The Greek Library Catalogue

Anonymous

De instituto Christiano

Edition reference
De instituto Christiano, ed. W. Jaeger, Gregorii Nysseni opera, vol. 8.1, Leiden: Brill, 1963: 40–89.
CTS identifier
urn:cts:greekLit:tlg2017.tlg024.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

8,1

43

ἔχει τὰ πονηρὰ δύναμιν ἐν ἑαυτοῖς τοσαύτην ὡς ἀνθίστασθαι

τῇ δεσποτικῇ δυνάμει, ἀλλὰ τῇ παρακοῇ τῶν ἐντολῶν

44

ἐπιγίνεσθαι πέφυκεν· ὃ πάλαι μὲν πέπονθεν ὁ πρῶτος

πλασθείς, νῦν δὲ πάντες οἱ τὴν τούτου παρακοὴν αὐθαι-

ρέτῳ προαιρέσει μιμούμενοι· τοὺς δὲ προσερχομένους

ἀδόλῳ γνώμῃ τῷ πνεύματι καὶ πίστιν ἔχοντας ἐν πάσῃ

πληροφορίᾳ, μηδεμιᾶς ἐν τῷ συνειδότι κηλῖδος ὑπούσης,

ἡ τοῦ πνεύματος αὕτη καθαίρει δύναμις κατὰ τὸν εἰπόντα

Ὅτι τὸ εὐαγγέλιον ἡμῶν τὸ πρὸς ὑμᾶς οὐκ ἐγενήθη ἐν

λόγῳ μόνῳ, ἀλλὰ καὶ ἐν δυνάμει καὶ ἐν πνεύματι ἁγίῳ καὶ

ἐν πληροφορίᾳ πολλῇ καθὼς οἴδατε, καὶ πάλιν Ὁλόκληρον

ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως

τηρηθείη ἐν τῷ ὀνόματι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,

ὃς παρέσχε διὰ τοῦ λουτροῦ τοῖς ἀξίοις τὸ τῆς ἀθανασίας

ἐνέχυρον, ὅπως τὸ πιστευθὲν ἑκάστῳ τάλαντον τῇ τῶν

πιστευθέντων ἐργασίᾳ τὸν ἀόρατον κομίσῃ πλοῦτον. μέγα

γάρ, ἀδελφοί, μέγα πρὸς κτῆσιν τῶν νοητῶν τοῖς φόβῳ

δεχομένοις τὸ ἅγιον βάπτισμα· τὸ γὰρ πλούσιον καὶ

ἄφθονον πνεῦμα τὸ ῥέον ἀεὶ τοῖς δεχομένοις τὴν χάριν,

ἧς οἱ ἅγιοι πληρωθέντες ἀπόστολοι ταῖς τοῦ Χριστοῦ

ἐκκλησίαις τοὺς καρποὺς ἐπεδείξαντο τοῦ πληρώματος,

τοῦτο τοῖς τὴν δωρεὰν εἰλικρινῶς δεξαμένοις κατὰ τὸ

μέτρον τῆς ἑκάστου τῶν μετειληφότων πίστεως συνεργὸν

καὶ σύνοικον παραμένει, οἰκοδομοῦν ἐν ἑκάστῳ τὸ ἀγαθὸν

πρὸς τὴν τῆς ψυχῆς ἐν τοῖς τῆς πίστεως ἔργοις σπουδὴν

κατὰ τὴν τοῦ κυρίου φωνὴν τὴν λέγουσαν, ὡς ὁ λαβὼν

τὴν μνᾶν ἐκείνην† ἐπὶ ἐργασίᾳ τοῦ δοθέντος, τουτ-

έστιν εἰς προκοπὴν καὶ αὔξησιν τοῦ λαμβάνοντος ἑκάστῳ

δίδοται ἡ τοῦ ἁγίου πνεύματος χάρις· δεῖ γὰρ τρέφεσθαι

45

τὴν ἀναγεννηθεῖσαν τῇ τοῦ θεοῦ δυνάμει ψυχὴν μέχρι τοῦ

μέτρου τῆς ἐν τῷ πνεύματι νοητῆς ἡλικίας, ἀρδομένην

διαρκῶς τῷ τε ἱδρῶτι τῆς ἀρετῆς καὶ τῇ τῆς χάριτος

χορηγίᾳ· ὥσπερ γὰρ ἡ τοῦ σώματος φύσις γεννηθέντος

ἄρτι τοῦ βρέφους οὐκ ἐν τῷ ἁπαλῷ καταμένει τῆς ἡλικίας,

ἀλλὰ ταῖς τοῦ σώματος τροφαῖς ἀρδομένη κατὰ τὸν τῆς

φύσεως νόμον πρὸς τὸ δοθὲν ἐπείγεται μέτρον, οὕτω προσ-

ήκει καὶ τὴν ἀρτιγενῆ ψυχήν, ἧς ἡ μετουσία τοῦ πνεύ-

ματος τὴν ἐπεισελθοῦσαν διὰ παρακοῆς διαφθείρουσα

νόσον τὸ παλαιὸν ἀνανεοῖ τῇ φύσει κάλλος, μὴ μένειν ἀεὶ

νήπιον μηδὲ ἀργεῖν καὶ σχολάζειν ἀκίνητον ἐν τῇ τῆς

γεννήσεως καθεύδουσαν στάσει, ἀλλ' ἑαυτὴν ταῖς οἰκείαις

ἄρδειν τροφαῖς καὶ πρὸς ὅπερ ἡ φύσις ἀπαιτεῖ μέγεθος διὰ

πάσης ἀρετῆς καὶ πόνων ἐκτρέφειν, ὅπως ἂν τῷ ἀοράτῳ

λῃστῇ καὶ πολλὰς ἀφανεῖς μηχανὰς προσβάλλοντι ταῖς

ψυχαῖς ἀμήχανον ἑαυτὴν τῇ δυνάμει τοῦ πνεύματος δι'

οἰκείας ἀρετῆς καταστήσαι.

Χρὴ οὖν ἀεὶ προάγειν ἑαυτὸν εἰς ἄνδρα τέλειον κατὰ τὸν

ἀπόστολον Μέχρι καταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα

τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ υἱοῦ τοῦ θεοῦ εἰς

ἄνδρα τέλειον εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ

Χριστοῦ, ἵνα μηκέτι ὦμεν νήπιοι, κλυδωνιζόμενοι καὶ

περιφερόμενοι παντὶ ἀνέμῳ τῆς διδασκαλίας ἐν πανουργίᾳ

πρὸς τὴν μεθοδείαν τῆς πλάνης, ἀληθεύοντες δὲ αὐξήσωμεν

εἰς αὐτὸν κατὰ πάντα, ὅς ἐστιν ἡ κεφαλὴ ὁ Χριστός· καὶ

46

ἀλλαχοῦ ὁ αὐτὸς Μὴ συσχηματίζεσθε τῷ αἰῶνι τούτῳ,

ἀλλὰ μεταμορφοῦσθε τῇ ἀνακαινώσει τοῦ νοὸς ὑμῶν εἰς

τὸ δοκιμάζειν ὑμᾶς τί τὸ θέλημα τοῦ θεοῦ τὸ ἀγαθὸν καὶ

εὐάρεστον καὶ τέλειον, θέλημα τέλειον τοῦ θεοῦ λέγων τὸ

ὑπὸ εὐσεβείας μορφωθῆναι ψυχήν, ἣν εἰς ἄκρον ἀνθίζει

κάλλος ἡ τοῦ πνεύματος χάρις, τοῖς τοῦ μορφουμένου

συγγενομένη πόνοις. ἡ μὲν οὖν τοῦ σώματος πρὸς τὸ

ἀνελθεῖν ἐπίδοσις οὐδὲν ἐφ' ἡμῖν· οὐ γὰρ τῇ τοῦ ἀνθρώπου

γνώμῃ καὶ ἡδονῇ μετρεῖ τὸ μέγεθος ἡ φύσις, ἀλλὰ τῇ

αὐτῆς ὁρμῇ καὶ ἀνάγκῃ· τὸ δὲ τῆς ψυχῆς ἐν τῇ τῆς γεννή-

σεως ἀνανεώσει μέτρον καὶ κάλλος, ὃ παρέχει διὰ τῆς

τοῦ δεχομένου σπουδῆς ἡ τοῦ πνεύματος χάρις, τῆς ἡμετέ-

ρας ἤρτηται γνώμης· ὅσον γὰρ ἐκτείνεις τοὺς ὑπὲρ τῆς

εὐσεβείας ἀγῶνας, τοσοῦτον καὶ τὸ τῆς ψυχῆς συνεκτείνεται

μέγεθος, διά τε ἀγώνων καὶ πόνων ὑπὲρ ὧν καὶ ὁ κύριος

ἡμῶν ἐγκελεύεται λέγων. Ἀγωνίζεσθε εἰσελθεῖν διὰ τῆς

στενῆς θύρας· καὶ πάλιν Βιάζεσθε· βιασταὶ γὰρ ἁρπά-

ζουσι τὴν βασιλείαν τῶν οὐρανῶν· καὶ Ὁ δὲ ὑπομείνας

εἰς τέλος οὗτος σωθήσεται· καὶ Ἐν τῇ ὑπομονῇ ὑμῶν

κτήσασθε τὰς ψυχὰς ὑμῶν· καὶ ὁ ἀπόστολος δὲ Δι' ὑπο-

μονῆς τρέχομεν τὸν προκείμενον ἡμῖν ἀγῶνα· καὶ Οὕτως,

φησί, τρέχετε ἵνα καταλάβητε· καὶ πάλιν Ὡς θεοῦ διά-

κονοι ἐν ὑπομονῇ πολλῇ καὶ τὰ ἑξῆς. διὰ τοῦτο δὲ παρα-

καλεῖ τρέχειν καὶ ἐγκελεύεται συντόνως ἔχεσθαι τῶν

ἀγώνων, ἐπειδὴ τοῖς τοῦ δεχομένου πόνοις ἡ δωρεὰ

μετρεῖται τῆς χάριτος· τὴν μὲν γὰρ ἀίδιον ζωὴν καὶ

47

τὴν ἄῤῥητον ἐν οὐρανοῖς εὐφροσύνην ἡ τοῦ πνεύματος

δωρεῖται χάρις, τὴν δὲ ἀξίαν τοῦ δέξασθαι τὰ δῶρα καὶ

ἀπολαῦσαι τῆς χάριτος ὁ διὰ τῆς πίστεως περὶ τοὺς πόνους

ἔρως παρέχει. συνελθοῦσαι δὲ εἰς ταὐτὸν δικαιοσύνης

ἔργον καὶ πνεύματος χάρις, εἰς ἣν συνῆλθον ψυχήν, ταύτην

ζωῆς μακαρίας μετ' ἀλλήλων ἐνέπλησαν· διαζυγεῖσαι δὲ

ἀπ' ἀλλήλων οὐδὲν τῇ ψυχῇ κέρδος παρέχουσιν· ἥ τε γὰρ

τοῦ θεοῦ χάρις ψυχαῖς φευγούσαις τὴν σωτηρίαν οὐκ

ἔχει φύσιν ἐπιφοιτᾶν, ἥ τε τῆς ἀνθρωπείας ἀρετῆς δύναμις

οὐκ ἐξαρκεῖ καθ' ἑαυτὴν πρὸς τὸ τῆς ζωῆς εἶδος ἀναβι-

βάσαι ψυχὰς ἀμοιρούσας τῆς χάριτος. Ἐὰν γάρ, φησί, μὴ

κύριος οἰκοδομήσῃ οἶκον καὶ φυλάξῃ πόλιν, εἰς μάτην

ἠγρύπνησεν ὁ φυλάσσων καὶ κοπιᾷ ὁ οἰκοδομῶν· καὶ

πάλιν Οὐ γὰρ ἐν τῇ ῥομφαίᾳ αὐτῶν ἐκληρονόμησαν γῆν,

καὶ ὁ βραχίων αὐτῶν οὐκ ἔσωσεν αὐτούς, καίτοι ῥομφαίαις

καὶ βραχίοσιν πρὸς τοὺς ἀγῶνας χρωμένων, ἀλλ' ἡ δεξιά

σου καὶ ὁ βραχίων σου καὶ ὁ φωτισμὸς τοῦ προσώπου σου.

τί τοῦτο λέγων; τὴν ἄνωθεν εἰς τοὺς ἐργάτας τοῦ κυρίου

συμμαχίαν, καὶ ἅμα τὸ μὴ δεῖν φρονεῖν ταῖς ἀνθρωπίναις

σπουδαῖς τοὺς νομίζοντας ἐν τοῖς ἑαυτῶν πόνοις ὅλον

κεῖσθαι τὸν στέφανον, ἀλλὰ ἀναφέρειν ἐπὶ τὸ τοῦ θεοῦ

θέλημα τὰς περὶ τοῦ τέλους ἐλπίδας.

Δεῖ οὖν εἰδέναι τί τὸ θέλημα τοῦ θεοῦ, πρὸς ὃ βλέποντα

σπουδάζειν 〈χρὴ〉 τὸν τῆς μακαρίας ζωῆς ὀρεγόμενον καὶ

πρὸς ἐκείνην ἐπιθυμοῦντα τὸν ἑαυτοῦ διαθεῖναι βίον.

48

ἔστιν οὖν θέλημα τέλειον τοῦ θεοῦ τὸ καθᾶραι διὰ τῆς

χάριτος τὴν ψυχὴν παντὸς μολυσμοῦ, τῶν τοῦ σώματος

ἡδονῶν ὑψηλοτέραν ποιήσαντα, καὶ προσάγειν αὐτὴν καθα-

ρὰν τῷ θεῷ, ποθοῦσαν καὶ δυναμένην ἰδεῖν τὸ νοητὸν

ἐκεῖνο καὶ ἄφραστον φῶς. τοὺς τοιούτους καὶ ὁ κύριος

μακαρίζει λέγων· Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ ὅτι αὐτοὶ

τὸν θεὸν ὄψονται· καὶ ἐν ἄλλοις παραγγέλλει· Γίνεσθε

οὖν ὑμεῖς τέλειοι ὡς ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τέλειός

ἐστιν. ἐπὶ ταύτην τὴν τελειότητα καὶ ὁ ἀπόστολος παρα-

καλεῖ τρέχειν λέγων· Ἵνα παραστήσω πάντα ἄνθρωπον

τέλειον ἐν Χριστῷ εἰς ὃ καὶ κοπιῶ ἀγωνιζόμενος· καὶ ὁ

Δαβὶδ πνεύματι λαλῶν διδάσκει τοὺς ὀρθῶς φιλοσοφεῖν

θέλοντας τὴν τῆς ἀληθινῆς φιλοσοφίας ὁδόν, δι' ἧς χρὴ

βαδίζειν πρὸς τὸν τέλειον σκοπόν, αἰτοῦντας παρὰ τοῦ διδόν-

τος ἅπερ διὰ τοῦ Δαβὶδ τὸ πνεῦμα διδάσκει· Γενηθήτω,

φησίν, ἡ καρδία μου ἄμωμος ἐν τοῖς δικαιώμασίν σου, ὅπως

ἂν μὴ αἰσχυνθῶ. φοβεῖσθαι κελεύει τὴν αἰσχύνην καὶ ἀπο-

δύεσθαι καθάπερ ἐσθῆτα ῥυπῶσαν καὶ ἄτιμον τοὺς ἐκείνην

ἐκ τῆς κακίας περιθεμένους· πάλιν γάρ φησιν· Τότε οὐ μὴ

αἰσχυνθῶ ἐν τῷ με ἐπιβλέπειν ἐπὶ πάσας τὰς ἐντολάς σου.

ὁρᾷς ὡς ἐν τῷ πληρώματι τῶν ἐντολῶν τίθεται τὸ πνεῦμα

49

τὴν παρρησίαν· καὶ πάλιν Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ

ὁ θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου

καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με· ἀλλαχοῦ δὲ ἐρωτᾷ·

Τίς ἀναβήσεται εἰς τὸ ὄρος τοῦ κυρίου; εἶτα ἀποκρίνεται·

Ἀθῷος χερσὶ καὶ καθαρὸς τῇ καρδίᾳ. τὸν διὰ πάντων

καθαρὸν τοῦτον ἐπὶ τὸ τοῦ θεοῦ ὄρος ἀνάγει, ὃς μήτε

ἐννοίᾳ μήτε γνώσει μήτε ταῖς πράξεσιν εἰς τέλος κατεμίανε

τὴν ψυχὴν ἐμμείνας τοῖς κακοῖς, καὶ ὅστις δι' ἔργων τε

καὶ 〈νοημάτων〉 ἀγαθῶν τὸ ἡγεμονικὸν ὑποδεξάμενος

πνεῦμα τὴν ἑαυτοῦ καρδίαν διεφθαρμένην ὑπὸ κακίας

πάλιν ἀνέκτισεν. ὁ δὲ ἅγιος ἀπόστολος περὶ παρθενίας

λέγων τοῖς μετ' αὐτῆς ζῆν ᾑρημένοις ὑπογράφει τὸν βίον

ὁποῖον εἶναι δεῖ τὸν τοιοῦτον· Ἡ παρθένος, φησί, μεριμνᾷ

τὰ τοῦ κυρίου, ἵνα ᾖ ἁγία τῷ σώματι καὶ τῷ πνεύματι,

ψυχῇ τε καὶ σαρκὶ λέγων καθαρεύειν· καὶ φεύγειν πᾶσαν

ἁμαρτίαν ὡς πορρωτάτω κελεύει, τήν τε ἐμφανῆ καὶ ὅση

λαθραία, τουτέστι 〈παντελῶς ἀπέχεσθαι ἁμαρτημάτων τῶν

τε〉 πρακτικῶν καὶ τῶν λογισμῷ τελουμένων· σκοπὸς γὰρ

τῇ τὴν παρθενίαν τιμώσῃ ψυχῇ θεῷ πλησιάσαι καὶ γενέσθαι

νύμφην Χριστοῦ.

50

Δεῖ οὖν τὸν ἐπιθυμοῦντα οἰκειωθῆναί τινι τὸν ἐκείνου

τρόπον τῇ μιμήσει λαβεῖν ᾧ οἰκειοῦται· οὐκοῦν ἀνάγκη καὶ

τὴν Χριστοῦ ποθοῦσαν γενέσθαι νύμφην τῷ τοῦ Χριστοῦ

ὁμοιωθῆναι κάλλει δι' ἀρετῆς κατὰ δύναμιν· οὐ γὰρ ἔστι

συναφθῆναί ποτε φωτὶ μὴ πρὸς ἐκεῖνο λάμψαντα τὸ φῶς·

καὶ τοῦ ἀποστόλου Ἰωάννου λέγοντος ἤκουσα· Πᾶς γάρ

φησιν ὁ ἔχων τὴν ἐλπίδα ταύτην ἁγνίζει ἑαυτὸν καθὼς

ἐκεῖνος ἁγνός ἐστιν· καὶ ὁ ἀπόστολος δὲ Παῦλος Μιμηταί

μου γίνεσθε καθὼς κἀγὼ Χριστοῦ· δεῖ γὰρ τὴν μέλλουσαν

ἀνίπτασθαι πρὸς τὸ θεῖον ψυχὴν καὶ κολλᾶσθαι Χριστῷ

πᾶσαν ἐξελαύνειν ἁμαρτίαν ἀφ' ἑαυτῆς, ὅση τε φανερῶς

ταῖς πράξεσιν ἀποτελεῖται, κλοπὴν λέγω καὶ ἁρπαγὴν

καὶ μοιχείαν καὶ πλεονεξίαν καὶ πορνείαν καὶ γλώσσης

νόσον καὶ πᾶν ὅσον ἐμφανὲς ἁμαρτημάτων γένος, καὶ

ὅση λάθρα ταῖς ψυχαῖς ἐγκαθημένη καὶ τοὺς ἔξω λανθά-

νουσα διεσθίει τὸν ἄνθρωπον πικρῶς τοῖς κακίστοις

ὀδοῦσιν· αὕτη δέ ἐστι φθόνος ἀπιστία κακοήθεια δόλος,

ὄρεξις ὧν μὴ δεῖ, μῖσος ἀλαζονεία κενοδοξία καὶ πᾶν τὸ

ὕπουλον τῆς κακίας σμῆνος, ὅπερ ἐξ ἴσου τῷ φανερῷ γένει

τῶν ἁμαρτημάτων ἡ γραφὴ μισεῖ καὶ βδελύττεται, συγγενῆ

τε ὄντα ἀλλήλοις καὶ ἀπὸ τῆς αὐτῆς φυόμενα κακίας.

τίνος δὲ ἐσκόρπισεν ὀστᾶ ὁ κύριος; οὐ τῶν ἀνθρωπαρέ-

51

σκων; τίνα βδελύττεται ὁ κύριος ὥσπερ τὸν ἐναγῆ καὶ

μιαιφόνον; οὐ τὸν ὕπουλον ἄνδρα καὶ δόλιον; Ἄνδρα γὰρ

αἱμάτων καὶ δόλιον βδελύσσεται κύριος. οὐ φανερῶς ὁ

Δαβὶδ τοῖς λαλοῦσιν εἰρήνην μετὰ τῶν πλησίον αὐτῶν,

κακὰ δὲ ἐν ταῖς καρδίαις αὐτῶν, καταρᾶται βοῶν πρὸς τὸν

θεὸν Δὸς αὐτοῖς κατὰ τὰ ἔργα αὐτῶν; καὶ Ἐν καρδίᾳ,

φησίν, ἀνομίας ἐργάζεσθε ἐν τῇ γῇ. τὴν ἐν τῷ κρυπτῷ

κίνησιν τῆς ἁμαρτίας ἔργον ἐκάλεσεν ὁ θεός· διὰ τοῦτο

παραγγέλλει μήτε τὰς παρὰ ἀνθρώπων εὐφημίας διώκειν

μήτε τὰς παρ' αὐτῶν ἀτιμίας αἰσχύνεσθαι. τοὺς γὰρ

ἐπιδεικτικῶς ἐλεοῦντας τὸν πένητα καὶ τὴν μετάδοσιν

ἐπὶ γῆς θριαμβεύοντας ἀποστερεῖ τῶν ἐν οὐρανοῖς μισθῶν

ἡ γραφή· εἰ γὰρ ζητεῖς ἀνθρώποις ἀρέσαι καὶ διὰ τοῦτο

δίδως, ἵνα ἐπαινεθῇς, πεπλήρωταί σου ὁ μισθὸς τῆς

εὐποιίας τοῖς τῶν ἀνθρώπων ἐπαίνοις, δι' οὓς τὸν ἔλεον

ἐπεδείκνυσο. μὴ οὖν ζήτει μισθὸν ἐν οὐρανοῖς, κάτω τὰ

ἔργα ἀποθέμενος, μηδὲ παρὰ θεοῦ προσδόκα τιμήν, παρὰ

γὰρ τῶν ἀνθρώπων ταύτην ἀπείληφας. ποθεῖς ἀθάνατον

δόξαν; τῷ δυναμένῳ παρασχεῖν ἣν ποθεῖς δεῖξον ἐν τῷ

κρυπτῷ τὸν βίον. δέδοικας αἰσχύνην αἰώνιον; φοβοῦ τὸν

ἀνακαλύπτοντα ταύτην ἐν τῇ τῆς κρίσεως ἡμέρᾳ. πῶς

οὖν λέγει ὁ κύριος Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν

ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν καὶ δοξάσωσι

52

τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς; ὅτι κελεύει τὸν

ἑπόμενον ταῖς ἐντολαῖς τοῦ θεοῦ πᾶν ὅπερ ἂν ποιῇ πρὸς

ἐκεῖνον βλέποντα ποιεῖν καὶ τούτῳ μόνον ἀρέσκειν, μηδε-

μίαν παρὰ τῶν ἀνθρώπων δόξαν θηρώμενον· ἀλλὰ φεύγειν

μὲν τοὺς παρὰ τούτων ἐπαίνους καὶ τὴν ἐπίδειξιν, διὰ δὲ

τοῦ βίου καὶ τῶν ἔργων γνωρίζεσθαι πᾶσιν, ὅπως θεαταὶ

τούτων γενόμενοι, οὐκ εἶπε „θαυμάσωσι τὸν ἐπιδεικνύ-

μενον“, ἀλλὰ ”δοξάσωσι τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς

οὐρανοῖς.” ἐκεῖ γὰρ κελεύει πᾶσαν ἀναφέρεσθαι δόξαν

καὶ πρὸς τὸ ἐκείνου θέλημα πᾶσαν ἀπαρτίζεσθαι πρᾶξιν,

παρ' ᾧ καὶ ὁ μισθὸς ἀπόκειται τῶν τῆς ἀρετῆς ἔργων.

σὲ δὲ κελεύει φεύγειν καὶ ἀποστρέφεσθαι τὴν ἀπὸ τῶν

γλωσσῶν καὶ τῆς γῆς εὐφημίαν· ὁ δὲ ταύτην ζητῶν καὶ

πρὸς ταύτην ἕλκων τὸν βίον οὐ τῆς αἰωνίου δόξης ἀποστε-

ρεῖται μόνον, ἀλλ' ἤδη προσδοκάτω καὶ τιμωρίαν· Οὐαὶ

γάρ, φησίν, ὅταν καλῶς ὑμᾶς εἴπωσι πάντες οἱ ἄνθρωποι.

φεῦγε οὖν πᾶσαν ἀνθρωπίνην τιμήν, ἧς τὸ πέρας αἰσχύνη

καὶ ἀτιμία αἰώνιος, καὶ ὀρέγου τῶν ἄνω ἐπαίνων, τὸ τοῦ

Δαβὶδ λέγων· Παρὰ σοῦ ὁ ἔπαινός μου· καὶ Ἐν τῷ κυρίῳ

ἐπαινεθήσεται ἡ ψυχή μου· ὁ δὲ μακάριος ἀπόστολος οὐδὲ

τὸν ἐσθίοντα κελεύει ῥᾳθύμως μετέχειν τῆς προκειμένης

τροφῆς, ἀλλ' ἀποδιδόναι πρότερον τὴν δόξαν τῷ δεδωκότι

τὰς τοῦ ζῆν ἀφορμάς· οὕτω μέχρι παντὸς παρεγγυᾶται τὰς

μὲν παρὰ τῶν ἀνθρώπων ἀτιμάζειν δόξας, τὴν δὲ παρὰ

τοῦ μόνου θεοῦ ζητεῖν. ὁ γὰρ οὕτως ἔχων πιστὸς ὀνομά-

ζεται παρὰ τοῦ κυρίου· τὸν δὲ τῆς ἐνταῦθα τιμῆς ἐφιέμενον

53

τοῖς ἀπίστοις ἐγκαταλέγει· Πῶς γὰρ δύνασθε, φησίν, ὑμεῖς

πιστεύειν δόξαν παρ' ἀλλήλων λαμβάνοντες, καὶ τὴν

δόξαν τὴν παρὰ τοῦ μόνου θεοῦ οὐ ζητεῖτε; τὸ δὲ μῖσος

ὁποῖόν ἐστιν, ἄκουσον τοῦ Ἰωάννου λέγοντος· Ὁ μισῶν

τὸν ἀδελφὸν αὐτοῦ ἀνθρωποκτόνος ἐστί, καὶ οἴδατε ὅτι

πᾶς ἀνθρωποκτόνος οὐκ ἔχει ζωὴν αἰώνιον. ἐκβάλλει τῆς

ζωῆς τὸν μισοῦντα τὸν ἀδελφὸν ὥσπερ τὸν ἀνδροφόνον,

μᾶλλον δὲ ἄντικρυς φόνον ὀνομάζει τὸ μῖσος· ὁ γὰρ τὴν

πρὸς τὸν πλησίον ἀγάπην ἀνελὼν καὶ διαφθείρας καὶ

ἀντὶ φίλου πολέμιος γεγονὼς εἰκότως ἄν †τις συναριθμοῖτο,

τὴν ἐκείνων πρὸς τοὺς ἐπιβουλευομένους ἔχθραν κεκρυμμέ-

νην τῷ πλησίον φυλάσσων· ὡς δὲ οὐδεμία διαφορὰ τῶν

ἔνδον κεκρυμμένων κακῶν πρὸς τὰ ἐμφανῆ καὶ ὁρώμενα,

σαφῶς διὰ τούτων δηλοῖ ὁ ἀπόστολος συνάγων αὐτὰ καὶ

ὁμοτίμως ἀπαριθμούμενος· Καθὼς οὐκ ἐδοκίμασαν, φησί,

τὸν θεὸν ἔχειν ἐν ἐπιγνώσει, παρέδωκεν αὐτοὺς εἰς ἀδόκιμον

νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα, πεπληρωμένους πάσῃ

ἀδικίᾳ πορνείᾳ πονηρίᾳ πλεονεξίᾳ κακίᾳ· μεστοὺς φθόνου

φόνου ἔριδος δόλου κακοηθείας· ψιθυριστὰς καταλάλους

θεοστυγεῖς ὑβριστὰς ὑπερηφάνους ἀλαζόνας ἐφευρετὰς κα-

κῶν, γονεῦσιν ἀπειθεῖς, ἀσυνέτους ἀσυνθέτους ἀστόργους

ἀσπόνδους ἀνελεήμονας, οἵτινες τὸ δικαίωμα τοῦ θεοῦ

ἐπιγνόντες, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες ἄξιοι θανάτου

54

εἰσίν, 〈οὐ μόνον αὐτὰ ποιοῦσιν ἀλλὰ καὶ συνευδοκοῦσι τοῖς

πράσσουσιν〉.

Ὁρᾷς πῶς τὴν κακοήθειαν καὶ τὴν ὑπερηφανίαν καὶ

τὸν δόλον καὶ τὰ λοιπὰ τῶν κρυπτῶν τῷ φόνῳ καὶ τῇ

πλεονεξίᾳ καὶ τοῖς τοιούτοις πᾶσι συνέπλεξε; τί δὲ αὐτὸς

ὁ κύριος βοᾷ λέγων· Τὸ ὑψηλὸν παρὰ τοῖς ἀνθρώποις

βδέλυγμα παρὰ τῷ θεῷ ἐστιν, καὶ Ὁ ὑψῶν ἑαυτὸν ταπεινω-

θήσεται καὶ ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται· καὶ ἡ Σοφία

φησὶν Ἀκάθαρτος παρὰ κυρίῳ πᾶς ὑψηλοκάρδιος· πολλὰ

δὲ καὶ ἐν ταῖς ἄλλαις γραφαῖς εὕροι τις ἂν εἰς κατηγορίαν

τῶν ταῖς ψυχαῖς ἐγκρυπτομένων παθῶν. οὕτω δέ ἐστι

πονηρὰ ταῦτα καὶ δυσίατα καὶ τὴν ἰσχὺν ἐν τῷ βάθει

τῆς ψυχῆς κεκτημένα, ὥστε μὴ δυνατὸν εἶναι διὰ μόνης τῆς

ἀνθρωπίνης σπουδῆς καὶ ἀρετῆς ἐκτρῖψαι καὶ ἀνελεῖν, εἰ

μή τις τὴν τοῦ πνεύματος δύναμιν σύμμαχον δι' εὐχῆς

προσλαβὼν ἐπικρατήσειεν τῆς ἔνδον τυραννούσης κακίας,

ὡς αὐτὸ διδάσκει τὸ πνεῦμα τῇ τοῦ Δαβὶδ φωνῇ χρώμενον·

Ἐκ τῶν κρυφίων μου καθάρισόν με καὶ ἀπὸ ἀλλοτρίων

φεῖσαι τοῦ δούλου σου.

Δύο γὰρ ὄντων [ἀνθρώπων], ἐξ ὧν ὁ εἷς ἄνθρωπος

ἥρμοσται, ψυχῆς τε καὶ σώματος, καὶ τοῦ μὲν ἔξωθεν

55

περιέχοντος, τῆς δὲ ἔνδον παρὰ τὸν βίον μενούσης, τῷ μὲν

δεῖ καθάπερ ναῷ θεοῦ παραγρυπνεῖν, τηροῦντα μή τι τῶν

φανερῶν ἁμαρτημάτων προσπεσὸν κατασείσῃ καὶ δια-

φθείρῃ· περὶ τούτου γὰρ ἀπειλεῖ καὶ ὁ ἀπόστολος λέγων·

Ὁ φθείρων τὸν ναὸν τοῦ θεοῦ φθερεῖ τοῦτον ὁ θεός· τὴν δὲ

ἔνδον χρὴ διὰ πάσης φρουρεῖν φυλακῆς, μή τις λόχος

κακίας ἐκ βάθους ποθὲν ἀνακύψας καὶ τὸν τῆς εὐσεβείας

λογισμὸν διαφθείρας δουλώσῃ τὴν ψυχήν, πληρώσας τῶν

διελκόντων αὐτὴν λάθρα παθῶν.

Δεῖ οὖν φρουρεῖν ἀσφαλῶς ἐπιστρεφόμενον πυκνὰ πρὸς

τὴν ψυχὴν ὥσπερ τὸν στρατηγὸν ἐπιβοῶντα καὶ ἐπικελευό-

μενον· ἄνθρωπε, Πάσῃ φυλακῇ τήρει τὴν σὴν καρδίαν·

ἐκ γὰρ τούτων ἔξοδοι ζωῆς· ψυχῆς δὲ φρουρὰ λογισμὸς

εὐσεβὴς φόβῳ θεοῦ καὶ χάριτι πνεύματος καὶ ἀρετῆς ἔργοις

ὠχυρωμένος· ὁ γὰρ τούτοις τὴν ἑαυτοῦ ψυχὴν καθοπλίσας

ῥᾳδίως τρέπεται τοῦ τυράννου τὰς προσβολάς, δόλον

λέγω καὶ ἐπιθυμίαν καὶ τῦφον ὀργήν τε καὶ φθόνον καὶ

ὅσα πονηρὰ τῆς κακίας ἔνδον ἔστι κινήματα. χρὴ δὲ τὸν

τῆς ἀρετῆς γεωργὸν ἁπλοῦν τινα εἶναι καὶ βέβαιον, μόνους

εἰδότα γεωργεῖν τοὺς τῆς εὐσεβείας καρπούς, καὶ μήτε

τὸν βίον ἐκτρέπειν ποτὲ πρὸς τὰς τῆς κακίας ὁδοὺς μήτε

56

τὸν λογισμὸν τῆς εὐσεβείας ἀφέλκειν τῆς πίστεως, ἀλλ'

εἶναι μονότροπόν τινα καὶ εὐθῆ καὶ ἄπειρον τῶν ἔξω τῆς

ἰδίας ὁδοῦ κειμένων παθῶν· οὐδὲ γὰρ δυνατὸν τὴν τῷ

μόνῳ ἀνδρὶ συζῶσαν καὶ τὴν τοῦ γάμου καταπορνεύουσαν

τὸν αὐτὸν προσδοκᾶν τοῦ βίου μισθόν.

Οὐ ζεύξεις, φησὶν ὁ μακάριος Μωυσῆς, ἐν τῇ ἅλῳ σου

ἀλλογενῆ ζῷα ἐπὶ τὸ αὐτὸ οἷον βοῦν καὶ ὄνον, ἀλλὰ τὰ

ὁμογενῆ ζεύξας ἀλοήσεις τὸν ἀμητόν σου· οὐδὲ συνυφανεῖς

ἐρεῷ ἱματίῳ λῖνον οὐδὲ πάλιν λινῷ ἐρέαν· οὐ γεωργήσεις

ἐν τῇ χώρᾳ τῆς γῆς σου δύο καρποὺς ἐπὶ τὸ αὐτὸ οὐδὲ

δεύτερον τοῦ ἐνιαυτοῦ· οὐκ ἐπιβαλεῖς ἑτερογενὲς ζῷον

ἐπὶ ἕτερον εἰς γονήν, ἀλλὰ τὰ ὁμογενῆ τοῖς ὁμογενέσι

συζεύξεις.

Τί ταῦτα τῷ ἁγίῳ βούλεται τὰ αἰνίγματα; τὸ μὴ δεῖν

ἐν τῇ αὐτῇ ψυχῇ κακίαν καὶ ἀρετὴν συμφυτεύειν ἀλλήλαις

μηδὲ μερίζοντα τὸν βίον τοῖς ἐναντίοις ἀκάνθας τε ὁμοῦ

καὶ σῖτον ἐκ τῆς αὐτῆς ψυχῆς γεωργεῖν μηδὲ τὴν τοῦ

Χριστοῦ νύμφην τοῖς ἐχθροῖς τοῦ Χριστοῦ μοιχᾶσθαι καὶ

τὸ μὲν κύειν φῶς, τὸ δὲ ζόφον τίκτειν· οὐ γὰρ πέφυκε

ταῦτα συμβαίνειν ἀλλήλοις ὥσπερ οὐδὲ τὰ τῆς ἀρετῆς μέρη

57

τοῖς μέρεσι τῆς κακίας. ποία γὰρ φιλία σωφροσύνης πρὸς

ἀκρασίαν; ποία δὲ πρὸς ἀδικίαν δικαιοσύνης ὁμόνοια;

τίς δὲ φωτὶ κοινωνία πρὸς σκότος; οὐχὶ ἀεὶ τὸ ἕτερον

ὑπεξίσταται τῷ ἑτέρῳ καὶ μένειν οὐκ ἐθέλει πρὸς τὸ

μαχόμενον; δεῖ οὖν τὸν σοφὸν γεωργὸν καθάπερ ἐκ

πηγῆς ποτίμου καὶ ἀγαθῆς καθαρὰ πέμπειν τοῦ βίου τὰ

νάματα καὶ παντὸς ἀμιγῆ βορβόρου, μόνα τὰ τοῦ θεοῦ

γεώργια εἰδότα καὶ τούτοις πονοῦντα διὰ βίου καὶ παραμέ-

νοντα, ὅπως κἂν ὑποφύηταί τις ξένος ἐν τῷ κρυπτῷ τῶν

τῆς ἀρετῆς καρπῶν λογισμός, τοὺς σοὺς ἰδὼν πόνους ὁ

πάντα ὁρῶν ταχέως τῇ ἑαυτοῦ δυνάμει τὴν δολερὰν ἐκείνην

καὶ ὕπουλον ῥίζαν τῶν λογισμῶν πρὸ τῆς βλάστης ἐκτέμῃ.

τῷ γὰρ τοῖς τῆς ἀρετῆς προσκαρτεροῦντι πόνοις ἀκολουθεῖ

ταχέως ἡ τοῦ πνεύματος χάρις τὰ τῆς κακίας διαφθείρουσα

σπέρματα, καὶ οὐκ ἔστιν ἁμαρτεῖν τῆς ἐλπίδος οὐδὲ ἀνεκ-

δίκητον παροφθῆναι τὸν ἀεὶ παρεδρεύοντα τῷ θεῷ.

Εἶδες τὴν ἐν τῷ εὐαγγελίῳ χήραν, ἣ προσῆγε μὲν οὐ

φιλανθρώπῳ κριτῇ τὸ τῆς ἀδικίας μέγεθος, ἡ δὲ πολλὴ

περὶ τὴν δέησιν σχολὴ καὶ καρτερία νικήσασα τοῦ δικαστοῦ

τὸν τρόπον ἐκκαλεῖ πρὸς τὴν τοῦ ἀδικήσαντος τιμωρίαν.

μὴ τοίνυν μηδὲ σὺ προσευχόμενος ἀπείπῃς· εἰ γὰρ τὸ

ἐκείνης περὶ τὴν δέησιν ἀναιδὲς ἄρχοντος ἀνηλεοῦς ἔκλινε

γνώμην, πῶς ἡμᾶς χρὴ τῆς περὶ τὸν θεὸν ἀπογνῶναι

σπουδῆς, οὗ τὸ ἔλεος φθάνειν οἶδε πολλάκις τοὺς αἰτοῦντας;

58

ἀλλὰ καὶ αὐτὸς ὁ κύριος ἀποδεχόμενος τὴν περὶ τὰς

εὐχὰς ἡμῶν ἐπιμονὴν καὶ προτρέπων χρῆσθαι τῇ σπουδῇ

Ἴδετε, φησί, τί λέγει ὁ ἄδικος κριτής· πόσῳ μᾶλλον

ποιήσει ὁ πατὴρ ἡμῶν ὁ οὐράνιος τὴν ἐκδίκησιν τῶν

βοώντων πρὸς αὐτὸν νυκτὸς καὶ ἡμέρας· ναὶ λέγω ὑμῖν

ποιήσει τὴν ἐκδίκησιν ἐν τάχει. καὶ ὁ ἀπόστολος δὲ πολλὴν

σπουδὴν καὶ ἀγῶνα ἔχων εἰς τελείαν προκοπὴν τοὺς τῆς

εὐσεβείας μαθητὰς ἐλθεῖν, ἅμα δὲ καὶ τὸν τῆς ἀληθείας

σκοπὸν φανερὸν πᾶσι καθιστῶν φησί· Νουθετοῦντες πάντα

ἄνθρωπον καὶ διδάσκοντες ἐν πάσῃ σοφίᾳ, ἵνα παραστή-

σωμεν πάντα ἄνθρωπον τέλειον ἐν Χριστῷ, εἰς ὃ καὶ κοπιῶ

ἀγωνιζόμενος. καὶ πάλιν τοῖς τὴν σφραγῖδα τοῦ πνεύματος

διὰ τοῦ βαπτίσματος †κατηξιωμένοις ἐπεύχεται τῆς νοητῆς

ἡλικίας λαβεῖν αὐτοὺς αὔξησιν διὰ τῆς ἐπιχορηγίας τοῦ

πνεύματος λέγων· Διὰ τοῦτο ἀκούσας τὴν καθ' ὑμᾶς

πίστιν καὶ τὴν ἀγάπην ἣν ἔχετε εἰς πάντας τοὺς ἁγίους

οὐ παύομαι προσευχόμενος ὑπὲρ ὑμῶν καὶ αἰτούμενος,

ἵνα ὁ θεὸς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ πατὴρ

τῆς δόξης, δῴη ὑμῖν πνεῦμα σοφίας καὶ ἀποκαλύψεως ἐν

ἐπιγνώσει αὐτοῦ, πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῆς καρ-

δίας ὑμῶν εἰς τὸ εἰδέναι ὑμᾶς τίς ἐστιν ἡ ἐλπὶς τῆς κλήσεως

αὐτοῦ καὶ τίς ὁ πλοῦτος τῆς δόξης τῆς κληρονομίας αὐτοῦ

ἐν τοῖς ἁγίοις καὶ τί τὸ ὑπερβάλλον μέγεθος τῆς δυνάμεως

αὐτοῦ εἰς ἡμᾶς τοὺς πιστεύοντας· εἶτά φησι περὶ τοῦ τρό-

που τῆς μεταλήψεως τοῦ πνεύματος· Κατὰ τὴν ἐνέργειαν

τῆς δυνάμεως αὐτοῦ, ἣν ἐνήργησεν ἐν τῷ Χριστῷ, ἐγείρας

59

αὐτὸν ἐκ τῶν νεκρῶν. καθαρῶς περὶ τῆς τοῦ πνεύματος

λέγει μετουσίας καὶ τῆς ἐκείνου πρὸς τοὺς μεταλαμβάνον-

τας ἐνεργείας, ὅπως ἄν, φησίν, καὶ ὑμεῖς τὸν αὐτὸν δέξησθε

τρόπον τὴν ἐκείνου πληροφορίαν· εἶτα ὀλίγον ὑποκαταβὰς

τῆς ἐπιστολῆς μεῖζόν τι αὐτοῖς ἐπεύχεται, τελειοτέραν

ζητῶν ἐλθεῖν ἐπ' αὐτοὺς τὴν τοῦ πνεύματος δύναμιν·

Τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν πατέρα

τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐξ οὗ πᾶσα πατριὰ ἐν

οὐρανῷ καὶ ἐπὶ γῆς ὀνομάζεται· ἵνα δῴη ὑμῖν κατὰ τὸ

πλοῦτος τῆς δόξης αὐτοῦ δυνάμει κραταιωθῆναι διὰ τοῦ

πνεύματος αὐτοῦ εἰς τὸν ἔσω ἄνθρωπον κατοικῆσαι τὸν

Χριστὸν διὰ τῆς πίστεως ἐν ταῖς καρδίαις ὑμῶν, ἐν ἀγάπῃ

ἐρριζωμένους καὶ τεθεμελιωμένους· ἵνα ἐξισχύσητε κατα-

λαβέσθαι σὺν πᾶσι τοῖς ἁγίοις, τί τὸ πλάτος καὶ μῆκος

καὶ βάθος καὶ ὕψος, γνῶναί τε τὴν ὑπερβάλλουσαν τῆς

γνώσεως ἀγάπην τοῦ Χριστοῦ, ἵνα πληρωθῆτε εἰς πᾶν τὸ

πλήρωμα τοῦ θεοῦ.

Ἤδη δὲ καὶ ἐν ἑτέρᾳ ἐπιστολῇ περὶ τῶν αὐτῶν τοῖς

μαθηταῖς διαλέγεται τὸν τοῦ πνεύματος θησαυρὸν αὐτοῖς

ἀποκαλύπτων καὶ παρακαλῶν μετασχεῖν· Ζηλοῦτε γάρ

φησιν τὰ πνευματικὰ χαρίσματα· καὶ ἔτι καθ' ὑπερβολὴν

ὁδὸν ὑμῖν δείκνυμι. ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων

λαλῶ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς

ἠχῶν ἢ κύμβαλον ἀλαλάζον. καὶ ἐὰν ἔχω προφητείαν καὶ

εἰδῶ τὰ μυστήρια καὶ πᾶσαν τὴν γνῶσιν, καὶ ἐὰν ἔχω

πᾶσαν τὴν πίστιν ὥστε ὄρη μεθιστάνειν, ἀγάπην δὲ μὴ

ἔχω, οὐθέν εἰμι· καὶ ἐὰν ψωμίσω πάντα τὰ ὑπάρχοντά

μου καὶ ἐὰν παραδῶ τὸ σῶμά μου ἵνα καυθήσωμαι, ἀγάπην

60

δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι. τί δὲ τὸ κέρδος τῆς ἀγάπης

καὶ ποῖα τὰ ταύτης βλαστήματα, τίνων τε ἀφίστησι τὸν

ἔχοντα αὐτὴν καὶ τίνα παρέχει, σαφῶς ἐν τούτοις δηλοῖ·

Ἡ ἀγάπη οὐ ζηλοῖ, οὐ περπερεύεται, οὐ φυσιοῦται, οὐκ

ἀσχημονεῖ, οὐ ζητεῖ τὰ ἑαυτῆς, 〈οὐ παροξύνεται, οὐ λογί-

ζεται τὸ κακόν,〉 οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, συγχαίρει δὲ

τῇ ἀληθείᾳ, πάντα στέγει, πάντα πιστεύει, πάντα ἐλπίζει,

πάντα ὑπομένει· ἡ ἀγάπη οὐδέποτε ἐκπίπτει. πάνυ σοφῶς

καὶ ἀκριβῶς Οὐδέποτε, φησίν, ἐκπίπτει ἡ ἀγάπη. τί δὲ

τοῦτό ἐστιν; κἂν τῶν ἄλλων τις τύχῃ χαρισμάτων, ὧν τὸ

πνεῦμα παρέχει (γλώσσας λέγω ἀγγέλων καὶ προφητείαν

καὶ γνῶσιν καὶ χαρίσματα ἰαμάτων), μηδέπω δὲ λυτρωθῇ

καθαρῶς ἀπὸ τῶν ἔνδον ἐνοχλούντων παθῶν τῇ τοῦ πνεύ-

ματος ἀγάπῃ μηδὲ τὸ τέλειον τῆς σωτηρίας ἐν τῇ ψυχῇ

δέξηται φάρμακον, ἐν φόβῳ καθέστηκεν ἔτι τῆς πτώσεως,

τὴν στηρίζουσαν καὶ βεβαιοῦσαν ἐν τῇ τῆς ἀρετῆς στάσει

μὴ ἔχων ἀγάπην.

Μὴ οὖν οἰηθεὶς διὰ τὴν πλουσίαν καὶ ἄφθονον τοῦ

πνεύματος χάριν μηδενὸς ἔτι δεῖσθαι πρὸς τὴν τελείωσιν

ἐναπομείνῃς τοῖς ἐκείνου δωρήμασιν· ἀλλ' ὅταν ἔλθῃ πρὸς

61

σὲ τῆς δωρεᾶς ἐκείνης ὁ πλοῦτος, τότε γίνου τῷ φρονήματι

πένης, ὑποπτήσσων ἀεὶ καὶ τὴν ἀγάπην ὥσπερ τινὰ κρηπῖδα

τοῦ τῆς χάριτος θησαυροῦ προσδοκῶν τῇ ψυχῇ καὶ πρὸς πᾶν

ἀγωνιζόμενος πάθος, μέχρις 〈ἂν〉 ἐπὶ τὸ ἄκρον τοῦ τῆς

εὐσεβείας ἀφίκῃ σκοποῦ, ἐφ' ὃν αὐτός τε ἔφθασεν ὁ ἀπόστο-

λος καὶ τοὺς μαθητὰς ἀνάγει δι' εὐχῆς τε καὶ διδαχῆς

ὑποδεικνὺς τοῖς ἀγαπῶσι τὸν κύριον, τὴν ὑπὸ τῆς ἀγάπης

ἐπὶ τὸ κρεῖττον μεταβολήν τε καὶ χάριν λέγων· Οὔτε γὰρ

περιτομή τί ἐστιν οὔτε ἀκροβυστία, ἀλλὰ κτίσις καινή·

καὶ ὅσοι τῷ κανόνι τούτῳ στοιχοῦσιν, εἰρήνη ἐπ' αὐτοὺς

καὶ ἔλεος καὶ ἐπὶ τὸν Ἰσραὴλ τοῦ θεοῦ. καὶ πάλιν· Εἴ

τις ἐν Χριστῷ, καινὴ κτίσις· τὰ ἀρχαῖα παρῆλθε. τὸ

καινὴ κτίσις ἀποστολικός ἐστι κανών· ἔστι δὲ οὗτος ὃν

αὐτὸς ἐν ἄλλῳ μέρει σαφῶς ἐδήλωσεν εἰπών· Ἵνα παρα-

στήσω αὐτὸς ἑαυτῷ τὴν ἐκκλησίαν ἔνδοξον, μὴ ἔχουσαν

σπῖλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων, ἀλλ' ἵνα ᾖ ἁγία καὶ

ἄμωμος. καινὴν κτίσιν ἐκάλεσε τὴν ἐν καθαρᾷ καὶ ἀμώμῳ

ψυχῇ καὶ πάσης ἀπηλλαγμένῃ κακίας καὶ πονηρίας καὶ

αἰσχύνης ἐνοίκησιν τοῦ ἁγίου πνεύματος. ὅταν γὰρ μισήσῃ

μὲν ἡ ψυχὴ τὸ ἁμαρτάνειν, οἰκειώσῃ δὲ ἑαυτὴν τῷ θεῷ

κατὰ δύναμιν τῇ τῆς ἀρετῆς πολιτείᾳ καὶ δέξηται μετα-

ποιηθεῖσα τῷ βίῳ τὴν τοῦ πνεύματος εἰς ἑαυτὴν χάριν,

62

καινὴ γέγονεν ὅλη καὶ ἀνεκτίσθη. καὶ τὸ Ἐκκαθάρατε τὴν

παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύραμα, τοῦτο δηλοῖ, καὶ τὸ

Ἑορτάζωμεν, μὴ ἐν ζύμῃ παλαιᾷ, ἀλλ' ἐν ἀζύμοις εἰλι-

κρινείας καὶ ἀληθείας. ἐπειδὴ γὰρ πολλοὺς μὲν ἵστησιν ὁ

πειρατὴς τῇ ψυχῇ βρόχους πανταχόθεν αὐτῇ τὴν ἑαυτοῦ

κακίαν προβάλλων, ἐλάττων δὲ καθ' ἑαυτὴν ἡ ἀνθρωπίνη

δύναμις τῆς κατ' ἐκείνου νίκης, ὁπλίζειν ἡμᾶς ὁ ἀπόστολος

κελεύει τὰ μέλη τοῖς οὐρανίοις ὅπλοις, τὸν θώρακα τῆς

δικαιοσύνης κελεύων ἐνδύσασθαι καὶ ὑποδήσασθαι τοὺς

πόδας ἐν ἑτοιμασίᾳ τῆς εἰρήνης καὶ περιζώσασθαι τὴν ὀσφὺν

ἐν ἀληθείᾳ, ἐπὶ πᾶσι δὲ τὸν θυρεὸν τῆς πίστεως ἀναλαβόντες,

δι' ἧς φησι Δυνήσεσθε πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυ-

ρωμένα σβέσαι· βέλη δέ ἐστι πεπυρωμένα τὰ ἀκόλαστα

πάθη· καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξασθαι πα-

ρεγγυᾷ καὶ τὴν ἁγίαν μάχαιραν τοῦ πνεύματος· μάχαιραν

δὲ ἁγίαν λέγει τὸν ἐν δυνάμει θεοῦ λόγον, ᾧ χρὴ τὴν

δεξιὰν τῆς ψυχῆς ὁπλίσαντα τὰς τοῦ ἐχθροῦ μηχανὰς

ἀποκρούεσθαι.

Πῶς οὖν ἡμῖν ληπτέον τὰ ὅπλα, παρ' αὐτοῦ μάθε

63

τοῦ ἀποστόλου λέγοντος· Διὰ πάσης προσευχῆς καὶ δεή-

σεως προσευχόμενοι ἐν παντὶ καιρῷ ἐν πνεύματι καὶ εἰς

αὐτὸ ἀγρυπνοῦντες ἐν πάσῃ προσκαρτερήσει καὶ δεήσει·

ὅθεν καὶ ὑπερεύχεται πάντων οὕτως· Ἡ χάρις τοῦ κυρίου

ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἡ ἀγάπη τοῦ θεοῦ καὶ ἡ κοινωνία

τοῦ ἁγίου πνεύματος μετὰ πάντων ὑμῶν. καὶ πάλιν·

Ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα

ἀμέμπτως τηρηθείη ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ

Χριστοῦ. ὁρᾷς ὅσους ὑπέδειξέ σοι τρόπους τῆς σωτηρίας

εἰς μίαν τείνοντας ὁδὸν καὶ σκοπὸν ἕνα τοῦ τέλειον εἶναι

Χριστιανόν; τοῦτο γάρ ἐστι τὸ πέρας εἰς ὃ δεῖ φθάσαι διὰ

πίστεως ἰσχυρᾶς καὶ ἐλπίδος βεβαίας τοὺς τῆς ἀληθείας

ἐραστὰς ἐν ἡδονῇ μετὰ ἀγῶνος καὶ προθυμίας βαδίζοντας.

τούτοις καὶ πληροῦται ῥᾳδίως ὁ πρὸς τὸ ἄκρον τῶν ἐν-

τολῶν τοῦ βίου δρόμος, ὧν ἐξήρτηται πᾶς προφήτης μετὰ

τοῦ νόμου. τίνας λέγω τὰς ἐντολάς; Ἀγαπήσεις κύριον

τὸν θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς

ψυχῆς σου καὶ ἐξ ὅλης τῆς διανοίας σου καὶ τὸν πλησίον

σου ὡς σεαυτόν.

Ὁ μὲν οὖν σκοπὸς τῆς εὐσεβείας τοιοῦτος, ὃν αὐτός

τε ὁ κύριος καὶ οἱ παρ' ἐκείνου τὸ εἰδέναι λαβόντες ἀπό-

64

στολοι παρέδοσαν ἡμῖν· εἰ δὲ διὰ μακροτέρων ἀποδεικνύν-

τες εἰς μῆκος προηγάγομεν τὸν λόγον, τοῦ παραστῆσαι

τὴν ἀλήθειαν μᾶλλον ἢ τοῦ συντεμεῖν τὰ λεγόμενα φροντί-

ζοντες, μεμφέσθω μηδείς. δεῖ γὰρ τοὺς ὀρθῶς φιλοσοφεῖν

ἐγνωκότας καὶ τὰς ψυχὰς ἐκ τῶν τῆς κακίας μολυσμῶν

λυτρουμένους ἀκριβῶς εἰδέναι τὸν τῆς φιλοσοφίας σκοπόν,

ὅπως μεμαθηκότες τῆς τε πορείας τὸν πόνον καὶ τοῦ

δρόμου τὸ πέρας ῥίψωσι μὲν πάντες τὴν αὐθάδειαν καὶ

τὸ μέγα φρονεῖν ἐπὶ τοῖς κατορθώμασι, τὴν δὲ ἑαυτῶν

ψυχὴν μετὰ τοῦ βίου κατὰ τὸ πρόσταγμα τῆς γραφῆς

ἀρνησάμενοι πρὸς ἕνα βλέπωσι πλοῦτον, ὃν τῆς εἰς Χριστὸν

ἀγάπης ἆθλον τοῖς ἀγαπῶσιν ἔθηκεν ὁ θεός, καλῶν εἰς

αὐτὸν πάντας τοὺς τὸν ἀγῶνα τοῦ λαβεῖν προθύμως

ὑφισταμένους, οἷς ἐξαρκεῖ πρὸς τὴν τοῦ τοιούτου βίου

πορείαν ἐφόδιον ὁ σταυρὸς τοῦ Χριστοῦ· ὃν δεῖ μετ'

εὐφροσύνης καὶ ἀγαθῆς ἐλπίδος βαστάζοντας ἀκολουθεῖν

τῷ σωτῆρι θεῷ, νόμον καὶ ὁδὸν τοῦ βίου τὴν ἐκείνου

ποιουμένους οἰκονομίαν, καθὼς εἶπεν αὐτὸς ὁ ἀπόστολος·

Μιμηταί μου γίνεσθε καθὼς κἀγὼ Χριστοῦ· καὶ πάλιν·

Δι' ὑπομονῆς τρέχομεν τὸν προκείμενον ἡμῖν ἀγῶνα,

ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν

Ἰησοῦν, ὃς ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς ὑπέμεινε

σταυρὸν αἰσχύνης καταφρονήσας ἐν δεξιᾷ τε τοῦ θρόνου

65

τοῦ θεοῦ κεκάθικεν· δέος γὰρ μὴ τοῖς παρὰ τοῦ πνεύματος

δωρήμασιν ἐπαιρόμενοι καὶ τὸ κατορθῶσαί τι δι' ἀρετὴν

ἀφορμὴν λαβόντες εἰς τὸ φρονεῖν καὶ σεμνύνεσθαι, πρὶν

εἰς τέλος τῶν ἐλπιζομένων ἐλθεῖν, ἐκπέσωμεν τῆς ὁρμῆς,

ἀχρεῖον ἑαυτοῖς καὶ τὸν προλαβόντα πόνον τῇ αὐθαδείᾳ

ποιήσαντες καὶ ἀνάξιοι φανέντες τῆς τελειότητος, εἰς ἣν

ἡ τοῦ πνεύματος εἷλκεν ἡμᾶς χάρις.

Δεῖ οὖν μηδαμοῦ τὸν τοῦ πόνου τόνον ἐκλύειν μηδὲ

ἐξίστασθαι τῶν προκειμένων ἀγώνων μηδὲ τοῖς κατόπιν

εἴ τι πέπρακται σπουδαῖον προσέχειν, ἀλλ' ἐκείνων μὲν

λήθην λαμβάνειν, ἐπὶ δὲ τὸ ἔμπροσθεν κατὰ τὸν ἀπόστολον

ἐπεκτείνεσθαι καὶ συντρίβειν ταῖς τῶν πόνων φροντίσι τὴν

καρδίαν, ἀκόρεστον ἔχοντας τὴν τῆς δικαιοσύνης ἐπιθυμίαν,

ἧς μόνης χρὴ πεινῆν καὶ διψῆν τοὺς εἰς τὸ τέλειον φθάσαι

ζητοῦντας, ταπεινοὺς δὲ καὶ περιδεεῖς γινομένους ὡς πόρρω

που τῶν ἐπηγγελμένων τυγχάνοντας καὶ τῆς τελείας τοῦ

Χριστοῦ μακρὰν ἀπῳκισμένους ἀγάπης· ὁ γὰρ ἐκείνης

ἐρῶν καὶ πρὸς τὴν ἄνω βλέπων ἐπαγγελίαν οὔτε νηστεύων

οὔτε ἀγρυπνῶν οὔτε ἄλλο τι τῶν τῆς ἀρετῆς σπουδάζων

ἵσταται τοῖς προλαβοῦσι κατορθώμασιν ἐπηρμένος, ἀλλὰ

μεστὸς ὢν τοῦ θείου πόθου καὶ πρὸς τὸν καλοῦντα συντόνως

βλέπων πᾶν μὲν ὅτι ἂν ἀγωνίσηται πρὸς τὸ τυχεῖν ἐκείνου

μικρὸν ἡγεῖται καὶ τῶν ἄθλων ἀνάξιον· φιλονεικεῖ δὲ μέχρι

66

τῆς τοῦ βίου τούτου τελευτῆς, πόνοις πόνους καὶ ἀρεταῖς

ἀρετὰς συνάπτων, μέχρις ἂν τίμιον ἑαυτὸν τῷ θεῷ κατα-

στήσῃ διὰ τῶν ἔργων, οὐκ ἔχων ἐν τῷ συνειδότι τὸ νομίζειν

ἄξιον ἑαυτὸν πεποιηκέναι θεῷ. τοῦτο γάρ ἐστι κατόρθωμα

μέγιστον φιλοσοφίας τὸ μέγαν ὄντα τοῖς ἔργοις συστέλλε-

σθαι τῇ καρδίᾳ καὶ καταγινώσκειν τοῦ βίου, κάτω που

ῥίψαντα τῷ πρὸς θεὸν φόβῳ τὴν οἴησιν, ὅπως ἀπολαύσῃ

τῆς ἐπαγγελίας καθόσον πιστεύσας ἠράσθη ταύτης, οὐ

καθόσον πονέσας εἰργάσατο. μεγάλων γὰρ ὄντων τῶν

δώρων οὐκ ἔστι πόνους ἀξίους εὑρεῖν· μεγάλης δὲ δεῖ

πίστεως καὶ ἐλπίδος εἰς τὸ ταύταις μετρηθῆναι, μὴ τοῖς

πόνοις, τὴν ἀμοιβήν· πίστεως δὲ ὑπόστασις πνεύματος

πτωχεία καὶ ἡ πρὸς θεὸν ἀμέτρητος ἀγάπη.

Τὰ μὲν δὴ κατὰ τὴν ἐλπίδα τοῦ σκοποῦ τοῖς φιλοσόφως

ζῆν ᾑρημένοις ἱκανῶς εἰρῆσθαι νομίζω. δεῖ δὲ λοιπὸν

προσθεῖναι τοῖς εἰρημένοις, ὅπως μὲν χρὴ συνεῖναι τοὺς

τοιούτους ἀλλήλοις, ὁποίους δὲ ἀγαπᾶν πόνους, ὅπως δὲ

τρέχειν μετ' ἀλλήλων, ἕως ἂν ἐπὶ τὴν ἄνω πόλιν ἀφίκωνται.

δεῖ τοίνυν τὸν τὰ τοῦ βίου τούτου σεμνὰ καθαρῶς ἀτιμά-

ζοντα καὶ ἀρνούμενον μὲν τοὺς συγγενεῖς, ἀρνούμενον δὲ

πᾶσαν τὴν κάτω δόξαν καὶ ἐρῶντα τῆς οὐρανίας τιμῆς

67

καὶ τοῖς κατὰ θεὸν ἀδελφοῖς πνευματικῶς συναπτόμενον

ἀρνήσασθαι μετὰ τοῦ βίου καὶ τὴν ἑαυτοῦ ψυχήν. ἄρνησις

δὲ ψυχῆς τὸ μηδαμοῦ ζητεῖν τὸ ἑαυτοῦ θέλημα θεραπεύειν,

μᾶλλον δὲ ἑαυτοῦ θέλημα ποιεῖν τὸν ἐφεστῶτα τοῦ θεοῦ

λόγον καὶ τούτῳ κεχρῆσθαι καθάπερ ἀγαθῷ κυβερνήτῃ

τῷ τὸ κοινὸν τῆς ἀδελφότητος πλήρωμα μεθ' ὁμονοίας

ἐπὶ τὸν λιμένα τοῦ θελήματος τοῦ θεοῦ διευθύνοντι. κε-

κτῆσθαι δὲ οὐδὲν χρὴ ἢ νομίζειν ἴδιον παρὰ τὸ κοινὸν πλὴν

τοῦ τὸ σῶμα καλύπτοντος ἱματίου. εἰ γὰρ μηδὲν ἔχοι

τούτων ἀλλὰ γυμνὸς εἴη τῆς καθ' ἑαυτὸν τοῦ βίου φροντί-

δος, τῆς κοινῆς ἔσται χρείας θεραπευτὴς καὶ τὸ παρὰ τῶν

προεστώτων ἐπιτασσόμενον μεθ' ἡδονῆς καὶ ἐλπίδος προ-

θύμως ἐπιτελῶν καθάπερ εὔνους καὶ ἁπλοῦς δοῦλος τοῦ

Χριστοῦ πρὸς τὴν κοινὴν τῶν ἀδελφῶν χρείαν ἠγορασμένος.

68

τοῦτο γὰρ καὶ ὁ κύριος βούλεται καὶ παρακαλεῖ λέγων·

Ὁ θέλων ἐν ὑμῖν εἶναι πρῶτος καὶ μέγας ἔσται πάντων

ἔσχατος καὶ πάντων δοῦλος.

Χρὴ οὖν τὴν δουλείαν παρὰ τοῖς ἀνθρώποις ἄμισθον

εἶναι καὶ μηδεμίαν φέρουσαν τῷ δουλεύοντι τιμὴν μηδὲ

δόξαν, ὅπως μὴ παρὰ τὸ γεγραμμένον ἀνθρωπάρεσκος

φαίνηται, σχηματίζων ἑαυτὸν ἐν ὀφθαλμοδουλείᾳ μηδὲ

ἀνθρώποις ἀλλ' ὡς αὐτῷ τῷ κυρίῳ δουλεύων καὶ τὴν

τεθλιμμένην ὁδὸν βαδίζων, ἐν ᾗ τῷ ἐκείνου ζυγῷ 〈προθύ-

μως〉 ὑποθεὶς τὸν αὐχένα καὶ βαστάζων διὰ τέλους ἐν

ἡδονῇ φέρεται πρὸς τὸ τέλος 〈μετὰ ἀγαθῆς ἐλπίδος〉.

δεῖ οὖν ὑποτετάχθαι πᾶσι καὶ καθάπερ δανείου χρεώστην

θεραπεύειν τοὺς ἀδελφούς, τὰς ὑπὲρ ἁπάντων φροντίδας

ἐναποθέμενον τῇ ψυχῇ καὶ ἀποπληροῦντα τὴν ὀφειλομένην

ἀγάπην. χρὴ δὲ καὶ τοὺς προεστῶτας τοῦ πνευματικοῦ

τούτου χοροῦ τό τε μέγεθος τῆς αὑτῶν σκοποῦντας

69

φροντίδος καὶ τῆς ἐφεδρευούσης τῇ πίστει κακίας λογιζο-

μένους τὰς τέχνας ἀξίως τῆς ἐπιστασίας ἀγωνίζεσθαι, μὴ

πρὸς τὴν ἐξουσίαν αἴροντας τὸ φρόνημα. κίνδυνος γὰρ

ἐνταῦθα, καί τινες ἤδη δοκοῦντες ἑτέρων προεστάναι καὶ

τούτους ἐπὶ τὴν οὐράνιον εὐθύνειν ζωὴν ἔλαθον ὑπὸ φρονή-

ματος ἑαυτοὺς ἀπολέσαντες. δεῖ οὖν ἐν τῇ ἐπιστασίᾳ

μείζονα μὲν τῶν ἄλλων τοὺς προεστῶτας πονεῖν, ταπεινό-

τερα δὲ τῶν ἀρχομένων φρονεῖν καὶ τύπον δουλείας τὸν

ἑαυτῶν βίον παρέχειν τοῖς ἀδελφοῖς, παρακαταθήκην θεοῦ

νομίζοντας ἔχειν οὓς ἐπιστεύθησαν.

Εἰ γὰρ οὕτως ἔχοιεν συγκροτοῦντες τὸν ἱερὸν τῇ θερα-

πείᾳ χορὸν καὶ τὴν μὲν διδαχὴν κατὰ τὴν ἑκάστου χρείαν

ἐν φανερῷ ποιούμενοι πρὸς τὸ σῴζειν τὴν πρέπουσαν

ἕκαστον τάξιν, ἐν τῷ κρυπτῷ δὲ κατὰ διάνοιαν τὴν ταπει-

νοφροσύνην καθάπερ εὐγνώμονες δοῦλοι τηροῦντες τῇ

πίστει, μέγαν ἑαυτοῖς ἐργάζονται τῷ τοιούτῳ βίῳ μισθόν.

οὕτως οὖν ἐπιμελεῖσθε αὐτῶν ὡς ἂν χρηστοὶ παιδαγωγοὶ

παίδων ἁπαλῶν, οὓς ἐπιστεύθησαν παρὰ τῶν πατέρων αὐ-

τῶν. ἐκεῖνοί τε γὰρ τῶν παίδων τὰς ἕξεις σκοποῦντες τῷ

μὲν πληγάς, τῷ δὲ νουθεσίαν, τῷ δὲ ἔπαινον, τῷ δὲ ἄλλο τι

τοιοῦτον προσάγουσιν, οὐδὲν οὔτε πρὸς χάριν οὔτε πρὸς

ἀπέχθειαν τούτων ποιοῦντες, ἀλλ' ὡς ἀνῆκε τῷ πράγματι

70

καὶ ὁ τοῦ παιδὸς ἀπαιτεῖ τρόπος, εἰς τὸ γενέσθαι αὐτοὺς

〈ζηλωτὰς〉 τοῦ βίου τούτου σεμνούς· καὶ ὑμᾶς χρὴ πᾶν

μῖσος κατὰ τῶν ἀδελφῶν καὶ πᾶσαν αὐθάδειαν ἀποθεμένους

πρὸς τὴν ἑκάστου δύναμιν καὶ γνώμην ἁρμόζειν τὸν

λόγον· τῷ μὲν ἐπιτίμησον, τὸν δὲ νουθέτησον, ἄλλον παρα-

κάλεσον, πρὸς τὴν ἑκάστου χρείαν καθάπερ ἀγαθὸς ἰατρὸς

προσάγων τὸ φάρμακον· ἐκεῖνός τε γὰρ πρὸς τὰ πάθη

σκοπῶν τῷ μὲν πρᾶον, τῷ δὲ σφοδρότερον ἐπέθηκε φάρ-

μακον, οὐδενὶ τῶν θεραπείας δεομένων ἀχθόμενος, ἀλλὰ

ταῖς ψυχαῖς καὶ τοῖς σώμασιν ἁρμόζων τὴν τέχνην· σύ

τε ἀκολούθει τῇ χρείᾳ τοῦ πράγματος, ὅπως τὴν ψυχὴν

τοῦ πρὸς σὲ βλέποντος μαθητοῦ καλῶς ἐκπαιδεύσας

λαμπρὰν τὴν ἐκείνης ἀρετὴν προσαγάγῃς τῷ πατρί,

κληρονόμον ἄξιον τῆς ἐκείνου δωρεᾶς.

Ἐὰν οὕτως ἔχητε πρὸς ἀλλήλους οἵ τε ἐφεστῶτες καὶ

οἱ τούτοις χρώμενοι διδασκάλοις, οἱ μὲν πειθόμενοι μετὰ

χαρᾶς τοῖς ἐπιταττομένοις, οἱ δὲ μεθ' ἡδονῆς τοὺς ἀδελφοὺς

ἐπὶ τὸ τέλειον προσαγόμενοι, καὶ ταῖς τιμαῖς ἀλλήλους

προηγῆσθε, τὸν τῶν ἀγγέλων ἐπὶ τῆς γῆς ζήσεσθε βίον.

μηδεὶς οὖν ἐν ὑμῖν γνωριζέσθω τῦφος, ἀλλὰ ἁπλότης καὶ

ὁμόνοια καὶ διάθεσις ἄδολος συγκροτείτω τὸν χορόν·

71

πειθέτω δὲ ἕκαστος ἑαυτόν, ὡς οὐ τοῦ συνόντος ἀδελφοῦ

μόνον ἐστὶ καταδεέστερος, ἀλλὰ καὶ παντὸς ἀνθρώπου·

τοῦτο γὰρ γινώσκων μαθητὴς ἔσται ὄντως Χριστοῦ.

Ὁ γὰρ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, καθὼς ὁ σωτὴρ

εἶπεν, καὶ ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται· καὶ πάλιν·

Ὁ θέλων ἐν ὑμῖν εἶναι πρῶτος, ἔσται πάντων ἔσχατος

καὶ πάντων διάκονος, καθὼς Ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ

ἦλθεν διακονηθῆναι, ἀλλὰ διακονῆσαι καὶ δοῦναι τὴν

ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν· καὶ ὁ ἀπόστολος· Οὐ

γὰρ ἑαυτοὺς κηρύσσομεν, ἀλλὰ κύριον Ἰησοῦν Χριστόν,

ἑαυτοὺς δὲ δούλους ὑμῶν διὰ Ἰησοῦν. εἰδότες οὖν τῆς

τε ταπεινότητος τοὺς καρποὺς καὶ τὴν ζημίαν τοῦ τύφου

μιμήσασθε τὸν δεσπότην ἀγαπῶντες ἀλλήλους, καὶ μήτε

θάνατον μήτε ἄλλην τινὰ τιμωρίαν εἰς ἀγαθὸν μετ' ἀλλήλων

ὀκνεῖτε· ἀλλ' ἣν ἐβάδισεν ὁδὸν ἐν ἡμῖν ὁ θεός, ταύτην

ὑμεῖς πρὸς ἐκεῖνον βαδίζοντες ἑνὶ σώματι καὶ ψυχῇ μιᾷ

χωρεῖτε πρὸς τὴν ἄνω κλῆσιν, ἀγαπῶντες τὸν θεὸν καὶ

ἀλλήλους. ἀγάπη γὰρ καὶ φόβος ὁ πρὸς τὸν κύριον τὸ πρῶ-

τον τοῦ νόμου ἐστὶ πλήρωμα.

Δεῖ οὖν ἕκαστον ὑμῶν καθάπερ ἰσχυράν τινα καὶ στε-

ρεὰν κρηπῖδα τὸν φόβον τε καὶ τὴν ἀγάπην ἐν τῇ ἑαυτοῦ

τιθέναι ψυχῇ καὶ ταύτην ἐπάρδειν ἔργοις τε ἀγαθοῖς καὶ

εὐχῇ διαρκεῖ· οὐ γὰρ ἁπλῶς οὐδὲ αὐτομάτως ἡμῖν ἡ πρὸς

τὸν θεὸν ἀγάπη ἐγγίνεσθαι πέφυκεν, ἀλλὰ διὰ πολλῶν

72

πόνων καὶ μεγάλων φροντίδων καὶ συνεργίας τῆς τοῦ

Χριστοῦ, καθὼς εἴρηκεν ἡ Σοφία· Ἐὰν γὰρ ζητήσῃς

αὐτήν, φησίν, ὡς ἀργύριον καὶ ὡς θησαυροὺς ἐξερευνήσῃς

αὐτήν, τότε συνήσεις φόβον κυρίου καὶ ἐπίγνωσιν θεοῦ

εὑρήσεις· θεοῦ δὲ ἐπίγνωσιν εὑρὼν καὶ φόβον συνεὶς

ῥᾳδίως καὶ τὸ ἐφεξῆς κατορθώσεις, τὸ ἀγαπᾶν λέγω τὸν

πλησίον· τοῦ γὰρ πρώτου καὶ μεγάλου πόνῳ κτηθέντος

τὸ δεύτερον ἔλαττον ὂν ἀπονώτερον ἕπεται τῷ πρώτῳ·

ἐκείνου δὲ μὴ παρόντος οὐδὲ τὸ δεύτερον ἂν γένοιτο καθα-

ρῶς. ὁ γὰρ θεὸν μὴ ἀγαπῶν ἐξ ὅλης καρδίας καὶ ἐξ ὅλης

διανοίας, πῶς ἂν ὑγιῶς καὶ ἀδόλως ἐπιμελοῖτο τῆς τῶν

ἀδελφῶν ἀγάπης, ἐκείνῳ μὴ πληρῶν τὴν ἀγάπην δι' ὃν

ἐπιμελεῖται ταύτης; τὸν γὰρ οὕτως ἔχοντα καὶ μὴ τὴν

ψυχὴν ὅλην ἀποδόντα τῷ θεῷ μηδὲ πρὸς τὴν ἐκείνου κε-

κοινωμένον ἀγάπην εὑρὼν ἐξωπλισμένον ὁ τῆς κακίας

τεχνίτης χειροῦται ῥᾳδίως λογισμοῖς πονηροῖς ὑποσκελί-

ζων, νῦν μὲν βαρέα φαίνεσθαι ποιῶν τὰ τῆς γραφῆς ἐπι-

τάγματα καὶ ἐπαχθῆ τὴν εἰς τοὺς ἀδελφοὺς θεραπείαν,

νῦν δὲ ἐπαίρων εἰς ἀλαζονείαν καὶ τῦφον ἀπ' αὐτῆς τῆς

73

εἰς τοὺς ὁμοδούλους διακονίας καὶ πείθων αὐτὸν ὡς ἐπλή-

ρωσε τὰς ἐντολὰς τοῦ κυρίου καὶ ἔσται μέγας ἐν οὐρανοῖς·

οὐ μικρὸν δὲ τοῦτο ἀδίκημα· δεῖ γὰρ τὸν εὔνουν καὶ

σπουδαῖον δοῦλον τῷ δεσπότῃ πιστεύειν τῆς εὐνοίας τὴν

κρίσιν, ἀλλὰ μὴ αὐτὸν ἀντὶ τοῦ δεσπότου δικαστὴν καὶ

ἐπαινέτην τῆς αὑτοῦ γίνεσθαι πολιτείας· εἰ γὰρ αὐτὸς

γένοιτο κριτὴς τὸν ἀληθινὸν παρωσάμενος, οὐδὲ τὸν μισθὸν

ἐκεῖθεν ἕξει, πρὸ τῆς ἐκείνου κρίσεως ἑαυτῷ τοῖς ἐπαίνοις

καὶ τῇ οἰήσει ἀποπληρώσας. δεῖ γὰρ κατὰ τὸ λόγιον

Παύλου τὸ πνεῦμα τοῦ θεοῦ συμμαρτυρεῖν τῷ πνεύματι

ἡμῶν, ἀλλὰ μὴ τῇ ἡμετέρᾳ κρίσει τὰ ἡμέτερα δοκιμάζεσθαι·

Οὐ γάρ, φησίν, ὁ ἑαυτὸν συνιστῶν ἐστι δόκιμος ἀλλ' ὃν ὁ

κύριος συνίστησιν· ὁ δὲ μὴ παρὰ τοῦ κυρίου τὴν σύστασιν

ἀναμένων, ἀλλὰ φθάνων τὴν…

θρωπίνα…

The complete text is available when the reading interface loads.