομβρία
κατακλύζουσα τῇ ἀμετρίᾳ τὸ γεωργούμενον οὔτε εἰ χάλαζα
τὰς ἐλπίδας τῶν γεωπόνων ἠχρείωσεν οὔτε εἰ αὐχμὸς
ἐπικρατήσας ἀποξηραίνει πᾶν τὸ φυόμενον. ἀλλὰ καὶ τῶν
λοιπῶν τοῦ βίου κακῶν πᾶσαν ἄδειαν ἔχει· ὀρφανίας τε γὰρ
τὸ σκυθρωπὸν οὐ λυπεῖ τὴν ζωὴν ἐκείνην, τὰ ἐκ χηρείας
κακὰ χώραν οὐκ ἔχει, ἀργοῦσι δὲ καὶ αἱ πολύτροποι τοῦ
σώματος ἀρρωστίαι, οἵ τε κατὰ τῶν εὐημερούντων φθόνοι
καὶ αἱ κατὰ τῶν δυσπραγούντων ὑπεροψίαι καὶ πάντα τὰ
τοιαῦτα τῆς ζωῆς ἐκείνης ἐξώρισται, ἰσηγορία δέ τις καὶ
ἰσονομία διὰ πάσης ἐλευθερίας εἰρηνικῆς τῷ τῶν ψυχῶν
δήμῳ συμπολιτεύεται ἐκεῖνο ἑκάστου ἔχοντος ὅπερ
ἂν ἑαυτῷ ἑτοιμάσῃ ἐκ προαιρέσεως. εἰ δέ τι χεῖρον
ἔκ τινος ἀβουλίας τινὶ παρασκευασθείη ἀντὶ τοῦ κρείτ-
τονος, ἀναίτιος τῶν τοιούτων ὁ θάνατος κατ' ἐξουσίαν τὸ
δοκοῦν ἑλομένης τῆς προαιρέσεως. ὑπὲρ τίνος οὖν δυσ-
χεραίνουσιν οἱ θρηνοῦντες τὸν ἀποιχόμενον; καὶ μὴν εἰ
μὴ παντάπασιν ἐκαθάρευεν πάσης ἐμπαθοῦς διαθέσεως ὁ
συναποδυσάμενος τὴν ἡδονήν τε καὶ τὴν λύπην μετὰ τοῦ
σώματος, ἐκεῖνος ἂν δικαιότερον τοὺς περιόντας ἐθρήνησεν, οἳ
ταὐτὸν πάσχουσιν τοῖς ἐν δεσμωτηρίῳ διάγουσιν, οὓς
ἡ πρὸς τὰ σκυθρωπὰ συνήθεια καὶ ἡ συντροφία τοῦ ζόφου
προσηνές τε καὶ ἄλυπον τὸ παρὸν νομίζειν ἐποίησεν. καὶ
38
τυχὸν κἀκεῖνοι τοῖς τῆς φυλακῆς ἐκβαλλομένοις ἐπιστυγνά-
ζουσιν ἀγνοίᾳ τῆς φαιδρότητος τῆς ἐκδεχομένης τοὺς
ἀπαλλάγεντας τοῦ ζόφου. εἰ γὰρ ᾔδεσαν τὰ ἐν ὑπαίθρῳ
θεάματα τό τε αἰθέριον κάλλος καὶ τὸ οὐράνιον ὕψος καὶ τὰς
τῶν φωστήρων αὐγὰς τήν τε τῶν ἀστέρων χορείαν καὶ 〈τὰς〉
περιόδους ἡλιακὰς καὶ τὸν σεληναῖον δρόμον καὶ τὴν
πολυειδῆ τῆς γῆς ἐν τοῖς βλαστήμασιν ὥραν καὶ τὴν ἡδεῖαν
τῆς θαλάσσης ὄψιν ἐν ἡλιοειδεῖ τῇ αὐγῇ δι' ἠρεμαίου τοῦ
πνεύματος γλαφυρῶς ἐπιφρίσσουσαν τῶν τε κατὰ τὰς πόλεις
οἰκοδομημάτων τὰ κάλλη τά τε ἴδια καὶ τὰ δημόσια, δι' ὧν
αἱ λαμπραί τε καὶ πολυτελεῖς τῶν πόλεων καλλωπίζονται,
εἰ ταῦτα τοίνυν ᾔδεσαν καὶ τὰ τοιαῦτα οἱ ἐντεχθέντες τῷ
δεσμωτηρίῳ, οὐκ ἂν τοὺς ἐκ τῆς φυλακῆς προαγομένους
ὡς ἀγαθοῦ τινος χωριζομένους ἀπωλοφύροντο. ὅπερ οὖν
εἰκὸς τοὺς ἔξω τοῦ δεσμωτηρίου περὶ τῶν ἔτι καθειργμένων
διανοεῖσθαι ὡς ἐλεεινῇ προσταλαιπωρούντων ζωῇ, τοῦτο
μοι δοκοῦσι καὶ οἱ τῆς τοῦ βίου τούτου φυλακῆς ἔξω γενόμενοι,
εἴπερ ὅλως δυνατὸν ἦν αὐτοῖς διὰ δακρύων ἐνδείξασθαι τὴν πρὸς
τοὺς κακοπαθοῦντας συμπάθειαν, θρηνεῖν καὶ δακρύειν τῶν ἐν
ταῖς ὀδύναις τοῦ βίου τούτου παρατεινομένων ὅτι μὴ ὁρῶσι
τὰ ὑπερκόσμιά τε καὶ ἄϋλα κάλλη, θρόνους τε καὶ ἀρχὰς καὶ
ἐξουσίας καὶ κυριότητας καὶ στρατιὰς ἀγγελικὰς καὶ
39
ἐκκλησίας ὁσίων καὶ τὴν ἄνω πόλιν καὶ τὴν ὑπερουράνιον
τῶν ἀπογεγραμμένων πανήγυριν. τὸ γὰρ ὑπερκείμενον
τούτων κάλλος, ὃ τοὺς καθαροὺς τῇ καρδίᾳ βλέπειν ὁ ἀψευδὴς
ἀπεφήνατο λόγος, κρεῖττόν τε πάσης ἐλπίδος ἐστὶ καὶ τῆς
ἐκ στοχασμῶν εἰκασίας ἀνώτερον. οὐ τοῦτο δὲ μόνον στεναγ-
μῶν τε καὶ λύπης ἄξιον ἀφ' ἡμῶν τοῖς μεταστᾶσιν ἂν ἐνο-
μίσθη, ἀλλ' ὅτι τοσούτων ἀλγεινῶν περικειμένων τῷ βίῳ
τοσαύτη τις ἐνέστηκεν αὐτοῖς ἡ περὶ τὰ μοχθηρὰ συνδιάθεσις,
ὥστε οὐχ ὡς ἀναγκαίαν τινὰ λειτουργίαν τὴν προσβολὴν αὐτῶν
φέρουσιν, ἀλλ' ὅπως ἂν εἰς τὸ διηνεκὲς παραμένοι ταῦτα τὴν
σπουδὴν ποιοῦνται. ἡ γὰρ περὶ τὰς δυναστείας τε καὶ πλεονε-
ξίας καὶ τὰς ἀπολαυστικὰς ταύτας λαιμαργίας ἐπιθυμία
καὶ εἴ τι ἄλλο τοιοῦτον σπουδάζεται ὧν χάριν καὶ ὅπλα καὶ
πόλεμοι καὶ ἀλληλοφονίαι καὶ πᾶσα ἡ ἑκουσίως ἐνεργουμένη
ταλαιπωρία καὶ δολιότης, οὐδὲν ἄλλο ἢ σωρεία τίς ἐστι
συμφορῶν ἐκ προαιρέσεως μετὰ σπουδῆς τε καὶ προθυμίας
ἐπεισαγομένη τῷ βίῳ. ἀλλὰ δακρύων μὲν ἐν τοῖς κατοιχο-
μένοις πάθος οὐκ ἔστιν ὅτι μηδ' ἄλλο τι πάθος, νοῦς δὲ καὶ
πνεῦμα τυγχάνοντες οἱ σαρκὸς ἀπηλλαγμένοι καὶ αἵματος
τοῖς τῇ παχύτητι τοῦ σώματος ἐγκεχωσμένοις ὀφθῆναι
φύσιν οὐκ ἔχουσιν οὐδὲ νουθετῆσαι δι' ἑαυτῶν τοὺς ἀνθρώπους
ἀποστῆναι τῆς πεπλανημένης περὶ τῶν ὄντων κρίσεως.
οὐκοῦν ὁ νοῦς ἡμῖν ὁ ἡμέτερος ἀντ' ἐκείνων διαλεχθήτω καὶ
εἴπωμεν ὡς ἔστι δυνατὸν ἔξω τῶν σωμάτων τῇ διανοίᾳ
γενόμενοι καὶ τῆς πρὸς τὴν ὕλην προσπαθείας τὴν ψυχὴν
ἀποστήσαντες ὅτι
40
„Ὦ ἄνθρωπε, πᾶς ὁ μετέχων τῆς φύσεως, Πρόσεχε σεαυτῷ
κατὰ τὸ Μωυσέως παράγγελμα καὶ γνῶθι σεαυτὸν ἀκριβῶς
τίς εἶ, διαστείλας τῷ λογισμῷ τί μὲν ἀληθῶς εἶ σύ, τί δὲ
περὶ σὲ καθορᾶται. μήποτε τὰ ἔξω σοῦ βλέπων σεαυτὸν
καθορᾶν νομίσῃς. μάθε παρὰ τοῦ μεγάλου Παύλου τοῦ δι'
ἀκριβείας ἐπεσκεμμένου τὴν φύσιν, ὅς φησι τὸν μὲν
ἔξωθεν ἡμῶν εἶναι ἄνθρωπον τὸν δὲ ἔσωθεν, κἀκείνου
φθειρομένου τοῦτον ἀνακαινίζεσθαι. μὴ τοίνυν τὸ φθειρόμενον
βλέπων σεαυτὸν οἰηθῇς βλέπειν (ἔσται μὲν γάρ ποτε κἀκεῖνο
φθορᾶς ἐλεύθερον, ὅταν ἐν τῇ παλιγγενεσίᾳ τὸ θνητόν τε καὶ
διαλυτὸν μετασκευασθῇ πρὸς τὸ ἀθάνατόν τε καὶ ἀδιάλυτον,
ἀλλὰ τό γε νῦν ῥέει καὶ διαπίπτει, καὶ φθείρεται τὸ ἔξωθεν
ἡμῶν προφαινόμενον). οὐκοῦν οὐ πρὸς τοῦτο χρὴ βλέπειν,
ὅτι μηδὲ πρὸς ἄλλο τι προσήκει τῶν βλεπομένων ὁρᾶν
οὕτως εἰπόντος τοῦ Παύλου ὅτι Μὴ σκοπούντων ἡμῶν
τὰ βλεπόμενα ἀλλὰ τὰ μὴ βλεπόμενα· τὰ γὰρ βλεπόμενα
πρόσκαιρα τὰ δὲ μὴ βλεπόμενα αἰώνια, ἀλλ' ἐπὶ τὸ ἀόρατον
τῶν ἐν ἡμῖν τρέψαντας τὴν θεωρίαν ἐκεῖνο πιστεύειν ἀληθῶς
εἶναι ἡμᾶς, ὃ διαφεύγει τὴν αἰσθητικὴν κατανόησιν.
Γενώμεθα τοίνυν κατὰ τὸν παροιμιώδη λόγον Ἑαυτῶν
ἐπιγνώμονες. τὸ γὰρ ἑαυτὸν γνῶναι καθάρσιον τῶν ἐκ τῆς
ἀγνοίας πλημμελημάτων γίνεται. ἀλλ' οὐκ ἔστι ῥᾴδιον
ἑαυτὸν κατιδεῖν τόν γε ἀληθῶς ἑαυτὸν ἰδεῖν βουλόμενον μή
τινος ἐπινοίας δυνατὸν ποιούσης ἡμῖν τὸ ἀδύνατον. ὅπερ γὰρ
41
ἐπὶ τῶν σωματικῶν ὀφθαλμῶν ἡ φύσις ἐποίησεν, οἳ πάντα
τὰ ἄλλα βλέποντες ἑαυτῶν ἀθέατοι μένουσιν, τὸν αὐτὸν
τρόπον καὶ ἡ ψυχὴ πάντα τὰ ἄλλα διερευνωμένη καὶ τὰ ἔξω
ἑαυτῆς πολυπραγμονοῦσα καὶ ἀνιχνεύουσα ἑαυτὴν ἰδεῖν
ἀδυνάτως ἔχει. οὐκοῦν ὅπερ ἐπὶ τῶν ὀφθαλμῶν γίνεται
τοῦτο καὶ ἡ ψυχὴ μιμησάσθω. καὶ γὰρ κἀκεῖνοι ἐπειδὴ οὐκ
ἔστιν αὐτοῖς ἐκ φύσεως δύναμις πρὸς τὴν ἑαυτῶν θεωρίαν
τὴν ὀπτικὴν ἐνέργειαν ἐπαναστρέψαι καὶ ἑαυτοὺς κατιδεῖν
ἐν κατόπτρῳ τὸ εἶδός τε καὶ τὸ σχῆμα τοῦ ἰδίου θεασάμενοι
κύκλου διὰ τῆς εἰκόνος ἑαυτοὺς καθορῶσιν. οὕτως χρὴ καὶ τὴν
ψυχὴν πρὸς τὴν ἰδίαν ἀπιδεῖν εἰκόνα καὶ ὅπερ ἂν ἴδῃ ἐν τῷ
χαρακτῆρι ᾧ ἀφωμοίωται, ὡς ἴδιον ἑαυτῆς τοῦτο θεάσασθαι.
ἀλλὰ μικρὸν ὑπαλλάξαι τι προσήκει τοῦ ὑποδείγματος, ἵνα
οἰκειωθῇ τῷ λόγῳ τὸ νόημα· ἐπὶ μὲν γὰρ τῆς ἐν τῷ κατόπτρῳ
μορφῆς ἡ εἰκὼν πρὸς τὸ ἀρχέτυπον σχηματίζεται, ἐπὶ δὲ τοῦ
τῆς ψυχῆς χαρακτῆρος τὸ ἔμπαλιν νενοήκαμεν· κατὰ γὰρ τὸ
θεῖον κάλλος τὸ τῆς ψυχῆς εἶδος ἀπεικονίζεται. οὐκοῦν ὅταν
πρὸς τὸ ἀρχέτυπον ἑαυτῆς βλέπῃ ἡ ψυχή, τότε δι' ἀκριβείας
ἑαυτὴν καθορᾷ.
Τί τοίνυν ἐστὶ τὸ θεῖον ᾧ ἡ ψυχὴ προσωμοίωται; οὐ
σῶμα οὐ σχῆμα οὐκ εἶδος οὐ πηλικότης οὐκ ἀντιτυπία οὐ
βάρος οὐ τόπος οὐ χρόνος οὐκ ἄλλο τι τοιοῦτον οὐδὲν δι' ὧν
ἡ ὑλικὴ κτίσις γνωρίζεται, ἀλλὰ πάντων τούτων καὶ τῶν
τοιούτων ὑφαιρεθέντων νοερόν τι καὶ ἄϋλον καὶ ἀναφὲς καὶ
ἀσώματον καὶ ἀδιάστατον χρὴ πάντως νοεῖν τὸ λειπόμενον.
εἰ τοίνυν τοιοῦτος ὁ χαρακτὴρ τοῦ ἀρχετύπου καταλαμβάνε-
ται, ἀκόλουθον πάντως κατὰ τὸ εἶδος ἐκεῖνο μεμορφωμένην
42
τὴν ψυχὴν διὰ τῶν αὐτῶν χαρακτήρων ἐπιγνωσθῆναι, ὥστε
καὶ ταύτην ἄϋλόν τε εἶναι καὶ ἀειδῆ καὶ νοερὰν καὶ ἀσώ-
ματον.
Λογισώμεθα τοίνυν πότε μᾶλλον τῷ ἀρχετύπῳ κάλλει
προσεγγίζει ἡ ἀνθρωπίνη φύσις, ἐν τῷ διὰ σαρκὸς ζῆν ἢ
ὅταν ἔξω ταύτης γενώμεθα. ἀλλὰ παντὶ δῆλον τὸ τοιοῦτόν
ἐστιν, ὅτι ὥσπερ ἡ σὰρξ ὑλώδης οὖσα τῇ ὑλικῇ ταύτῃ ζωῇ
προσῳκείωται, οὕτω καὶ ἡ ψυχὴ τότε μετέχει τῆς νοερᾶς
καὶ ἀΰλου ζωῆς, ὅταν τὴν περιέχουσαν αὐτὴν ὕλην ἀποτινάξη-
ται. τί οὖν ἐν τούτοις συμφορᾶς ἐστιν ἄξιον; εἰ μὲν γὰρ σῶμα
ἦν τὸ ἀληθῶς ἀγαθὸν, δυσχεραίνειν ἡμᾶς ἔδει πρὸς τὴν τῆς
σαρκὸς ἀλλοτρίωσιν ὡς ἐκπιπτόντων ἡμῶν ἐκείνου συναπο-
βαλλομένης πάντως μετὰ τοῦ σώματος καὶ τῆς πρὸς τὸ
ἀγαθὸν οἰκειότητος. ἐπειδὴ δὲ νοερόν τε καὶ ἀσώματον τὸ
ὑπὲρ πᾶσαν ἔννοιαν ἀγαθὸν οὗ κατ' εἰκόνα γεγόναμεν,
ἀκόλουθον ἂν εἴη πεπεῖσθαι, ὅταν διὰ τοῦ θανάτου πρὸς τὸ
ἀσώματον μεταβαίνωμεν, προσεγγίζειν ἐκείνῃ τῇ φύσει
ἣ πάσης σωματικῆς παχυμερείας κεχώρισται, καὶ οἷόν τι
προσωπεῖον εἰδεχθὲς τὴν σαρκώδη περιβολὴν ἐκδυομένους
εἰς τὸ οἰκεῖον ἐπανιέναι κάλλος, ἐν ᾧ κατ' ἀρχὰς ἐμορφώθημεν
κατ' εἰκόνα τοῦ ἀρχετύπου γενόμενοι. ἡ δὲ τοιαύτη διάνοια
εὐφροσύνης οὐ κατηφείας γένοιτ' ἂν τοῖς λεγομένοις ὑπόθεσις,
ὅτι τὴν ἀναγκαίαν ταύτην λειτουργίαν ἀποπληρώσας ὁ
ἄνθρωπος οὐκέτι ἐν ἀλλοτρίοις ζῇ ἀποδοὺς μὲν ἑκάστῳ τῶν
στοιχείων τὸ ἴδιον ὃ παρ' αὐτῶν ἠρανίσατο, εἰς δὲ τὴν
οἰκείαν αὐτῷ καὶ κατὰ φύσιν ἐπανελθὼν ἑστίαν τὴν καθαρὰν
καὶ ἀσώματον. ξένη γάρ τίς ἐστιν ὄντως καὶ ἀλλοδαπὴς τῇ
43
ἀσωμάτῳ φύσει ἡ τοῦ σώματος ὕλη, ᾗ κατ' ἀνάγκην ὁ νοῦς
ἐν τῇ ζωῇ ταύτῃ συμπεπλεγμένος ἐνταλαιπωρεῖ τῷ ἀλλοφύλῳ
βίῳ συνδιαιτώμενος. τῆς γὰρ τῶν στοιχείων πρὸς ἄλληλα
συμπλοκῆς ὥσπερ τινῶν ἀλλογλώσσων τε καὶ ἀπεξενωμένων
τοῖς ἤθεσιν ἀνθρώπων ἐκ διαφόρων ἐθνῶν ἕνα δῆμον ἀνα-
πληρούντων βεβιασμένη τε καὶ ἀσύμφωνος γίνεται ἡ κοινωνία,
ἑκάστου πρὸς τὸ συγγενὲς καὶ οἰκεῖον ὑπὸ τῆς ἰδίας φύσεως
ἀφελκομένου. ὁ δὲ νοῦς ὁ τούτοις ἐγκεκραμένος ἀσύνθετος
ὢν ἐν ἁπλῇ τε καὶ μονοειδεῖ τῇ φύσει ἐν ξένοις καὶ ἀλλοτρίοις
ζῇ ἀσύμφυλος ὢν τῷ περιέχοντι αὐτὸν ἐκ τῶν στοιχείων
δήμῳ, ὃς τῇ πολυμερείᾳ τῇ σωματικῇ δι' ἀνάγκης τινὸς
ἐνσπειράμενος τὴν ἑαυτοῦ φύσιν βιάζεται τοῖς ἀλλοφύλοις
ἑνούμενος. τῶν δὲ στοιχείων πρὸς τὴν ἀπ' ἀλλήλων διάλυσιν
φυσικῶς ἐπὶ τὸ συγγενές τε καὶ οἰκεῖον ἀφελκομένων
ἀνιᾶται κατ' ἀνάγκην λυομένης τε καὶ σχιζομένης τῆς
συμφυΐας ἡ αἴσθησις· συνανιᾶται δὲ τῇ αἰσθήσει τὸ διανοητι-
κὸν τῆς ψυχῆς πρὸς τὸ ἀεὶ λυποῦν ἐκ συνηθείας ἐπικλινόμενον.
τότε οὖν ὁ νοῦς δυσφορῶν τε καὶ ἀνιώμενος παύεται, ὅταν
ἔξω γένηται τῆς μάχης τῆς ἐν τῇ συμπλοκῇ τῶν ἀντιστοι-
χούντων συνισταμένης. ἐπειδὰν γὰρ ἢ τὸ ψυχρὸν ἡττηθῇ
τοῦ θερμοῦ κατισχύσαντος ἢ τὸ ἔμπαλιν φύγῃ τὸν πλεονασμὸν
τῆς ψύξεως ἡ θερμότης, τῷ τε ξηρῷ διὰ τῆς ἐπικρατήσεως
τὸ ὑγρὸν ὑποχωρήσῃ ἢ διαλυθῇ τοῦ ξηροῦ τὸ πάγιον ἐν τῷ
πλεονασμῷ τῆς ὑγρότητος—τότε τοῦ ἐν ἡμῖν πολέμου
διὰ τοῦ θανάτου λυθέντος εἰρήνην ὁ νοῦς ἄγει καταλιπὼν
44
τὸ τῆς μάχης μεταίχμιον, τὸ σῶμα λέγω, καὶ τῆς τῶν
στοιχείων πρὸς ἄλληλα παρατάξεως ἔξω γενόμενος καθ'
ἑαυτὸν ζῇ πεπονηκυῖαν ἐν τῇ τοῦ σώματος συμπλοκῇ τὴν
ἰσχὺν ἑαυτοῦ δι' ἡσυχίας ἀναλαμβάνων.“
Ταῦτα τοίνυν καὶ τὰ τοιαῦτα τοῖς ἐν τῷ σώματι ζῶσιν
ὁ νοῦς διαλέγεται μονονουχὶ φωνὴν ἀφιεὶς ὅτι ”Ὦ ἄνθρωποι,
οὔτε ἐν οἷς ἐστε ἀκριβῶς οἴδατε, καὶ εἰς ὅτι μεταχωρήσετε
οὔπω ἐπίστασθε. τὸ μὲν γὰρ παρὸν οἷον τῇ φύσει ἐστὶν,
οὔπω ἐξευρεῖν ὁ λόγος δεδύνηται, ἀλλὰ πρὸς μόνην τὴν τοῦ
ζῆν συνήθειαν βλέπει μὴ δυνάμενος γνῶναι, τίς ἡ τοῦ σώματος
φύσις τίς ἡ τῶν αἰσθήσεων δύναμις τίς ἡ τῶν ὀργανικῶν
μελῶν διασκευὴ τίς ἡ τῶν σπλάγχνων οἰκονομία τίς ἡ
αὐτοκίνητος τῶν νεύρων ἐνέργεια πῶς τῶν ἐν ἡμῖν τὸ μὲν
εἰς ὀστέου πήγνυται φύσιν, τὸ δὲ εἰς τὴν φωτοειδῆ τοῦ
ὀφθαλμοῦ αὐγὴν οὐσιοῦται πῶς ἐκ τῆς αὐτῆς τροφῆς καὶ τοῦ
αὐτοῦ πόματος τὸ μὲν εἰς τρίχας λεπτύνεται, τὸ δὲ εἰς
ὄνυχας τοῖς ἀκροῖς τῶν δακτύλων ἐπιπλατύνεται ἢ πῶς
ἀεὶ τὸ ἐγκάρδιον ἀναφλέγεται πῦρ διὰ τῶν ἀρτηριῶν ἐφ'
ἅπαν τὸ σῶμα διαφερόμενον ἢ πῶς τὸ πινόμενον, ἐπειδὰν
ἐν τῷ ἤπατι γένηται, μεταβάλλει καὶ τὸ εἶδος καὶ τὴν
ποιότητα διά τινος ἀλλοιώσεως αὐτομάτως ἐξαιματούμενον.
ὧν ἁπάντων ἡ γνῶσις μέχρι τοῦ παρόντος ἐστὶν ἀπόρρητος,
ὡς ἀγνοεῖν ἡμᾶς τὴν ζωὴν ἐν ᾗ βιοτεύομεν. τὸν δὲ τῆς αἰσθήσεως
κεχωρισμένον βίον οἱ τῇ αἰσθήσει συζῶντες ἀδυνατοῦσι
καθόλου θεάσασθαι. πῶς γὰρ ἄν τις δι' αἰσθήσεως ἴδοι τὸ
ἔξω τῆς αἰσθήσεως; ἀμφοτέρων τοίνυν τῶν βίων ὁμοίως
ἀγνοουμένων, τούτου μὲν διὰ τὸ πρὸς μόνον τὸ φαινόμενον
45
βλέπειν ἡμᾶς, ἐκείνου δὲ διὰ τὸ μὴ καθικνεῖσθαι τὴν αἴσθησιν,
τί πεπόνθατε, ὦ ἄνθρωποι, τούτου μὲν ὡς ἀγαθοῦ περιεχό-
μενοι καίτοι ἀγνοουμένου, ἐκεῖνον δὲ δεδοικότες καὶ φρίττον-
τες ὡς χαλεπὸν καὶ φόβου ἄξιον δι' οὐδὲν ἄλλο ἢ διὰ τοῦτο
μόνον ὅτι ἀγνοεῖται οἷόν ἐστι; καίτοι πολλὰ καὶ ἄλλα καὶ
τῶν κατ' αἴσθησιν ἡμῖν προφαινομένων καὶ ἀγνοουμένων
οὐ δεδοίκαμεν. τίς γὰρ ἡ φύσις τῶν κατ' οὐρανὸν φαινομένων
ἢ τί τὸ περιάγον τῶν πόλων ἐξ ἐναντίου τὴν κίνησιν ἢ τί τὸ
ἐρεῖδον τὴν τῆς γῆς παγιότητα, πῶς δὲ ἡ ῥευστὴ τῶν ὑδάτων
φύσις ἀεὶ γίνεται ἐκ τῆς γῆς καὶ οὐ δαπανᾶται ἡ γῆ καὶ ἄλλα
τοιαῦτα πολλὰ οὔτε ἐγνώκαμεν οὔτε φόβων ἀξίαν τὴν
ἄγνοιαν κρίνομεν. ἀλλὰ καὶ αὐτὴν τὴν πάντα νοῦν ὑπερ-
βαίνουσαν φύσιν τὴν θείαν τε καὶ μακαρίαν καὶ ἀκατάληπτον
ὅτι μὲν ἔστι πεπιστεύκαμεν, ἐν τίνι δὲ αὐτῆς τὸ εἶναι
καταλαμβάνεται οὔπω τις εὑρέθη διὰ στοχασμοῦ κατανόησις,
καὶ ὅμως ἀγαπῶμεν τὸ ἀγνοούμενον ἐξ ὅλης καρδίας τε
καὶ ψυχῆς καὶ δυνάμεως τὸ καταληφθῆναι τοῖς λογισμοῖς οὐ
δυνάμενον. διὰ τί τοίνυν ἐπὶ μόνου τοῦ μετὰ τὴν ζωὴν
ταύτην ἐκδεχομένου ἡμᾶς βίου ὁ ἄλογος οὗτος συνίσταται
φόβος διὰ μόνην τὴν ἄγνοιαν δεδοικότων ἡμῶν ὃ οὐκ οἴδαμεν,
καθάπερ ἐπὶ τῶν νηπίων γίνεται τῶν πρὸς τὰς ἀνυποστάτους
ὑπονοίας δειματουμένων; ὁ γὰρ πρὸς τὴν ἀλήθειαν τῶν
ὄντων ἐθέλων βλέπειν πρῶτον ἐν περινοίᾳ τοῦ πράγματος
γίνεται, εἶτα οἷόν ἐστι κατὰ τὴν φύσιν ἐπιλογίζεται εἴτε
τι χρηστὸν καὶ εὐπρόσιτον εἴτε χαλεπόν τι καὶ ἀποτρόπαιον·
46
τὸ δὲ ἄδηλον καθόλου καὶ ἀγνοούμενον πῶς ἄν τις τῶν
νοῦν ἐχόντων χαλεπὸν εἶναι κρίνοι τὴν τῆς συνηθείας
ἀναχώρησιν μόνην ὡς πυρός τινος ἢ θηρίου προσβολὴν
ὑποπτεύων; καίτοι παιδευόμεθα διὰ τοῦ βίου σαφῶς μὴ
πάντοτε πρὸς τὴν συνήθειαν βλέπειν, ἀλλὰ πρὸς τὸ καλὸν
ταῖς ἐπιθυμίαις ἀεὶ μετατίθεσθαι. οὔτε γὰρ διὰ παντὸς ἐν
ἐμβρύῳ τοῖς πλασσομένοις ἐστὶν ἡ ζωὴ, ἀλλ' ἕως ἂν ἐν τοῖς
σπλάγχνοις ὦσιν, ἡδεῖαν αὐτοῖς καὶ κατάλληλον ἡ φύσις
ποιεῖ τὴν ἐν τῇ νηδύϊ ζωήν, οὔτε ἐπειδὰν ἔξω γένωνται,
τῇ θηλῇ διὰ παντὸς παραμένουσιν, ἀλλ' ἐφ' ὅσον τῷ ἀτελεῖ
τῆς ἡλικίας καλὸν τὸ τοιοῦτόν ἐστι καὶ κατάλληλον. μετὰ
τοῦτο δὲ πρὸς ἄλλην ἀκολουθίαν βίου μετέρχονται οὐδὲν
ὑπὸ τῆς συνηθείας τῷ μαζῷ συμπαραμένειν ἀναπειθόμενοι·
εἶτα μετὰ τὴν νηπιώδη κατάστασιν ἄλλα τῶν μειρακίων
καὶ ἄλλα τῶν παρηλικεστέρων ἐπιτηδεύματα γίνεται,
πρὸς ἃ μεταβαίνει δι' ἀκολουθίας ὁ ἄνθρωπος ἀλύπως συμ-
μεταβάλλων ταῖς ἡλικίαις καὶ τὴν συνήθειαν. ὥσπερ
τοίνυν, εἰ φωνή τις ἦν τῷ ἐντρεφομένῳ τῇ μητρῴᾳ νηδύϊ,
ἠγανάκτησεν ἂν διὰ γεννήσεως τῶν σπλάγχνων ἐξοι-
κιζόμενον καὶ δεινὰ πάσχειν ἐβόα τῆς καταθυμίου
διαγωγῆς ἀποσπώμενον, (ὅπερ δὴ καὶ ποιεῖ τῇ πρώτῃ
ἀναπνοῇ συνεκβάλλον ἅμα τῇ γεννήσει τὸ δάκρυον ὥσπερ
ἀγανακτοῦν τε καὶ ὀδυρόμενον ἐπὶ τῷ χωρισμῷ τῆς συνήθους
ζωῆς) οὕτω μοι δοκοῦσιν οἱ πρὸς τὴν μεταβολὴν τοῦ παρόντος
δυσχεραίνοντες βίου τὸ τῶν ἐμβρύων πάσχειν ἐν τῷ διὰ
παντὸς ἐθέλειν τῷ χωρίῳ τῆς ὑλικῆς ταύτης ἀηδίας ἐμβιο-
47
τεύειν. ἐπειδὰν γὰρ ἡ ὠδὶς τοῦ θανάτου πρὸς ἕτερον βίον
τοὺς ἀνθρώπους μαιεύηται, αὐτοὶ μὲν ὅταν εἰς τὸ φῶς ἐκεῖνο
προέλθωσιν καὶ τοῦ καθαροῦ σπάσωσι πνεύματος, τῇ
πείρᾳ γινώσκουσιν ὅσον ἐστὶ τῆς ζωῆς ἐκείνης πρὸς τὴν
νῦν τὸ διάφορον, οἱ δὲ ὑπολειφθέντες τῷ ὑγρῷ τούτῳ καὶ
πλαδῶντι βίῳ ἔμβρυα ὄντες ἀτεχνῶς καὶ οὐκ ἄνθρωποι
ταλανίζουσι τὸν προεξελθόντα τῆς περιεχούσης ἡμᾶς συνοχῆς
ὡς ἀγαθοῦ τινος ἔξω γενόμενον, οὐκ εἰδότες ὅτι ἐκείνῳ
καθ' ὁμοιότητα τοῦ τεχθέντος βρέφους ἀνοίγεται μὲν ὁ
ὀφθαλμός, ὅταν ἔξω τοῦ νῦν συνέχοντος γένηται (νοεῖν δὲ
χρὴ πάντως τὸν ὀφθαλμὸν τῆς ψυχῆς ᾧ διορᾷ τὴν τῶν
ὄντων ἀλήθειαν), ἀνοίγεται δὲ τὸ ἀκουστικὸν αἰσθητήριον,
δι' οὗ τῶν ἀρρήτων ἐπακούει ῥημάτων Ἃ οὐκ ἐξὸν ἀνθρώπῳ
λαλῆσαι καθώς φησιν ὁ ἀπόστολος, ἀνοίγεται δὲ τὸ στόμα
καὶ ἕλκει τὸ καθαρόν τε καὶ ἄϋλον πνεῦμα, δι' οὗ τονοῦται
πρὸς τὴν νοητὴν φωνὴν καὶ τὸν ἀληθινὸν λόγον, ὅταν κατα-
μιχθῇ τῷ ἤχῳ τῶν ἑορταζόντων ἐν τῷ τῶν ἁγίων χορῷ·
οὕτω δὲ καὶ γεύσεως ἀξιοῦται θείας, δι' ἧς γινώσκει κατὰ
τὴν ψαλμῳδίαν, Ὅτι χρηστὸς ὁ κύριος, καὶ διὰ τῆς ὀσφραντι-
κῆς ἐνεργείας τῆς τοῦ Χριστοῦ εὐωδίας ἀντιλαμβάνεται,
καὶ τὴν ἁπτικὴν προσλαμβάνει δύναμιν ἐφαπτομένη τῆς
ἀληθείας ἡ ψυχὴ καὶ ψηλαφῶσα τὸν λόγον κατὰ τὴν Ἰωάννου
μαρτυρίαν. εἰ ταῦτα τοίνυν καὶ τὰ τοιαῦτα μετὰ τὸν διὰ
τοῦ θανάτου τόκον τοῖς ἀνθρώποις ἀπόκειται, τί βούλεται
τὸ πένθος καὶ ἡ σκυθρωπότης καὶ ἡ κατήφεια; νῦν ἡμῖν ὁ
πρὸς τὴν τῶν πραγμάτων φύσιν βλέπων ἀποκρινέσθω, εἰ
48
προτιμότερον οἴεται τὸ τοῖς σωματικοῖς αἰσθητηρίοις περὶ
τὴν τοῦ καλοῦ κρίσιν διαπλανᾶσθαι τοῦ γυμνῷ τῷ τῆς ψυχῆς
ὀφθαλμῷ πρὸς αὐτὴν τὴν τῶν πραγμάτων βλέπειν ἀλήθειαν.
ἐνταῦθα γὰρ ἀνάγκη τις ἔπεστι τῇ ψυχῇ ἀλλοτρίᾳ κρίσει
δουλεύειν ἐν τῇ περὶ τοῦ καλοῦ ὑπονοίᾳ. ἐπειδὴ γὰρ ἡ
τελεία τῆς ψυχῆς δύναμις ἀχώρητός ἐστιν ἔτι τῷ νηπιάζοντι
σώματι, ἡ δὲ τῶν αἰσθητηρίων ἐνέργεια εὐθὺς τελεία τῷ
βρέφει συναποτίκτεται, τούτου χάριν προλαμβάνεται ὑπὸ
τῆς αἰσθήσεως ἡ διάνοια ἐν τῇ τοῦ καλοῦ κρίσει καὶ τὸ
τοῖς αἰσθητηρίοις φανὲν ἤδη καὶ νομισθὲν εἶναι καλὸν
καὶ διὰ συνηθείας προειλημμένον ἀβασανίστως δέχεται ἡ
ψυχή, ἐκεῖνο καλὸν εἶναι πεισθεῖσα ὅπερ ἂν προλαβοῦσα
προσμαρτυρήσῃ ἡ αἴσθησις, ἐν χρώμασί τισι καὶ χυμοῖς
καὶ τοῖς τοιούτοις λήροις τὸ καλὸν θεωροῦσα. ὧν μηκέτι
προφαινομένων μετὰ τὴν ἐκ τοῦ σώματος ἔξοδον ἀνάγκη
πᾶσα τὸ ἀληθῶς ἀγαθὸν τῇ ψυχῇ φανῆναι, πρὸς ὃ κατὰ φύσιν
ᾠκείωται. οὔτε γὰρ πρὸς τὸ εὔχρουν ἔτι ἡ ὄψις δελεασθήσεται
τοῦ ὀφθαλμοῦ τούτου μηκέτι ὄντος οὔτε πρὸς ἄλλο τι τῶν
καταγλυκαινόντων τὰ αἰσθητήρια ἡ ῥοπὴ τῆς προαιρέσεως
ἔσται πάσης σωματικῆς αἰσθήσεως ἀποσβεσθείσης, μόνης
δὲ τῆς νοερᾶς ἐνεργείας ἀΰλως τε καὶ ἀσωμάτως τοῦ νοητοῦ
κάλλους ἐφαπτομένης ἀκωλύτως ἡ φύσις τὸ ἴδιον ἀπολήψεται
ἀγαθόν, ὃ μήτε χρῶμα μήτε σχῆμα μήτε διάστασις μήτε
πηλικότης ἐστίν, ἀλλ' ὃ πᾶσαν στοχαστικὴν εἰκασίαν
παρέρχεται.
Τί οὖν ἴσως ἐρεῖ τις δυσχεραίνων πρὸς τὴν παροῦσαν
ζωήν; ἵνα τί τὸ σῶμα καὶ ἀντὶ τίνος ἡμῖν, εἴπερ ἀμείνων ὁ
49
χωρὶς τούτου βίος ἀπεδείχθη τῷ λόγῳ; πρὸς ὃν ἐροῦμεν ὅτι οὐ
μικρόν ἐστι οὐδὲ τὸ ἐκ τούτων κέρδος τοῖς δυναμένοις εἰς
πᾶσαν βλέπειν τὴν οἰκονομίαν τῆς φύσεως. μακάριος μὲν γὰρ
ὄντως ἐκεῖνος τῶν ἀγγέλων ὁ βίος ὁ μηδὲν τοῦ σωματικοῦ
προσδεόμενος βάρους. οὐ μὴν οὐδὲ οὗτος ἀσυντελὴς ὡς
πρὸς ἐκεῖνόν ἐστιν· ὁδὸς γὰρ πρὸς τὸ ἐλπιζόμενον ὁ παρὼν
γίνεται βίος, καθάπερ ἐπὶ τῶν βλαστημάτων ἔστιν ἰδεῖν, ἐφ'
ὧν ὁ καρπὸς ἀπὸ τοῦ ἄνθους ἀρξάμενος δι' αὐτοῦ πρόεισιν
εἰς τὸ γενέσθαι καρπὸς κἂν μὴ καρπὸς ᾖ τὸ ἄνθος. ἀλλὰ καὶ
τὰ λήια τῶν σπερμάτων ἐκφυόμενα οὐκ εὐθὺς ἐν τῷ στάχυι
φαίνεται, ἀλλὰ χόρτος τὸ πρῶτον γίνεται βλάστημα, εἶτα
ἀπὸ τούτου καλάμη συνίσταται περιφθαρέντος τοῦ χόρτου
καὶ οὕτω τῇ κεφαλῇ τοῦ ἀστάχυος ὁ καρπὸς ἐμπεπαίνεται.
πλὴν οὐκ αἰτιᾶται τὴν ἀναγκαίαν ταύτην περίοδόν τε καὶ
ἀκολουθίαν ὁ γεωπόνος διὰ τί λέγων πρὸ τοῦ καρποῦ τὸ
ἄνθος, ἢ ὑπὲρ τίνος ὁ ἐκ τοῦ σπέρματος προανατέλλων
χόρτος, εἴ γε καὶ τὸ ἄνθος ἀπορρέει καὶ ὁ χόρτος μάτην
ξηραίνεται πρὸς οὐδὲν συντελῶν τῇ ἀνθρωπίνῃ τροφῇ·
οἶδεν γὰρ ὁ πρὸς τὴν θαυματοποιΐαν βλέπων τῆς φύσεως
ὅτι οὐκ ἂν ἄλλως ἐκ τῶν σπερμάτων τε καὶ βλαστημάτων ὁ
καρπὸς τελειωθείη μὴ τῆς τεχνικῆς ταύτης ἀκολουθίας
ὁδοποιούσης αὐτοῦ τὴν τελείωσιν. οὐ γὰρ ἐπειδὴ πρὸς
ἀπόλαυσιν ἡμετέραν ὁ προεκβαλλόμενος ἐκ τῶν σπερμάτων
χόρτος ἀχρήστως ἔχει, διὰ τοῦτο περιττόν τε καὶ παρέλκον
ἐστὶ τὸ γινόμενον. ὁ μὲν γὰρ τῆς τροφῆς χρῄζων πρὸς
τὴν ἑαυτοῦ χρείαν ὁρᾷ, ὁ δὲ τῆς φύσεως λόγος οὐ πρὸς
ἄλλο τι βλέπει, ἀλλ' ὅπως ἂν προαγάγοι τὴν καρπογονίαν
διὰ τῆς τεταγμένης ἀκολουθίας ἐπὶ τὸ τέλειον. διὸ πρῶτον
50
πολυμερῶς διὰ ῥιζῶν τῷ ὑποκειμένῳ ἐμφύεται, δι' ὧν ἕλκει
τὴν κατάλληλον ἑαυτῷ διὰ τῆς ἰκμάδος τροφήν, εἶτα χόρτον
βλαστάνει [διὰ τὴν ἐκ τοῦ ἀέρος βλάβην προκάλυμμα τῆς
ῥίζης τὴν πόαν ποιούμενος] ὅπερ καρπὸς μὲν οὐκ ἔστι
συνεργία δέ τις καὶ ὁδὸς γίνεται τῆς τοῦ καρποῦ τελειώσεως
πρῶτον μὲν ἐκκαθαίρων δι' ἑαυτοῦ τὴν ἐγκειμένην τῷ
σπέρματι δύναμιν (οἷόν τι περίττωμα τοῦ καρποῦ τὸν χόρτον
προαποσκευαζομένης τῆς φύσεως), εἶτα σκέπασμα γίνεται
τῇ ῥίζῃ πρὸς τὰς ἐκ τοῦ ἀέρος βλάβας τὰς διὰ κρύους τε
καὶ θάλπους ἐγγινομένας. εὐτονώτερον δὲ ἤδη διὰ βάθους
ἐν ταῖς ῥίζαις ὑποσκευασθέντος τοῦ σπέρματος τότε τοῦ
χόρτου λοιπὸν ἀμεληθέντος διὰ τὸ μηκέτι δεῖσθαι τὴν
ῥίζαν τοῦ προκαλύμματος πρὸς τὴν τῆς καλάμης ἀναδρομὴν
πᾶσα συνδίδοται δύναμις μηχανικῇ τινι σοφίᾳ τὴν
αὐλοειδῆ κατασκευὴν φιλοτεχνούσης τῆς φύσεως, ἧς εὐθυτενὴς
μὲν ἡ βλάστη χιτῶσιν ἐπαλλήλοις ἐν κύκλῳ διειλημμένη·
χρὴ γὰρ τούτοις ὑγρὰν οὖσαν καὶ ἄτονον τὴν καλάμην παρὰ
τὴν πρώτην ἐντρέφεσθαι τοῖς διὰ μέσου συνδέσμοις ἀσφα-
λείας χάριν ὑπεζωσμένην. εἰ δὲ πρὸς τὸ σύμμετρον ἀναδράμοι
μῆκος, τότε κομᾷ ἡ καλάμη τοῦ τελευταίου χιτῶνος ἀφ'
ἑαυτοῦ τὸν στάχυν προδείξαντος, ὃς εἰς πολλοὺς ἀθέρας
τριχοειδῶς διαιρούμενος κρύπτει τὸν κόκκον τὸν κατὰ τὴν
βάσιν τῶν ἀθέρων τοῖς ἐλύτροις ὑποτρεφόμενον. εἰ τοίνυν
οὔτε πρὸς τὰς ῥίζας τῶν σπερμάτων ὁ γεωργὸς δυσχεραίνει
οὔτε πρὸς τὸν προεκβαλλόμενον ἐκ τοῦ σπέρματος χόρτον
51
οὔτε εἰς τοὺς ἀθέρας τοῦ στάχυος, ἀλλ' ἐν ἑκάστῳ τούτων
ἐνθεωρεῖ τινα χρείαν ἀναγκαίαν, δι' ἧς τεχνικῶς ἡ φύσις
ὁδεύουσα προάγει τὸν καρπὸν εἰς τελείωσιν διὰ τῆς τῶν
ἀχρείων ἀποποιήσεως τὴν γόνιμον ἐκκαθαίρουσα δύναμιν,
ὥρα καὶ σοὶ μὴ δυσχεραίνειν διὰ τῶν ἀναγκαίων ὁδῶν
προιούσης ἡμῶν τῆς φύσεως ἐπὶ τὸ ἴδιον τέλος ἀλλ' ἡγεῖσθαι
κατὰ τὴν ἐν τοῖς σπέρμασιν ἀναλογίαν τὸ ἀεὶ παρὸν πρός
τι πάντως χρησίμως τε καὶ ἀναγκαίως ἔχειν, οὐ μὴν τοῦτο
εἶναι οὗ χάριν εἰς γένεσιν ἤλθομεν. οὐ γὰρ ἐπὶ τὸ ἔμβρυον
γενέσθαι παρὰ τοῦ δημιουργήσαντος ἡμᾶς ὑπέστημεν οὐδὲ
πρὸς τὸν βρεφώδη βίον ὁ σκοπὸς τῆς φύσεως βλέπει οὐδὲ πρὸς
τὰς ἐφεξῆς ἡλικίας ὁρᾷ ἃς ἀεὶ διὰ τῆς ἀλλοιώσεως μετενδύεται
τῷ χρόνῳ τὸ εἶδος συνεξαλλάσσουσα, οὐδὲ πρὸς τὴν ἐπιγινο-
μένην διὰ τοῦ θανάτου λύσιν τῷ σώματι, ἀλλὰ πάντα ταῦτα
καὶ τὰ τοιαῦτα τῆς ὁδοῦ δι' ἧς πορευόμεθα, μέρη ἐστίν.
ὁ δὲ σκοπὸς καὶ τὸ πέρας τῆς διὰ τούτων πορείας ἡ πρὸς τὸ
ἀρχαῖον ἀποκατάστασις, ὅπερ οὐδὲν ἕτερον ἢ ἡ πρὸς τὸ
θεῖόν ἐστιν ὁμοίωσις. καὶ ὥσπερ ἐπὶ τῆς κατὰ τὸν στάχυν
εἰκόνος ἀναγκαῖος μὲν ἐφάνη τῷ λόγῳ τῆς φύσεως καὶ ὁ
προεκβαλλόμενος χόρτος, οὐ μὴν δὲ δι' ἐκεῖνόν ἐστιν ἡ
γεωργία οὐδὲ χιτῶνες καὶ ἀθέρες καὶ καλάμη καὶ ὑποζώματα
πρόκεινται τῇ τῆς γεωργίας σπουδῇ ἀλλ' ὁ τρόφιμος καρπὸς
ὁ διὰ τούτων προιὼν εἰς τελείωσιν, οὕτω καὶ τῆς ζωῆς τὸ
μὲν προσδοκώμενον πέρας μακαριότης ἐστίν, τὰ δὲ ὅσα περὶ τὸ
σῶμα νῦν καθορᾶται, θάνατος καὶ γῆρας καὶ νεότης καὶ
νηπιότης καὶ ἡ ἐν ἐμβρύῳ διάπλασις, πάντα ταῦτα οἷόν
τινες χόρτοι καὶ ἀθέρες καὶ κάλαμοι ὁδὸς καὶ ἀκολουθία
52
καὶ δύναμις τῆς ἐλπιζομένης ἐστὶ τελειώσεως. πρὸς ἣν
βλέπων ἐὰν εὐφρονῇς, οὔτε ἀπεχθῶς ἕξεις πρὸς ταῦτα οὔτε
μὴν ἐμπαθῶς τε καὶ ἐπιθυμητικῶς διατεθήσῃ ὡς ἢ χωριζό-
μενος αὐτῶν ἀνιᾶσθαι ἢ αὐτομολεῖν πρὸς τὸν θάνατον.
Εἰ δὲ χρὴ προσθεῖναι καὶ τοῦτο τῷ λόγῳ, οὐκ ἄχρηστον
ἴσως ἐστίν, κἂν ἔξω τῆς ἀκολουθίας εἶναι δοκῇ, ὅτι ἐμμελετᾷ
τῷ θανάτῳ διὰ παντὸς ἡ φύσις καὶ συμπέφυκε διὰ τοῦ
χρόνου προιούσῃ τῇ ζωῇ πάντως ὁ θάνατος. πρὸς γὰρ τὸ
μέλλον ἐκ τοῦ παρῳχηκότος τῆς ζωῆς πάντοτε κινουμένης
καὶ οὐδέποτε πρὸς τὸ κατόπιν ἀναλυούσης θάνατός ἐστι
τὸ πάντοτε τῇ ζωτικῇ ἐνεργείᾳ συνημμένως ἑπόμενον.
ἐν γὰρ τῷ παρῳχηκότι τοῦ χρόνου παύεται πάντως πᾶσα
κίνησις ζωτικὴ καὶ ἐνέργεια. ἐπεὶ οὖν ἴδιόν ἐστι θανάτου
τὸ ἄπρακτόν τε καὶ ἀνενέργητον, τοῦτο δὲ κατόπιν ἀεὶ τῇ
ζωτικῇ ἐνεργείᾳ πάντως ἐφέπεται, οὐκ ἔξω τῆς ἀληθείας
ἐστὶ τὸ συμπεπλέχθαι τῇ ζωῇ ταύτῃ τὸν θάνατον λέγειν.
καὶ ἄλλως δ' ἄν τις εὕροι τὸ τοιοῦτον νόημα διὰ τῆς ἀληθείας
ἡμῖν κρατυνόμενον αὐτῆς τῆς πείρας μαρτυρούσης τῷ
δόγματι ὅτι οὐχ ὁ αὐτός ἐστι τῷ χθιζῷ ὁ σήμερον ἄνθρωπος
κατὰ τὸ ὑλικῶς ὑποκείμενον, ἀλλά τι πάντως αὐτοῦ διὰ
παντὸς νεκροῦται καὶ ὄζει καὶ διαφθείρεται καὶ ἐκβάλλεται
καθάπερ οἰκίας τινὸς τῆς τοῦ σώματος λέγω κατασκευῆς,
τὴν νεκρώδη δυσωδίαν ἐκφερούσης τῆς φύσεως καὶ τῇ γῇ
παραδιδούσης τὸ ἤδη τῆς ζωτικῆς δυνάμεως ἔξω γενόμενον.
διὸ κατὰ τὴν τοῦ μεγάλου φωνὴν Παύλου Καθ' ἡμέραν
ἀποθνήσκομεν οὐχ οἱ αὐτοὶ διὰ παντὸς ἐν τῷ αὐτῷ διαμένοντες
53
οἴκῳ τοῦ σώματος ἀλλ' ἑκάστοτε ἄλλοι ἐξ ἄλλου γινόμενοι,
διὰ προσθήκης τε καὶ ἀποποιήσεως ὡς πρὸς καινὸν σῶμα
διὰ παντὸς ἀλλοιούμενοι. τί οὖν ξενιζόμεθα πρὸς τὸν θάνατον,
οὗ ἀπεδείχθη μελέτη διηνεκὴς καὶ γυμνάσιον ἡ διὰ σαρκὸς
οὖσα ζωή; κἂν τὸν ὕπνον εἴπῃς καὶ τὴν ἐγρήγορσιν, ἄλλην
θανάτου λέγεις πρὸς τὴν ζωὴν συμπλοκὴν κατασβεννυμένης
ἐν τοῖς καθεύδουσι τῆς αἰσθήσεως καὶ πάλιν τῆς ἐγρηγόρσεως
ἐνεργούσης ἡμῖν ἐν ἑαυτῇ τὴν ἐλπιζομένην ἀνάστασιν.
Ἀλλ' οὔπω τὸ προκείμενον ἡμῖν ἐσαφηνίσθη διὰ τῶν
εἰρημένων τοῦ ἐπεισοδίου νοήματος πρὸς ἑτέραν θεωρίαν
παραγαγόντος τὸν λόγον. πάλιν τοίνυν τὸ προτεθὲν ἀναλάβω-
μεν ὅτι οὐκ ἀχρήστως πρὸς τὴν προσδοκωμένην τῶν ἀγαθῶν
ἐλπίδα οὐδὲ ἡ τοῦ σώματος φύσις ἔχει. εἰ μὲν γὰρ ἦμεν
ὅπερ ἐξ ἀρχῆς ἐγενόμεθα, οὐκ ἂν πάντως τοῦ δερματίνου
χιτῶνος προσεδεήθημεν ἐπιλαμπούσης ἡμῖν τῆς πρὸς τὸ
θεῖον ὁμοιώσεως. ὁ δὲ θεῖος χαρακτὴρ ὁ ἐπιφαινόμενος
ἡμῖν τὸ κατ' ἀρχὰς οὐ ποιὰ σχήματός τινος ἢ χρώματος ἦν
ἰδιότης, ἀλλ' οἷς τὸ θεῖον θεωρεῖται κάλλος τοιούτοις
ἐκαλλωπίζετο καὶ ὁ ἄνθρωπος δι' ἀπαθείας τε καὶ μακα-
ριότητος καὶ ἀφθαρσίας τὴν ἐν τῷ ἀρχετύπῳ χάριν ἀπομιμού-
μενος. ἐπειδὴ δὲ δι' ἀπάτης τοῦ ἐχθροῦ τῆς ζωῆς ἡμῶν πρὸς
τὸ κτηνῶδες καὶ ἄλογον ἑκουσίως τὴν ῥοπὴν ἔσχεν ὁ ἄνθρω-
πος, τὸ μὲν ἄκοντας ἀποστῆσαι τοῦ χείρονος καὶ πρὸς
τὸ κρεῖττον ἀναγκαστικῶς μεταθεῖναι τοῖς μὲν ἀνεξετάστοις
χρήσιμον ἴσως δοκεῖ, τῷ δὲ πλάστῃ τῆς φύσεως ἀλυσιτελὲς
ἐφάνη καὶ ἄδικον τὴν τοῦ μεγίστου τῶν ἀγαθῶν ζημίαν διὰ
54
τῆς τοιαύτης οἰκονομίας ἐμποιῆσαι τῇ φύσει. ἐπειδὴ γὰρ
θεοειδὴς ὁ ἄνθρωπος ἐγένετο καὶ μακάριος τῷ αὐτεξουσίῳ
τετιμημένος (τὸ γὰρ αὐτοκρατές τε καὶ ἀδέσποτον ἴδιόν
ἐστι τῆς θείας μακαριότητος), τὸ δι' ἀνάγκης αὐτὸν ἐπί τι
μεταχθῆναι βιαίως ἀφαίρεσις τοῦ ἀξιώματος ἦν. εἰ γὰρ
ἑκουσίως τὴν ἀνθρωπίνην φύσιν κατὰ τὴν αὐτεξούσιον
κίνησιν ἐπί τι τῶν οὐ δεόντων ὁρμήσασαν βιαίως τε καὶ κατ-
ηναγκασμένως τῶν ἀρεσάντων ἀπέστησεν, ἀφαίρεσις ἂν
ἦν τοῦ προέχοντος ἀγαθοῦ τὸ γινόμενον καὶ τῆς ἰσοθέου
τιμῆς ἀποστέρησις. (ἰσόθεον γάρ ἐστι τὸ αὐτεξούσιον.)
ὡς ἂν οὖν καὶ ἡ ἐξουσία μένοι τῇ φύσει καὶ τὸ κακὸν ἀπογέ-
νοιτο, ταύτην εὗρεν ἡ σοφία τοῦ θεοῦ τὴν ἐπίνοιαν τὸ ἐᾶσαι
τὸν ἄνθρωπον ἐν οἷς ἐβουλήθη γενέσθαι, ἵνα γευσάμενος
τῶν κακῶν ὧν ἐπεθύμησεν καὶ τῇ πείρᾳ μαθὼν οἷα ἀνθ' οἵων
ἠλλάξατο, παλινδρομήσῃ διὰ τῆς ἐπιθυμίας ἑκουσίως πρὸς
τὴν πρώτην μακαριότητα ἅπαν τὸ ἐμπαθές τε καὶ ἄλογον
ὥσπερ τι ἄχθος ἀποσκευάσας τῆς φύσεως ἤτοι κατὰ τὴν
παροῦσαν ζωὴν διὰ προσοχῆς τε καὶ φιλοσοφίας ἐκκαθαρθεὶς
ἢ μετὰ τὴν ἐνθένδε μετάστασιν διὰ τῆς τοῦ καθαρσίου πυρὸς
χωνείας. ὥσπερ γὰρ εἴ τις ἰατρικὸς ὢν καὶ πᾶσαν…
τῶ…
The complete text is available when the reading interface loads.