The Greek Library Catalogue

Anonymous

Contra fornicarios

Edition reference
Contra fornicarios, ed. Gebhardt, op. cit., 211–217.
CTS identifier
urn:cts:greekLit:tlg2017.tlg013.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

9

211

προσβάλῃ, χρήσιμος πρὸς ἐκεῖνον ἀντίστασις, ἂν δόλων

ἀπειλῆται παράταξις, καλὴ ἡ πρὸς τούτους τοὺς ἀνταγωνιστὰς

προσδρεία, ἂν συκοφαντίας ἐπιφέρηται τόξον, λυσιτελὴς

212

ἀντιπρόσωπος συμβολὴ πρὸς τὸ ψεῦδος, ὅταν δὲ μορφὴ

πορνικὴ τοξεύῃ, νῶτα διδόναι καλὸν καὶ τὴν ἀντιπρόσωπον

φεύγειν· κατευστοχεῖ γὰρ ὀφθαλμῶν ἡ πορνεία καὶ δεῖ

μεμνῆσθαι τοῦ στρατηγοῦ παραγγέλλοντος· Φεύγετε τὴν

πορνείαν. ἔχει γάρ τι τῶν ἄλλων πονηρευμάτων φευκτότερον·

τὰ μὲν γὰρ ἄλλα τῆς ἁμαρτίας 〈εἴδη〉 φείδεσθαι δοκεῖ τῆς

τῶν πραττόντων σαρκὸς καὶ τὸ πραχθὲν εἰς μόνον τὸν τὴν

πρᾶξιν δεχόμενον ἵστησιν· οἷον ἐν ταῖς ἁρπαγαῖς τῶν

ἁρπασθέντων τὸ ζημίωμα μόνων, ἐν τῇ τῶν φθονούντων

ἰσχύϊ περὶ τοὺς φθονουμένους τὸ πάθος ἐκρήγνυται, ἐν ταῖς

συκοφαντίαις, ὅταν τύχωσι πίστεως, μόνων αὖθις τῶν

συκοφαντουμένων ὁ κίνδυνος, ἐν τοῖς τὸν φόνον ὡσαύτως

τολμήσασι τοῦ δεξαμένου τὴν σφαγὴν τὸ δυσπράγημα·

πᾶσαν [ἄν] τις ἔργων ἀδίκων ἐπερχόμενος πρᾶξιν εὑρήσει

τὴν μὲν τῶν ἀδικούντων μερίδα κερδαίνουσαν, τὴν δὲ τῶν

ἀδικουμένων ξημιουμένην, πορνεία δὲ τὴν τοιαύτην οὐκ οἶδε

διαίρεσιν οὐδὲ χωρίζει τὴν τοῦ παθόντος τῆς τοῦ δράσαντος

πρᾶξιν, ἀλλὰ συγκαταστρέφει πρὸς ἀτιμίαν ἐπίκοινον, συνάπ-

τει δὲ δεσμῷ μολυσμοῦ. τοῖς πλεονέκταις ἔστι ζημιώσασιν

213

ἄλλον ἐξημιῶσθαι μηδέν, τοῖς πόρνοις δ' οὐκ ἔστιν οὐδὲν

καταισχύνασιν σῶμα μὴ τῷ καταισχυνθέντι συγκαται-

σχύνεσθαι· τοῖς πεφονευκόσιν ἔστιν ἐργασαμένοις τὸν φόνον

τοῖς σφαγεῖσι μὴ συνεσφάχθαι, τοῖς πόρνοις δ' οὐκ ἔστι

μολύνασι σάρκα τοῦ μολυσμοῦ καθαρεύειν.

Καὶ σκόπει μοι τὴν εἰς τοῦτο τοῦ Παύλου λεπτολογίαν·

Φεύγετε, φησί, τὴν πορνείαν. διὰ τί; ὅτι Πᾶν ἁμάρτημα, ὃ

ἐὰν ποιήσῃ ἄνθρωπος, ἐκτὸς τοῦ σώματός ἐστι (τοῦτ' ἔστι

τῇ τοῦ σώματος μὴ λυμαινόμενον φύσει, τῇ τῶν μελῶν μὴ

συνεσταλμένον ὕβρει, τῷ τῆς σαρκὸς μολυσμῷ μὴ συμπληρού-

μενον, ἀλλ' ἔξω τῆς τοῦ πράξαντος σώματος ἐνεργούμενον

βλάβης), Ὁ δὲ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει· οὐχ

ὥσπερ ὁ φονεὺς εἰς ἀλλότριον ἄτρωτον τὸ ἑαυτοῦ σῶμα

συντηρῶν, οὐχ ὥσπερ ὁ πλεονέκτης εἰς ἕτερον τὴν τῆς ἰδίας

σαρκὸς φυλαττόμενος βλάβην, ἀλλ' αὐτὸς ἑαυτοῦ φθορεὺς ὁ

πόρνος, αὐτὸς ὑφ' ἑαυτοῦ τῷ τῆς ἀτιμίας περιπείρεται βέλει. ὁ

κλέπτης, ἵνα θρέψῃ τὸ σῶμα, τολμᾷ τὸ πλημμέλημα, ὁ

πόρνος δὲ τῇ τῆς ἰδίας σαρκὸς προσεδρεύει λῃστείᾳ· τὸν

πλεονέκτην πρὸς ἁρπαγὴν ἐρεθίζει φιλοκερδὴς λογισμός,

πορνεία δὲ τῆς τοῦ σώματος ζημία σεμνότητος· τῷ βασκάνῳ

κατασκευάζει τὸ πάθος δοξαζόμενος ἕτερος, ὁ πόρνος δὲ τῆς

ἰδίας ἐστὶν αὐτουργὸς ἀδοξίας. τί γὰρ ἀτιμότερον σκευοφόρου

πορνείας; πᾶσα μὲν γὰρ ἄδοξος ἁμαρτίας δουλεία (ἀτιμοῖ

γὰρ τῆς ψυχῆς τὴν εὐγένειαν), ὁ δὲ πόρνος ἁμαρτίας

ἀδοξότερος δοῦλος· βόρβορον ἀντλεῖν παρ' αὐτῇ τεταγμένος

214

μολυσμοῦ συνάγει σωρὸν καὶ ἀκάθαρτον λειτουργεῖ ἐργασίαν.

ἢ οὐ δεινὸν ἐγκυλίεσθαι πηλῷ, αἰσχρότητι τρίβεσθαι, ῥάκους

ἔχειν τὸ σῶμα μὴ διαλλάττον; ποία γὰρ ῥάκους καὶ πόρνου

διαφορά; τοῦ τῆς εὐσεβείας ἀπεσχίσθη σώματος, φθείρεται

καθημερινῇ σηπεδόνι, ταῖς τῆς ἁμαρτίας ὁδοῖς ὡς ἄχρηστον

ἐναπορρίπτεται ῥάκος, κεῖται πᾶσι καταπάτημα δαίμοσιν,

εἰς αὐτὸ ὁ διάβολος τὴν ἰδίαν ἀπομάσσεται σῆψιν.

Τῆς νοητῆς δὲ τοῦ πόρνου κακοπραγίας ἡ πρόδηλος καὶ

σαφὴς οὐκ ἐλάττων· ἔστι γὰρ φευκτὸς οἰκίαις, ἀπευκτὸς συν-

τυχίαις, τοῖς πλησιάζουσιν ὕβρις, τοῖς ἐχθραίνουσιν ὄνειδος,

συγγενέσιν αἰσχύνη, συνοίκοις ἐπάρατος, ἀθυμία γονεῦσιν,

οἰκέταις θεατρισμός, γελώμενον διήγημα γείτοσι, γῆμαι σπου-

δάζων ἀπόβλητος, ὕποπτος μετὰ γάμον νυμφίος, μισούμενος

τέκνοις πατήρ, εὐκαταφρόνητος σύμβουλος, ἀηδὴς χαριζό-

μενος, αἰτῶν ἀηδέστερος, πόρρωθεν ὀφθεὶς λυπηρός, νοσῶν

ἀθλιώτερος, τεθνεὼς ἀτιμότερος. τοσούτου πλήθους κακῶν τὴν

πορνείαν ὁ Παῦλος μητέρα θεώμενος τὴν νικητήριον φυγὴν

ἡμῖν ἀρτίως παραγγέλλων ἐβόα· Φεύγετε τὴν πορνείαν.

Αὕτη ἡ φωνὴ νεανίσκου με νῦν ἀνέμνησε σώφρονος κατ'

Αἰγυπτιακῆς πορνείας διὰ φυγῆς ἀριστεύσαντος. καίτοι γε

πολλὰ τῷ νεανίσκῳ τὴν πειθὼ κατεσκεύαζεν· ἡλικία φιλή-

δονος, δουλείας ζυγός, δεσποίνης ἐρωτικὴ κολακεία, διάλεξις

συνεχὴς ἀσελγείας, λαθραία πρὸς μίξιν παράκλησις. Ἐγένετο

γὰρ τοιαύτη τις ἡμέρα καὶ εἰσῆλθεν Ἰωσὴφ εἰς τὴν οἰκίαν

215

ποιεῖν τὰ ἔργα αὐτοῦ καὶ οὐδεὶς ἦν τῶν ἐν τῇ οἰκίᾳ ἔσω καὶ

ἐπεσπάσατο ἡ κυρία τῶν ἱματίων αὐτοῦ λέγουσα· κοιμήθητι

μετ' ἐμοῦ. μέγα τὸ τῆς σωφροσύνης ἀξίωμα· τοῦ δούλου

τὴν δέσποιναν κατεσκεύασε δούλην· ὁ μὲν γὰρ ἱκετεύετο,

ἡ δὲ ἱκέτευεν· Κοιμήθητι μετ' ἐμοῦ, κοιμήθητι. πεπυρωμένον

τῆς πορνείας τὸ βέλος, ἀλλ' ὕλην ψυχῆς καιομένην οὐχ

εὗρεν, εἰς ἐσθῆτα δὲ τὴν διάλυσιν ἔσχεν, ἣν τὸ τῆς πορνείας

ἀναιδὲς περισφίγγον ἐβόα· Κοιμήθητι μετ' ἐμοῦ. μυκᾶται

τὸν τῆς πορνικῆς ἐπιθυμίας λιμόν, ἀλλ' ἔκλειεν μᾶλλον τὰ τοῦ

σώφρονος ὦτα. ἡ μὲν γὰρ ἔλεγε· Κοιμήθητι μετ' ἐμοῦ,

ἀντεκήρυττε δὲ ἡ σωφροσύνη τῷ νέῳ· γρηγόρησον μετ' ἐμοῦ,

καὶ τοῖς ἔργοις ἐκεῖνος ἐδήλου τὸ ἄγρυπνον· οὐ γὰρ ἐνύσταξε

ταῖς κολακείαις ὁ τόνος, οὐχ ὕπνωσεν ἡ γνώμη ταῖς ἐπῳδαῖς,

οὐκ ἐκαθεύδησε τῆς σωφροσύνης ἡ νῆψις, οὐ ταῖς κατασχού-

σαις ὑπεξελύθη λαβαῖς, οὐ τοῖς τῆς μορφῆς καλλωπισμοῖς

ἡλιεύθη, οὐ ῥημάτων ἐρωτικῶν διεκλάσθη θωπείαις, ἀλλ' ἦν

αὐτῷ πικροτέρα λοιδορίας τῆς δεσποίνης ἡ φωνὴ κολα-

κευούσης· Κοιμήθητι μετ' ἐμοῦ. ἕτοιμος εἱστήκει τῆς

μοιχείας νυμφαγωγὸς ὁ διάβολος καὶ συνέσφιγγε τὴν

ἐσθῆτα τῇ πόρνῃ καὶ τῶν παρ' ἐκείνης συνεκοινώνει λαβῶν,

οὐκ ᾔδει δὲ τεχνίτῃ παλαίων ἀθλητῇ σωφροσύνης καὶ καλῶς

τὰς ἐκείνης ἀπεκδυομένῳ λαβάς. Καταλιπὼν γάρ, φησί, τὰ

ἱμάτια εἰς τὰς χεῖρας αὐτῆς ἔφυγε καὶ ἐξῆλθεν ἔξω. ὢ

γυμνότης ἁγιωτέρα ἐνδύσεως. τί γοῦν τῆς Αἰγυπτιακῆς

ἀκολασίας ἡ λύσσα; τὰ ἑαυτῆς κακὰ τῷ Ἰωσὴφ περιτίθησι

216

καὶ δραμοῦσα πρὸς τὸν ἄνδρα φησίν· Εἰσήγαγες ἡμῖν παῖδα

Ἑβραῖον ἐμπαίζειν ἡμῖν· εἶπέ μοι γὰρ τῇ γυναικί σου τῇ

μέχρι τοῦ νῦν σωφρόνως φυλαξάσῃ τὴν κοίτην σου· κοιμηθήσο-

μαι μετὰ σοῦ. ὡς δὲ ὕψωσα τὴν φωνήν μου καὶ ἀνεβόησα,

ἀφῆκε τὰ ἱμάτια αὐτοῦ παρ' ἐμοὶ καὶ ἔφυγε καὶ ἐξῆλθεν ἔξω.

πάλιν Ἰωσὴφ δι' ἐσθῆτος συκοφαντεῖται· ἀδελφοὶ πρότερον

αὐτοῦ τὸν χιτῶνα λαβόντες ὡς θηριόβρωτον αὐτὸν δι'

ἐκείνου ἐσυκοφάντουν κακούργως, νῦν αὕτη τὸν χιτῶνα

λαβοῦσα διαβάλλει ὡς πόρνον. πρέπουσα τῷ Ἰωσὴφ ἡ τοῦ

δεσπότου φωνή· Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς καὶ

ἐπὶ τὸν ἱματισμόν μου ἐπέβαλον ψεῦδος. γλυκεία τῷ τῶν

σωφρόνων στρατῷ τῆς σωφροσύνης ἡ ῥητορεία, ἀλλ' ἐπίπονος

τῇ τῆς σαρκὸς ἀσθενείᾳ. ὢ τῆς δικαίας ἐπὶ τῷ Ἰωσὴφ παρὰ

θεοῦ προστασίας· πρὸ τῶν πειρασμῶν τὸν Ἰωσὴφ οὐκ

ἐτίμησεν, ἀλλ' ἔδειξε δι' ὀνειράτων τὸ μέλλον διδάσκων ὅτι

πόρρωθεν τοῖς δικαίοις τὴν δόξαν ηὐτρέπιζε, συνεχώρησε δὲ

τοῖς πειρασμοῖς δοκιμάσαι τὸν νέον τὰς τῶν φιλοψόγων

ἀποκλείων φωνάς· δοκιμὴν γὰρ μὴ δεδωκότος τοῦ Ἰωσὴφ οἱ

φιλόψογοι ἂν ἔλεγον συντυχίας εἶναι τυφλῆς τὰ πραττόμενα·

Αἰγυπτίων Ἰωσὴφ βασιλεύει, βαρβάρων δεσπόζει παιδάριον·

ποίαν ἀρετὴν ἐνδειξάμενον; ὑπὲρ ποίας τούτου τετυχηκὸς

ἀρετῆς; ἵνα οὖν ταῦτα περὶ τοῦ δικαίου μὴ λέγηται, προλαμ-

217

βάνων ὁ θεὸς τοὺς ἐπ' αὐτὸν πειρασμοὺς συγχωρεῖ, ὥστε

[τὴν] ἀπ' ἐκείνων τῷ δικαίῳ μαρτυρίαν γενέσθαι καὶ ῥάψαι

τῶν φιλοψόγων τὰ στόματα.

Ἀποστρεφώμεθα τοίνυν τὰς ἐκ μορφῆς πορνικῆς ἐπερχο-

μένας βολάς, κλείωμεν ἀσελγήμασι τὸ βλέμμα,

γελάσθωσαν παρ' ἡμῖν ἡδονῶν ἀταξίαι, φρουραρχείτω τὴν

σάρκα σωφροσύνη, καθαρότης ἐγκείτω τοῖς μέλεσι, τριβώ-

μεθα λογισμοῖς φιλοκάλοις, λάμπωμεν ἔργων αὐγαῖς,

ἐσμηγμένῳ περιστίλβωμεν βίῳ, καθαρὸν τὸ σῶμα ναὸν

τῆς τοῦ πνεύματος οἰκήσεως φυλάττωμεν, ἐπιγράψωμεν αὐτὸ

ἐπιγράμματι τὴν φοβερὰν τοῖς ἀκολάστοις παραγγελίαν

βοῶντι· Εἴ τις τὸν ναὸν τοῦ θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ

θεός.

Ἐβουλόμην ὑμῶν μηδὲ πρὸς μικρὸν διαζεύγνυσθαι· τί γὰρ

γλυκύτερον πατρὶ συνουσίας ἀγαπωμένων υἱῶν; ἀλλ' ἐπειδὴ

καλεῖ πρὸς ἀγῶνας τῆς εὐσεβείας ὁ λόγος, δεῖ δραμεῖν πρὸς

τὰ σκάμματα τῆς ἐκκλησίας εὐχῶν συνεργοὺς εἰληφότα.

ἀλλ' ἐκεῖνο παρακαλῶ τὴν ὑμετέραν ἀγάπην· φυλάττετε τὴν

ἐκκλησιαστικὴν εὐταξίαν, κἄν τινες ταραχὰς παρεμβάλλωσι,

νικᾶτε μακροθυμίᾳ τὰς ταραχάς· ἔσται γὰρ οὐκ εἰς μακρὰν

τῶν θορύβων διόρθωσις. μὴ ταράττεσθε φήμαις, μὴ φλυαρίαις

παρακινεῖσθε, ἀλλ' εὐχὰς ἡμῖν συνοδοιπόρους συμπέμψατε,

ἵνα ταῖς εὐχαῖς ὑμῶν δυναμούμενοι εἴπωμεν ἐν παντὶ καιρῷ

παρὰ τῆς θείας βοηθούμενοι ἰσχύος· Πάντα ἰσχύω ἐν τῷ

ἐνδυναμοῦντί με Χριστῷ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν

αἰώνων, ἀμήν.

{ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣΕΙΣ ΤΗΝ ΗΜΕΡΑΝ ΤΩΝ ΦΩΤΩΝ} Νῦν γνωρίζω τὴν ἐμὴν ἀγέλην, σήμερον βλέπω σχῆματῆς ἐκκλησίας τὸ σύνηθες, ἡνίκα καὶ τῶν σαρκικῶν φροντίδωντὴν ἀσχολίαν μισήσαντες ἀκεραίῳ τῷ πληρώματι πρὸς τὴνθεραπείαν τοῦ θεοῦ συνεδράμετε. καὶ στενοχωρεῖ μὲν ὁ λαὸςτὸν οἶκον εἴσω τῶν ἱερῶν ἀδύτων γενόμενος, πληροῖ δὲ τὸνἔξω χῶρον ἐν τοῖς προτεμενίσμασιν, ὅσος οὐ χωρεῖται παρὰτῶν ἔνδον κατὰ τὴν εἰκόνα τῶν μελισσῶν· αἱ μὲν γὰρ ἔνδονἐργάζονται, αἱ δὲ ἔξωθεν περιβομβοῦσι τὸ σμῆνος. οὕτωςοὖν ποιεῖτε, ὦ παῖδες, καὶ μή ποτε ταύτην τὴν σπουδὴνἀπολίπητε· πάθος γὰρ ὁμολογῶ πάσχειν ποιμαντικὸν καὶβούλομαι ἐπὶ τῆς ὑψηλῆς ταύτης καθήμενος σκοπιᾶς κύκλῳπερὶ τοὺς πρόποδας τῆς κορυφῆς βλέπειν ἠθροισμένον τὸποίμνιον. κἂν οὕτως μοι συμβαίνῃ, προθυμίας τε ἐμπίπλαμαιθαυμαστῆς καὶ κάμνω τὸν λόγον ἡδέως ὡς οἱ ποιμένεςτὰ μέλη τὰ νόμια, ὅταν δὲ ἑτέρως ἔχῃ καὶ τὴν ἔξω πλάνην ἦτεπλανώμενοι, ὡς ὑπόγυον ἐπὶ τῆς παρελθούσης κυριακῆςπεποιήκατε, σχετλιάζω πολλὰ καὶ τὴν σιωπὴν ἀσπάζομαι,βουλεύομαι δὲ τὴν ἐνθένδε φυγὴν καὶ ζητῶ τὸν Ἠλίου τοῦπροφήτου Κάρμηλον ἤ τινα πέτραν ἀοίκητον· φίλον γάρπως τοῖς ἀθυμοῦσι τὸ ἄμικτον καὶ φιλέρημον. νῦν δὲ βλέπωνὑμᾶς σὺν αὐτοῖς τοῖς γένεσιν ἀθρόως πανηγυρίζοντας ὑπομι-μνήσκομαι λογίου προφητικοῦ, ὃ πόρρωθεν Ἠσαΐας ἀνύμνησετὴν εὔτεκνον τοῦ Χριστοῦ καὶ πολύπαιδα προαναφωνῶνἐκκλησίαν· Τίνες, φησίν, οἵδε; ὡς νεφέλαι πέτονται καὶ ὡςπεριστεραὶ σὺν νεοσσοῖς ἐπ' ἐμέ. οὐ μὴν ἀλλὰ πρὸς τούτῳκἀκεῖνο· Στενός μοι ὁ τόπος, ποίησόν μοι τόπον, ἵνα κατοική-σω. ταῦτα γὰρ ἡ τοῦ πνεύματος δύναμις εἰς τὴν πολυάνθρωποντοῦ θεοῦ ἐκκλησίαν ἐθέσπισεν, ἣ χρόνοις ὕστερον ἔμελλενἀπ' ἄκρων εἰς ἄκρα πληρώσειν τὴν οἰκουμένην ἅπασαν. Ἧκε τοίνυν ἄγων καὶ περιφέρων ὁ χρόνος μνήμην ἁγίωνμυστηρίων καθαιρόντων τὸν ἄνθρωπον, ἃ καὶ τὴν δυσέκνιπτονἁμαρτίαν ἀπορρύπτει τῆς ψυχῆς καὶ τοῦ σώματος, ἐπανάγειδὲ πρὸς τὸ ἐξ ἀρχῆς κάλλος, ὅπερ ὁ ἀριστοτέχνης θεὸς ἐφ' ἡμῖνδιεπλάσατο. καὶ διὰ τοῦτο ὁ μύστης λαὸς οἱ πεπειραμένοιτῶν ἀγαθῶν τῆς ἡμέρας ἠθροίσθητε, ἐπάγεσθε δὲ καὶ τὸνἄπειρον ἔτι οἷα πατέρες χρηστοὶ μελέτῃ καὶ προσαγωγῇὁδηγοῦντες τοὺς ἀμυήτους πρὸς τὴν τελείαν τῆς εὐσεβείαςκατάληψιν. ἐγὼ δὲ ἀμφοτέροις συνήδομαι, τοῖς μὲν τελεσ-θεῖσιν, ὅτι μεγάλην δωρεὰν ἐπλουτήσατε, τοῖς δὲ ἀμυήτοις,ὅτι καλὴν προσδοκίαν ἐλπίζετε ἄφεσιν εὐθυνῶν, λύσιν δεσμῶν,οἰκείωσιν πρὸς θεόν, παρρησίαν ἐλευθέριον, ἀντὶ δουλικῆςταπεινότητος ἰσοτιμίαν τὴν πρὸς ἀγγέλους. ταῦτα γὰρ ἡμῖνκαὶ εἴ τι τούτοις ἀκόλουθον ἡ τοῦ λουτροῦ χάρις ἐγγυᾶταικαὶ δίδωσιν. διὸ τὰς ἄλλας τῶν γραφῶν ὑποθέσεις ἑτέροιςκαιροῖς ἀναθέμενοι τῷ προκειμένῳ σκοπῷ παραμείνωμεντὰ οἰκεῖα καὶ πρόσφορα τῇ ἑορτῇ δωροφοροῦντες εἰς δύναμιν·φίλον γὰρ ἑκάστῃ πανηγύρει τὸ ἴδιον. οὕτω γάμον μὲν ταῖςἐπιθαλαμίοις ᾠδαῖς δεξιούμεθα, πένθει δὲ τὰ νενομισμένατοῖς ἐπικηδείοις θρήνοις εἰσφέρομεν, ἐν πράγμασι σπουδαιο-λογούμεθα, ἐν εὐωχίαις λύομεν τῆς ψυχῆς τὸ πεπυκνωμένονκαὶ σύντονον, ἕκαστον δὲ καιρὸν τηροῦμεν τῶν ἀλλοτρίωνἀνεπιθόλωτον. Ἐγεννήθη τοίνυν Χριστὸς πρὸ ὀλίγων ἡμερῶν ὁ πρὸ πάσηςοὐσίας αἰσθητῆς τε καὶ νοηθῆς γεννηθείς, βαπτίζεται σήμερονπαρὰ Ἰωάννου, ἵνα τὸν ἐρρυπωμένον ἀποκαθάρῃ, πνεῦμα δὲἄνωθεν ἀγάγῃ καὶ ἄνθρωπον εἰς οὐρανοὺς ἀνυψώσῃ, ἵνα ὁπεσὼν διεγερθῇ καὶ ὁ ῥίψας καταισχυνθῇ (καὶ μὴ θαυμάσῃς,εἰ τοσοῦτον ἐγένετο τῷ θεῷ τὸ καθ' ἡμᾶς περισπούδαστον)ἵνα καὶ αὐτουργήσῃ τοῦ ἀνθρώπου τὴν σωτηρίαν· μετὰμερίμνης γὰρ τῆς τοῦ κακουργοῦντος ἐπεβουλεύθημεν, μετὰφροντίδος δὲ τοῦ δημιουργοῦ σῳζόμεθα. καὶ ὁ μὲν μοχθηρὸςκαὶ βάσκανος κατὰ τοῦ γένους ἡμῶν τὴν ἁμαρτίαν καινοτομῶνἄξιον τῆς ἑαυτοῦ γνώμης προκάλυμμα τὸν ὄφιν εὕρατο ὁἀκάθαρτος τῷ ὁμοίῳ ἐπεισελθών, ὁ γήινος καὶ χθόνιος τὴνπροαίρεσιν ἐνοικήσας τῷ ἑρπετῷ, Χριστὸς δὲ ὁ τὴν ἐκείνουπονηρίαν ἐπανορθῶν τέλειον ἀναλαμβάνει τὸν ἄνθρωπονκαὶ σῴζει τὸν ἄνθρωπον καὶ γίνεται πάντων ἡμῶν τύπος καὶχαρακτήρ, ἵν' ἑκάστης πράξεως ἁγιάσῃ τὴν ἀπαρχὴν καὶτὸν ζῆλον τῆς παραδόσεως ἀναμφίβολον καταλίπῃ τοῖςδούλοις. βάπτισμα τοίνυν ἐστὶν ἁμαρτιῶν κάθαρσις, ἄφεσιςπλημμελημάτων, ἀνακαινισμοῦ καὶ ἀναγεννήσεως αἰτία,ἀναγέννησιν δὲ νόησον ἐννοίᾳ θεωρουμένην, ὀφθαλμοῖς οὐβλεπομένην· οὐ γὰρ ὄντως κατὰ τὸν Ἑβραῖον Νικόδημονκαὶ τὴν ἐκείνου παχυτέραν διάνοιαν τὸν πρεσβύτην ἐναλλάξο-μεν εἰς παιδίον οὔτε τὸν ῥυσὸν πεπολιωμένον εἰς ἁπαλὸν καὶνέον μετασκευάσομεν ἢ πάλιν εἰς τὴν γαστέρα τῆς μητρὸςτὸν ἄνθρωπον ἐπανάξομεν, ἀλλὰ τὸν κατεστιγμένον ταῖςἁμαρτίαις καὶ κακοῖς ἐπιτηδεύμασιν ἐμπαλαιωθέντα χάριτιβασιλικῇ ἐπανάγομεν εἰς τὸ τοῦ βρέφους ἀνεύθυνον. ὡς γὰρτὸ εὐθύτοκον παιδίον ἐλεύθερόν ἐστιν ἐγκλημάτων καὶτιμωριῶν, οὕτως καὶ ὁ τῆς ἀναγεννήσεως παῖς οὐκ ἔχειπερὶ τίνος ἀπολογήσεται βασιλικῇ δωρεᾷ τῶν εὐθυνῶνἀφεθείς. ταύτην δὲ τὴν εὐεργεσίαν οὐ τὸ ὕδωρ χαρίζεται(ἦν γὰρ ἂν πάσης τῆς κτίσεως ὑψηλότερον), ἀλλὰ θεοῦπρόσταγμα καὶ ἡ τοῦ πνεύματος ἐπιφοίτησις μυστικῶςἐρχομένη πρὸς τὴν ἡμετέραν ἐλευθερίαν, ὕδωρ δὲ ὑπηρετεῖπρὸς ἔνδειξιν τῆς καθάρσεως. ἐπειδὴ γὰρ εἰώθαμεν ῥύπῳκαὶ βορβόρῳ τὸ σῶμα καθυβρισθὲν ὕδατι νίπτοντες καθαρὸνἀποφαίνειν, διὰ τοῦτο καὶ ἐπὶ τῆς μυστικῆς πράξεως αὐτὸπροσλαμβάνομεν τῷ αἰσθητῷ πράγματι τὴν ἀσώματονδηλοῦντες λαμπρότητα. μᾶλλον δὲ, εἰ δοκεῖ, καὶ λεπτότερονπροσκαρτερήσωμεν τῇ περὶ τοῦ λουτροῦ ζητήσει οἷον ἐκπηγῆς τινος ἀρξάμενοι τοῦ γραφικοῦ παραγγέλματος· Ἐὰνμή τις γεννηθῇ, φησίν, ἐξ ὕδατος καὶ πνεύματος, οὐ δύναταιεἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ θεοῦ. διὰ τί τὰ δύο καὶ οὐχὶμόνον τὸ πνεῦμα αὔταρκες ἐνομίσθη πρὸς τὴν συμπλήρωσιντοῦ βαπτίσματος; σύνθετος ὁ ἄνθρωπος καὶ οὐχ ἁπλοῦς,ὡς ἀκριβῶς ἐπιστάμεθα, καὶ διὰ τοῦτο τῷ διπλῷ καὶ