The Greek Library Catalogue

Anonymous

De beneficentia

Edition reference
De beneficentia (vulgo De pauperibus amandis i), ed. A. van Heck, Gregorii Nysseni opera, vol. 9.1, Leiden: Brill, 1967: 93–108.
CTS identifier
urn:cts:greekLit:tlg2017.tlg010.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

9

96

θύραις ἑκάστου. καὶ ὁ ξένος καὶ μετανάστης οὐ λείπει καὶ τὴν

ζητοῦσαν χεῖρα πανταχοῦ τεταμένην ἔστιν ἰδεῖν. τούτοις

οἶκος μὲν ὁ ὕπαιθρος ἀήρ, καταγώγια δὲ στοαὶ καὶ ἄμφοδα

καὶ τὰ τῆς ἀγορᾶς ἐρημότερα. κατὰ δὲ τοὺς νυκτικόρακας

καὶ τὰς γλαῦκας ταῖς ὀπαῖς ἐμφωλεύουσιν. ἐσθὴς αὐτοῖς

τὰ περικεκεντημένα ῥάκια· γεωργία τῶν ἐλεούντων ἡ γνώμη·

97

τροφή, ἥτις ἂν ἐκ τοῦ προστυχόντος ἐμπέσῃ· ποτὸν ὡς τοῖς

ἀλόγοις αἱ κρῆναι· ποτήριον τῶν χειρῶν ἡ κοιλότης· ταμιεῖον

ὁ κόλπος καὶ οὗτος ἂν μὴ διερρυηκὼς ᾖ, ἀλλὰ στέγων τὰ

ἐμβαλλόμενα· τράπεζα ἡ τῶν γονάτων συνέρεισις· κλίνη

τὸ ἔδαφος· λουτρὸν ποταμὸς ἢ λίμνη, ὃ ὁ θεὸς κοινὸν πᾶσι

καὶ ἀκατάσκευον ἔδωκεν. ἀλητικὸς αὐτοῖς ὁ βίος καὶ ἄγριος,

οὐ τοιοῦτος ὢν ἐξ ἀρχῆς, ἀλλ' ἐκ τῆς συμφορᾶς καὶ τῆς

ἀνάγκης γενόμενος.

Τούτοις ὁ νηστευτὴς ἐπάρκεσον. περὶ τοὺς ἀτυχοῦντας

τῶν ἀδελφῶν γενοῦ φιλότιμος. ὃ τῆς σῆς ὑφεῖλες γαστρός,

τῷ πεινῶντι πρόσθες. γενέσθω ὁ τοῦ θεοῦ φόβος δίκαιος

ἐπανισωτής. θεράπευσον ἐγκρατείᾳ σώφρονι δύο πάθη ἐναντία

ἀλλήλοις, τὸν σὸν κόρον καὶ τοῦ ἀδελφοῦ τὸν λιμόν. οὕτως

γὰρ ποιοῦσι καὶ οἱ ἰατροί· τοὺς μὲν κενοῦσι, τοὺς δὲ πληροῦσι,

ἵνα τῇ προσθήκῃ καὶ ὑφαιρέσει ἡ περὶ ἕκαστον οἰκονομηθῇ

ὑγίεια. πείσθητε καλῇ παραινέσει· ἀνοιξάτω ὁ λόγος τῶν

εὐπόρων τὰς θύρας· εἰσαγαγέτω ἡ συμβουλὴ τὸν πένητα

πρὸς τὸν ἔχοντα· μὴ διάλεξις πλουτισάτω τοὺς στένοντας·

δότω αὐτοῖς καὶ οἰκίαν καὶ κλίνην καὶ τράπεζαν ὁ τοῦ θεοῦ

λόγος ὁ προαιώνιος διὰ λόγου οἰκετικοῦ· γεώργησον τὰ πρὸς

τὴν χρείαν τοῖς σοῖς κτήμασιν.

Πρὸς τούτοις ἄλλοι πτωχοὶ πολλοὶ ἀσθενοῦντες καὶ

κατακείμενοι. ἕκαστος περιεργαζέσθω τοὺς γείτονας. μὴ

ἀφῇς παρ' ἄλλου θεραπευθῆναι τὸν ἐγγύς σου· μὴ λάβῃ

ἄλλος τὸν θησαυρὸν τὸν σοὶ παρακείμενον· περίπτυξαι τὸν

κακούμενον ὡς χρυσόν· ἐναγκάλισαι τὸν κεκακωμένον ὡς σὴν

ὑγίειαν, ὡς σωτηρίαν γυναικός, τέκνων, οἰκετῶν καὶ πάσης

98

τῆς οἰκίας. ὁ πένης καὶ ἄρρωστος διπλοῦς ἐστι πτωχός· οἱ

μὲν γὰρ ὑγιαίνοντες ἄποροι καὶ θύραν ἐκ θύρας ἀμείβουσι

καὶ βαδίζουσι πρὸς τοὺς ἔχοντας καὶ ταῖς τριόδοις ἐπικαθή-

μενοι πάντας ἀνακαλοῦσι τοὺς διοδεύοντας, οἱ δὲ παρὰ τῆς

νόσου πεπεδημένοι, ἐγκαθειργμένοι δὲ τοῖς στενοῖς καταλύ-

μασι καὶ ταῖς στεναῖς γωνίαις, ὡς ὁ Δανιὴλ τῷ λάκκῳ, σὲ

τὸν εὐλαβῆ καὶ φιλόπτωχον ὡς τὸν Ἀμβακοὺμ ἀναμένουσιν.

γενοῦ δὲ τοῦ προφήτου δι' ἐλεημοσύνης ἑταῖρος· ταχὺς

τροφεὺς καὶ ἄοκνος τῷ δεομένῳ παράστηθι. οὐκ ἔστι ζημία

ἡ δόσις· μὴ φοβηθῇς· πολύχους βλαστάνει ὁ τῆς ἐλεημοσύνης

καρπός. σπεῖρον διδοὺς καὶ πληρώσεις τῶν ἀγαθῶν δραγμά-

των τὴν οἰκίαν.

Ἀλλ' ἐρεῖς· πένης κἀγώ. ἔστω· δεδόσθω. δὸς ὃ ἔχεις·

οὐ γὰρ τὰ ὑπὲρ δύναμιν ζητεῖ ὁ θεός. σὺ ἄρτον, ἕτερος

ποτήριον οἴνου, ἄλλος ἱμάτιον, καὶ οὕτως ἐκ συνεισφορᾶς

ἡ τοῦ ἑνὸς λύεται συμφορά. οὐδὲ Μωϋσῆς τὴν δαπάνην

τῆς σκηνῆς παρ' ἑνὸς ἔλαβε λειτουργοῦ, ἀλλὰ τοῦ δήμου

παντός. ὁ μὲν γὰρ πλουτῶν χρυσὸν ἤνεγκεν ἐκείνῳ, ἄλλος

ἄργυρον, ὁ πένης δέρματα, ὁ τούτου πενέστερος τρίχας.

ὁρᾷς ὡς καὶ ὁ τῆς χήρας κοδράντης ὑπερέβαλε τῶν πλουσίων

τὰ ἀναθήματα; ἡ μὲν γὰρ ὃ εἶχεν ὅλον ἐκένωσε, τῶν δὲ

ὀλίγον ἐξέπεσεν.

Μὴ καταφρονήσῃς τῶν κειμένων ὡς οὐδενὸς ἀξίων.

λόγισαι τίνες εἰσὶ καὶ εὑρήσεις αὐτῶν τὸ ἀξίωμα· τοῦ

σωτῆρος ἡμῶν τὸ πρόσωπον ἐνεδύσαντο. ὁ γὰρ φιλάνθρωπος

99

ἔχρησεν αὐτοῖς τὸ ἴδιον πρόσωπον, ἵνα δι' ἐκείνου δυσωπῶσι

τοὺς ἀσυμπαθεῖς καὶ μισοπτώχους, ὥσπερ οἱ τὰς βασιλικὰς

εἰκόνας κατὰ τῶν βιαζομένων αὐτοὺς προβαλλόμενοι, ἵν' ἐκ

τῆς μορφῆς τοῦ κρατοῦντος τὸν καταφρονητὴν δυσωπήσωσιν.

οὗτοί εἰσιν οἱ ταμίαι τῶν προσδοκωμένων ἀγαθῶν, οἱ θυρωροὶ

τῆς βασιλείας, οἱ ὑπανοίγοντες τὰς θύρας τοῖς χρηστοῖς καὶ

κλείοντες τοῖς δυσκόλοις καὶ μισανθρώποις· οὗτοι καὶ

κατήγοροι σφοδροὶ καὶ συνήγοροι ἀγαθοί· συνηγοροῦσι δὲ

καὶ κατηγοροῦσιν, οὐ λέγοντες, ἀλλ' ὁρώμενοι παρὰ τοῦ

κριτοῦ. τὸ γὰρ περὶ αὐτοὺς γενόμενον ἔργον παρὰ τῷ

καρδιογνώστῃ βοᾷ παντὸς κήρυκος εὐσημότερον.

Διὰ τούτους ἡμῖν καὶ τὸ φοβερὸν ἀνεγράφη διὰ τῶν εὐαγγε-

λίων τοῦ Θεοῦ δικαστήριον, οὗ πολλάκις ἠκούσατε. εἶδον

γὰρ ἐκεῖ τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐξ οὐρανῶν καὶ

τὸν ἀέρα ὡς γῆν πεζεύοντα καὶ ταῖς πολλαῖς μυριάσι τῶν

ἀγγέλων δορυφορούμενον· ἔπειτα θρόνον δόξης ἀνυψούμενον

καὶ ἐπ' αὐτὸν τὸν βασιλέα προκαθήμενον, καὶ πᾶν φῦλον

ἀνθρώπων, ὅσον παρῆλθεν εἰς γένεσιν καὶ ἡλίῳ κατελάμφθη

καὶ τούτου τοῦ ἀέρος ἀνέσπασεν, ἐν δύο μέρεσιν ἀποκεκρι-

μένον καὶ προσεστηκὸς τῷ κριτηρίῳ τὸ πλῆθος. ἐκαλοῦντο

δὲ οἱ μὲν ἀρνειοί, ὅσοι ἐκ δεξιῶν· ἐρίφους δὲ τοὺς ἐπὶ θάτερον

ἤκουσα, ἐκ τῆς ὁμοιότητος τῶν τρόπων ἐφ' ἑαυτοὺς τὰς

προσηγορίας ἑλκύσαντας. καὶ διαλέξεις ἐκεῖ τοῦ δικαστοῦ

100

πρὸς τοὺς κρινομένους καὶ ἀποκρίσεις τῶν εὐθυνομένων

πρὸς τὸν βασιλέα. ἀπεκληροῦτο δὲ ἑκάστοις τὰ πρόσφορα·

τοῖς μὲν τὸν ἄριστον βεβιωκόσι βίον βασιλείας ἀπόλαυσις,

τοῖς δὲ μισανθρώποις καὶ πονηροῖς τιμωρία πυρὸς καὶ

αὕτη διαιωνίζουσα.

Ἐγράφη δὲ τὰ πάντα ἐπιμελῶς καὶ ἀκριβὲς ἡμῖν τὸ

δικαστήριον ἀνεζωγραφήθη παρὰ τοῦ λόγου, οὐκ ἄλλου του

χάριν ἢ τοῦ μαθεῖν εὐποιίας χρηστότητα. αὕτη γάρ ἐστιν

ἡ τὸν βίον συνέχουσα, μήτηρ τῶν πενομένων, διδάσκαλος τῶν

πλουσίων, ἀγαθὴ κουροτρόφος, πρεσβυτέρων γηρωκόμος,

ταμιεῖον τῶν δεομένων, κοινὸς τῶν ἀτυχούντων λιμήν,

πάσαις ἡλικίαις καὶ συμφοραῖς τὴν ἀφ' ἑαυτῆς μερίζουσα

πρόνοιαν. ὡς γὰρ οἱ ἀγωνοθέται τῆς ματαιότητος ὑπὸ σάλ-

πιγγι τὴν ἑαυτῶν φιλοτιμίαν σημαίνοντες πᾶσι τοῖς τῆς

παλαίστρας τὴν τοῦ πλούτου διανομὴν ἐπαγγέλλονται,

οὕτως ἡ εὐποιία ἅπαντας πρὸς ἑαυτὴν καλεῖ τοὺς ἐν δυσκολίαις

καὶ περιστάσεσιν, οὐ πληγῶν τιμὰς τοῖς προσιοῦσιν, ἀλλὰ

συμφορῶν θεραπείας μερίζουσα. ἔστι δὲ αὕτη πάσης ἐπαινου-

μένης πράξεως ὑψηλοτέρα, θεοῦ πάρεδρος, τοῦ ἀγαθοῦ

φίλη καὶ πολλὴν πρὸς αὐτὸν τὴν οἰκείωσιν ἔχουσα. οὕτω τοι

πρὸ πάντων τὰς ἀγαθὰς καὶ φιλανθρώπους πράξεις αὐτὸς ὁ

θεὸς ἡμῖν αὐτουργῶν ἀναφαίνεται· τὴν γὰρ κτίσιν τῆς γῆς

καὶ τὴν τοῦ οὐρανοῦ διακόσμησιν καὶ τὴν εὔτακτον ἐναλλαγὴν

τῶν ὡρῶν καὶ ἡλίου θερμότητα καὶ κρυστάλλου γένεσιν

ψύχουσαν καὶ πάντα τὰ καθ' ἕκαστον οὐκ αὐτὸς ἑαυτῷ ὁ

101

θεός (ἀπροσδεὴς γὰρ τῶν τοιούτων ἐκεῖνος), ἀλλ' ὑπὲρ ἡμῶν

διηνεκῶς ἐνεργεῖ, γεωργὸς ἀόρατος τῆς τῶν ἀνθρώπων

τροφῆς, σπορεὺς εὔκαιρος καὶ ὀχετηγὸς ἐπιστήμων. οὗτος

γὰρ δίδωσι κατὰ τὸν Ἠσαΐαν σπέρμα τῷ σπείροντι, καὶ τὸ

ὕδωρ ἐκ νεφελῶν νῦν μὲν ἠρεμαῖον ἐπιρραίνει τῇ γῇ, πάλιν

δὲ λάβρον καταχεῖ τῶν αὐλάκων. ὅταν δὲ αὐξηθῇ τὰ λήια

καὶ παρέλθῃ τὸ χλοαινόμενον, τὰς νεφέλας ἀποσκεδάζων

τοῦ οὐρανοῦ παντὸς τότε προκαλύμματος γυμνὸν αὐτοῖς

ἐφίστησι τὸν ἥλιον θερμὴν καὶ ἔμπυρον διατείνοντα τὴν

ἀκτῖνα, ἵν' ὡραῖοι γένωνται πρὸς τομὴν οἱ ἀστάχυες. τρέφει

καὶ ἄμπελον ταῖς ὥραις τῷ διψῶντι τὸ ποτὸν εὐτρεπί-

ζων καὶ ἀγέλας ἡμῖν τρέφει διαφόρων γενῶν, ἵν' ὑπάρχῃ

τοῖς ἀνθρώποις ἄφθονον ὄψον· καὶ τῶν μὲν αἱ δοραὶ ἔριον

γεωργοῦσαι τὴν σκέπην παρέχουσι, τῶν δὲ τὰ ὑποδήματα

ἡμῖν ἀπεργάζονται. ὁρᾷς ὅτι πρῶτος τῆς εὐποιίας εὑρετὴς

ὁ θεός, οὕτω τρέφων τὸν πεινῶντα καὶ ποτίζων τὸν διψῶντα

καὶ ἀμφιεννὺς τὸν γυμνόν, ὡς προείρηται.

Εἰ δὲ θέλεις ἀκοῦσαι πῶς καὶ θεραπεύει τὸν κεκακωμένον,

μάνθανε· τίς ἐδίδαξε τὴν μέλισσαν ἐργάζεσθαι τὸν κηρὸν

καὶ σὺν ἐκείνῳ τὸ μέλι; τίς τὴν πίτυν καὶ τὴν τερέβινθον

καὶ τῆς μαστίχης τὸ δένδρον τὸν λιπαρὸν ἐκεῖνον χυμὸν

ἀποστάζειν ἐποίησεν; τίς τὴν Ἰνδῶν χώραν ἐδημιούργησε

ξηρῶν καρπῶν καὶ εὐωδῶν μητέρα; τίς τὴν ἐλαίαν ἔφυσε

102

πόνων σωματικῶν καὶ ἀλγηδόνων ἐπίκουρον; τίς ἔδωκεν

ἡμῖν ῥιζῶν καὶ βοτανῶν διάγνωσιν καὶ τῶν ἐν αὐταῖς

ποιοτήτων τὴν μάθησιν; τίς τὴν ποιητικὴν ὑγιείας ἰατρικὴν

συνεστήσατο; τίς ἀνῆκεν ἐκ τῆς γῆς θερμῶν ὑδάτων πηγάς,

τὰς μὲν τὸ ψυχρὸν καὶ ὑγρὸν ἡμῶν ἰωμένας, τὰς δὲ τὸ ξηρὸν

ἢ πεπυκνωμένον λυούσας; καὶ προσῆκεν εὐκαίρως εἰπεῖν

κατὰ τὸν Βαρούχ· Οὗτος ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης

καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ. διὰ τοῦτο τέχναι

ἔμπυροι καὶ πυρὸς χωρὶς καὶ ἄλλαι ἔνυδροι καὶ μυρίαι τῶν

ἐπιτηδευμάτων εὑρέσεις, ἵνα ταῖς τοῦ βίου χρείαις ἀνενδεὴς

ἡ διακονία τελῆται· καὶ ὁ μὲν θεὸς οὕτως, ὁ πρῶτος τῆς

εὐποιίας εὑρετὴς καὶ τῶν ἡμῖν ἀναγκαίων πλούσιος ὁμοῦ

καὶ συμπαθὴς χορηγός.

Ἡμεῖς δὲ οἱ καθ' ἕκαστον γράμμα τῆς γραφῆς παιδευόμενοι

ζηλοῦν τὸν ἑαυτῶν κύριον καὶ δημιουργόν, καθ' ὅσον τῷ

θνητῷ ἡ τοῦ μακαρίου καὶ ἀθανάτου μίμησις ἐφικτή, πάντα

παρασύρομεν πρὸς τὴν οἰκείαν ἀπόλαυσιν καὶ τὰ μὲν τῇ

ἑαυτῶν ἀποκληροῦμεν ζωῇ, τὰ δὲ κληρονόμοις ταμιευόμεθα·

τῶν δὲ δυσπραγούντων λόγος οὐδεὶς οὐδὲ τῶν πενομένων

ἀγαθὴ μέριμνα. ὢ τῆς ἀνηλεοῦς γνώμης. ἄνθρωπος ἄνθρωπον

ὁρᾷ ἄρτου πενόμενον καὶ τὴν ἀναγκαίαν ζωπύρησιν τῆς τροφῆς

οὐκ ἔχοντα. οὐκ ἐπαρκεῖ δὲ προθύμως καὶ ὀρέγει τὴν

σωτηρίαν, ἀλλὰ περιορᾷ οἷόν τι φυτὸν εὐθαλὲς ὑδάτων ἀπορίᾳ

ἐλεεινῶς ξηραινόμενον, καὶ ταῦτα πλημμυροῦσαν ἔχων τὴν

ἀφθονίαν καὶ πολλοῖς ἐποχετεύειν δυνάμενος τὴν ἀπὸ τῶν

ὑπαρχόντων παραμυθίαν. ὡς γὰρ μιᾶς πηγῆς ἐπιρροὴ

103

πολλὰς πεδιάδας ἀνηπλωμένας πιαίνει, οὕτως καὶ μιᾶς

οἰκίας εὐπορία δήμους πενήτων ἐξαρκεῖ διασώσασθαι, μόνον

ἐὰν μὴ γνώμῃ φειδωλὸς καὶ ἀκοινώνητος ὡς λίθος ἐμπεσοῦσα

τῇ διεξόδῳ τὴν ἐπιρροὴν ἀνακρούσηται.

Μὴ τὰ πάντα τῇ σαρκί· ζήσωμέν τι καὶ τῷ θεῷ. τρυφὴ

μὲν γὰρ ἐπεισελθοῦσα δι' ἀπολαυσέως ὀλίγον τῆς σαρκὸς

μόριον θεραπεύει, τὴν φάρυγγα· τῇ γαστρὶ δὲ τὰς ὕλας

ἐνσήψασα τέλος ἔχει τὸν ἀφεδρῶνα. ἔλεος δὲ καὶ εὐποιία

θεῷ τέ εἰσι πράγματα φίλα καί, ᾧπερ ἂν ἐνοικήσωσιν

ἀνθρώπῳ, θεοῦσιν αὐτὸν καὶ πρὸς μίμησιν ἀποτυποῦσι τοῦ

ἀγαθοῦ, ἵν' ὑπάρχῃ εἰκὼν τῆς πρώτης καὶ ἀκηράτου καὶ

πάντα νοῦν ὑπερβαινούσης οὐσίας. τῆς δὲ σπουδῆς τὸ πέρας

ὁποῖον ἐγγυῶνται; ἐνταῦθα μὲν καλὴν ἐλπίδα καὶ προσδοκίαν

εὐφραίνουσαν, ἐν δὲ τοῖς ἔπειτα, ὅταν τὴν ῥέουσαν ταύτην

ἀποσκευασάμενοι σάρκα τὴν ἀφθαρσίαν μετενδυσώμεθα,

μακαρίαν ζωήν, ἄληκτον καὶ ἀνώλεθρον, ἐν θαυμασταῖς

τισι καὶ νῦν οὐ γινωσκομέναις ἡμῖν εὐπαθείαις εὐτρεπισμένην.

Οὐκοῦν οἱ λογικοὶ κτισθέντες καὶ τὸν νοῦν ἔχοντες τῶν

θείων ἑρμηνέα καὶ παιδευτὴν μὴ τοῖς προσκαίροις δελεασθῆτε.

κτήσασθε δὲ τὰ μηδέποτε καταλιμπάνοντα τὸν κτησάμενον·

ὁρίσατε μέτρα τῇ χρήσει τοῦ βίου. μὴ πάντα ἡμέτερα, ἀλλὰ

μέρος ἔστω καὶ τῶν πενήτων τῶν ἀγαπητῶν τοῦ θεοῦ· πάντα

γὰρ τοῦ θεοῦ, τοῦ κοινοῦ πατρός· ἡμεῖς δὲ ἀδελφοὶ ὡς

ὁμόφυλοι· ἀδελφοὺς δὲ τὸ μὲν ἄριστον καὶ δικαιότερον

κατ' ἰσομοιρίαν μεταλαγχάνειν τοῦ κλήρου· ἐν δὲ τάξει

δευτέρᾳ, κἂν τὸ πλέον εἷς ἢ δεύτερος σφετερίσηται, τὸ γοῦν

104

μέρος κερδανέτωσαν οἱ λειπόμενοι. εἰ δέ τις καθόλου κύριος

εἶναι τῶν πάντων ἐθέλοι καὶ αὐτῆς τῆς τρίτης ἢ πέμπτης

μοίρας ἐξείργων τοὺς ἀδελφούς, οὗτος πικρὸς τύραννος,

βάρβαρος ἀδιάλλακτος, θηρίον ἄπληστον, μόνον ἡδέως

περιχαίνων τῇ θοίνῃ, μᾶλλον δὲ καὶ αὐτῶν ἀγριώτερος τῶν

θηρίων· εἴγε λύκος μὲν τὸν λύκον εἰς βορὰν παραδέχεται

καὶ κύνες ἐν ταὐτῷ πολλοὶ ἓν σπαράττουσι σῶμα· ὁ δέ, ἄπλη-

στος, οὐδένα τῶν ὁμοφύλων εἰς τὴν μετουσίαν παραλαμβάνει

τοῦ πλούτου. ἀρκεῖ σοι ἡ σύμμετρος τράπεζα. μὴ πρὸς τὸ

πέλαγος τῆς ἀκολάστου πανδαισίας ἐκπέσῃς· χαλεπὸν γὰρ

τὸ ἐπ' ἐκείνης ναυάγιον, οὐ πέτραις περιρρηγνύον ὑφάλοις,

ἀλλ' εἰς τὸ σκότος ἐξωθοῦν τὸ βαθύτατον, ὅθεν οὔποτε ὁ

ἐμπεσὼν ἐκβήσεται.

Χρῆσαι, μὴ παραχρήσῃ· τοῦτο γάρ σε καὶ Παῦλος

ἐδίδαξεν. ἄνες σαυτὸν ἀπολαύσει μεμετρημένῃ· μὴ βακχεύσῃς

ταῖς ἡδοναῖς· μὴ πάντων ἁπλῶς ζῴων ὄλεθρος ἔσο, τετραπό-

δων μεγάλων, τετραπόδων μικρῶν, ὀρνίθων, ἰχθύων, τῶν

εὐπορίστων, τῶν σπανίων, τῶν εὐώνων, τῶν πολυτίμων·

μὴ πολλῶν θηρευτῶν ἱδρῶτι μίαν πλήρου γαστέρα, ὥσπερ

τι φρέαρ βαθύτατον πολυχειρίᾳ τῶν χωννύντων μὴ γεμιζό-

μενον. διὰ τοὺς τρυφῶντας οὐδὲ ὁ βυθὸς τῆς θαλάσσης

ἀνενόχλητος μένει οὐδὲ οἱ τῷ ὕδατι ἐννηχόμενοι ἰχθύες

μόνον ἀγρεύονται, ἀλλὰ καὶ ὅσα ἅλια ζῷα τῇ ὑποστάθμῃ τῶν

ὑδάτων ἐμφέρεται, καὶ ταῦτα πρὸς τὴν ἤπειρον καὶ τὸν ἀέρα

τοῦτον ἐξέλκεται. οὕτως τὰ γένη τῶν ὀστρέων οὐκ ἔλαθε

105

καὶ ὁ ἐχῖνος ἀγρεύεται καὶ ἡ σηπία ἕρπουσα σαγηνεύεται

καὶ ὁ πολύπους ταῖς πέτραις προσπεφυκὼς ἀποσπᾶται καὶ

οἱ κοχλίαι τῶν κατωτάτων βυθῶν ἀποσύρονται καὶ πάντα

γένη ζῴων, ὅσα τοῖς τῆς ἐπιφανείας κύμασιν ἐπινήχεται

καὶ ὅσα τὸν πυθμένα τῆς θαλάσσης ἔλαχε κατοικεῖν, πρὸς

τὸν ἀέρα τοῦτον ἐκφέρεται, τῆς τῶν φιληδόνων μηχανῆς

ποικίλα κατ' ἐκείνων σοφιζομένης τὰ θήρατρα.

Οἷα δὲ καὶ τὰ ἑξῆς τῶν τρυφώντων; ἐπάναγκες γὰρ τὴν

κακίαν, ὅπου ποτ' ἂν ὡς νόσος ἐνσκήψῃ, τὰς ἀκολούθους

ὕλας ἐφέλκεσθαι. διὸ οἱ τὴν ἁβροδίαιτον καὶ συβαριτικὴν

παρατιθέμενοι τράπεζαν ἕλκονται πρὸς ἀνάγκην εἰς κατα-

σκευὰς μεγαλοφυῶν οἰκοδομημάτων καὶ τὴν πολλὴν εὐπορίαν

δαπανῶσιν εἰς μέγεθος οἴκων καὶ κόσμον περίεργον. ἐπὶ

τούτοις τὰς κλισίας φιλοκαλοῦσιν, ἐσθῆτος ἀνθινῆς καὶ

πεποικιλμένης φροντίζουσι καὶ τραπέζας πολυταλάντους

ἀργύρου χαλκεύονται, τὰς μὲν εἰς λειότητα ἐληλαμένας,

τὰς δὲ πεποικιλμένας τῇ γλυπτικῇ, ὡς ἐξεῖναι ὁμοῦ τῇ

φάρυγγι καὶ τὴν ὄψιν εὐωχεῖσθαι ταῖς ἱστορίαις. ἐπιλόγισαί

μοι τὰ ἑξῆς· κρατῆρας, τρίποδας, κάδους, τὰ πρόχοα σκεύη,

τὰ ὀψοφόρα, ἐκπωμάτων γένη μυρία, γελωτοποιούς, μίμους,

κιθαριστάς, ᾠδούς, κομψολόγους, μουσικούς, μουσικάς,

ὀρχηστρίδας, πάντα τῆς ἀσελγείας τὸν ὁρμαθόν, παῖδας

θηλυνομένους ταῖς κόμαις, κόρας ἀναιδεῖς, ἀδελφὰς τῆς

Ἡρωδιάδος εἰς ἀκοσμίαν, ἀναιρούσας Ἰωάννην, τὸν ἐν

ἑκάστῳ θεοειδῆ καὶ φιλόσοφον νοῦν.

106

Τούτων πάντων ἐπὶ τῆς οἰκίας τελουμένων προσεδρεύουσι

τῷ πυλῶνι μυρίοι Λάζαροι, οἱ μὲν ἡλκωμένοι χαλεπῶς,

ἄλλοι τὸν ὀφθαλμὸν ἐκκεκομμένοι, ἕτεροι λώβην στένοντες

τῶν ποδῶν, τινὲς δὲ αὐτῶν ἕρποντες παντελῶς καὶ πάντων

τῶν μελῶν στέρησιν ὑπομείναντες. βοῶντες δὲ οὐκ ἀκούονται·

κωλύει γὰρ αὐλῶν ἡ ἠχὴ καὶ τὰ μέλη τῶν αὐτοφώνων

ᾠδῶν καὶ ὁ τοῦ πλατέος γέλωτος καγχασμός. ἂν δέ που καὶ

ἐπὶ πλέον διοχλήσωσι τὰς θύρας, ἀναπηδήσας ποθὲν ἀνηλεοῦς

δεσπότου θρασὺς πυλωρὸς ἀπελαύνει ῥάβδοις, κύνας ἀποκα-

λῶν καὶ μάστιξιν ἐπιξαίνων τὰ τραύματα. ἀπέρχονται δὲ οἱ

τοῦ Χριστοῦ φίλοι, τῶν ἐντολῶν τὸ κεφάλαιον, οὐκ ἄρτου

βραχέος, οὐκ ὄψου μεταλαχόντες, ὕβρεις δὲ καὶ πληγὰς

προσκερδάναντες· ἔνδον δὲ ἐν τῷ ἐργαστηρίῳ τοῦ μαμωνᾶ

οἱ μὲν ὡς ὑπέραντλα πλοῖα τὴν τροφὴν ἀποβλύζουσιν, ἄλλοι

τῇ τραπέζῃ ἐπικαθεύδουσι παρεστώτων τῶν ἐκπωμάτων.

διπλῆ δὲ ἡ ἁμαρτία κατὰ τὴν ἀσχήμονα οἰκίαν πολιτεύεται,

ἡ μὲν ἐπὶ τῷ κόρῳ τῶν μεθυόντων, ἡ δὲ ἐπὶ τῷ λιμῷ τῶν

ἐλαθέντων πτωχῶν.

Ταῦτα εἰ ἐποπτεύει ὁ θεός, ὥσπερ οὖν ἐφορᾷ, τίνα τοῦ

βίου τὴν καταστροφὴν ἐννοεῖτε οἱ μισόπτωχοι; εἴπατε· ἢ

οὐκ ἴστε, ὅτι πάντα τὰ φρικώδη καὶ φοβερὰ ὑποδείγματα

τῶν τοιούτων χάριν τὸ ἱερὸν εὐαγγέλιον ἐκβοᾷ καὶ μαρτύρε-

ται; καὶ ἀναγέγραπται μὲν βαρέα βρυχόμενος καὶ στένων

ὁ ἐν τῇ βύσσῳ τραφεὶς καὶ ἐν τῇ ἀβύσσῳ τῶν κακῶν συνεχό-

107

μενος· ἄλλος δὲ πάλιν ὁμότροπος τούτου κατεδικάσθη

θάνατον ἀπροσδόκητον, ἐν τῇ ἑσπέρᾳ τὴν ἑωθινὴν τρυφὴν

βουλευόμενος καὶ τοῦ ὄρθρου μὴ καταλαβὼν τὴν ἀκτῖνα.

μὴ θνητοὶ τὴν πίστιν καὶ ἀθάνατοι τὴν ἀπόλαυσιν· οὕτως

γὰρ ἔχομεν γνώμης οἱ τὰ πάντα θέλοντες τῇ τῆς σαρκὸς

κολακείᾳ χαρίζεσθαι, ὡς ἀδιάδοχοι οἰκοδεσπόται, ὡς διη-

νεκεῖς τῶν ἐπὶ γῆς κύριοι, ἐν τῷ θέρει τὴν σπορὰν μερι-

μνῶντες καὶ ἐν τῇ σπορᾷ τὴν τοῦ θέρους θυμηδίαν ἐλπίζοντες·

φυτεύοντες τὴν πλάτανον καὶ τοῦ ὑψηλοῦ δένδρου τὴν σκιὰν

ἐλπίζοντες· καταπηγνύντες τὸν πυρῆνα τοῦ φοίνικος καὶ τὴν

γλυκύτητα τῶν καρπῶν ἀναμένοντες· καὶ ταῦτα πολλάκις

ἐν πολιᾷ, ὅτε τὸ μετόπωρον τῆς ἡλικίας ἐνέστηκεν, ὅτε ἐγγὺς ὁ

τοῦ θανάτου χειμών, λείπουσι δὲ τῇ ζωῇ οὐ κύκλος ἐνιαυτῶν,

ἀλλὰ τρεῖς ἢ τέτταρες ἡμέραι.

Λογισώμεθα τοίνυν οἱ λογικοί, ὅτι παροδικὸς ὁ βίος

ἡμῶν καὶ ῥέων ὁ χρόνος ἄστατός τε καὶ ἄσχετος, ὥσπερ τι

ῥεῦμα ποταμοῦ, πᾶν τὸ ἐν αὐτῷ τυγχάνον ἐλαύνων πρὸς τὸ

τῆς φθορᾶς τέλος· καὶ εἴθε, βραχὺς ὢν καὶ ἐπίκηρος, ὑπῆρχεν

ἀνεύθυνος. τοῦτο δέ ἐστι τὸ ἐπικίνδυνον, τὸ ἑκάστης ὥρας, οὐ

μὴν ἀλλὰ καὶ τῶν λόγων, ὧν φθεγγόμεθα, τῷ ἀδεκάστῳ

δικαστηρίῳ τὴν ἀπολογίαν ὀφείλειν. διὸ καὶ ὁ μακάριος

ψαλμῳδὸς πρὸς ὁμοίαν τῶν νῦν λεγομένων ἔννοιαν ἑαυτὸν

ἀναφέρων ἐπιθυμεῖ γνῶναι τοῦ ἰδίου τέλους τὴν προθεσμίαν.

ἐκλιπαρεῖ δὲ τὸν θεὸν τῶν ἐπιλοίπων ἡμερῶν διδαχθῆναι

108

τὸν ἀριθμόν, ἵνα πρὸς τὰ ἔργα τῆς ἐξόδου παρασκευάσηται,

μὴ ταραχθῇ δὲ ἀθρόον ὡς ἀνέτοιμος ὁδοιπόρος μεταξὺ

βαδίζων καὶ τὰ ἀναγκαῖα τῶν ἐφοδίων περιζητῶν. φησὶ

γοῦν οὕτως· Γνώρισόν μοι, κύριε, τὸ πέρας μου καὶ τὸν

ἀριθμὸν τῶν ἡμερῶν μου τίς ἐστιν, ἵνα γνῶ, τί ὑστερῶ ἐγώ.

ἰδοὺ παλαιστὰς ἔθου τὰς ἡμέρας μου καὶ ἡ ὑπόστασίς μου

ὡσεὶ οὐδὲν ἐνώπιόν σου. βλέπε ψυχῆς ἀγαθῆς μέριμναν

συνετήν, καὶ ταῦτα ἐν βασιλικῷ ἀξιώματι. ἐνοπτρίζεται

γὰρ τὸν βασιλέα τῶν βασιλέων καὶ τὸν κριτὴν τῶν κριτῶν

καὶ ζητεῖ τὸν τέλειον κόσμον τῶν ἐντολῶν κομισάμενος

ἀπελθεῖν ἄρτιος καὶ ἀνελλιπὴς τῆς ζωῆς τῆς ἐκεῖσε πολίτης,

ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ

τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας.

ἀμήν.

{ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣΕΙΣ ΤΟΕΦ' ΟΣΟΝ ΕΝΙ ΤΟΥΤΩΝ ΕΠΟΙΗΣΑΤΕ ΕΜΟΙΕΠΟΙΗΣΑΤΕ} Ἔτι πρὸς τῷ θεάματι τῆς φοβερᾶς τοῦ βασιλέως ἐπιφανείαςεἰμί, ἣν ὑπογράφει τὸ εὐαγγέλιον· ἔτι κατέπτηχεν ἡ ψυχὴπρὸς τὸν φόβον τῶν εἰρημένων ἐνατενίζουσα ὡς καθορῶσατρόπον τινὰ αὐτόν τε τὸν οὐράνιον βασιλέα, καθώς φησιν ὁλόγος, ἐπὶ τοῦ θρόνου τῆς δόξης φοβερῶς προκαθήμενον·καὶ τὸν μεγαλοπρεπῆ θρόνον ἐκεῖνον, ὅστις ποτὲ καὶ ὁθρόνος ἐστὶν ὁ χωρῶν ἐν ἑαυτῷ τὸν ἀχώρητον· τάς τεἀπείρους τῶν ἀγγέλων μυριάδας ἐκείνας ἐν κύκλῳ τὸνβασιλέα περιεστώσας· αὐτόν τε τὸν μέγαν καὶ φοβερὸνβασιλέα ἐκ τῆς ἀφράστου δόξης ἐπὶ τὴν ἀνθρωπίνην κατακύ-πτοντα φύσιν καὶ πᾶν γένος ἀνθρώπων τῶν ἀφ' οὗ γεγόνασινἄνθρωποι καὶ μέχρι τῆς φοβερᾶς ἐμφανείας ἐκείνης εὑρισκο-μένων ἀθροίζοντά τε πρὸς ἑαυτὸν καὶ κατὰ τὴν ἀξίαν τῶνβεβιωμένων ἑκάστῳ τὴν κρίσιν ἐπάγοντα, τοῖς μὲν δεξιᾷτῇ προαιρέσει συζήσασι τὰ δεξιά, καθὼς εἴρηται, χαριζόμενον,τοῖς δὲ σκαιοῖς τε καὶ ἀποβλήτοις τὴν κατάλληλον τοῖςβεβιωμένοις ἀποκληροῦντα ψῆφον, ἐπιλέγοντα ἑκατέροις,τοῖς μὲν τὴν γλυκεῖαν καὶ ἀγαθὴν ἐκείνην φωνὴν ὅτι Δεῦτεοἱ εὐλογημένοι, τοῖς δὲ τὴν φρικώδη καὶ φοβερὰν ἀπειλὴνὅτι Πορεύεσθε οἱ κατηραμένοι. Οὕτω δέ μοι τῆς ψυχῆς πρὸς τὸν τῶν ἀνεγνωσμένωνφόβον διατεθείσης, ὡς πρὸς αὐτοῖς δοκεῖν εἶναι τοῖς πράγμασικαὶ τῶν παρόντων ἐπαισθάνεσθαι μηδενός, οὐδεμίαν ὁ νοῦςἄγει σχολὴν πρὸς ἄλλο τι βλέπειν τῶν προκειμένων εἰςἐξέτασίν τε καὶ θεωρίαν τῷ λόγῳ· καίτοι γε οὐ μικρὰ ταῦτάἐστιν οὐδὲ ὀλίγης ζητήσεως ἄξια, τὸ γνῶναι πῶς ἔρχεταιὁ ἀεὶ παρών. Ἰδοὺ γάρ, φησί, μεθ' ὑμῶν εἰμι πάσας τὰςἡμέρας· καὶ εἰ μεθ' ἡμῶν νῦν εἶναι πεπίστευται, πῶς ἥξεινὡς οὐ παρὼν ἐπαγγέλλεται; εἰ γὰρ Ἐν αὐτῷ ζῶμέν τε καὶκινούμεθα καὶ ἐσμέν, καθώς φησιν ὁ ἀπόστολος, οὐδεμίαμηχανὴ τοῦ περιδεδραγμένου τῶν πάντων τοὺς ἐν αὐτῷκατεχομένους τοπικῶς ἀποστήσει, ὥστε ἢ νῦν μὴ παρεῖναιτοῖς ἐμπεριεχομένοις ἢ χρόνοις ὕστερον παρέσεσθαί ποτεπροσδοκῆσαι. τίς δὲ καὶ ἡ τοῦ ἀσωμάτου καθέδρα καὶ ἡ τοῦἀχωρήτου ἐν τῷ θρόνῳ περιγραφὴ καὶ πάντα τὰ τοιαῦτα, ὡςμείζονα ἢ κατὰ τὸν παρόντα καιρόν, ὑπερθήσομαι. ὅπωςδ' ἂν μὴ εἰς τὴν τῶν ἀποβλήτων ἀπωσθείημεν τάξιν, πρὸςτοῦτο, καθὼς ἂν οἷός τε ὦ, πρὸς τὸ κοινὸν κέρδος τρέψωτὸν λόγον. Σφόδρα γάρ, ἀδελφοί, σφόδρα πρὸς τὴν ἀπειλὴν κατεπτόη-μαι καὶ οὐκ ἀρνοῦμαι τῆς ψυχῆς μου τὸ πάθος. ἐβουλόμηνδ' ἂν καὶ ὑμᾶς μὴ καταφρονητικῶς ἔχειν τῶν φόβων· Μακάριοςγὰρ ὃς καταπτήσσει πάντα δι' εὐλάβειαν. ὁ δὲ καταφρονῶνπράγματος καταφρονηθήσεται ὑπ' αὐτοῦ, φησί που τῆςσοφίας ὁ λόγος. οὐκοῦν πρὸ τῆς ὥρας τῶν κακῶν τὸ μὴ ἐνπείρᾳ τῶν σκυθρωπῶν γενέσθαι φροντίσωμεν. Τίς δὲ ἡ ἀπαλλαγὴ τῶν φοβερῶν; τὸ ταύτην τοῦ βίουτὴν ὁδὸν ἑλέσθαι, ἣν νῦν ὑπέδειξεν ἡμῖν ὁ λόγος, τὴν πρόσφα-τον ὄντως καὶ ζῶσαν. τίς δὲ ἡ ὁδός; Ἐπείνων, ἐδίψων, ξένοςἤμην καὶ γυμνὸς καὶ ἀσθενὴς καὶ ἐν φυλακῇ· ἐφ' ὅσονἐποιήσατε ἑνὶ τούτων, ἐμοὶ ἐποιήσατε. καὶ διὰ τοῦτο φησὶΔεῦτε οἱ εὐλογημένοι τοῦ πατρός μου. τί διὰ τούτωνμανθάνομεν; ὅτι εὐλογία μέν ἐστιν ἡ τῶν ἐντολῶν ἐπιμέλεια,κατάρα δὲ ἡ πρὸς τὰς ἐντολὰς ῥᾳθυμία. ἀγαπήσωμεν τὴνεὐλογίαν καὶ φύγωμεν τὴν κατάραν. ἐφ' ἡμῖν γάρ ἐστινἑλέσθαι ἢ μὴ ἑλέσθαι κατ' ἐξουσίαν ἑκάτερον· πρὸς ὅτι γὰρἂν τῇ προθυμίᾳ ῥέψωμεν, ἐν ἐκείνῳ ἐσόμεθα. οὐκοῦν οἰκειωσώ-μεθα τὸν τῆς εὐλογίας κύριον τὸν ἑαυτῷ τὴν περὶ τοὺςδεομένους σπουδὴν λογιζόμενον· καὶ μάλιστα νῦν, ὅτεπολλὴν ἔχει κατὰ τὸν παρόντα βίον ὕλην ἡ ἐντολὴ καὶπολλοὶ μὲν οἱ τῶν ἀναγκαίων ἐνδεεῖς, πολλοὶ δὲ καὶ αὐτοῦτοῦ σώματος ἔχουσιν ἐνδεῶς ἐκ τῆς πονηρᾶς ἀρρωστίαςδαπανηθέντες. οὐκοῦν ἐν τῇ περὶ τούτους σπουδῇ τὴν ἀγαθὴνἐπαγγελίαν ἑαυτοῖς κατορθώσωμεν· λέγω δὲ σαφῶς οὑτωσὶπερὶ τῶν ἐκ τῆς χαλεπῆς νόσου διαλωβηθέντων· ὅσῳ γὰρμείζων ἐπὶ τούτων ἡ ἀρρωστία, τοσούτῳ δῆλον ὅτι πλείων ἡεὐλογία τοῖς τὸ ἐπίπονον τῆς ἐντολῆς κατορθώσασιν. Τί οὖν χρὴ πράττειν; μὴ ἀντιβαίνειν τῇ διατάξει τοῦπνεύματος· αὕτη δέ ἐστι τὸ μὴ ἀλλοτριοῦσθαι τῶν κοινωνούν-των τῆς φύσεως μηδὲ μιμεῖσθαι τοὺς ἐν τῷ εὐαγγελίῳκατηγορηθέντας ἐκείνους, τὸν ἱερέα λέγω καὶ τὸν λευΐτην,ἀσυμπαθῶς παραδραμόντας τὸν ἐλέους δεόμενον ἐκεῖνον,ὅν φησι τὸ διήγημα ὑπὸ τῶν λῃστῶν ἡμιθανῆ γενέσθαι. εἰγὰρ ἐκεῖνοι ὑπαίτιοι μὴ ἐπιστραφέντες πρὸς τὰς πληγὰς