De deitate adversus Evagrium
- Edition reference
- De deitate adversus Evagrium (vulgo In suam ordinationem), ed. Gebhardt, op. cit., 331–341.
- CTS identifier
urn:cts:greekLit:tlg2017.tlg020.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
9
333
πνεῦμα τῇ φύσει τοιοῦτό τε εἶναι καὶ λέγεσθαι. ὁρᾷς ὡς
αὐτομάτως ἐκκαλύπτεταί σοι ἡ ἀλήθεια· πολλὰς γὰρ θείας
φύσεις τὸ τῶν Χριστιανῶν οὐκ ἐπίσταται κήρυγμα, ἐπεὶ
ἀνάγκη πᾶσα καὶ πολλοὺς θεοὺς ἀναπλάττεσθαι· οὐ γάρ
ἐστι δυνατὸν πολλοὺς νοηθῆναι θεοὺς μὴ τῆς κατὰ φύσιν
334
ἑτερότητος τὸ τῶν θεῶν πλῆθος διαγγελλούσης. εἰ οὖν μία
παρὰ πάντων ἡ θεία φύσις εἶναι πιστεύεται, θεῖον δὲ τῇ
φύσει τὸ πνεῦμα τὸ ἅγιον, τί διατέμνεις τῷ λόγῳ τὸ συνημμέ-
νον τῇ φύσει; ἀλλὰ τίς μοι δώσει τὴν δύναμιν τοῦ λόγου
ἐκείνου, οὗ τὸ τέλος σωτηρία τῶν ἀκουόντων ἦν; μίαν
προήκατο φωνὴν Ἱεροσολυμίταις ὁ Πέτρος καὶ τοσαῦται
χιλιάδες ἀνθρώπων τῇ μιᾷ περιβολῇ τοῦ λόγου ὑπὸ τοῦ
ἁλιέως ἐσαγηνεύθησαν. τοσοῦτοι δὲ καὶ τοιοῦτοι παρὰ
τῶν διδασκάλων ἐν ἡμῖν τρίβονται λόγοι καὶ τίς γέγονε τῶν
σῳζομένων προσθήκη; Τὸ ἐκλεῖπον ἐκλείπει, φησί τις τῶν
προφητῶν, τὸ ἀποθνῇσκον ἀποθνῄσκει. τὸ πεπλανημένον
οὐκ ἐπιστρέφει· λέλυται τῆς ἀγάπης ὁ σύνδεσμος, ἥρπασται
τῶν θησαυρῶν ἡμῶν ἡ εἰρήνη. ὢ τῶν κακῶν· προάγομαι
γὰρ ἐπιστενάξαι τῷ πάθει· ἡμέτερον κτῆμα ἦν ἡ ἀγάπη
ποτέ, πατρῷος ἡμῖν οὗτος ὁ κλῆρος, ὃν διὰ τῶν μαθητῶν
ἡμῖν ὁ κύριος ἐθησαύρισεν εἰπών· Ἐντολὴν καινὴν δίδωμι
ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους. ἀλλὰ ταύτην τὴν κληρονομίαν
οἱ μὲν ἐφεξῆς διάδοχοι παῖς παρὰ πατρὸς ἐκδεχόμενοι
μέχρι τῶν πατέρων ἡμῶν διεσώσαντο, ἡ δὲ ἄσωτος αὕτη
γενεὰ οὐκ ἐφύλαξεν. πῶς οἴχεται τῶν χειρῶν ἡμῶν διαρρυεὶς
τῆς ἀγάπης ὁ πλοῦτος; ἡμεῖς τῆς ἀγάπης πτωχεύομεν καὶ
οἱ ἐχθροὶ τοῖς ἡμετέροις ἀγαθοῖς ἐναβρύνονται. Ἐζήλωσα
ἐπὶ τοῖς ἀνόμοις· οὕτως φησὶν ὁ ψαλμῳδός, ἐγὼ δὲ μικρόν
335
τι παρῳδήσας τὸ ῥηθὲν ἀναγνώσομαι· ἐζήλωσα ἐπὶ τοῖς
ἀνομοίοις, ἐζήλωσα εἰρήνην ἁμαρτωλῶν θεωρῶν, ἐκεῖνοι
ἀλλήλοις συνίστανται καὶ ἡμεῖς ἀπ' ἀλλήλων διατεμνόμεθα,
ἐκεῖνοι ἑαυτοῖς συνασπίζουσι καὶ ἡμεῖς τὸν ἡμέτερον
συνασπισμὸν διαλύομεν. κλέψας τὸ ἡμέτερον κτῆμα ὁ τῶν
ψυχῶν λωποδύτης τοῖς ἐχθροῖς τῆς ἀληθείας φέρων προσέρ-
ριψεν οὐκ ἐκείνους εὐεργετῶν, τοῦτο μηδεὶς οἰέσθω (ὁ γὰρ
τῶν κακῶν εὑρετὴς εὐεργέτης γενέσθαι οὐ δύναται), ἀλλ'
ἵνα χείρους αὐτοὺς ἐν τῇ περὶ τὸ κακὸν συμπνοίᾳ παρα-
σκευάσῃ· ἀλλὰ Τί μοι τοὺς ἔξω κρίνειν; φησὶν ὁ εἰπών, ἐγὼ
δέ· πῶς ἀδακρυτὶ βαστάσω τὴν τῶν ἀδελφῶν ἀλλοτρίωσιν;
πῶς ᾤχετο καταλιπὼν τὴν πατρῴαν οὐσίαν ὁ ἀδελφὸς ὁ νέος
οὗτος; ἄλλος ἐκεῖνος ὁ ἐν τῷ εὐαγγελίῳ δηλούμενος, κἂν
ὑποκρύπτῃ τῇ πολιᾷ τοῦ σώματος τῆς ψυχῆς τὴν νεότητα,
πῶς ἀνεχώρησεν εἰς χώραν μακρὰν δραπετεύσας ἀπὸ τῆς
πίστεως; πῶς οἴχεται καὶ αὐτὸς ἡμισεύσας τοῦ πατρὸς τὴν
οὐσίαν ἐν τῷ καθελκύσαι τὰ ὑψηλὰ τῶν δογμάτων πρὸς τὰ
ταπεινὰ καὶ χοιρώδη νοήματα ταῖς αἱρετικαῖς πόρναις
προσδαπανήσας τὸν πλοῦτον; πόρνη γάρ ἐστιν ἡ αἵρεσις ταῖς
ἠπατημέναις ἡδοναῖς γοητεύουσα. εἰ γὰρ ἔλθοι ποτὲ εἰς
ἑαυτὸν ὥσπερ ἐκεῖνος, εἰ γὰρ ἐπιθυμήσειε πάλιν τῆς πατρῴας
τρυφῆς, εἰ γὰρ ἐπαναδράμοι πρὸς τὴν πλουσίαν τράπεζαν,
ἐν ᾗ πολὺς ὁ ἐπιούσιος ἄρτος ὁ τρέφων τοὺς τοῦ κυρίου
μισθίους (μίσθιοι δὲ πάντες οὗτοι οἱ ἐπ' ἐλπίδι τῆς ἐπαγγελίας
τὸν ἀμπελῶνα τοῦ θεοῦ ἐργαζόμενοι), οἷος ἂν ἐγένετο πρὸς
336
αὐτὸν ὁ δρόμος οὐχ ἑνὸς πατρός, ἀλλὰ τοσούτων πατέρων
προσαπαντώντων, περιπλεκομένων, ἀσπαζομένων φιλήμασιν.
ἐκεῖ ἡ στολὴ τῆς πίστεως ἡ πρώτη, ἣν αἱ τριακόσιαι ὀκτὼ
καὶ δέκα ψυχαὶ καλῶς ἐριθεύουσαι τῇ ἐκκλησίᾳ ἐξύφηναν,
ἐκεῖ ὁ ἐν τῇ χειρὶ δακτύλιος ἐντετυπωμένην ἔχων ἐν ἑαυτῷ
τὴν σφραγῖδα τῆς πίστεως, οἱ χοροί, ὁ μόσχος, ἡ συμφωνία,
τὰ ἄλλα πάντα ὅσα ἐν τῷ εὐαγγελίῳ κατείλεκται πλὴν τῆς
τοῦ ἀδελφοῦ ζηλοτυπίας. ἀλλὰ τί μάτην ὀνείρους ἑαυτοῖς
ἀναπλάττομεν; ἐσκλήρυνται ἡ καρδία τῶν ἀδελφῶν καὶ
ἀντιτύπως ἔχει· τοὺς κοινοὺς πατέρας προβάλλονται καὶ
τὴν κληρονομίαν τὴν ἀπ' αὐτῶν οὐ προσδέχονται, τῆς
κοινῆς εὐγενείας ἀντιποιοῦνται καὶ τῆς πρὸς ἡμᾶς συγγενείας
ἀλλοτριοῦνται, τοῖς ἐχθροῖς ἡμῶν ἀντικαθίστανται πρὸς δὲ
ἡμᾶς δυσμενῶς ἔχουσιν, ὥσπερ τι μεθόριον ἡμῶν τε καὶ
τῶν πολεμίων γενόμενοι καὶ ἀμφότερά εἰσι καὶ οὐθέτερον
οὔτε τὸν ὀρθὸν λόγον ὁμολογοῦσι καὶ αἱρετικοὶ ὀνομάζεσθαι
ἀπαξιοῦσιν. ὢ καινοῦ πράγματος· καὶ πρὸς τὴν ἀλήθειαν
καὶ πρὸς τὸ ψεῦδος ἐπίσης ἐκπεπολέμηνται οἷόν τι δένδρον
ἄρριζον ὧδε καὶ ὧδε πρὸς τὰς ἐναντίας ὁρμὰς εὐκόλως
337
μετακλινόμενοι. ἤκουσα τοῦ εὐαγγελιστοῦ Ἰωάννου ἐν
ἀποκρύφοις πρὸς τοὺς τοιούτους δι' αἰνίγματος λέγοντος
ὡς δέον ἀκριβῶς ζέειν ἢ ἀκριβῶς κατεψῦχθαι, ζέειν μὲν
πάντως τῷ πνεύματι, κατεψῦχθαι δὲ τῇ ἁμαρτίᾳ· Ὄφελον γὰρ
ἦσθα, φησί, ψυχρὸς ἢ ζεστός, τὸ δὲ μηθέτερον τούτων ὂν
ἀμφοτέρων δὲ ἐφαπτόμενον ναυτιῶδές ἐστι καὶ πρὸς ἔμετον
ἐπιτήδειον. τί οὖν τὸ αἴτιον τοῦ πάλαι μὲν ἐπὶ τῶν μαθητῶν
διὰ τοῦ κυρίου πολὺ πλῆθος τῇ ἐκκλησίᾳ προσάγεσθαι, νυνὶ
δὲ τοὺς μακροὺς καὶ περικαλλεῖς τῶν διδασκάλων λόγους
παρατρέχειν ἀπράκτους;
Ἐρεῖ τις ἴσως ὅτι τότε συνήργει τοῖς ἀποστόλοις τὰ ἐκ τῶν
ἔργων θαύματα καὶ τὸ ἀξιόπιστον ὁ λόγος διὰ τῶν χαρισμά-
των εἶχε· φημὶ κἀγὼ μεγάλην εἶναι πρὸς τὸ πείθειν ῥοπὴν
τὴν ἐκ τῶν ἔργων ἰσχύν. νυνὶ δὲ τί χρὴ τὰ γινόμενα ἡγεῖσθαι;
ἢ οὐχ ὁρᾷς τὰ ὅμοια τῆς πίστεως θαύματα; οἰκειοῦμαι γὰρ
τῶν ὁμοδούλων ἡμῶν τὰ κατορθώματα, οἳ τῷ αὐτῷ πνεύματι
στοιχοῦντες ἐν τῇ δυνάμει τῶν ἰάσεων μαρτυροῦσι τῇ
ἀληθείᾳ τοῦ λόγου ἄνδρες ἐξ ὑπερορίας ἥκοντες, πολῖται τοῦ
πατρὸς ἡμῶν Ἀβραὰμ ἐκ Μεσοποταμίας ὁρμώμενοι,
ἐξελθόντες καὶ οὗτοι ἐκ τῆς γῆς καὶ τῆς συγγενείας αὐτῶν καὶ
τοῦ κόσμου παντός, πρὸς τὸν οὐρανὸν βλέποντες, ἐκδημοῦντες
τρόπον τινὰ τῆς ἀνθρωπίνης ζωῆς, ἄνω τῶν τῆς φύσεως
παθημάτων ἱστάμενοι, τοσοῦτον ἐφαπτόμενοι τῆς ζωῆς ταύτης
ὅσον ἐπάναγκες, τῷ δὲ πλείονι μέρει ταῖς ἀσωμάτοις
338
συμμετεωροποροῦσι δυνάμεσι, γηραιοὶ τὸ εἶδος, σεμνοὶ
προσιδεῖν, πολιᾷ στίλβοντες, σιωπῇ κατησφαλισμένοι τὰ
στόματα, λογομαχεῖν οὐκ εἰδότες, συζητεῖν οὐ μαθόντες.
τοσαύτην ἔχουσι κατὰ τῶν πνευμάτων τὴν ἐξουσίαν ὡς
προστάγματι μόνῳ τὸ δοκοῦν κατεργάζεσθαι καὶ ὑποχωρεῖν
τὰ δαιμόνια οὐ συλλογισμῶν τέχναις ἀλλ' ἐξουσίᾳ τῆς πίστεως,
οὐκ εἰς ἀπορίαν ἀντιφάσεως περιαγόμενα ἀλλ' εἰς τὸ σκότος
τὸ ἐξώτερον ἀπελαυνόμενα. οὕτως οἶδεν ὁ Χριστιανὸς
συλλογίζεσθαι, ταῦτα τῆς πίστεως ἡμῶν τὰ κατορθώματα. διὰ
τί οὖν οὐ πείθομεν, εἰ πλεονάζει τῶν ἰαμάτων ἡ χάρις, εἰ
περισσεύει ἡ διδασκαλία τοῦ λόγου, Πάντα δὲ ταῦτα ἐνεργεῖ
τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλε-
ται; διὰ τί οὐ γίνεται ἡ τῶν σῳζομένων προσθήκη; καὶ μή μέ
τις ὑπονοείτω μικρὰν τὴν παροῦσαν ἡγεῖσθαι χάριν· ὁρῶ
κομῶσαν τὴν ἄμπελον εὐθηνουμένην ταῖς κληματίσι καὶ τῷ
καρπῷ πλεονάζουσαν, ὁρῶ κυμαινομένην τῷ πλήθει τῶν
ἀσταχύων τὴν ἄρουραν· βαθὺ τὸ λήιον, ἁδρὸν τὸ δράγμα,
πολὺς ὁ σπόρος. ἀλλὰ τί πάθω; ἀπλήρωτον ἔχων ἐν τοῖς
τοιούτοις τὴν φύσιν τῷ πάθει τῶν φιλοπλούτων κατέχομαι.
οὐδεὶς περιουσίας ὅρος τὴν ἐπιθυμίαν ἵστησι· τὸ ἀεὶ προσγινό-
μενον πρὸς τὸ πλέον ἐρεθίζει τὴν ὄρεξιν ὑπέκκαυμα τῆς τοῦ
πλείονος ἐπιθυμίας γινόμενον. εὐφραίνει με τὰ ὁρώμενα
339
καὶ λυπεῖ τὰ μὴ ὁρώμενα, τοῖς παροῦσιν ἀγάλλομαι καὶ τοῖς
ἀποῦσιν ἀλγύνομαι. καινόν τι πάθος ἐκ τῶν ἐναντίων σύμμι-
κτον τὴν ψυχὴν περιέχει ἡδονῆς πρὸς λύπην συγκεκραμένης.
ἐὰν πρὸς ὑμᾶς ἀναβλέψω, ὑμῖν ἐπαναπαύω τὸν πόθον, ἐὰν
τὸ λεῖπον λογίσωμαι, οὐκ ἔχω ὅπως 〈οὐ〉 στενάξω τὴν
συμφοράν· καὶ γὰρ ἀφέντες οἱ ἄνθρωποι τὸ κατατρυφᾶν
τοῦ κυρίου καὶ ἐπὶ τῇ εἰρήνῃ τῆς ἐκκλησίας εὐφραίνεσθαι
οὐσίας τινὰς τεχνολογοῦσι καὶ μεγέθη καταμετροῦσιν υἱὸν
πατρὶ παραμετροῦντες καὶ τὸ περισσότερον τοῦ μέτρου τῷ
πατρὶ χαριζόμενοι. τίς 〈ἂν〉 εἴποι αὐτοῖς ὅτι τὸ ἄποσον οὐ
μετρεῖται, τὸ ἀειδὲς οὐ δοκιμάζεται, τὸ ἀσώματον οὐ
σταθμίζεται, τὸ ἀόριστον οὐ συγκρίνεται, τὸ μὴ συγκρινό-
μενον τὸν τοῦ πλείονος καὶ ἐλάττονος οὐκ ἐπιδέχεται λόγον;
ἐκ γὰρ τῆς τῶν περάτων πρὸς ἄλληλα παραθέσεως τὸ πλέον
ἐπιγινώσκομεν, οὗ δὲ τέλος ἄληπτον, τούτου τὸ πλεονάζον
ἀνεπινόητον. ἤκουσα τοῦ ὑποψάλματος, ὃ κοινῇ πάντες
ὑμνολογοῦντες ἐπῄειμεν· Μέγας ὁ κύριος ἡμῶν καὶ μεγάλη
ἡ ἰσχὺς αὐτοῦ καὶ τῆς συνέσεως αὐτοῦ οὐκ ἔστιν ἀριθμός.
τί οὖν τοῦτό ἐστιν; ἀρίθμησον τὰ εἰρημένα καὶ νοεῖς τὸ
μυστήριον. Μέγας ὁ κύριος, οὐκ εἶπε πόσον μέγας (οὐδὲ γὰρ
ἦν δυνατὸν εἰπεῖν τὸ πόσον), ἀλλὰ τῷ ἀορίστῳ τῆς σημασίας
ἐπὶ τὸ ἄπειρον ὁδηγεῖ τὴν διάνοιαν. ὁμοίως, Μεγάλη, φησίν,
ἡ ἰσχὺς αὐτοῦ, ἰσχὺν δὲ ἀκούσας τὴν δύναμιν νόησον.
Χριστὸς δὲ θεοῦ δύναμις καὶ θεοῦ σοφία. ἀλλὰ καὶ τῆς
συνέσεως αὐτοῦ οὐκ ἔστιν ἀριθμός. ἑρμηνεύει τὴν σύνεσιν
Ἠσαΐας σαφῶς λέγων.· Πνεῦμα σοφίας καὶ συνέσεως.
340
Ἤκουσα ἐν τοῖς μακαρισμοῖς μακαριζομένους τοὺς
διψῶντας τὸν κύριον. τάχα οὖν οὐκ ἔξω τοῦ καιροῦ τὸ
ἐνθύμιον καί μου δέξασθε τὸν λόγον, κἂν ἀπηρτῆσθαι τῶν
παρόντων δοκῇ· εἴ τις διὰ μεσημβρίας ὁδεύων τοῦ ἡλίου
θερμοτέραις ταῖς ἀκτῖσι τῆς κεφαλῆς ὑπερζέοντος καὶ πᾶν
τὸ ἐν τῷ σώματι ὑγρὸν τῇ φλογὶ καταφρύσσοντος (προκείσθω
δὲ τῷ ὑποδείγματι γῆ τραχεῖα καὶ δυσπόρευτος καὶ διψώδης)
εἶτα ἐπιτύχοι πηγῆς ὁ τοιοῦτος, ἧς καλὸν καὶ διαφανὲς τὸ
νᾶμα καὶ προσηνῶς καταψῦχον καὶ ἀφθόνως ὑπερχεόμενον,
ἆρα προσκαθεδεῖται τῷ ὕδατι καὶ φιλοσοφήσει περὶ τῆς
φύσεως, ὅθεν καὶ ὅπως καὶ διὰ τίνος καὶ τὰ τοιαῦτα διεξετά-
ζων, οἷα δὴ τοῖς ματαιολογοῦσι σύνηθες λέγειν ὅτι ἰκμάς
τις ἐγκατεσπαρμένη τῷ βάθει τῆς γῆς καὶ διαπηδῶσα καὶ
συνθλιβομένη ὕδωρ γίνεται ἢ ὅτι φλέβες ἐκκεχυμέναι ταῖς
κάτω κοιλότησιν, εἴπερ ἀναστομωθῶσι, τὸ ὕδωρ προχέουσιν,
ἢ πάντα τὰ τοιαῦτα χαίρειν ἐάσας ἐπικύπτει τῷ νάματι καὶ
προσθεὶς τὰ χείλη θεραπεύει τὴν δίψαν καὶ ἀναψύχει τὴν
γλῶσσαν καὶ καταπαύει τὸν πόθον καὶ εὐχαριστεῖ τῷ δεδω-
κότι τὴν χάριν; μίμησαι τοίνυν καὶ σὺ τὸν διψῶντα, ἐπεὶ καὶ
εἴρηται [καθὼς εἴρηται] ὅτι Μακάριοι οἱ διψῶντες, καὶ
καταμαθὼν οἷα καὶ ὅσα ἀγαθὰ πηγάζει τὸ πνεῦμα τὸ ἅγιον
ποίησον τὸ τοῦ προφήτου, Τὸ στόμα σου ἄνοιξον καὶ ἕλκυσον
341
πνεῦμα, Πλάτυνον τὸ στόμα σου καὶ πληρώσει ὁ ἔχων τὴν
ἐξουσίαν τῶν χαρισμάτων. βούλει μαθεῖν ὅσα προχεῖται τῆς
τοῦ πνεύματος πηγῆς ἀγαθά; ἀφθαρσία ψυχῆς, ἀιδιότης
ζωῆς, οὐρανῶν βασιλεία, εὐφροσύνη ἄληκτος, χαρὰ τέλος
οὐκ ἔχουσα. ἀλλὰ γὰρ εἰς τὰ παρόντα βλέπων ὀλίγην ποιοῦμαι
τὴν ζημίαν τοῦ λείποντος· πεπλήρωταί μοι τῶν ἀγαθῶν ὁ
οἶκος, πλήρεις οἱ θησαυροὶ τοῦ χρυσίου τῆς Ἀραβίας, ἥξουσι
δὲ τάχα μετ' ὀλίγον καὶ πρέσβεις ἐξ Αἰγύπτου καὶ προ-
φθάσουσι χεῖρα αὐτῶν τῷ θεῷ καὶ αἱ βασιλεῖαι τῆς γῆς μεθ'
ἡμῶν τὸν ἐπινίκιον ᾄσουσιν ὕμνον τῷ πάντας εἰς τὴν αὐτοῦ
βασιλείαν καλοῦντι, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας
τῶν αἰώνων, ἀμήν.
{ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣΕΠΙΤΑΦΙΟΣ ΕΙΣ ΜΕΛΕΤΙΟΝ ΕΠΙΣΚΟΠΟΝΑΝΤΙΟΧΕΙΑΣ} Ηὔξησεν ἡμῖν τὸν ἀριθμὸν τῶν ἀποστόλων ὁ νέος ἀπόστο-λος, ὁ συγκαταψηφισθεὶς μετὰ τῶν ἀποστόλων· εἵλκυσανγὰρ οἱ ἅγιοι πρὸς ἑαυτοὺς τὸν ὁμότροπον, τὸν ἀθλητὴν οἱἀθληταί, τὸν στεφανίτην οἱ στεφανῖται, τὸν ἁγνὸν τῇ ψυχῇοἱ καθαροὶ τῇ καρδίᾳ, τὸν κήρυκα τοῦ λόγου οἱ ὑπηρέται τοῦλόγου. ἀλλὰ μακαριστὸς μὲν ὁ πατὴρ ἡμῶν τῆς τε ἀποστολικῆςσυσκηνίας καὶ τῆς πρὸς τὸν Χριστὸν ἀναλύσεως, ἐλεεινοὶ δὲἡμεῖς· οὐ γὰρ ἐᾷ μακαρίζειν ἡμᾶς τοῦ πατρὸς τὴν εὐκληρίανἡ ἀωρία τῆς ὀρφανίας. ἐκείνῳ κρεῖττον ἦν τὸ σὺν Χριστῷεἶναι διὰ τῆς ἀναλύσεως, ἀλλ' ἡμῖν χαλεπὸν τὸ διαζευχθῆναιτῆς πατρικῆς προστασίας. ἰδοὺ γάρ, βουλῆς καιρός, καὶ ὁσυμβουλεύων σιγᾷ· πόλεμος ἡμᾶς περιεστοίχισται, πόλεμοςαἱρετικός, καὶ ὁ στρατηγῶν οὐκ ἔστιν· κάμνει ταῖς ἀρρωστίαιςτὸ κοινὸν σῶμα τῆς ἐκκλησίας, καὶ τὸν ἰατρὸν οὐχ εὑρίσκομεν.ὁρᾶτε ἐν ποταποῖς τὰ ἡμέτερα. ἐβουλόμην, εἴ πως οἷόν τε ἦν,τονώσας ἐμαυτοῦ τὴν ἀσθένειαν συναναβῆναι τῷ ὄγκῳ τῆςσυμφορᾶς καί τινα ῥῆξαι φωνὴν κατ' ἀξίαν τοῦ πάθους,καθάπερ οἱ γενναῖοι πεποιήκασιν οὗτοι μεγαλοφώνως τὴνἐπὶ τῷ πατρὶ συμφορὰν ὀδυρόμενοι. ἀλλὰ τί πάθω; πῶςβιάσωμαι γλῶσσαν εἰς ὑπηρεσίαν τοῦ λόγου καθάπερ τινὶπέδῃ βαρείᾳ τῇ συμφορᾷ πεδηθεῖσαν; πῶς ἀνοίξω στόμα τῇἀφασίᾳ κεκρατημένον; πῶς προῶμαι φωνὴν εἰς πάθη καὶθρήνους ἐκ συνηθείας κατολισθαίνουσαν; πῶς ἀναβλέψω τοῖςτῆς ψυχῆς ὀφθαλμοῖς τῷ τῆς συμφορᾶς γνόφῳ κεκαλυμμένοις;τίς μοι διασχὼν τὴν βαθεῖαν ταύτην καὶ σκοτεινὴν τῆςλύπης νεφέλην πάλιν ἐξ αἰθρίας λαμπρὰν ἀναδείξει τὴν τῆςεἰρήνης ἀκτῖνα; πόθεν δὲ καὶ ἀναλάμψει ἡ ἀκτὶς τοῦ φωστῆροςἡμῶν καταδύντος; ὢ κακῆς σκοτομήνης ἀνατολὴν φωστῆροςοὐκ ἐλπιζούσης. Ὡς ἀπεναντίον ἡμῖν ἐν τῷ παρόντι τόπῳ νῦν τε καὶπρώην οἱ λόγοι γίνονται. τότε γαμικῶς ἐχορεύομεν, νῦνἐλεεινῶς ἐπὶ τῷ πένθει στενάζομεν. τότε ἐπιθαλάμιον,νῦν ἐπιτάφιον ᾄδομεν. μέμνησθε γὰρ ὅτε τὸν πνευματικὸνγάμον ὑμᾶς εἱστιάσαμεν τῷ καλῷ νυμφίῳ συνοικίζοντες τὴνπαρθένον, ὑμᾶς, καὶ τὰ τῶν λόγων ἕδνα κατὰ δύναμιν ἡμῶν εἰσ-ηνεγκάμεθα εὐφραίνοντες ἐν τῷ μέρει καὶ εὐφραινόμενοι. ἀλλὰνῦν εἰς θρῆνον ἡμῖν ἡ χαρὰ μεθηρμόσθη καὶ ἡ τῆς εὐφροσύνηςπεριβολὴ σάκκος ἐγένετο. ἢ τάχα σιωπᾶν ἔδει τὸ πάθος καὶἔνδον ἀποκλείειν τῇ σιωπῇ τὴν ἀλγηδόνα, ὡς ἂν μὴ διοχλοίη-μεν τοὺς υἱοὺς τοῦ νυμφῶνος οὐκ ἔχοντες τὸ φαιδρὸν τοῦγάμου ἔνδυμα ἀλλὰ μελανειμονοῦντες τῷ λόγῳ; ἐπειδὴ γὰρἀπήρθη ἀφ' ἡμῶν ὁ καλὸς νυμφίος, ἀθρόως τῷ πένθεικατεμελάνθημεν, καὶ οὐκ ἔστι συνήθως καταφαιδρῦναιτὸν λόγον τὴν κοσμοῦσαν ἡμᾶς στολὴν τοῦ φθόνου ἀποσυλή-σαντος. πλήρεις ἀγαθῶν πρὸς ὑμᾶς ἀπηντήσαμεν· γυμνοὶκαὶ πένητες ἀφ' ὑμῶν ὑποστρέφομεν. ὀρθὴν εἴχομεν ὑπὲρκεφαλῆς τὴν λαμπάδα πλουσίῳ τῷ φωτὶ καταλάμπουσαν·ταύτην ἐσβεσμένην ἀνακομίζομεν εἰς καπνὸν καὶ κόνιν διαλυ-θέντος τοῦ φέγγους. εἴχομεν τὸν θησαυρὸν τὸν μέγαν ἐν ὀστρα-κίνῳ τῷ σκεύει· ἀλλ' ὁ μὲν θησαυρὸς ἀφανής, τὸ δὲ ὀστράκινονσκεῦος κενὸν τοῦ πλούτου τοῖς δεδωκόσιν ἐπανασῴζεται.τί ἐροῦσιν οἱ ἀποστείλαντες; τί ἀποκρινοῦνται οἱ ἀπαιτούμε-νοι; ὢ πονηροῦ ναυαγίου. πῶς ἐν μέσῳ τῷ λιμένι τῆς ἐλπίδοςἡμῶν ἐναυαγήσαμεν; πῶς ἡ μυριοφόρος ὁλκὰς αὐτῷπληρώματι καταδῦσα γυμνοὺς ἡμᾶς τούς ποτε πλουτοῦνταςκατέλιπεν; ποῦ τὸ λαμπρὸν ἱστίον ἐκεῖνο τὸ τῷ ἁγίῳ πνεύματιδιὰ παντὸς εὐθυνόμενον; ποῦ τὸ ἀσφαλὲς τῶν ψυχῶν ἡμῶνπηδάλιον, δι' οὗ τὰς τρικυμίας τὰς αἱρετικὰς ἀπαθῶςπαρεπλέομεν; ποῦ ἡ ἀμετάθετος τῆς γνώμης ἄγκυρα,ᾗ μετὰ πάσης ἀσφαλείας πεποιθότες ἀνεπαυόμεθα; ποῦ ὁ