In luciferam sanctam domini resurrectionem
- Edition reference
- In luciferam sanctam domini resurrectionem (vulgo In Christi resurrectionem oratio v) [Sp.], ed. Gebhardt, op. cit., 315– 319.
- CTS identifier
urn:cts:greekLit:tlg2017.tlg018.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
9
317
ὅτε τὸ ξύλον τοῦ σταυροῦ ἐπὶ τῶν ὤμων ἐβάσταζε τὸ κατὰ
τοῦ διαβόλου τρόπαιον, ὅτε στέφανον ἐξ ἀκανθῶν περιέβαλλον
τῷ στεφανοῦντι τοὺς πεποιθότας ἐπ' αὐτόν, ὅτε πορφύραν
ἐνέδυσαν τὸν ἀφθαρσίαν τοῖς ἀναγεννωμένοις δι' ὕδατος καὶ
πνεύματος [ἁγίου] χαριζόμενον, ὅτε προσήλωσαν τῷ ξύλῳ
τὸν τῆς ζωῆς καὶ τοῦ θανάτου κύριον ὑπάρχοντα.
Πότε ἦν ἄτιμος; ὅτε ἐθριάμβευον ἐμπαίζοντες οἱ στρατιῶ-
ται τὸν τῆς στρατιᾶς τῶν οὐρανῶν δεσπότην.
Πότε ἦν ἄτιμος; ὅτε καλάμῳ περιθέντες σπόγγον ἐμπλή-
σαντες ὄξους ἐπότιζον [αὐτὸν καὶ χολὴν ἐδίδουν] τὸν τὸ μάννα
318
αὐτοῖς ἐπομβρήσαντα, ὅτε αἱ πέτραι ἐρρήγνυντο καὶ τὸ
καταπέτασμα τοῦ ναοῦ ἐσχίζετο τῶν ἀλιτηρίων τὴν τόλμαν
ἐκπληττόμενα, ὅτε ὁ ἥλιος ἐπένθει καὶ τὸ σκότος ὡς σάκκον
ἐνεδύετο πενθῶν τὴν τῶν Ἰουδαίων ἀπόπτωσιν· ἐθρήνει
γὰρ ἡ ἡμέρα τὰς Ἰουδαίων συμφοράς, ὅτε ἐν μέσῳ λῃστῶν ἡ
ζωὴ ἐκρέματο τοῦ μὲν ὀνειδίζοντος καὶ καταλαλοῦντος, τοῦ δὲ
τῇ μετανοίᾳ λῃστεύοντος τὸν παράδεισον.
Πότε ἦν ἄτιμος; ὅτε τὸ σῶμα πρὸς ταφὴν ἐδίδοτο.
Πότε ἦν ἄτιμος; ὅτε 〈οἱ〉 στρατιῶται ἐφύλαττον καὶ ἡ γῆ
κατέκρυπτε τὸν τὴν γῆν ἐπὶ τῶν ὑδάτων ἑδράσαντα, ὅτε οἱ
ἀπόστολοι ἐκρύπτοντο τῶν πειρασμῶν τὸν ὄγκον οὐ δυνάμενοι
φέρειν.
Ἀλλὰ ὅρα, ἀγαπητέ, τοῦ θεοῦ τὰ θαύματα καὶ μετὰ τὸ
πάθος τῆς χαρᾶς τὰ κατορθώματα. ὁ ἄτιμος εἰς εὐδοξίαν
μετεβάλλετο καὶ ἡ τοῦ κόσμου χαρὰ ἄφθαρτος ἐγήγερται
μετὰ τοῦ σώματος. τότε ὤδινεν ἡ γῆ καὶ ἐκυοφόρησεν ἡ
ἡμέρα καὶ ἀπέπτυσεν ὁ θάνατος τὴν πάντων ζωήν· οὐ γὰρ
ἦν δυνατὸν κρατεῖσθαι ὑπὸ τοῦ θανάτου τὸν πάντα λόγῳ
κρατοῦντα.
Ἑορτάσωμεν τοίνυν τριήμερον ἀνάστασιν ζωῆς αἰωνίου
πρόξενον. ὥσπερ γὰρ Μαρία ἡ θεοτόκος παρθενικὰς καὶ
ἀνυμφεύτους ὠδῖνας [οὐ] λύσασα βουλήσει θεοῦ καὶ πνεύματος
χάριτι ἐγέννησε τὸν τῶν αἰώνων ποιητὴν τὸν ἐκ θεοῦ θεὸν
λόγον, οὕτως καὶ ἡ γῆ ἐκ τῶν οἰκείων λαγόνων τὰς ὠδῖνας
τοῦ θανάτου λύσασα ἀπέπτυσε κελευσθεῖσα τὸν τῶν Ἰουδαίων
δεσπότην· οὐ γὰρ ἠδύνατο κατέχειν σῶμα φορεῖον ἀθανασίας
γενόμενον. σκοπῶν τοίνυν ὁ προφήτης Δαβὶδ τῆς εὐπρεπείας
τὴν διόρθωσιν, τοῦ θανάτου τὴν λύσιν, τῶν ποτε δούλων τὴν
ἐλευθερίαν βοᾷ καὶ λέγει· Ὁ κύριος ἐβασίλευσεν, εὐπρέπειαν
ἐνεδύσατο. ποίαν εὐπρέπειαν ἐνεδύσατο; τὴν ἀφθαρσίαν, τὴν
ἀθανασίαν, τῶν ἀποστόλων τὴν σύγκλητον, τῆς ἐκκλησίας
319
τὸν στέφανον. οὐκέτι Ἰούδας προδίδωσιν, οὐκέτι Καϊαφᾶς
ἀπειλεῖ, οὐκέτι Ἡρώδης πρὸς παιδοκτονίαν ὁπλίζεται,
οὐκέτι Πιλᾶτος δικάζει οὔτε Ἰσραηλῖται κρατοῦσι· τὸ γὰρ
φθαρτὸν γέγονεν ἄφθαρτον καὶ ὁ παρ' αὐτοῖς νομιζόμενος
ἄνθρωπος ψιλὸς θεὸς ἀποδέδεικται ἀληθινός. διὸ καὶ ἡμεῖς
βοῶμεν· Ποῦ σου, θάνατε, τὸ κέντρον; ποῦ σου, ᾅδη, τὸ
νῖκος; Ὁ κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο,
ἐνεδύσατο κύριος δύναμιν καὶ περιεζώσατο. δύναμιν λέγει τὴν
διὰ σαρκὸς οἰκονομίαν· ὅτι γὰρ ἐκείνης δυνατώτερον οὐδὲν,
διὰ σώματος ὁ ἀσώματος δαίμονας κατέβαλε, διὰ σταυροῦ
τὰς ἀντικειμένας δυνάμεις ἐξεπολιόρκησεν. ἐπειδὴ γὰρ τὰ
πρῶτα ἐκλόνει τὴν γῆν ἡ ἁμαρτία, ἀναστὰς ὁ κύριος ἡμῶν
Ἰησοῦς Χριστός, καθὼς προεῖπεν, ἐστερέωσεν αὐτὴν τῷ
ξύλῳ τοῦ σταυροῦ μηκέτι πρὸς ὄλισθον ἀπωλείας βαδίζειν
μήτε χειμῶσι τῆς πλάνης ῥιπίζεσθαι. μάρτυρα δὲ τοῦ
λόγου τὸν μακάριον Παῦλον ἀγάγωμεν λέγοντα οὕτως. Δεῖ
γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν καὶ τὸ θνητὸν
τοῦτο ἐνδύσασθαι ἀθανασίαν. διὸ καὶ ὁ ψαλμῳδὸς λέγει·
Ἕτοιμος ὁ θρόνος σου ἀπὸ τότε, ἀπὸ τοῦ αἰῶνος σὺ εἶ, καί·
Ἡ βασιλεία σου βασιλεία αἰώνιος, ἥτις οὐ διαφθαρήσεται,
καὶ πάλιν· Ἡ βασιλεία σου βασιλεία πάντων τῶν αἰώνων,
καὶ πάλιν· Ὁ κύριος ἐβασίλευσεν, ἀγαλλιασθήτω ἡ γῆ,
εὐφρανθήτωσαν νῆσοι πολλαί, ὅτι αὐτῷ ἡ δόξα καὶ τὸ
κράτος εἰς τοὺς 〈αἰῶνας τῶν αἰώνων, ἀμήν.〉
{ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣΕΙΣ ΤΗΝ ΛΕΓΟΜΕΝΗΝ ΤΩΙ ΕΠΙΧΩΡΙΩΙ ΤΩΝΚΑΠΠΑΔΟΚΩΝ ΕΘΕΙ ΕΠΙΣΩΙΖΟΜΕΝΗΝ ΗΤΙΣΕΣΤΙΝ Η ΑΝΑΛΗΨΙΣ ΤΟΥ ΚΥΡΙΟΥΝΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ} Ὡς γλυκὺς συνέμπορος τοῦ ἀνθρωπίνου βίου ὁ προφήτηςΔαβὶδ ἐν πάσαις ταῖς ὁδοῖς τῆς ζωῆς εὑρισκόμενος καὶπάσαις ταῖς πνευματικαῖς ἡλικίαις προσφόρως καταμιγνύμε-νος καὶ παντὸς τάγματος τῶν προκοπτόντων συνεφαπτόμενος·τοῖς κατὰ θεὸν νηπίοις συμπαίζει, τοῖς ἀνδράσι συναγωνίζεται,παιδαγωγεῖ τὴν νεότητα, ὑποστηρίζει τὸ γῆρας, τοῖς πᾶσιπάντα γίνεται· στρατιωτῶν ὅπλον, ἀθλητῶν παιδοτρίβης,γυμναζομένων παλαίστρα, νικώντων στέφανος, ἐπιτραπέζιοςεὐφροσύνη, ἐπικήδειος παραμυθία. οὐκ ἔστι τι τῶν κατὰ τὸνβίον ἡμῶν τῆς χάριτος ταύτης ἀμέτοχον· τίς προσευχῆςδύναμις, ἧς μὴ Δαβὶδ συνεφάπτεται; τίς ἑορτῆς εὐφροσύνημὴ τοῦ προφήτου ταύτην φαιδρύνοντος; ὃ δὴ καὶ νῦν ἔστινἰδεῖν, ὅτι καὶ ἄλλως μεγάλην ἡμῖν οὖσαν τὴν ἑορτὴν μείζοναδι' ἑαυτοῦ ὁ προφήτης ἐποίησε προσφόρως τῇ ὑποθέσειτὴν ἐκ τῶν ψαλμῶν συνεισενεγκὼν εὐφροσύνην. ἐν μὲν γὰρτῷ ἑνὶ πρόβατόν σε κελεύει γενέσθαι παρὰ τοῦ θεοῦ ποιμαινό-μενον καὶ οὐδενὸς τῶν ἀγαθῶν ὑστερούμενον, ᾧ καὶ πόανομῆς καὶ ὕδωρ ἀναπαύσεως καὶ τροφὴ καὶ σκηνὴ καὶτρίβος καὶ ὁδηγία καὶ πάντα γίνεται ὁ ποιμὴν ὁ καλὸς πρὸςπᾶσαν χρείαν τὴν ἑαυτοῦ χάριν προσφόρως καταμερίζων·δι' ὧν ἁπάντων παιδεύει τὴν ἐκκλησίαν, ὅτι χρή σε πρόβατονπρῶτον γενέσθαι τοῦ καλοῦ ποιμένος διὰ τῆς ἀγαθῆς κατηχή-σεως πρὸς τὰς θείας τῶν διδαγμάτων νομάς τε καὶ πηγὰςὁδηγούμενον εἰς τὸ συνταφῆναι αὐτῷ διὰ τοῦ βαπτισμοῦεἰς τὸν θάνατον καὶ μὴ φοβηθῆναι τὸν τοιοῦτον θάνατον·οὐ γὰρ θάνατος οὗτός ἐστιν, ἀλλὰ θανάτου σκιὰ καὶ ἐκτύπωμα. Ἐὰν γὰρ πορευθῶ, φησίν, ἐν μέσῳ σκιᾶς θανάτου, οὐφοβηθήσομαι ὡς κακὸν τὸ γινόμενον, ὅτι σὺ μετ' ἐμοῦ εἶ.μετὰ ταῦτα παρακαλέσας τῇ βακτηρίᾳ τοῦ πνεύματος (ὁ γὰρπαράκλητος τὸ πνεῦμά ἐστι) τὴν μυστικὴν προτίθησιτράπεζαν τὴν ἐξ ἐναντίου τῆς τῶν δαιμόνων τραπέζηςἑτοιμασθεῖσαν· ἐκεῖνοι γὰρ ἦσαν οἱ διὰ τῆς εἰδωλολατρίαςτὴν ζωὴν τῶν ἀνθρώπων ἐκθλίβοντες· ὧν ἐξ ἐναντίου ἡ τοῦπνεύματος τράπεζα. εἶτα μυρίζει τὴν κεφαλὴν τῷ ἐλαίῳτοῦ πνεύματος καὶ προθεὶς αὐτῷ οἶνον τὸν τὴν καρδίανεὐφραίνοντα τὴν νήφουσαν ἐκείνην μέθην ἐμποιεῖ τῇ ψυχῇστήσας τοὺς λογισμοὺς ἀπὸ τῶν προσκαίρων πρὸς τὸ ἀίδιον·ὁ γὰρ τῆς τοιαύτης γευσάμενος μέθης διαμείβεται τοῦὠκυμόρου τὸ ἀτελεύτητον εἰς μακρότητα ἡμερῶν τὴν ἐν τῷοἴκῳ τοῦ θεοῦ διαγωγὴν παρατείνων. Τοιαῦτα ἡμῖν ἐν τῷ ἑνὶ τῶν ψαλμῶν χαρισάμενος πρὸςμείζονα καὶ τελεωτέραν εὐφροσύνην ἐν τῷ ἑξῆς ψαλμῷ τὴνψυχὴν ἐπεγείρει, καὶ, εἰ δοκεῖ, καὶ τούτου τὴν διάνοιαν ὑμῖνπαραθώμεθα δι' ὀλίγων ἐπιτεμόμενοι· Τοῦ κυρίου ἡ γῆ καὶ τὸπλήρωμα αὐτῆς. τί οὖν ξενίζῃ, ὦ ἄνθρωπε, εἰ ὁ θεὸς ἡμῶνἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη; κτίσμαγὰρ ἐκείνου ἡ γῆ, διότι καὶ ποίημα. οὐκοῦν οὐδὲν καινὸν οὐδὲἔξω τοῦ πρέποντος τὸ εἰς τὰ ἴδια ἐλθεῖν τὸν δεσπότην· οὐ γὰρἐν ἀλλοτρίῳ γίνεται κόσμῳ, ἀλλ' ὃν αὐτὸς συνεστήσατο ὁ ἐπὶθαλασσῶν θεμελιώσας τὴν γῆν καὶ πρὸς τὴν τῶν ποταμῶνδίοδον εὔθετον αὐτὴν εἶναι παρασκευάσας. ὑπὲρ τίνος οὖν ἡπαρουσία; ἵνα σε τῶν βαράθρων τῆς ἁμαρτίας ἐκβαλὼν ἐπὶ τὸὄρος ἀγάγῃ τῆς βασιλείας ὀχήματι πρὸς τὴν ἄνοδον τῇ κατ'