In ascensionem Christi
- Edition reference
- In ascensionem Christi, ed. Gebhardt, op. cit., 323–327.
- CTS identifier
urn:cts:greekLit:tlg2017.tlg019.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
9
325
ἀρετὴν πολιτείᾳ χρησάμενον· οὐ γὰρ ἔστιν ἀνελθεῖν ἐπὶ τὸ
ὄρος ἐκεῖνο, εἰ μή 〈τις〉 ταῖς ἀρεταῖς συνοδεύσειε ταῖς μὲν
χερσὶν ἀθῷος γενόμενος καὶ μηδεμιᾷ πονηρᾷ πράξει ῥυπού-
μενος, καθαρὸς δὲ τῇ καρδίᾳ πρὸς οὐδὲν μάταιον τὴν ψυχὴν
ἑαυτοῦ φέρων μηδέ τινα δόλον τῷ πλησίον ἐξαρτυόμενος.
ταύτης τῆς ἀναβάσεως ἔπαθλόν ἐστιν ἡ εὐλογία, τούτῳ
δίδωσι τὴν ἀποκειμένην ἐλεημοσύνην ὁ κύριος, Αὕτη ἐστὶν
ἡ τῶν ζητούντων αὐτὸν γενεὰ τῶν δι' ἀρετῆς πρὸς ὕψος
ἀναβαινόντων καὶ Ζητούντων τὸ πρόσωπον τοῦ θεοῦ Ἰακώβ.
τὸ δὲ ἐφεξῆς τῆς ψαλμῳδίας καὶ αὐτῆς τάχα τῆς εὐαγγελικῆς
διδασκαλίας ἐστὶν ὑψηλότερον· τὸ μὲν γὰρ εὐαγγέλιον τὴν
ἐπὶ γῆς τοῦ κυρίου διαγωγὴν καὶ τὴν ἀναστροφὴν διηγήσατο,
ὁ δὲ ὑψηλὸς οὗτος προφήτης ἐκβὰς αὐτὸς ἑαυτόν, ὡς ἂν μὴ
βαρύνοιτο τῷ ἐφολκίῳ τοῦ σώματος, καὶ ταῖς ὑπερκοσμίοις
δυνάμεσιν ἑαυτὸν καταμίξας τὰς ἐκείνων ἡμῖν φωνὰς
διεξέρχεται, ὅτε προπομπεύουσαι τοῦ δεσπότου ἐπὶ τὴν
κάθοδον ἐπαρθῆναι κελεύουσι τῶν περιγείων ἀγγέλων τῶν τὴν
ἀνθρωπίνην ζωὴν πεπιστευμένων τὰς εἰσόδους λέγουσαι·
326
Ἄρατε πύλας οἱ ἄρχοντες ὑμῶν καὶ ἐπάρθητε πύλαι αἰώνιοι
καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης. καὶ ἐπειδὴ εἰς ὃ ἂν
γένηται ὁ τὸ πᾶν ἐν ἑαυτῷ περιέχων σύμμετρον ἑαυτὸν τῷ
δεχομένῳ ποιεῖ (οὐ γὰρ μόνον ἐν ἀνθρώποις ἄνθρωπος
γίνεται, ἀλλὰ κατὰ τὸ ἀκόλουθον πάντως καὶ ἐν ἀγγέλοις
γινόμενος πρὸς τὴν ἐκείνων φύσιν ἑαυτὸν συγκατάγει),
διὰ τοῦτο χρῄζουσιν οἱ πυλωροὶ τοῦ δεικνύντος· Τίς ἐστιν
οὗτος ὁ βασιλεὺς τῆς δόξης; οὗ χάριν τὸν κραταιὸν αὐτοῖς καὶ
δυνατὸν ἐν πολέμῳ ὑποδεικνύουσι, τὸν μέλλοντα πρὸς τὸν
αἰχμαλωτίσαντα τὴν ἀνθρωπίνην φύσιν συμπλέκεσθαι καὶ
καταλύειν τὸν ἔχοντα τοῦ θανάτου τὸ κράτος, ἵνα τοῦ
ἐσχάτου ἐχθροῦ ἀφανισθέντος, εἰς ἐλευθερίαν τε καὶ εἰρήνην
ἀνακληθῇ τὸ ἀνθρώπινον. πάλιν διεξέρχεται τὰς ὁμοίας
φωνάς (πεπλήρωται γὰρ ἤδη τὸ τοῦ θανάτου μυστήριον
καὶ κατώρθωται κατὰ τῶν πολεμίων ἡ νίκη καὶ ἐγήγερται τὸ
κατ' αὐτῶν τρόπαιον ὁ σταυρὸς καὶ πάλιν Ἀνέβη εἰς ὕψος ὁ
αἰχμαλωτεύων τὴν αἰχμαλωσίαν, ὁ δοὺς τὴν ζωήν τε καὶ τὴν
βασιλείαν τὰ ἀγαθὰ ταῦτα δόματα τοῖς ἀνθρώποις) καὶ δεῖ
πάλιν ἀνοιχθῆναι τὰς ὑπερκειμένας πύλας αὐτῷ. ἀντιμεταλαμ-
βάνουσι τὴν προπομπὴν οἱ ἡμέτεροι φύλακες καὶ ἀνοιχθῆναι
αὐτῷ τὰς ὑπερκειμένας πύλας παρακελεύονται, ἵνα πάλιν
ἐν αὐταῖς δοξασθῇ· ἀλλ' ἀγνοεῖται ὁ τὴν ῥυπαρὰν στολὴν τοῦ
ἡμετέρου βίου περιβαλλόμενος, οὗ τὸ ἐρύθημα τῶν ἱματίων
ἐκ τῆς ληνοῦ τῶν ἀνθρωπίνων κακῶν. διὰ τοῦτο παρ' ἐκείνων
ἡ ἐρωτηματικὴ αὕτη φωνὴ πρὸς τοὺς προπομπεύοντας γίνεται·
Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; εἶτα ἡ τούτων ἀπόκρι-
σις οὐκέτι· ὁ Κραταιὸς καὶ δυνατὸς ἐν πολέμῳ, ἀλλά· Κύριος
327
τῶν δυνάμεων ὁ τοῦ παντὸς ἐξημμένος τὸ κράτος, ὁ ἀνακεφα-
λαιώσας τὰ πάντα ἐν ἑαυτῷ, ὁ ἐν πᾶσι πρωτεύων, ὁ εἰς τὴν
πρώτην κτίσιν ἀποκαταστήσας τὰ πάντα Αὐτός ἐστιν ὁ
βασιλεὺς τῆς δόξης. ὁρᾶτε, ὅπως ἡμῖν γλυκυτέραν τὴν
ἑορτὴν ὁ Δαβὶδ ἀπειργάσατο τὴν ἰδίαν χάριν τῇ φαιδρότητι
τῆς ἐκκλησίας ἐγκαταμίξας. οὐκοῦν μιμησώμεθα καὶ ἡμεῖς
τὸν προφήτην, ἐν οἷς δυνατόν ἐστι κατορθῶσαι τὴν μίμησιν,
ἐν τῇ πρὸς θεὸν ἀγάπῃ, ἐν τῇ τοῦ βίου πρᾳότητι, ἐν τῇ πρὸς
τοὺς μισοῦντας μακροθυμίᾳ, ἵνα γένηται ἡ τοῦ προφήτου
διδασκαλία τῆς κατὰ θεὸν πολιτείας χειραγωγία ἐν Χριστῷ
Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων,
ἀμήν.
{ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣΕΙΣ ΤΗΝ ΕΑΥΤΟΥ ΧΕΙΡΟΤΟΝΙΑΝ ΠΡΟΣΕΥΑΓΡΙΟΝ ΠΕΡΙ ΘΕΟΤΗΤΟΣ} Ἦλθε καὶ ἐφ' ἡμᾶς ἡ τῆς πνευματικῆς ἑστιάσεως λειτουρ-γία μετέχειν μᾶλλον ἑτέρων ἢ ἑαυτοὺς παρέχειν ἄλλοις ὄνταςἐπιτηδείους. καίτοι γε ἔγωγε καὶ παντελῶς ἠξίουν ἀτελὴςεἶναι τῶν τοιούτων φόρων διὰ τὴν τοῦ λέγειν πενίαν κατά τινανόμον συμποτικόν· ἀκούω γὰρ τοὺς ἁβροτέρους τὴν δίαιτανὅταν ἐκ περιόδου τῷ κοινῷ συσσιτίῳ τὰς εὐωχίας παρασκευά-ζωσιν, εἴ τις ἐκ τοῦ καταλόγου τῶν δαιτυμόνων πενέστεροςεἴη, τοῦτον ἐκ κοινῆς συνθήκης ἀτελῆ σύνδειπνον ἔχειν.οὕτω καὶ αὐτὸς ἐβουλόμην ἐπισίτιος εἶναι τῆς τῶν πλουσίωντρυφῆς. ἀλλ' ἐπειδὴ ὁ καλός τε καὶ πλούσιος ἑστιάτωρ οὗτοςοὐδὲ ἡμῶν φείδεται, διακονεῖν δὲ προστάττει, ἐρῶ πρὸςαὐτόν· Φίλε, χρῆσόν μοι τῶν σῶν ἄρτων· ἄρτους δὲ λέγωτὴν διὰ τῶν εὐχῶν συμμαχίαν. πῶς γὰρ ἔστι τοῖς πνευματι-κοῖς τούτοις κηρίοις τὴν ἀκοὴν ὑμῶν ἐντρυφήσασαν πενιχρῷκαὶ πτωχεύοντι δεξιώσασθαι λόγῳ; καὶ τάχα καλῶς εἶχενὥσπερ ἐπὶ τῶν γυμνικῶν ἀγώνων (μόνων γὰρ τῶν ἰσχυόντωνἐν ἐκείνοις ἐστὶ τὸ στάδιον, οἱ δὲ λοιποὶ θέατρον γίνονταιτῶν ἀγωνιζομένων), οὕτω καὶ εἰς τὸ πνευματικὸν τοῦτοστάδιον μόνους τοὺς σφριγῶντας ἐν τῇ δυνάμει τῶν λόγωνπρὸς τοὺς ἀγωνιστὰς ἀποδύεσθαι, εἰ δέ τις εἴη τῶν οἷος ἐγώ,ᾧ πολιὰ μὲν ἡ θρίξ, νωθρὰ δὲ ὑπὸ τοῦ χρόνου ἡ δύναμις,ὑπότρομος δὲ καὶ ὑποσκάζων ὁ λόγος, τοῦτον ἐᾶν τοῖς ἱδρῶσιτῶν ἀγωνιστῶν ἐπευφραίνεσθαι. οὔκουν μηκύνωμεν ὑμῖν,ἀδελφοί, τὸ προοίμιον ἐνασχολούμενοι τῷ θαύματι τῶνπρολαβόντων. ἤδη κεκορεσμένοι ἐστέ, ἤδη ἐπλουτήσατε, ὁδὲ κόρος ἀπὸ γλυκασμάτων ἐστί· τούτοις γὰρ ὑμᾶς ὁ προλα-βὼν λόγος ἐτιθηνήσατο. τάχα οὖν ἄχρηστον κόρον ἐπιβάλλειντῷ κόρῳ ἐπάνω τῶν χρυσῶν λόγων οἷόν τισι μολυβδίνοιςνομίσμασι τὴν μνήμην ἐπιφορτίζοντα· πλὴν ὅτι συντελεῖπολλάκις εἰς συνεργίαν κάλλους καὶ ἡ χείρων ὕλη καταμι-χθεῖσα τῇ κρείττονι. ἐγγὺς ἡ ἀπόδειξις· ὁρᾷς τὸν ὑπὲρκεφαλῆς τοῦτον ὄροφον, ὡς καλὸς ἰδεῖν, ὡς γλαφυρῶς ταῖςγλυφαῖς ἐπανθεῖ τὸ χρυσίον; οὗτος χρύσεος ὢν ὅλος τὴνἐπιφάνειαν κύκλοις τισὶ πολυγώνοις κυάνῳ διακεχρισμένοιςὑποκεχάρακται. τί οὖν δὴ βούλεται τῷ τεχνίτῃ ἡ κύανος; ὡςἄν, οἶμαι, τῷ ἐναλλάσσοντι τῆς χρόας ὁ χρυσὸς πλέον ἐκλάμ-ποι. εἰ οὖν ἡ κύανος ἐμμιχθεῖσα τῷ χρυσῷ περικαλλεστέραντὴν αὐγὴν ἀποδείκνυσιν, οὐκ ἄκαιρον ἴσως τῇ λαμπηδόνι τῶνπρορρηθέντων λόγων καὶ τὴν ἡμετέραν παρεγγραφῆναι μελά-νην. ἔτι ὑμῖν ἐν προοιμίοις ἀδολεσχοῦμεν, ἀλλ' ἀκούσατε. Ἀκούω Μωυσέα τὸν μέγαν ὅτε τὴν σκηνὴν τοῖς Ἰσραηλί-ταις ἐπήγνυτο καὶ τὸν Βεσελεὴλ ἐκεῖνον, ὃς πνεύματι θείῳτὴν σοφίαν ἔσχε τῆς ἀρχιτεκτονικῆς αὐτοδίδακτον, κοινῇπροθεῖναι τὴν φιλοτιμίαν πλουσίοις καὶ πένησι τῶν μὲνπλουσίων χρυσὸν καὶ πορφύραν καὶ τοὺς τιμίους τῶν λίθωνἐκλέγοντας, τῶν δὲ πενήτων ξύλα καὶ δέρματα καὶ τὰς τῶναἰγῶν τρίχας οὐκ ἀποβάλλοντας. ἀλλ' οὐκ ἄκαιρος τῆςἱστορίας ἴσως ἡ μνήμη· ὃ γάρ μου τὴν καρδίαν ὑπέδραμενόημα, βούλομαι καὶ τῷ κοινῷ παραθέσθαι. πνεύματι θείῳ ὁΒεσελεὴλ σοφὸς ἐξ ἰδιώτου ἐγένετο· οὕτω γὰρ ἡ ἱστορίαφησίν. ἀκουέτω τοίνυν ὁ πνευματομάχος· ὁ θεῖον εἰπὼν τὸπνεῦμα τὸ ἅγιον, οὗ ἡ ἐπίβασις οἷόν τι ἴχνος τὴν τῆς σοφίαςχάριν τῇ ψυχῇ ἐνσημαίνεται, ἆρα καθυβρίζει τῇ τοῦ θείουπροσηγορίᾳ τὴν ἀξίαν τοῦ πνεύματος; ἆρα μικρόν τι καὶταπεινὸν περὶ αὐτοῦ νοεῖν ὑποτίθεται ἤ τι τῶν ἐν τῇ κτίσειτῷ ὀνόματι τούτῳ σημαίνεται; μὴ ἐπίκτητον οἴεται τῷπνεύματι τὴν θειότητα; μὴ διπλόην τινὰ καὶ σύνθεσιν περὶτὸ ἁπλοῦν καὶ ἀσύνθετον ἐννοεῖ; τάχα οὐκ ἔστι ταῖς τοιαύταιςὑπονοίαις συνενεχθῆναι, ἀλλ' ὁμολογεῖ πάντως θεῖον ὂν τὸ