De perfectione Christiana ad Olympium monachum
- Edition reference
- De perfectione Christiana ad Olympium monachum, ed. Jaeger, op. cit., vol. 8.1, 173– 214.
- CTS identifier
urn:cts:greekLit:tlg2017.tlg026.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
8,1
177
καὶ θειοτάτου καὶ πρώτου τῶν ὀνομάτων γέγονε παρὰ τοῦ
ἀγαθοῦ δεσπότου ἡμῖν ἡ κοινωνία, ὥστε τοὺς τῇ ἐπωνυ-
μίᾳ τοῦ Χριστοῦ τιμηθέντας Χριστιανοὺς ὀνομάζεσθαι,
ἀναγκαῖον ἂν εἴη πάντα τὰ ἑρμηνευτικὰ τῆς τοιαύτης
φωνῆς ὀνόματα καὶ ἐν ἡμῖν καθορᾶσθαι, ὡς μὴ ψευδώνυμον
ἐφ' ἡμῶν εἶναι τὴν κλῆσιν, ἀλλ' ἐκ τοῦ βίου τὴν μαρτυ-
ρίαν ἔχειν. οὐ γὰρ ἐκ τοῦ καλεῖσθαί τι τὸ εἶναι γίνεται,
ἀλλ' ἡ ὑποκειμένη φύσις, οἵα δ' ἂν οὖσα τύχῃ, διὰ τῆς
προσφυοῦς τοῦ ὀνόματος σημασίας γνωρίζεται. οἷόν τι
λέγω· εἰ δένδρῳ τις ἢ πέτρᾳ προσηγορίαν ἀνθρώπου χαρίσαι-
το, ἆρα ἄνθρωπος ἔσται διὰ τὴν κλῆσιν ἢ τὸ φυτὸν ἢ
ὁ λίθος; οὐκ ἔστι ταῦτα· ἀλλὰ χρὴ πρῶτον εἶναι ἄνθρωπον,
εἶθ' οὕτως ὀνομασθῆναι τῇ προσηγορίᾳ τῆς φύσεως.
οὐδὲ γὰρ ἐπὶ τῶν ὁμοιωμάτων αἱ κλήσεις τὸ κύριον ἔχουσι,
ὡς εἴ τις ἄνθρωπον λέγοι τὸν ἀνδριάντα ἢ ἵππον τὸ μί-
μημα· ἀλλ' εἰ μέλλοι τι κυρίως καὶ ἀψευδῶς ὀνομάζεσθαι,
ἀληθῆ δείξει πάντως τὴν προσηγορίαν ἡ φύσις. ἡ δὲ
ἀναδεξαμένη τὴν μίμησιν ὕλη, ὅπερ ἂν οὖσα τύχῃ, τοῦτο
καὶ ὀνομάζεται, χαλκὸς ἢ λίθος ἤ τι τοιοῦτον ἕτερον,
178
ᾧ ἐπέβαλεν ἡ τέχνη τὸ εἶδος πρὸς τὸ δοκοῦν σχηματίσασα.
Οὐκοῦν τοὺς ἀπὸ τοῦ Χριστοῦ ἑαυτοὺς ὀνομάζοντας
πρῶτον γενέσθαι χρὴ ὅπερ τὸ ὄνομα βούλεται, εἶθ' οὕτως
ἑαυτοῖς ἐφαρμόσαι τὴν κλῆσιν. καὶ ὥσπερ εἴ τις διακρίνοι
ἀπὸ τοῦ ὄντως ἀνθρώπου τὸν ὁμωνύμως ἐπὶ τῆς εἰκόνος
λεγόμενον, ἐκ τῶν ἰδιωμάτων ποιήσεται τὴν διάκρισιν
(τὸ μὲν γὰρ ζῶον λογικὸν διανοητικὸν ὀνομάσει, τὸ δὲ
ἕτερον ὕλην ἄψυχον διὰ μιμήσεως ὑπελθοῦσαν τὸ εἶδος)·
οὕτω καὶ τὸν Χριστιανὸν τόν τε ὄντως ὄντα καὶ τὸν
δοκοῦντα διὰ τῶν ἐπιφαινομένων τοῖς χαρακτῆρσιν ἰδιω-
μάτων ἐπιγνωσόμεθα. χαρακτῆρες δὲ τοῦ ὄντως Χριστιανοῦ
πάντα ἐκεῖνά ἐστιν, ὅσα περὶ τὸν Χριστὸν ἐνοήσαμεν.
ὧν ὅσα μὲν χωροῦμεν, μιμούμεθα· ὅσα δὲ οὐ χωρεῖ ἡ
φύσις πρὸς μίμησιν, σεβόμεθά τε καὶ προσκυνοῦμεν.
οὐκοῦν πάντα τὰ ἑρμηνευτικὰ τῆς τοῦ Χριστοῦ σημασίας
ὀνόματα ἐπιλάμπειν χρὴ τῷ τοῦ Χριστιανοῦ βίῳ, τὰ
μὲν διὰ μιμήσεως, τὰ δὲ διὰ προσκυνήσεως, εἰ μέλλοι
ἄρτιος εἶναι ὁ τοῦ θεοῦ ἄνθρωπος, καθώς φησιν ὁ ἀπόστο-
λος, μηδαμοῦ διὰ τῆς κακίας ἀκρωτηριάζων τὴν ἀρτιότητα.
ὥσπερ γὰρ οἱ τὰς μυθικὰς τερατείας ἢ διὰ τῶν λόγων ἢ
διὰ τῆς γραφικῆς πλάσσοντες τέχνης βουκεφάλους τινὰς
ἢ ἱπποκενταύρους ἢ δρακοντόποδας ἢ ἄλλο τι τοιοῦτον ἐξ
179
ἑτερογενῶν συντιθέντες οὐ πρὸς τὸ τῆς φύσεως ἀρχέτυπον
τὴν μίμησιν ἄγουσιν, ἀλλὰ διὰ τῆς παραλόγου ταύτης
ἐπινοίας τὴν φύσιν ἐκβαίνοντες ἄλλο τι πλάσσουσι καὶ
οὐκ ἄνθρωπον, σχηματίζοντες πρὸς τὸ δοκοῦν τὸ ἀνύπαρ-
κτον, καὶ οὐκ ἄν τις ἄνθρωπον εἴποι τὸ πεπλασμένον διὰ
τῆς ἀλλοκότου ταύτης συνθέσεως, κἂν μέρει τινὶ τοῦ
ἀνθρωπίνου σώματος προσεοικὸς τύχῃ τὸ μέρος τοῦ
πλάσματος· οὕτως οὐδ' ἂν Χριστιανὸς ἀκριβῶς ὀνομασθείη
ὁ τὴν κεφαλὴν ἄλογον ἔχων, τουτέστιν ὁ τὴν τοῦ παντὸς
κεφαλὴν ἥτις ὁ λόγος ἐστὶν ἐν τῇ πίστει μὴ ἔχων, κἂν
ἐν τοῖς ἄλλοις ἄρτιος ᾖ, ἢ ὁ τῇ κεφαλῇ τῆς πίστεως μὴ
κατάλληλον ἐνδεικνύμενος τῆς πολιτείας τὸ σῶμα, ἢ δρα-
κόντων θυμοῖς συμφυόμενος καὶ καθ' ὁμοιότητα τῶν
ἑρπετῶν τούτων ἐκθηριούμενος ἢ τὸ θηλυμανὲς τῶν
ἵππων τῷ ἀνθρωπίνῳ χαρακτῆρι συμβάλλων καὶ διφυής
τις ἱπποκένταυρος ἐκ λογικοῦ τε καὶ ἀλόγου γινόμενος.
τοιούτους δὲ πολλοὺς ἔστιν ἰδεῖν ἢ ἐν μόσχου κεφαλῇ,
τουτέστιν ἐν τῷ τῆς εἰδωλολατρίας δόγματι, τὸν εὐσχήμονα
κατορθοῦντας βίον, οἷον τὸν Μινώταυρον γράφουσιν, ἢ
Χριστιανῷ προσώπῳ θηριῶδες ὑφαρμόζοντας τῷ βίῳ τὸ
σῶμα, οἵους τοὺς κενταύρους ἢ τοὺς δρακοντόποδας πλάτ-
τουσιν. ὡς ἂν τοίνυν καθάπερ ἐπὶ σώματος ἀνθρωπίνου
ὁ Χριστιανὸς δι' ὅλου γνωρίζοιτο, πάντων προσήκει τῶν
180
κατὰ τὸν Χριστὸν νοουμένων ἀγαθῶν τὸν πιστὸν ἐνσημαί-
νεσθαι τῷ βίῳ τοὺς χαρακτῆρας. τὸ γὰρ ἔν τινι μὲν εἶναι
τοιοῦτον οἷον τὸ ὄνομα βούλεται, ἐν ἑτέροις δὲ πρὸς τὰ
ἐναντία ῥέπειν οὐδέν ἐστιν ἕτερον ἢ εἰς πολεμίου τάξιν
αὐτὸν πρὸς ἑαυτὸν διατέμνεσθαι, δι' ἀρετῆς καὶ κακίας ἐν
ἑαυτῷ στασιάζοντα, ἄσπονδον αὐτὸν ἑαυτῷ καὶ ἀσύμ-
βατον τῷ βίῳ γινόμενον. Τίς γὰρ κοινωνία φωτὶ πρὸς
σκότος; φησὶν ὁ ἀπόστολος.
Ἐπειδὴ γὰρ ἄμικτος τῷ φωτὶ πρὸς τὸ σκότος καὶ
ἀμεσίτευτός ἐστιν ἡ ἐναντίωσις, ὁ ἀμφοτέρων ἐχόμενος
καὶ μὴ θάτερον αὐτῶν μεθιεὶς τῇ τῶν ἀντιστοιχούντων
ἀλλήλοις ἐναντιότητι καὶ αὐτὸς κατ' ἀνάγκην συνδιασχίζε-
ται καὶ φῶς κατὰ ταὐτὸν καὶ σκότος ἐν τῷ συμμίκτῳ βίῳ
γινόμενος, τῆς μὲν πίστεως τὸν φωτισμὸν ἐνιείσης, τοῦ
δὲ σκοτεινοῦ βίου τὴν ἐκ τοῦ λόγου λαμπηδόνα κατα-
μελαίνοντος. ἐπεὶ οὖν ἀμήχανός ἐστι καὶ ἀσύμβατος τῷ
φωτὶ πρὸς τὸ σκότος ἡ κοινωνία, ὁ ἑκατέρου τῶν ἐναντίων
περιεχόμενος αὐτὸς ἑαυτῷ πολέμιος γίνεται, διχῇ μερισθεὶς
πρὸς ἀρετὴν καὶ κακίαν καὶ ἑαυτῷ πρὸς ἀντίπαλον τάξιν
ἀντικαθιστάμενος. ὥσπερ δὲ οὐκ ἔστιν ἐν δυσὶ πολεμίοις
ἀμφοτέρους νικητὰς κατ' ἀλλήλων γενέσθαι (ἡ γὰρ τοῦ
ἑνὸς νίκη θάνατον τοῦ ἀντικειμένου πάντως ἐργάζεται),
οὕτω καὶ ἐπὶ ταύτης τῆς ἐμφυλίου μάχης τῆς διὰ τοῦ
181
συμμίκτου βίου συνισταμένης οὐκ ἔστι νικῆσαι τὴν κρείττω
παράταξιν, μὴ πανωλεθρίᾳ τῆς ἄλλης διαφθαρείσης. πῶς
γὰρ ὁ τῆς εὐσεβείας στρατὸς κρείττων τῆς κακίας γενήσε-
ται, τῆς πονηρᾶς φάλαγγος τῶν ἐναντίων ἀντιβαινούσης;
ἀλλ' εἰ μέλλοι νικᾶν τὸ κρεῖττον, φονευθήσεται πάντως
τὸ ἀντικείμενον. καὶ οὕτως ἡ ἀρετὴ κατὰ τῆς κακίας
ἕξει τὰ νικητήρια, ὅταν πᾶν τὸ πολέμιον αὐτῇ διὰ τῆς τῶν
λογισμῶν σομμαχίας μεταχωρήσῃ πρὸς τὸ ἀνύπαρκτον.
καὶ τότε πληροῦται τὸ ἐκ προσώπου τοῦ θεοῦ διὰ τῆς
προφητείας λεγόμενον ὅτι Ἐγὼ ἀποκτενῶ καὶ ζῆν ποιήσω.
οὐ γὰρ ἔστιν ἄλλως τὸ ἐν ἐμοὶ ἀγαθὸν ζῆσαι, μὴ τῷ θανάτῳ
τοῦ πολεμίου ζωοποιούμενον. ἕως δ' ἂν τῶν δύο περιεχώ-
μεθα ἑκατέρᾳ χειρὶ τῶν ἐναντίων ἁπτόμενοι, ἀδύνατον κατὰ
ταὐτὸν ἀμφοτέρων ἔχειν τὴν μετουσίαν. τοῦ γὰρ περι-
δραξαμένου τῆς κακίας ἡ ἀρετὴ τῆς λαβῆς ἐξωλίσθησεν.
Οὐκοῦν πάλιν τὸν ἐξ ἀρχῆς ἀναλάβωμεν λόγον, ὅτι
μία πρὸς τὴν καθαράν τε καὶ θείαν ζωήν ἐστι τοῖς φιλαρέτοις
ὁδὸς τὸ γνῶναι τί σημαίνει τὸ τοῦ Χριστοῦ ὄνομα, ᾧ χρὴ
καὶ τὸν ἡμέτερον συμμορφωθῆναι βίον, διὰ τῆς τῶν λοιπῶν
ὀνομάτων ἐμφάσεως εἰς ἀρετὴν ῥυθμιζόμενον. ὅσα τοίνυν
ἐν τοῖς προοιμίοις τοῦ λόγου ῥήματά τε καὶ ὀνόματα παρὰ
τῆς ἁγίας τοῦ Παύλου φωνῆς ἑρμηνευτικὰ τῆς τοῦ Χριστοῦ
σημασίας συνελεξάμεθα, ταῦτα προθέντες εἰς τὴν προκει-
μένην ἡμῖν σπουδὴν ἀσφαλεστάτην ὁδηγίαν εἰς τὸν βίον
τὸν κατ' ἀρετὴν ποιησόμεθα, τὰ μὲν μιμούμενοι, καθὼς
182
ἐν τοῖς φθάσασιν εἴρηται, τὰ δὲ προσκυνοῦντες καὶ σε-
βαζόμενοι. γενέσθω δὲ ἡμῖν τάξις τῶν εἰρημένων ἡ ἀπ-
αρίθμησις. οὐκοῦν ἀπὸ τῶν πρώτων ἀρξώμεθα· Χριστός,
φησί, θεοῦ δύναμις καὶ θεοῦ σοφία. διὰ τούτων πρῶτον
μὲν τὰς θεοπρεπεῖς ἐννοίας διὰ τῆς τοῦ Χριστοῦ προση-
γορίας μανθάνομεν, δι' ὧν σεβάσμιον ἡμῖν τὸ ὄνομα γί-
νεται. ἐπειδὴ γὰρ πᾶσα ἡ κτίσις ὅση τε τῇ αἰσθήσει γινώ-
σκεται καὶ ἡ τῆς αἰσθητικῆς ὑπερκειμένη κατανοήσεως
δι' αὐτοῦ γέγονε καὶ ἐν αὐτῷ συνέστηκεν, ἀναγκαίως πρὸς
τὸν ὁρισμὸν τῆς τοῦ Χριστοῦ σημασίας τοῦ τὰ πάντα
ποιήσαντος ἡ σοφία τῇ δυνάμει συμπλέκεται, τοῦτο νοούν-
των ἡμῶν διὰ τῆς τῶν δύο τούτων φωνῶν συζυγίας, τῆς
δυνάμεώς τε λέγω καὶ τῆς σοφίας, ὅτι οὐκ ἂν ἦν τὰ με-
γάλα ταῦτα καὶ ἄφραστα τῆς κτίσεως θαύματα, μὴ σοφίας
μὲν τὴν γένεσιν αὐτῶν ἐπινοούσης, δυνάμεως δὲ τῇ σοφίᾳ
παρομαρτούσης πρὸς τὴν τῶν νοηθέντων τελείωσιν, δι'
ἧς ἔργα τὰ νοήματα γίνεται.
Μερίζεται τοίνυν καταλλήλως εἰς διπλῆν ἔμφασιν τὸ
τοῦ Χριστοῦ σημαινόμενον, εἰς τὴν σοφίαν τε καὶ τὴν
δύναμιν, ἵν' ὅταν μὲν πρὸς τὸ μέγεθος τῆς τῶν ὄντων
συστάσεως ἀποβλέψωμεν, τὴν ἄφραστον αὐτοῦ δύναμιν
διὰ τῶν καταλαμβανομένων νοήσωμεν, ὅταν δὲ λογισώ-
183
μεθα πῶς τὰ μὴ ὄντα παρῆλθεν εἰς γένεσιν, τῆς πολυειδοῦς
ἐν τοῖς οὖσι φύσεως διὰ θείου νεύματος οὐσιωθείσης, τότε
τὴν ἀκατάληπτον σοφίαν τοῦ ταῦτα νοήσαντος προσκυνή-
σωμεν, ἧς πράγματά ἐστι τὰ νοήματα. γίνεται δὲ οὐκ
ἀργὸν καὶ ἀνωφελὲς ἡμῖν πρὸς τὴν τοῦ ἀγαθοῦ κτῆσιν
τὸ δύναμιν καὶ σοφίαν τὸν Χριστὸν πιστεύειν. ὃ γάρ τις
ἐπικαλεῖται προσευχόμενος καὶ πρὸς ὃ βλέπει τῷ τῆς
ψυχῆς ὀφθαλμῷ, τοῦτο πρὸς ἑαυτὸν διὰ τῆς εὐχῆς ἐπισπᾶ-
ται· καὶ οὕτω δυνάμει τε κραταιοῦται πρὸς τὸν ἔσω
ἄνθρωπον, καθώς φησιν ὁ ἀπόστολος, ὁ πρὸς τὴν δύναμιν
βλέπων (Χριστὸς δέ ἐστιν ἡ δύναμις), καὶ σοφὸς γίνεται,
καθὼς ἡ παροιμία φησίν, ὁ τὴν σοφίαν ἐπικαλούμενος,
ἥτις πάλιν νοεῖται ὁ κύριος. οὐκοῦν ὁ τῷ Χριστῷ συνονο-
μαζόμενος, ὅς ἐστι δύναμίς τε καὶ σοφία, καὶ τῇ δυνάμει
συνονομάζεται δυναμωθεὶς κατὰ τῆς ἁμαρτίας, καὶ τὴν
σοφίαν ἐν ἑαυτῷ δείξει τῇ ἐκλογῇ τοῦ βελτίονος. σοφίας
δὲ καὶ δυνάμεως ἐν ἡμῖν δεικνυμένων, τῆς μὲν τὸ καλὸν
αἱρουμένης, τῆς δὲ τὸ νοηθὲν βεβαιούσης, κατορθοῦται
τοῦ βίου τὸ τέλειον δι' ἀμφοῖν συμπλεκόμενον. οὕτω καὶ
εἰρήνην τὸν Χριστὸν νοήσαντες ἀληθῆ τοῦ Χριστιανοῦ τὴν
κλῆσιν ἐφ' ἑαυτῶν ἐπιδείξομεν, ἐὰν διὰ τῆς ἐν ἡμῖν εἰρήνης
τὸν Χριστὸν τῷ βίῳ ἐπιδειξώμεθα. ἐκεῖνος τὴν ἔχθραν
ἀπέκτεινε, καθώς φησιν ὁ ἀπόστολος. οὐκοῦν μηδὲ ἡμεῖς
ἐν ἑαυτοῖς ταύτην ζωοποιήσωμεν, ἀλλὰ νεκρὰν αὐτὴν ἐν
184
τῷ ἡμετέρῳ δείξωμεν βίῳ. μήποτε τὴν καλῶς ἐπὶ σωτηρίᾳ
ἡμῶν παρὰ τοῦ θεοῦ νεκρωθεῖσαν ἡμεῖς ἐπ' ὀλέθρῳ τῶν
ψυχῶν ἡμῶν δι' ὀργῆς καὶ μνησικακίας καθ' ἑαυτῶν
ἀναστήσωμεν, πονηρὰν ἀνάστασιν τῆς καλῶς ἀποθανούσης
κατεργασάμενοι. ἀλλ' εἰ τὸν Χριστὸν ἔχομεν, ὅς ἐστιν ἡ
εἰρήνη, καὶ ἡμεῖς ἐν ἑαυτοῖς τὴν ἔχθραν νεκροποιήσωμεν,
ἵν' ὅπερ ἐν ἐκείνῳ πιστεύομεν, τοῦτο καὶ ἐν τῷ ἡμετέρῳ
κατορθώσωμεν βίῳ. ὡς γὰρ ἐκεῖνος τὸ μεσότοιχον τοῦ
φραγμοῦ λύσας τοὺς δύο ἔκτισεν ἐν ἑαυτῷ εἰς ἕνα καινὸν
ἄνθρωπον, ποιῶν εἰρήνην, οὕτω καὶ ἡμεῖς εἰς καταλλαγὰς
ἀγάγωμεν οὐ μόνον τοὺς ἔξωθεν ἡμῖν προσμαχομένους,
ἀλλὰ καὶ τοὺς ἐν ἡμῖν αὐτοῖς στασιάζοντας, ἵνα μηκέτι
ἡ σὰρξ ἐπιθυμῇ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ
τῆς σαρκός· ἀλλ' ὑποταγέντος τοῦ σαρκώδους φρονήματος
τῷ θείῳ νόμῳ, εἰρηνεύωμεν ἐν ἑαυτοῖς εἰς ἕνα τὸν καινόν
τε καὶ εἰρηνικὸν ἄνθρωπον ἀναστοιχειωθέντες καὶ εἷς
οἱ δύο γενόμενοι. εἰρήνης γὰρ ὅρος ἡ τῶν διεστηκότων
ἐστὶν ὁμοφωνία. ὅταν οὖν ἐξαιρεθῇ τῆς φύσεως ἡμῶν ὁ
ἐμφύλιος πόλεμος, τότε καὶ ἡμεῖς ἐν ἑαυτοῖς εἰρηνεύ-
σαντες εἰρήνη γινόμεθα, ἀληθῆ καὶ κυρίαν ἐφ' ἡμῶν τοῦ
Χριστοῦ τὴν ἐπωνυμίαν ἐπιδεικνύοντες. φῶς δὲ ἀληθινὸν
καὶ τῷ ψεύδει ἀπρόσιτον νοήσαντες τὸν Χριστὸν τοῦτο
μανθάνομεν, ὅτι χρὴ καὶ τὸν ἡμέτερον βίον ταῖς τοῦ ἀλη-
θινοῦ φωτὸς ἀκτῖσι καταφωτίζεσθαι. ἀρεταὶ δέ εἰσιν αἱ
185
ἀκτῖνες αἱ τοῦ ἡλίου τῆς δικαιοσύνης εἰς φωτισμὸν ἡμῶν
ἀπορρέουσαι, δι' ὧν γίνεται τὸ ἀποθέσθαι τὰ ἔργα τοῦ
σκότους καὶ ὡς ἐν ἡμέρᾳ περιπατεῖν εὐσχημόνως καὶ
ἀπειπάμενον τὰ κρυπτὰ τῆς αἰσχύνης, καὶ πάντα ἐν φωτὶ
ποιοῦντα καὶ αὐτὸν φῶς γενέσθαι, ὥστε καὶ ἄλλοις λάμ-
πειν, ὅπερ φωτός ἐστιν ἴδιον. κἂν ἁγιασμὸν τὸν Χριστὸν
νοήσωμεν, τῷ πάσης βεβήλου τε καὶ ἀκαθάρτου πράξεως
καὶ ἐννοίας ἑαυτοὺς ἀποστῆσαι κοινωνοὺς ἀληθῶς τοῦ
ὀνόματος ἑαυτοὺς ἀποδείξωμεν, ἔργω καὶ οὐχὶ ῥήματι τοῦ
ἁγιασμοῦ τὴν δύναμιν ὁμολογοῦντες, τῷ βίῳ.
Ἀπολύτρωσιν δὲ εἶναι τὸν Χριστὸν μαθόντες τὸν
ἑαυτὸν δόντα λύτρον ὑπὲρ ἡμῶν τοῦτο διὰ τῆς τοιαύτης
φωνῆς παιδευόμεθα, τὸ μαθεῖν ὅτι καθάπερ τιμήν τινα
τῆς ἑκάστου ψυχῆς παρασχόμενος ἡμῖν τὴν ἀθανασίαν κτῆμα
ἴδιον τοὺς ἐκ τοῦ θανάτου παρ' αὐτοῦ διὰ τῆς ζωῆς ἐξα-
γορασθέντας ἐποίησεν. εἰ τοίνυν δοῦλοι τοῦ λυτρωσαμένου
γεγόναμεν, πρὸς τὸν κυριεύοντα πάντως ὀψόμεθα, ὡς
μηκέτι ἡμᾶς ἑαυτοῖς ζῆν, ἀλλὰ τῷ κτησαμένῳ ἡμᾶς διὰ
τοῦ τῆς ζωῆς ἀνταλλάγματος. οὐκέτι γὰρ ἑαυτῶν ἐσμεν
κύριοι, ἀλλ' ὁ ὠνησάμενός ἐστι τῶν ἰδίων κτημάτων δε-
σπότης, ἡμεῖς δὲ αὐτοῦ τὰ κτήματα. οὐκοῦν νόμος ἔσται
τῆς ἡμετέρας ζωῆς τὸ τοῦ κυριεύοντος θέλημα. ὥσπερ
186
γὰρ τοῦ θανάτου κατακρατοῦντος ἡμῶν ὁ τῆς ἁμαρτίας ἐν
ἡμῖν νόμος ἐπολιτεύετο, οὕτως ἐπειδὴ τῆς ζωῆς κτῆμα
γεγόναμεν, ἀναγκαῖον ἂν εἴη πρὸς τὴν κρατοῦσαν μεθ-
αρμοσθῆναι ἡμῶν τὴν πολιτείαν, μή ποτε τοῦ τῆς ζωῆς
παρατραπέντες θελήματος, πάλιν πρὸς τὸν πονηρὸν τῶν
ψυχῶν ἡμῶν τύραννον, τὸν θάνατον λέγω, διὰ τῆς ἁμαρτίας
αὐτομολήσωμεν. ἡ δὲ αὐτὴ διάνοια προσοικειώσει ἡμᾶς
τῷ Χριστῷ, κἂν πάσχα αὐτὸν εἶναι κἂν ἀρχιερέα παρὰ
τοῦ Παύλου ἀκούσωμεν. ἐτύθη γὰρ ὡς ἀληθῶς ὑπὲρ ἡμῶν
τὸ πάσχα Χριστός· ἀλλ' ὁ ἱερεὺς ὁ προσαγαγὼν τῷ θεῷ
τὴν θυσίαν οὐκ ἄλλος τίς ἐστι παρ' αὐτὸν τὸν Χριστόν.
Ἑαυτὸν γάρ, φησίν, ἀνήνεγκε προσφορὰν καὶ θυσίαν ὑπὲρ
ἡμῶν. οὐκοῦν τοῦτο διὰ τούτων μανθάνομεν, ὅτι ὁ πρὸς
ἐκεῖνον βλέπων τὸν ἑαυτὸν προσαγαγόντα προσφορὰν
καὶ θυσίαν καὶ πάσχα γενόμενον καὶ αὐτὸς ἑαυτὸν παρα-
στήσει τῷ θεῷ θυσίαν ζῶσαν ἁγίαν εὐάρεστον, λογικὴ
λατρεία γενόμενος· ὁ δὲ τρόπος τῆς ἱερουργίας ἐστὶ τὸ
Μὴ συσχηματίζεσθαι τῷ αἰῶνι τούτῳ, ἀλλὰ μεταμορφοῦ-
σθαι τῇ ἀνακαινώσει τοῦ νοὸς αὐτοῦ ἐν τῷ δοκιμάζειν, τί
τὸ θέλημα τοῦ θεοῦ τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον.
187
οὐ γὰρ ἔστι ζώσης τῆς σαρκὸς καὶ μὴ κατὰ τὸν πνευματικὸν
ἱερουργηθείσης νόμον τὸ ἀγαθὸν θέλημα τοῦ θεοῦ ἐν αὐτῇ
δειχθῆναι· Διότι τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς θεὸν
καὶ τῷ νόμῳ τοῦ θεοῦ οὐχ ὑποτάσσεται. οὐδὲ γὰρ δύναται,
ἕως ἂν ζῇ ἡ σάρξ, ἧς διὰ τῆς ζωοποιοῦ θυσίας ἱερουργηθείσης
διὰ τοῦ νεκρῶσαι τὰ ἐπὶ τῆς γῆς μέλη, δι' ὧν ἐνεργεῖται
τὰ πάθη, ἀνεμποδίστως τὸ εὐάρεστον καὶ τέλειον θέλημα
τοῦ θεοῦ ἐν τῇ ζωῇ τῶν πεπιστευκότων κατορθωθήσεται.
οὕτως καὶ ἱλαστήριον ἐν τῷ ἰδίῳ αἵματι ὁ Χριστὸς νοού-
μενος διδάσκει τὸν ταῦτα νοήσαντα αὐτὸν ἕκαστον γενέ-
σθαι ἑαυτῷ ἱλαστήριον, διὰ τῆς τῶν μελῶν νεκρώσεως
τὴν ψυχὴν ἀφαγνίζοντα. ὅταν δὲ δόξης ἀπαύγασμα καὶ
χαρακτὴρ ὑποστάσεως ὁ Χριστὸς λέγηται, τῆς προσκυνου-
μένης αὐτοῦ μεγαλωσύνης διὰ τῶν ῥημάτων τούτων τὰς
ἐννοίας ἀναλαμβάνομεν. ὁ γὰρ θεόπνευστος ὡς ἀληθῶς καὶ
θεοδίδακτος Παῦλος, ὁ ἐν τῷ βάθει τοῦ πλούτου τῆς σοφίας
καὶ τῆς γνώσεως τοῦ θεοῦ τὰ ἄδηλα καὶ τὰ κρύφια τῶν
θείων μυστηρίων διερευνώμενος, τὰς γινομένας αὐτῷ θεό-
θεν ἐλλάμψεις περὶ τῆς τῶν ἀνεξερευνήτων τε καὶ ἀνεξιχνι-
άστων κατανοήσεως, ἀτονωτέραν ἔχων τῆς διανοίας τὴν
γλῶτταν, καθὼς ἐχώρει ἡ ἀκοὴ τῶν δεχομένων τὴν σύν-
εσιν αὐτοῦ τὴν ἐν τῷ μυστηρίῳ δι' ἐναυσμάτων τινῶν
188
ὑπέδειξεν, ὅσον ὑπουργεῖν τῇ διαναίᾳ δυνατῶς εἶχεν ὁ
λόγος, τοσοῦτον φθεγγόμενος. πάντα γὰρ ὅσα χωρεῖ ἡ
ἀνθρωπίνη δύναμις περὶ τῆς θείας φύσεως κατανοήσας
ἀνέφικτόν τε καὶ ἀνεπίληπτον λογισμοῖς ἀνθρωπίνοις τὸν
τῆς ὑπερκειμένης οὐσίας ἀποφαίνεται λόγον.
Διὸ τὰ περὶ αὐτὴν θεωρούμενα λέγων, εἰρήνην καὶ
δύναμιν καὶ ζωὴν καὶ δικαιοσύνην καὶ φῶς καὶ ἀλήθειαν
καὶ τὰ τοιαῦτα, τὸν περὶ αὐτῆς ἐκείνης λόγον ἄληπτον
εἶναι παντελῶς διωρίσατο, εἰπὼν μήτε ἑωρᾶσθαί ποτε
τὸν θεὸν μήτε ὀφθήσεσθαι. Ὃν εἶδε γάρ φησιν ἀνθρώπων
οὐδεὶς οὐδὲ ἰδεῖν δύναται. διὰ τοῦτο ἀναζητῶν πῶς ὀνο-
μάσει τὸ μὴ δυνάμενον λογισμοῖς ληφθῆναι, ὡς οὐχ εὗρεν
ἐμφαντικὸν ὄνομα τῆς τῶν ἀκαταλήπτων ἑρμηνείας, δόξαν
καὶ ὑπόστασιν ὠνόμασε τὸ ὑπερκείμενον παντὸς ἀγαθοῦ
τὸ μήτε νοούμενον ἀξίως μήτε φραζόμενον. τὴν μὲν οὖν
ὑπερκειμένην τῶν ὄντων οὐσίαν ἀφῆκεν ἀκατονόμαστον·
τὸ δὲ συναφές τε καὶ ἀδιάστατον τοῦ υἱοῦ πρὸς τὸν πατέρα
διερμηνεύων καὶ τὸ τῷ ἀορίστῳ τε καὶ ἀϊδίῳ πατρὶ ἀορί-
στως τε καὶ ἀϊδίως συνθεωρούμενον ἀπαύγασμα δόξης
καὶ χαρακτῆρα 〈ὑποστάσεως〉 προσαγορεύει, τῷ μὲν
ἀπαυγάσματι τὸ συμφυὲς ἐνδεικνύμενος, τῷ δὲ χαρα-
189
κτῆρι τὸ ἰσοστάσιον. οὔτε γὰρ αὐγῆς πρὸς τὴν ἀπαυγάζουσαν
φύσιν ἐπινοεῖταί τι μέσον οὔτε τις τοῦ χαρακτῆρος ἐλάττω-
σις πρὸς τὴν ὑπ' αὐτοῦ χαρακτηριζομένην ὑπόστασιν,
ἀλλὰ καὶ ὁ τὴν ἀπαυγάζουσαν φύσιν νοήσας καὶ τὸ ἀπαύ-
γασμα ταύτῃ πάντως συγκατενόησε καὶ ὁ τὸ μέγεθος
τῆς ὑποστάσεως ἐν νῷ λαβὼν τῷ ἐπιφαινομένῳ χαρακτῆρι
πάντως ἐμμετρεῖ καὶ τὴν ὑπόστατιν. διὸ καὶ μορφὴν θεοῦ
λέγει τὸν κύριον, οὐ κατασμικρύνων τῇ τῆς μορφῆς ἐννοίᾳ
τὸν κύριον, ἀλλὰ τὸ μέγεθος τοῦ θεοῦ διὰ τῆς μορφῆς
ἐνδεικνύμενος, ᾗ ἐνθεωρεῖται τοῦ πατρὸς ἡ μεγαλειότης,
οὐδαμοῦ τῆς ἰδίας μορφῆς ὑπερπίπτουσα οὐδὲ ἔξω τοῦ
περὶ αὐτὴν χαρακτῆρος εὑρισκομένη. ἄμορφον γὰρ καὶ
ἀκαλλὲς περὶ τὸν πατέρα οὐδέν, ὃ μὴ τῇ ὡραιότητι τοῦ
μονογενοῦς ἐπαγάλλεται· διό φησιν ὁ κύριος ὅτι Ὁ ἑωρακὼς
ἐμὲ ἑώρακε τὸν πατέρα, σημαίνων διὰ τούτου τὸ μήτε
ἔλλειψίν τινα εἶναι μήτε ὑπέρπτωσιν. ἀλλὰ καὶ φέρειν αὐτὸν
λέγων τὰ σύμπαντα τῷ τῆς δυνάμεως ῥήματι λύει τῶν τὰ
ἀνεξερεύνητα πολυπραγμονούντων τὴν ἀμηχανίαν, οἳ τὸν
περὶ τῆς ὕλης ἀναζητοῦντες λόγον οὐδαμοῦ τῆς πολυπραγ-
μοσύνης ἵστανται, πόθεν, λέγοντες, τῷ ἀΰλῳ ἡ ὕλη, καὶ
πῶς τὸ ποσὸν ἐκ τοῦ ἀπόσου καὶ ἐκ τοῦ ἀσχηματίστου τὸ
σχῆμα, καὶ ἐκ τοῦ ἀοράτου τὸ χρῶμα καὶ ἐκ τοῦ ἀορίστου
τὸ τοῖς ἰδίοις μέτροις ἐμπερατούμενον; καὶ εἰ μηδεμία
190
ποιότης περὶ τὸ ἁπλοῦν καὶ ἀσύνθετον, πόθεν ἐμπλέκεται
ταῖς περὶ αὐτὴν ποιότησιν ἡ ὕλη; πάντα γὰρ ταῦτα καὶ τὰ
τοιαῦτα τῶν ζητουμένων λύει ὁ εἰπών, ὅτι τὰ σύμπαντα
τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ φέρει ὁ λόγος ἐκ τοῦ μὴ
ὄντος εἰς γένεσιν. πάντα γάρ, ὅσα περὶ τὴν ὕλην ἐστὶ καὶ
ὅσα τὴν ἄϋλον εἴληχε φύσιν, μίαν αἰτίαν ἔχει τῆς ὑπο-
στάσεως, τὸ ῥῆμα τῆς ἀφράστου δυνάμεως. ἐκ δὲ τούτων
παιδευόμεθα τὸ πρὸς αὐτὸν βλέπειν, ἀφ' οὗ τῶν ὄντων
ἐστὶν ἡ γένεσις. εἰ γὰρ ἐκεῖθεν εἰς τὸ εἶναι παρήχθημεν
καὶ ἐν αὐτῷ συνεστήκαμεν, ἀνάγκη πᾶσα μηδὲν ἔξω τῆς
γνώσεως πιστεύειν εἶναι τοῦ ἐν ᾧ ἐσμεν καὶ ἀφ' οὗ γεγό-
ναμεν καὶ εἰς ὃν ἀναλύομεν. ταύτῃ δὲ τῇ διανοίᾳ συγκατορ-
θοῦται κατὰ τὸ εἰκὸς τὸ κατὰ τὴν ζωὴν ἀναμάρτητον.
τίς γὰρ ἐξ αὐτοῦ καὶ δι' αὐτοῦ καὶ ἐν αὐτῷ ζῆν πιστεύων
μάρτυρα τῆς ἀπεμφαινούσης ζωῆς τολμήσει ποιήσασθαι
τὸν ἐν ἑαυτῷ τὴν ἑκάστου ζωὴν περιέχοντα; βρῶμα δὲ
καὶ πόμα πνευματικὸν ὀνομάζων τὸν κύριον ὁ θεῖος
ἀπόστολος ταῦτα διὰ τῶν λεγομένων νοεῖν ὑποτίθεται,
ὅτι οὐ μονοειδής ἐστιν ἡ ἀνθρωπίνη φύσις, ἀλλὰ τοῦ
νοητοῦ πρὸς τὸ αἰσθητὸν συγκεκραμένου ἰδιάζουσα καθ'
ἑκάτερον τῶν ἐν ἡμῖν θεωρουμένων ἐστὶν ἡ τροφή, τῆς
μὲν αἰσθητῆς βρώσεως τὸ σῶμα διακρατούσης, τῆς δὲ
πνευματικῆς τροφῆς τὴν ψυχικὴν ἐμποιούσης ἡμῖν εὐεξίαν.
ἀλλ' ὥσπερ ἐπὶ τοῦ σώματος τὸ στερεόν τε καὶ ὑγρὸν τῆς
τροφῆς μετ' ἀλλήλων μιγνύμενα συντηρητικὰ τῆς φύσεως
191
γίνεται, διὰ τῆς καταλλήλου πέψεως ἑκάστῳ τῶν ἐν ἡμῖν
στοιχειωδῶς συγκεκραμένων καταμιγνύμενα, κατὰ τὸν
αὐτὸν τρόπον ἀναλογικῶς ὁ Παῦλος καὶ τὴν νοητὴν κατα-
μερίζει τροφήν, βρῶσιν ὀνομάζων καὶ πόσιν τὸ αὐτὸ
πρᾶγμα, πρὸς τὴν χρείαν τῶν προσφερομένων οἰκείως
μεθαρμοζόμενον. τοῖς μὲν γὰρ ἀτονοῦσι καὶ ἐκλελυμένοις
ἄρτος γίνεται, στηρίζων καρδίαν ἀνθρώπου· τοῖς δὲ
κεκμηκόσι διὰ τὴν πρὸς τὸν βίον τοῦτον ταλαιπωρίαν
καὶ διὰ τοῦτο γενομένοις διψώδεσιν οἶνος γίνεται, τὴν
καρδίαν εἰς εὐφροσύνην ἄγων.
Νοεῖν δὲ χρὴ διὰ τῶν εἰρημένων τοῦ λόγου τὴν δύναμιν,
δι' οὗ τρέφεται ἡ ψυχὴ καταλλήλως τῇ χρείᾳ τὴν ἀπ'
αὐτοῦ χάριν προσδεχομένη κατὰ τὸ αἴνιγμα τοῦ προφήτου,
ὃς τόπῳ χλόης καὶ ὕδατι ἀναπαύσεως τὴν ἐκ τοῦ λόγου
γινομένην τοῖς κεκμηκόσι παραμυθίαν διασημαίνει. εἰ δὲ
καὶ πρὸς τὸ μυστήριόν τις βλέπων βρῶμα καὶ πόμα πνευ-
ματικὸν κυρίως ὀνομάζεσθαι λέγοι τὸν κύριον, οὐδὲ τοῦτο τῆς
κυρίας ἐμφάσεως ἀπεξένωται· ἀληθῶς γὰρ ἡ σὰρξ αὐτοῦ
βρῶσίς ἐστι καὶ τὸ αἷμα αὐτοῦ ἀληθῶς ἐστι πόσις. ἀλλ'
ἐπὶ μὲν τῆς προρρηθείσης διανοίας πᾶσι κατ' ἐξουσίαν
ἐστὶν ἡ μετουσία τοῦ λόγου, ὃς γίνεται βρῶμα καὶ πόμα
προσφερόμενον ἀδιακρίτως ὑπὸ τῶν ἐπιζητούντων αὐτὸν
λαμβανόμενος· ἐπὶ δὲ τῆς ἑτέρας ἐννοίας οὐκέτι ἀνεξέ-
192
ταστός ἐστι καὶ ἀδιάκριτος ἡ τῆς τοιαύτης τροφῆς τε καὶ
πόσεως μετουσία, οὕτω τοῦ ἀποστόλου προσδιορίσαντος
ὅτι Δοκιμαζέτω δὲ ἕκαστος ἑαυτὸν καὶ οὕτως ἐκ τοῦ
ἄρτου ἐσθιέτω καὶ ἐκ τοῦ ποτηρίου πινέτω. ὁ δὲ ἀναξίως
ἐσθίων καὶ πίνων κρῖμα ἑαυτῷ ἐσθίει καὶ πίνει. πρὸς
ὅ μοι δοκεῖ καὶ ὁ εὐαγγελιστὴς βλέπων ἠσφαλισμένως
τὸ τοιοῦτον παρασημήνασθαι, ὅτε ἐν τῷ καιρῷ τοῦ
μυστικοῦ πάθους ὁ εὐσχήμων ἐκεῖνος βουλευτὴς ἀσπίλῳ τε
καὶ καθαρᾷ τῇ σινδόνι τὸ σῶμα τοῦ κυρίου διαλαβὼν
καινῷ τε καὶ καθαρῷ τῷ μνήματι ἐναπέθετο· ὥστε νόμον
πᾶσιν ἡμῖν τό τε τοῦ ἀποστόλου παράγγελμα γενέσθαι
καὶ τὸ τοῦ εὐαγγελιστοῦ παρατήρημα τοῦ καθαρᾷ τῇ
συνειδήσει τὸ ἅγιον ὑποδέχεσθαι σῶμα· εἴ πού τις ἐξ
ἁμαρτίας εἴη κηλίς, τῷ ὕδατι τῶν δακρύων αὐτὴν ἀπορρύ-
ψαντας. ἀλλὰ καὶ πέτρα λεγόμενος ὁ Χριστὸς ὠφελήσει διὰ
τοῦ ὀνόματος τούτου ἡμᾶς, ἐν τῷ παγίῳ τε καὶ ἀμεταθέτῳ
τῆς κατ' ἀρετὴν ζωῆς καὶ ἐν τῷ στερρῶς ἔχειν πρὸς τὴν
τῶν παθημάτων ὑπομονὴν καὶ διὰ τοῦ πρὸς πᾶσαν προσ-
βολὴν ἁμαρτίας ἀντίτυπον καὶ ἀνένδοτον τὴν ψυχὴν ἐπι-
δείκνυσθαι· διὰ τούτων γὰρ καὶ τῶν τοιούτων πέτρα
καὶ ἡμεῖς ἐσόμεθα, μιμούμενοι, καθώς ἐστι δυνατόν, ἐν
τῇ τρεπτῇ φύσει τὸ ἄτρεπτον τοῦ δεσπότου καὶ ἀμετάθετον.
εἰ δὲ ὁ αὐτὸς παρὰ τοῦ σοφοῦ ἀρχιτέκτονος καὶ θεμέλιος
πίστεως καὶ γωνίας κεφαλὴ ὀνομάζεται, οὐδὲ τοῦτο πρὸς
τὴν τοῦ κατ' ἀρετὴν βίου συνεισφορὰν ἀσυντελὲς ἡμῖν ἐπιδει-
χθήσεται. διδασκόμεθα γὰρ διὰ τούτων, ὅτι πάσης ἀγαθῆς
πολιτείας καὶ παντὸς ἀγαθοῦ μαθήματός τε καὶ ἐπιτηδεύ-
193
ματος καὶ ἀρχὴ καὶ τέλος ἐστὶν ὁ κύριος. ἥ τε γὰρ ἐλπίς,
ἣν ἀντὶ τῆς κεφαλῆς νοοῦμεν, πρὸς ἣν πάντα βλέπει τὰ
κατ' ἀρετὴν σπουδαζόμενα, ἐκεῖνός ἐστιν, οὕτως ὠνομα-
σμένος παρὰ τοῦ Παύλου, καὶ ἡ ἀρχὴ τῆς ὑψηλῆς ταύτης
τοῦ βίου πυργοποιΐας ἡ εἰς αὐτὸν γίνεται πίστις, ἐφ'
ἧς οἷόν τινα θεμέλιον τὰς ἀρχὰς τοῦ βίου καταβαλλομένων
ἡμῶν καὶ διὰ τῶν καθημερινῶν κατορθωμάτων τὰς κα-
θαρὰς ἐννοίας τε καὶ ἐνεργείας νομοθετούντων, οὕτως ἡ
τοῦ παντὸς κεφαλὴ καὶ ἡμετέρα γίνεται κεφαλή, τοῖς
δυσὶ τῆς ζωῆς ἡμῶν τοίχοις, τοῖς τε κατὰ σῶμα καὶ
ψυχήν, δι' εὐσχημοσύνης καὶ καθαρότητος ἐποικοδομου-
μένοις διὰ τῆς διαγωνίου συμφυΐας ἑαυτὴν ἐφαρμόζουσα.
ὡς ἐὰν ἐλλείπῃ τὸ ἕτερον τῶν οἰκοδομημάτων, ἤτοι τῆς
κατὰ τὸ φαινόμενον εὐσχημοσύνης τῇ τῆς ψυχῆς καθαρό-
τητι μὴ συνοικοδομουμένης ἢ τῆς ψυχικῆς ἀρετῆς τῷ
φαινομένῳ μὴ συμβαινούσης, οὐκ ἂν γένοιτο τοῦ ἡμιτελοῦς
τούτου βίου κεφαλὴ ὁ Χριστὸς ὁ μόνῃ τῇ διπλῇ τε καὶ δια-
γωνίᾳ οἰκοδομίᾳ ἑαυτὸν ἐφαρμόζων· οὐδὲ γάρ ἐστι δυνατὸν
χωρὶς τῆς τῶν δύο τοίχων συμβολῆς γωνίαν γενέσθαι.
τότε οὖν ἐπιτεθήσεται τῷ οἰκοδομήματι ἡμῶν τοῦ ἀκρο-
γωνιαίου τὸ κάλλος, ὅταν ἀμφοτέρωθεν κατὰ τὸν ὀρθὸν
194
τοῦ βίου κανόνα τῇ τῶν ἀρετῶν σπάρτῳ ἀποταθῇ ἐναρ-
μονίως ὁ διπλοῦς βίος ὀρθός τε καὶ ἀδιάστροφος καὶ
οὐδὲν ἔχων ἐν ἑαυτῷ σκολιὸν ἢ κατηγκυλωμένον.
Εἰκόνα δὲ τοῦ θεοῦ τοῦ ἀοράτου τὸν Χριστὸν ὀνομάζων
ὁ Παῦλος τὸν ἐπὶ πάντων θεὸν καὶ μέγαν θεόν (καὶ
ταύταις γὰρ ταῖς φωναῖς ἀνακηρύσσει τοῦ ἀληθινοῦ
δεσπότου τὸ μεγαλεῖον λέγων· Τοῦ μεγάλου θεοῦ καὶ
σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ· καὶ Ἐξ ὧν ὁ Χριστὸς
τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων θεὸς εὐλογητὸς εἰς τοὺς
αἰῶνας)· ταῦτα οὖν λέγων τοῦτο παιδεύει διὰ τῶν λεγομέ-
νων ἡμᾶς, ὅτι ὁ ἀεὶ ὢν ὅπερ ἐστίν (ἔστι δὲ ἐκεῖνο, ὅπερ ὁ
ὢν ἐπίσταται μόνος, τῆς δὲ ἀνθρωπίνης καταλήψεως, κἂν
ἀεὶ αὐτῷ διὰ προκοπῆς προσεγγίζῃ ὁ τὰ ἄνω φρονῶν,
πάντοτε τῷ ἴσῳ μέτρῳ ὑπερανέστηκεν)· οὗτος τοίνυν ὁ
ὑπερέκεινα πάσης γνώσεώς τε καὶ καταλήψεως, ὁ ἄφραστος
καὶ ἀνεκλάλητος καὶ ἀνεκδιήγητος, ἵνα σε ποιήσῃ πάλιν
195
εἰκόνα θεοῦ, καὶ αὐτὸς ὑπὸ φιλανθρωπίας ἐγένετο εἰκὼν τοῦ
θεοῦ τοῦ ἀοράτου, ὥστε τῇ ἰδίᾳ μορφῇ, ἣν ἀνέλαβεν, ἐν σοὶ
μορφωθῆναι καὶ σὲ πάλιν δι' ἑαυτοῦ πρὸς τὸν χαρακτῆρα
τοῦ ἀρχετύπου συσχηματισθῆναι κάλλους, εἰς τὸ γενέσθαι
ὅπερ ἦς ἐξ ἀρχῆς. οὐκοῦν εἰ μέλλοιμεν γίνεσθαι καὶ ἡμεῖς
εἰκὼν θεοῦ τοῦ ἀοράτου, πρὸς τὸ ἐκκείμενον ἡμῖν τοῦ
βίου ὑπόδειγμα τυποῦσθαι προσήκει τῆς ζωῆς ἡμῶν τὸ
εἶδος· τοῦτο δέ ἐστι τί; τὸ ἐν σαρκὶ ζῶντας μὴ κατὰ σάρκα
ζῆν. καὶ γὰρ ἡ πρωτότυπος ἐκείνη τοῦ ἀοράτου θεοῦ εἰκὼν
ἡ διὰ τῆς παρθένου ἐπιδημήσασα ἐπειράθη μὲν κατὰ πάντα
καθ' ὁμοιότητα τῆς ἀνθρωπίνης φύσεως, μόνης δὲ οὐ
συμπαρεδέξατο τῆς ἁμαρτίας τὴν πεῖραν. Ὃς ἁμαρτίαν
οὐκ ἐποίησε, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ.
ὥσπερ τοίνυν, εἰ τὴν ζωγραφικὴν ἐπαιδευόμεθα τέχνην,
προθέντος ἡμῖν τοῦ διδασκάλου κεκαλλωπισμένην τινὰ
μορφὴν ἐπὶ πίνακος, ἔδει πάντως τὸ ἐκείνης κάλλος ἐπὶ
τῆς ἰδίας ἕκαστον ζωγραφίας μιμήσασθαι, ὥστε τοὺς
196
πάντων πίνακας κατὰ τὸ ἐκκείμενον τοῦ κάλλους ὑπό-
δειγμα καλλωπισθῆναι, κατὰ τὸν αὐτὸν τρόπον, ἐπειδὴ
τῆς ἰδίας ἕκαστος ζωῆς ἐστι ζωγράφος, τεχνίτης δὲ τῆς
δημιουργίας ταύτης ἐστὶν ἡ προαίρεσις, χρώματα δὲ πρὸς
τὴν ἀπεργασίαν τῆς εἰκόνος αἱ ἀρεταί, κίνδυνος οὐ μικρὸς
μεταχαράξαι τοῦ πρωτοτύπου κάλλους τὴν μίμησιν εἰς
εἰδεχθές τι καὶ ἄμορφον πρόσωπον, διὰ τῶν ῥυπαρῶν χρω-
μάτων ἀντὶ τοῦ δεσποτικοῦ εἴδους τὸν τῆς κακίας χαρα-
κτῆρα σκιαγραφήσαντας. ἀλλ' ὥς ἐστι δυνατόν, καθαρὰ
〈δεῖ〉 τῶν ἀρετῶν τὰ χρώματα κατά τινα τεχνικὴν μίξιν
πρὸς ἄλληλα συγκεκραμένα πρὸς τὴν τοῦ κάλλους μίμησιν
παραλαμβάνειν, ὥστε γενέσθαι ἡμᾶς τῆς εἰκόνος εἰκόνα,
δι' ἐνεργοῦς ὡς οἷόν τε μιμήσεως ἐκμαξαμένους τὸ πρω-
τότυπον κάλλος, ὡς ἐποίει ὁ Παῦλος μιμητὴς τοῦ Χριστοῦ
διὰ τοῦ κατ' ἀρετὴν βίου γινόμενος. εἰ δὲ χρὴ καὶ τὰ καθ'
ἕκαστον διευκρινῆσαι τῷ λόγῳ, δι' ὧν ἡ τῆς εἰκόνος μί-
μησις γίνεται, ἓν χρῶμα ἡ ταπεινοφροσύνη. Μάθετε γάρ,
φησίν, ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ.
ἕτερον χρῶμα ἡ μακροθυμία ἡ ποσῶς τῇ εἰκόνι τοῦ θεοῦ
τοῦ ἀοράτου ἐπιφανεῖσα. μάχαιρά τε καὶ ξύλα καὶ δεσμὰ
καὶ μάστιγες, σιαγόνες ῥαπιζόμεναι, πρόσωπον ἐμπτυό-
μενον, νῶτον πληγαῖς ἐκδιδόμενον, κριτήριον ἀσεβές,
197
ἀπόφασις ἀπηνής, στρατιῶται τῆς σκυθρωπῆς ἀποφάσεως
κατατρυφῶντες, ἐν χλευασμοῖς καὶ εἰρωνείαις καὶ ὕβρεσι
καὶ ταῖς ἐκ καλάμου πληγαῖς, ἧλοι καὶ χολὴ καὶ ὄξος καὶ
πάντα τὰ δεινότατα ἄνευ αἰτίας αὐτῷ προσαγόμενα, μᾶλλον
δὲ ὑπὲρ τῆς πολυτρόπου εὐεργεσίας ἀντιδιδόμενα. τίς οὖν
κατὰ τῶν ταῦτα ποιούντων ἡ ἄμυνα; Πάτερ, συγχώρησον
αὐτοῖς· οὐ γὰρ οἴδασι τί ποιοῦσι. μὴ οὐκ ἦν δυνατὸν ἄνωθεν
αὐτοῖς αὐτὸν ἐπιρρῆξαι τὸν οὐρανὸν ἢ χάσματι γῆς ἐξαφα-
νίσαι τοὺς ὑβριστὰς ἢ ἐπεκβαλεῖν ἔξω τῶν ἰδίων ὅρων τὴν
θάλασσαν καὶ τοῖς βυθοῖς ποιῆσαι τὴν γῆν ὑποβρύχιον ἢ
τὴν Σοδομιτικὴν αὐτοῖς ἐπιβαλεῖν τοῦ πυρὸς ἐπομβρίαν
ἢ ἄλλο τι τῶν σκυθρωπῶν ποιῆσαι διὰ προστάγματος;
ἀλλὰ ταῦτα πάντα ἤνεγκεν ἐν πρᾳότητι καὶ μακροθυμίᾳ
ὁ τῷ σῷ βίῳ δι' ἑαυτοῦ νομοθετῶν τὸ μακρόθυμον. οὕτω
καὶ τὰ ἄλλα πάντα περὶ τὴν πρωτότυπον τοῦ θεοῦ εἰκόνα
ἔστιν ἰδεῖν, πρὸς ἣν ὁ βλέπων καὶ κατ' ἐκείνην ἐναργῶς
τὴν ἑαυτοῦ καλλωπίζων μορφὴν εἰκὼν καὶ αὐτὸς γίνεται
τοῦ θεοῦ τοῦ ἀοράτου διὰ τῆς ὑπομονῆς ζωγραφούμενος.
Ὁ δὲ κεφαλὴν τῆς ἐκκλησίας τὸν Χριστὸν εἶναι
μαθὼν τοῦτο πρὸ πάντων διανοείσθω, ὅτι πᾶσα κεφαλὴ
τῷ ὑποκειμένῳ σώματι ὁμοφυής ἐστι καὶ ὁμοούσιος καὶ μία
τίς ἐστι τῶν καθ' ἕκαστον μελῶν πρὸς τὸ ὅλον ἡ συμφυΐα,
διὰ μιᾶς συμπνοίας κατεργαζομένη πρὸς τὰ μέρη τῷ παντὶ
τὴν συμπάθειαν. οὐκοῦν εἴ τι τοῦ σώματός ἐστιν ἐκτός,
τοῦτο πάντως καὶ πρὸς τὴν κεφαλὴν ἀλλοτρίως ἔχει.
198
παιδεύει τοίνυν διὰ τούτων ὁ λόγος ἡμᾶς, ὅπερ ἐστὶν ἡ
κεφαλὴ κατὰ τὴν φύσιν, τοῦτο καὶ τὰ καθ' ἕκαστον γίνεσθαι
μέλη, ἵνα πρὸς τὴν κεφαλὴν οἰκείως ἔχῃ. ἡμεῖς δέ ἐσμεν
τὰ μέλη, οἱ εἰς τὸ σῶμα τοῦ Χριστοῦ συντελοῦντες. εἰ
τοίνυν τις ἄρας τὸ μέλος τοῦ Χριστοῦ ποιήσει μέλος πόρνης,
οἷόν τινα μάχαιραν ἐμβαλὼν τὴν ἀκόλαστον λύσσαν, διὰ
τοῦ πονηροῦ τούτου πάθους τὸ μέλος πάντως τῆς κεφαλῆς
ἠλλοτρίωσεν. οὕτω δὲ καὶ τὰ λοιπὰ τῆς κακίας ὄργανα
μάχαιραι γίνονται, δι' ὧν τὰ μέλη τοῦ συμφυοῦς ἀποτέμνε-
ται σώματος καὶ τῆς κεφαλῆς ἀφορίζεται πάντα, καθ' ὧν
ἂν τὴν τομὴν ἐνεργήσῃ τὰ πάθη. ἵνα τοίνυν ὅλον ἐν τῷ κατὰ
φύσιν διαμένῃ τὸ σῶμα, πρὸς τὴν κεφαλὴν οἰκείως ἔχειν
προσήκει καὶ τὰ καθ' ἕκαστον μέλη, οἷον εἰ καθαρότητα
τῷ λόγῳ τῆς οὐσίας τὴν κεφαλὴν εἶναι ὑποτιθέμεθα, κα-
199
θαρὰ πάντως εἶναι δεῖ τὰ μέλη τὰ ὑπὸ τὴν τοιαύτην
κεφαλὴν συντελοῦντα· εἰ ἀφθαρσίαν νοοῦμεν τὴν κεφαλήν,
ἐν ἀφθαρσίᾳ χρὴ πάντως συνεστάναι τὰ μέλη. οὕτω καὶ
τὰ ἄλλα νοήματα, ὅσα ἡ κεφαλὴ νοεῖται, καὶ ἐπὶ τῶν μελῶν
ἀκόλουθόν ἐστι καθορᾶσθαι, τὴν εἰρήνην, τὸν ἁγιασμόν,
τὴν ἀλήθειαν καὶ πάντα τὰ τοιαῦτα. διὰ γὰρ τοῦ ταῦτα
καὶ τὰ τοιαῦτα ἐν τοῖς μέλεσι δείκνυσθαι τὸ συμφυῶς ἔχειν
αὐτὰ πρὸς τὴν κεφαλὴν μαρτυρεῖται, οὕτως εἰπόντος τοῦ
ἀποστόλου, ὅτι ἐκεῖνος μέν ἐστιν ἡ κεφαλή, ἐξ αὐτοῦ δὲ
πᾶν τὸ σῶμα συναρμολογούμενον καὶ συμβιβαζόμενον διὰ
πάσης ἁφῆς τῆς ἐπιχορηγίας τῆς κατ' ἐνέργειαν ἐν μέτρῳ
ἑνὸς ἑκάστου μέρους τὴν αὔξησιν τοῦ σώματος ποιεῖται.
καὶ τοῦτο δὲ προσήκει διὰ τοῦ τῆς κεφαλῆς ὀνόματος
παιδευθῆναι, ὅτι ὥσπερ ἐπὶ τῶν ζῴων ἐκ τῆς κεφαλῆς
ἐστι τῷ σώματι τὸ πρὸς τὰς ἐνεργείας ἐνδόσιμον· ὀφθαλμῷ
γὰρ καὶ ἀκοῇ τὰ καθ' ἕκαστον εὐθύνεται ἥ τε διὰ ποδῶν
κίνησις καὶ ἡ διὰ χειρῶν ἐνέργεια· οὐ γὰρ ἔστιν ἢ ὀφθαλμοῦ
μὴ ἐπιστατοῦντος τῶν σπουδαζομένων ἢ μὴ δεχομένης
τῆς ἀκοῆς τὴν ὑφήγησιν δεόντως τι τῶν προκειμένων γε-
νέσθαι· οὕτω χρὴ κατὰ τὴν ἀληθινὴν κεφαλὴν καὶ ἡμᾶς
τὸ σῶμα καταλλήλως κινεῖσθαι πρὸς πᾶσαν ὁρμὴν καὶ
ἐνέργειαν, ὅπουπερ ὁ πλάσας τὸν ὀφθαλμὸν ἢ ὁ φυτεύσας
τὸ οὖς καθηγήσεται. ἐπεὶ οὖν ἡ κεφαλὴ τὰ ἄνω βλέπει,
200
καὶ τὰ μέλη δεῖ πάντως τὰ ὑφηρμοσμένα τῇ κεφαλῇ
ἕπεσθαι τῇ τῆς κεφαλῆς ὁδηγίᾳ καὶ πρὸς τὰ ἄνω τὴν ῥοπὴν
ἔχειν.
Ὅταν δὲ πρωτότοκον τῆς κτίσεως αὐτὸν εἶναι ἀκού-
σωμεν καὶ πρωτότοκον ἐκ τῶν νεκρῶν καὶ πρωτότοκον
ἐν πολλοῖς ἀδελφοῖς, πρῶτον μὲν τὰς αἱρετικὰς ὑπολή-
ψεις ἀποπεμπώμεθα, ὡς οὐδεμίαν συνηγορίαν τῆς πονηρᾶς
αὐτῶν δογματοποιΐας ἐκ τῶν προκειμένων ῥημάτων ἐχού-
σης· μετὰ ταῦτα δὲ καὶ τὰ πρὸς τὸν ἠθικὸν βίον διὰ τούτων
ἡμῖν συντελοῦντα κατανοήσωμεν. ἐπειδὴ γὰρ τὸν μονογενῆ
θεὸν τὸν τοῦ παντὸς δημιουργόν, τὸν ἐξ οὗ καὶ δι' οὗ καὶ
ἐν ᾧ τὰ πάντα, ἔργον εἶναι τοῦ θεοῦ καὶ κτίσμα καὶ ποίημα
λέγουσιν οἱ θεομάχοι καὶ διὰ τοῦτο πάσης κτίσεως πρω-
τότοκον αὐτὸν λέγεσθαι διορίζονται, ὡς ἀδελφὸν ὄντα τῆς
κτίσεως, μόνοις τοῖς τοῦ χρόνου πρεσβείοις αὐτὸν προτε-
ρεύοντα, ὡς τὸν Ῥουβὶμ τῶν ἰδίων ἀδελφῶν, οὐ φύσει
προτεταγμένον, ἀλλὰ τοῖς ἐκ χρόνου πρεσβείοις· πρῶτον
μὲν τοῦτο πρὸς ἐκείνους ῥητέον, ὅτι οὐκ ἔστι τὸν αὐτὸν
καὶ μονογενῆ καὶ πρωτότοκον εἶναι πιστεύεσθαι. οὔτε γὰρ
ὁ μονογενὴς μετὰ ἀδελφῶν νοεῖται οὔτε χωρὶς ἀδελφῶν
201
ὁ πρωτότοκος, ἀλλ' εἰ μονογενής ἐστιν, ἀδελφοὺς οὐκ ἔχει,
εἰ δὲ ἀδελφῶν πρωτότοκος, μονογενὴς πάντως οὔτε ἔστιν
οὔτε λέγεται. οὐκοῦν ἀσύμβατά ἐστι καὶ ἀκοινώνητα ταῦτα
πρὸς ἄλληλα ἐπὶ τοῦ αὐτοῦ τὰ ὀνόματα, ὡς ἀδύνατον εἶ-
ναι τὰ δύο τὸν αὐτὸν ὀνομάζεσθαι, καὶ μονογενῆ καὶ
πρωτότοκον. ἀλλὰ μὴν εἴρηται παρὰ τῆς γραφῆς περὶ
τοῦ ἐν ἀρχῇ ὄντος λόγου, ὅτι μονογενὴς θεός, καὶ πάλιν
παρὰ τοῦ Παύλου ὅτι πρωτότοκος πάσης κτίσεως. οὐκοῦν
ἐπιμερίσαι προσήκει τῷ κριτηρίῳ τῆς ἀληθείας, ἑκάτερον
τούτων τῶν ὀνομάτων ἀκριβῶς διαστείλαντα· ὥστε μο-
νογενῆ μὲν εἶναι τὸν προαιώνιον λόγον, τῆς δὲ μετὰ
ταῦτα ἐν τῷ Χριστῷ γενομένης κτίσεως πάσης πρωτότοκον
γενέσθαι τὸν λόγον σάρκα γενόμενον. καὶ ὅπερ ἂν ἡμῖν
ἐγγένηται νόημα, πρωτότοκον αὐτὸν ἐκ νεκρῶν εἶναι
μαθοῦσι καὶ πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς, ἐκεῖνο
καὶ ἐπὶ τοῦ πρωτοτόκου τῆς κτίσεως ἀκολούθως νοήσωμεν.
202
οὐκοῦν ἐκ νεκρῶν μὲν πρωτότοκος γίνεται ὁ ἀπαρχὴ
τῶν κεκοιμημένων γενόμενος, ἵνα ὁδοποιήσῃ πάσῃ σαρκὶ
τὴν ἀνάστασιν, καὶ μέλλων ἡμᾶς διὰ τῆς ἄνωθεν γεννήσεως
τῆς δι' ὕδατος καὶ πνεύματος υἱοὺς ἡμέρας καὶ υἱοὺς
φωτὸς ἀπεργάζεσθαι, τοὺς πρότερον ὄντας φύσει τέκνα
ὀργῆς, αὐτὸς καθηγεῖται τῆς τοιαύτης γεννήσεως ἐν τῷ
ῥείθρῳ τοῦ Ἰορδάνου, ἐπὶ τὴν ἀπαρχὴν τῆς φύσεως ἡμῶν
τὴν τοῦ πνεύματος χάριν ἐπισπασάμενος, ὥστε πάντας τοὺς
ἐκ τῆς πνευματικῆς ἀναγεννήσεως εἰς ζωὴν γεννωμένους
ἀδελφοὺς χρηματίσαι τοῦ προγεννηθέντος διὰ τοῦ ὕδατος
καὶ τοῦ πνεύματος. κατὰ τὸν αὐτὸν τρόπον καὶ τῆς ἐν
Χριστῷ γενομένης κτίσεως πρωτότοκον αὐτὸν νοοῦντες
οὐκ ἔξω γινόμεθα τῆς εὐσεβοῦς ὑπολήψεως. ἐπειδὴ γὰρ ἡ
ἀρχαία κτίσις παρῆλθε διὰ τῆς ἁμαρτίας ἀχρειωθεῖσα,
ἀναγκαίως τὴν τῶν ἀφανισθέντων πάροδον διεδέξατο ἡ
καινὴ τῆς ζωῆς κτίσις ἡ διὰ τῆς ἀναγεννήσεως καὶ τῆς
ἐκ νεκρῶν ἀναστάσεως συνισταμένη, ἧς ὁ ἀρχηγὸς τῆς
ζωῆς ἡγησάμενος πρωτότοκος τῆς κτίσεως γίνεται καὶ ὀνο-
μάζεται. ἀλλ' ὅπως μὲν χρὴ πρὸς τοὺς ἀντιτεταγμένους
ἔχειν, δι' ὀλίγων τῶν εἰρημένων ῥᾴδιον ἂν γένοιτο τοῖς φιλο-
πονωτέροις† αὐτάρκη συμμαχίαν πρὸς τὴν ἀλήθειαν ἔχειν.
203
ὅπως δ' ἂν φανείη συντελοῦντα πρὸς τὸν κατ' ἀρετὴν
βίον τὰ ῥήματα ταῦτα, διὰ βραχέων ἐπελευσόμεθα. πρωτό-
τοκος ἦν τῶν μετ' αὐτὸν διὰ γεννήσεως παραχθέντων ὁ
Ῥουβίμ, ἀλλ' ἐμαρτύρει τοῖς μετ' αὐτὸν γεννηθεῖσι τὴν
πρὸς αὐτὸν συγγένειαν καὶ ὁ ἐπιφαινόμενος αὐτοῖς χαρα-
κτὴρ οἰκείως πρὸς τὸν πρωτότοκον ἔχων, ὥστε μὴ ἀγνοεῖ-
σθαι τὴν ἀδελφότητα διὰ τῆς κατὰ τὴν μορφὴν ὁμοιότητος
μαρτυρουμένην. οὐκοῦν εἰ διὰ τῆς ὁμοτρόπου ἀναγεννή-
σεως τῆς δι' ὕδατος καὶ πνεύματος καὶ ἡμεῖς ἀδελφοὶ τοῦ
κυρίου γεγόναμεν τοῦ δι' ἡμᾶς γενομένου πρωτοτόκου ἐν
πολλοῖς ἀδελφοῖς, ἀκόλουθον ἂν εἴη διὰ τῶν τοῦ βίου χαρα-
κτήρων ἐπιδεικνύειν τὴν πρὸς αὐτὸν ἀγχιστείαν, ἐμμορφου-
μένου τῇ ζωῇ ἡμῶν τοῦ πρωτοτόκου τῆς κτίσεως. τίνα
δὲ χαρακτῆρα τῆς ἐκείνου μορφῆς παρὰ τῆς γραφῆς
μεμαθήκαμεν; ὃν πολλάκις εἰρήκαμεν ὅτι Ἁμαρτίαν οὐκ
ἐποίησεν οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. οὐκοῦν
εἰ μέλλοιμεν ἀδελφοὶ χρηματίζειν τοῦ καθηγησαμένου
ἡμῶν τῆς γεννήσεως, τὸ ἀναμάρτητον τῆς ζωῆς ἡμῶν πι-
στώσεται τὴν πρὸς ἐκεῖνον συγγένειαν, μηδενὸς ῥύπου
τῆς πρὸς τὴν καθαρότητα συναφείας ἡμᾶς ἀφορίζοντος.
ἀλλὰ καὶ δικαιοσύνη καὶ ἁγιασμὸς ὁ πρωτότοκός ἐστι
καὶ ἀγάπη καὶ ἀπολύτρωσις καὶ τὰ τοιαῦτα. οὐκοῦν εἰ
διὰ τῶν τοιούτων καὶ ὁ ἡμέτερος χαρακτηρίζεται βίος,
204
ἐναργῆ παρεξόμεθα τῆς εὐγενείας ἡμῶν τὰ γνωρίσματα,
ὥστε τὸν ταῦτα καθορῶντα ἐν τῇ ζωῇ τῇ ἡμετέρᾳ προσ-
μαρτυρεῖν ἡμῖν τὴν πρὸς τὸν Χριστὸν ἀδελφότητα. αὐτὸς
γάρ ἐστιν ὁ ἀνοίξας ἡμῖν τὴν θύραν τῆς ἀναστάσεως καὶ
διὰ τοῦτο ἀπαρχὴ τῶν κεκοιμημένων γενόμενος. ὅτι μὲν
οὖν ἀναστησόμεθα πάντες ἐν ῥιπῇ ὀφθαλμοῦ ἐν τῇ ἐσχάτῃ
σάλπιγγι, τοῦτο ἔδειξεν οἷς τε ἐφ' ἑαυτοῦ καὶ οἷς ἐπὶ τῶν
λοιπῶν τῶν ὑπὸ τοῦ θανάτου κρατηθέντων ἐποίησεν.
Οὐ μὴν ἴση κατάστασις ἐν τῷ μετὰ ταῦτα βίῳ πάντας
τοὺς ἐκ τοῦ τῆς γῆς χώματος ἀναστάντας ἐκδέχεται, ἀλλὰ
Πορεύσονται, φησίν, οἱ μὲν τὰ ἀγαθὰ ποιήσαντες εἰς
ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν
κρίσεως. ὥστε εἴ τινος πρὸς τὴν φοβερὰν ἐκείνην κατά-
κρισιν ὁ βίος βλέπει, οὗτος, κἂν διὰ τῆς ἄνωθεν γεννήσεως
τοῖς ἀδελφοῖς τοῦ κυρίου συναριθμούμενος τύχῃ, κατα-
ψεύδεται τοῦ ὀνόματος, ἐν τῇ μορφῇ τῆς κακίας τὴν
πρὸς τὸν πρωτότοκον ἀγχιστείαν ἀρνούμενος. ὁ δὲ μεσίτης
θεοῦ καὶ ἀνθρώπων ὁ δι' ἑαυτοῦ συνάπτων τῷ θεῷ τὸ
ἀνθρώπινον ἐκεῖνο συνάπτει μόνον, ὅπερ ἂν τῆς πρὸς
τὸν θεὸν συμφυΐας ἄξιον ᾗ. ὥσπερ γὰρ τὸν ἑαυτοῦ ἄνθρωπον
τῇ δυνάμει τῆς θεότητος 〈ἐν〉 ἑαυτῷ προσῳκείωσε, μέρος
205
μὲν τῆς κοινῆς φύσεως ὄντα, οὐ μὴν τοῖς πάθεσιν ὑποπεπτω-
κότα τῆς φύσεως τοῖς εἰς ἁμαρτίαν ἐκκαλουμένοις (Ἁμαρ-
τίαν γάρ, φησίν, οὐκ ἐποίησεν οὐδὲ εὑρέθη δόλος ἐν τῷ
στόματι αὐτοῦ)· οὕτω καὶ τοὺς καθ' ἕκαστον προσάξει
τῇ συναφείᾳ τῆς θεότητος, εἰ μηδὲν ἐπάγοιντο τῆς πρὸς
τὸ θεῖον συμφυΐας ἀνάξιον. ἀλλ' εἴ τις ἀληθῶς εἴη θεοῦ
ναὸς μηδὲν κακίας εἴδωλον καὶ ἀφίδρυμα ἐν ἑαυτῷ περιέ-
χων, οὗτος ὑπὸ τοῦ μεσίτου πρὸς μετουσίαν τῆς θεότητος
παραληφθήσεται, καθαρὸς γενόμενος πρὸς τὴν ὑποδοχὴν
τῆς αὐτοῦ καθαρότητος. οὔτε γὰρ εἰς κακότεχνον ψυχὴν
εἰσελεύσεται σοφία, καθὼς ὁ λόγος φησίν, οὔτε ὁ καθαρὸς
τῇ καρδίᾳ ἄλλο τι παρὰ τὸν θεὸν ἐν ἑαυτῷ βλέπει, ᾧ διὰ
τῆς ἀφθαρσίας προσκολληθεὶς ἐντὸς ἑαυτοῦ πᾶσαν τὴν
ἀγαθὴν βασιλείαν ἐδέξατο. μᾶλλον δ' ἂν γένοιτο ἡμῖν
καταφανὲς τὸ λεγόμενον, εἰ τὴν τοῦ κυρίου φωνήν, ἣν
διὰ τῆς Μαρίας πρὸς τοὺς ἀποστόλους πεποίηται, πρὸς
τὴν σαφήνειαν τῶν εἰρημένων συμπαραλάβοιμεν· Πορεύο-
μαι, φησί, πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν, καὶ
θεόν μου καὶ θεὸν ὑμῶν. ταῦτα γὰρ ὁ μεσίτης μεταξὺ τοῦ
πατρὸς καὶ τῶν ἀποκηρύκτων φησὶν ὁ δι' ἑαυτοῦ τοὺς
ἐχθροὺς τοῦ θεοῦ καταλλάξας τῇ ἀληθινῇ καὶ μόνῃ θεότητι.
ἐπειδὴ γὰρ κατὰ τὸν προφητικὸν λόγον ἀπηλλοτριώθησαν
τῆς ζωοποιοῦ μήτρας διὰ τῆς ἁμαρτίας οἱ ἄνθρωποι καὶ
ἀπὸ τῆς γαστρὸς ἐπλανήθησαν, ἐν ᾗ ἐπλάσθησαν, τὸ ψεῦδος
206
ἀντὶ τῆς ἀληθείας λαλήσαντες, τούτου χάριν τὴν ἀπαρχὴν
τῆς κοινῆς φύσεως ἀναλαβὼν διὰ ψυχῆς τε καὶ σώματος
ἁγίαν ἐποίησε, πάσης κακίας ἀμιγῆ τε καὶ ἀπαράδεκτον
αὐτὴν ἐν ἑαυτῷ διασώσας, ἵνα ταύτην ἀναθεὶς διὰ τῆς
ἀφθαρσίας τῷ πατρὶ τῆς ἀφθαρσίας συνεπισπάσηται δι'
αὐτῆς πᾶν τὸ συγγενὲς κατὰ τὴν φύσιν αὐτῇ καὶ ὁμόφυλον
καὶ προσδέξηται τοὺς ἀποκηρύκτους εἰς τὴν υἱοθεσίαν
καὶ τοὺς ἐχθροὺς τοῦ θεοῦ εἰς τὴν τῆς θεότητος αὐτοῦ
μετουσίαν. οὐκοῦν ὥσπερ ἡ ἀπαρχὴ τοῦ φυράματος διὰ
καθαρότητός τε καὶ ἀπαθείας ᾠκειώθη τῷ ἀληθινῷ πατρὶ
καὶ θεῷ, οὕτω καὶ ἡμεῖς τὸ φύραμα διὰ τῶν ὁμοίων ὁδῶν
τῷ πατρὶ τῆς ἀφθαρσίας κολληθησόμεθα διὰ τοῦ μιμή-
σασθαι, καθὼς ἂν ᾖ δυνατόν, τοῦ μεσίτου τὸ ἀπαθές τε
καὶ ἀναλλοίωτον. οὕτω γὰρ ἐσόμεθα τοῦ μονογενοῦς θεοῦ
στέφανος ἐκ λίθων τιμίων, τιμὴ καὶ δόξα διὰ τοῦ βίου
γενόμενοι. φησὶ γὰρ ὁ Παῦλος ὅτι βραχύ τι ἑαυτὸν ἐλατ-
τώσας παρὰ τοὺς ἀγγέλους διὰ τὸ πάθημα τοῦ θανάτου
τοὺς πρότερον εἰς ἀκάνθης φύσιν μετατεθέντας διὰ τῆς
ἁμαρτίας στέφανον ἑαυτῷ διὰ τῆς κατὰ τὸν θάνατον
οἰκονομίας ἐποίησεν, εἰς τιμὴν καὶ δόξαν μεταστοιχειώσας
διὰ τοῦ πάθους τὴν ἄκανθαν. κίνδυνος οὖν οὐ μικρὸς
ἅπαξ τοῦ αἴροντος τὴν ἁμαρτίαν τοῦ κόσμου τὸν ἐξ
ἀκανθῶν στέφανον ἀναλαβόντος τῇ κεφαλῇ, ἵνα ποιήσῃ
τὸν ἐκ τιμῆς τε…
θ…
The complete text is available when the reading interface loads.