The Greek Library Catalogue

Anonymous

In inscriptiones Psalmorum

Edition reference
In inscriptiones Psalmorum, ed. J. McDonough, Gregorii Nysseni opera, vol. 5, Leiden: Brill, 1962: 24–175.
CTS identifier
urn:cts:greekLit:tlg2017.tlg027.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

5

26

ἐπεὶ οὖν τὸ ἀληθῶς ἀγαθὸν ἤτοι τὸ ἐπέκεινα τοῦ ἀγαθοῦ,

τοῦτο μόνον ἐστὶ καὶ μακάριον καὶ ὀρεκτὸν τῇ φύσει, οὗ

πᾶν τὸ μετέχον μακάριον γίνεται, καλῶς ἡ θεία τῆς ψαλμῳ-

δίας γραφὴ διά τινος τεχνικῆς τε καὶ φυσικῆς ἀκολουθίας

τὴν πρὸς τοῦτο ἡμῖν ὁδὸν ὑποδείκνυσιν, ἐν ἁπλῇ κατὰ

τὸ φαινόμενον καὶ ἀκατασκεύῳ τῇ διδασκαλίᾳ ποικίλως

τε καὶ πολυειδῶς τὴν μέθοδον τῆς τοῦ μακαρισμοῦ κτήσεως

τεχνολογοῦσα. ἔξεστι μὲν οὖν καὶ ἀπ' αὐτῆς τῆς πρώτης

ὑμνῳδίας ἔννοιάν τινα περὶ τοῦ προκειμένου λαβεῖν, ὅπως

τριχῇ τεμὼν τὴν ἀρετὴν ὁ λόγος ἑκάστῳ τμήματι κατά

τινα πρόσφορον ἀναλογίαν προσμαρτυρεῖ τὸ μακάριον,

νῦν μὲν τὴν ἀλλοτρίωσιν τοῦ κακοῦ μακαρίζων, ὡς ἀρχὴν

γινομένην τῆς ἐπὶ τὸ κρεῖττον ῥοπῆς μετὰ δὲ τοῦτο τὴν τῶν

ὑψηλῶν τε καὶ θειοτέρων μελέτην, ὡς ἕξιν ἐμποιοῦ-

σαν ἤδη τοῦ κρείττονος. εἶτα τὴν διὰ τούτων τοῖς τελειουμέ-

νοις κατορθουμένην πρὸς τὸ θεῖον ὁμοίωσιν· ἧς χάριν λέγεται

καὶ τὰ προλαβόντα μακάρια. ταύτην δὲ τῷ ἀειθαλεῖ ξύλῳ

αἰνίσσεται, ᾧ ἡ τελειωθεῖσα δι' ἀρετῆς ὁμοιοῦται ζωή.

27

{ΚΕΦΑΛΑΙΟΝ Βʹ}

Ὡς δ' ἂν ἀκριβέστερον ἐπισταίημεν τῇ περὶ τῶν ἀρετῶν

διδασκαλίᾳ, ἣν ὑφηγεῖται διὰ πάσης τῆς ψαλμικῆς ὁδηγίας

ὁ λόγος, καλῶς ἂν ἔχοι πρότερον ἡμᾶς ἐφ' ἡμῶν αὐτῶν

διελέσθαι, οἷόν τινα τεχνικὸν λόγον ἐν τάξει δι' ἀκολούθου

προάγοντας, πῶς ἔστιν ἐν ἀρετῇ γενέσθαι τὸν ἐραστὴν τοῦ

τοιούτου βίου. οὕτω γὰρ ἂν ἐπιγνοίημεν τῆς προδεικνυμένης

διδασκαλίας ἡμῖν τὸ ἀκόλουθον. χρὴ τοίνυν τὸν μέλλοντα

πρὸς ἀρετὴν βλέπειν πρότερον μὲν διακρῖναι τῷ λόγῳ τὸν βίον

τόν τε ἀστεῖον καὶ τὸν ὑπαίτιον, ἰδίοις ἑκάτερον ἐπισημειωσά-

μενον γνωρίσμασιν, ὡς ἂν ἀσύγχυτος αὐτῶν ὁ λόγος εἴη

μηδενὶ τῶν κοινούντων ἐπιθολούμενος. σημεῖα δὲ τῆς

ἑκατέρου τούτων ἰδιότητος ἔστι μὲν ἴσως καὶ ἄλλα τινά· τὰ

δὲ γενικώτερα τῶν ἄλλων κατά γε τὴν ἡμετέραν ὑπόληψίν

ἐστι ταῦτα· τὸ μεμερίσθαι πρὸς αἴσθησίν τε καὶ διάνοιαν

τὴν ἐγγινομένην τοῖς ἀνθρώποις παρ' αὐτῶν εὐφροσύνην

τῆς μὲν κακίας ἡδυνούσης τὴν αἴσθησιν, τῆς δὲ ἀρετῆς τὴν

ψυχὴν εὐφραινούσης. ἐπὶ τούτοις ἂν εἴη ἀκόλουθον δι'

εὐφημίας τε καὶ διαβολῆς τὴν τῶν ἀκουόντων διάνοιαν

ἀπάγειν τε τοῦ χείρονος καὶ προσοικειοῦν τῷ βελτίονι τῆς

μὲν τοῦ πονηροῦ βίου διαβολῆς τὸ μῖσος πρὸς τὴν κακίαν

φερούσης, τοῦ δὲ τῶν ἀγαθῶν ἐπαίνου πρὸς τὸ εὐφημότερον

τὴν ἐπιθυμίαν ἐφελκομένου. μετὰ τοῦτο δὲ ὡς ἂν ἐνεργότερον

τοῦ ἀγαθοῦ βίου τὸ ἐγκώμιον γένοιτο καὶ ἐμψυχότερος

ὁ τοῦ χείρονος ψόγος, αὐτῶν προσήκει τῶν ἐν ἀρετῇ θαυ-

μασθέντων καὶ τῶν ἐν κακίᾳ κατεγνωσμένων τὴν μνήμην

ποιήσασθαι. ἐπίτασιν γάρ τινα τῆς ἐν τῇ ψυχῇ διαθέσεως

ἐμποιεῖ καὶ βεβαιότητα προφανέντα τῶν βίων τὰ ὑποδείγ-

ματα, πρὸς τὴν τῶν ἀρίστων ὁμοτιμίαν τῆς ἐλπίδος τὴν

28

ψυχὴν ἐφελκομένης καὶ τῆς ἐπὶ τῶν κατεγνωσμένων

διαβολῆς πρὸς ἀποφυγήν τε καὶ ἀλλοτρίωσιν τῶν ὁμοίων

ἐπιτηδευμάτων παιδοτριβούσης. ἐπὶ πᾶσι δὲ τούτοις ἀναγ-

καῖον ἂν εἴη πρὸς ἑκάτερον τούτων λεπτομερῆ τινα διδασκα-

λίαν ποιήσασθαι, ἣ καὶ τὸ κρεῖττον ὑποδείξει καὶ ἀποτρέψει

τοῦ χείρονος, πρὸς τοῦτο μὲν ὑποθήκαις τισὶν καὶ συμβουλαῖς

ὁδηγοῦσα τὴν ἀκοήν, ἀπὸ δὲ τῶν χειρόνων διὰ τῶν ἀπο-

τρεπτικῶν ἀπείργουσα λόγων.

Τούτων δὲ οὕτω διευκρινηθέντων, ἐπειδὴ δυσπαρά-

δεκτόν ἐστι τῇ φύσει πᾶν τὸ πρὸς ἡδονὴν ἀλλοτρίως ἔχον

(ἡδονὴν δὲ λέγω τὴν τοῦ σώματος φίλην· ἡ γὰρ τῆς ψυχῆς

εὐφροσύνη πολλῷ τῷ μέσῳ τῆς ἀλόγου τε καὶ ἀνδραποδώδους

ἡδυπαθείας ἀπῴκισται)· ἴδιον δὲ σημεῖον ἑκατέρου τῶν

βίων, τοῦ ἐν ἀρετῇ τε καὶ κακίᾳ, τοῦτο προλαβόντες ἐπέγνω-

μεν, ὅτι διὰ μὲν τῆς κακίας κολακεύεται ἡμῶν τὰ τῆς σαρκὸς

αἰσθητήρια, ἡ δὲ ἀρετὴ ψυχῆς εὐφροσύνη τοῖς κατορθώσασι

γίνεται. τοῖς δὲ νῦν εἰσαγομένοις πρὸς τὸν ὑψηλότερον

βίον, οἷς ἔτι τοῦ καλοῦ κριτήριον ἡ αἴσθησις εἶναι δοκεῖ,

οὔπω ἱκανῶς ἔχει καθορᾶν τὸ ἀγαθὸν ἡ ψυχή, ἀγύμναστος

ἔτι καὶ ἀήθης οὖσα τῆς τοιαύτης κατανοήσεως. πρὸς δὲ

τὸ μὴ γνωριζόμενον ἅπαν, κἂν ὅτι μάλιστα καλὸν ᾖ, ἀκίνητος

ἡμῶν ἡ ἐπιθυμία μένει, ἐπιθυμίας δὲ μὴ προϋπαρχούσης,

οὐδ' ἂν ἡδονή τις ἐγγένοιτο τοῦ μὴ ποθουμένου πράγματος.

ὁδὸς γὰρ εἰς ἡδονὴν ὁ πόθος γίνεται. ἀναγκαίως ἐπινοῆσαί

τι χρὴ τοιοῦτον τοῖς μήπω τῆς ἀκηράτου καὶ θείας ἡδονῆς

γευσαμένοις, δι' οὗ συμπαραδεχθήσεται τῆς ἀρετῆς τὰ

διδάγματα, διά τινος τῶν τὴν αἴσθησιν εὐφραινόντων ἐφηδυνό-

μενα, καθάπερ καὶ τοῖς ἰατροῖς ποιεῖν σύνηθες, ὅταν τι

πικρόν τε καὶ δύσληπτον τῶν ἀλεξητηρίων φαρμάκων

29

εὔληπτον ποιῶσι τοῖς ἀρρωστοῦσι τῇ τοῦ μέλιτος ἡδονῇ

παραρτύοντες. εἰ δὲ τελείως ἡμῖν ἡ εἰσαγωγὴ τοῦ κατ'

ἀρετὴν βίου διὰ τῶν εἰρημένων τετεχνολόγηται, ὡς δεῖν

πρότερον μὲν ἀπ' ἀλλήλων χωρίσαι τὰ ἐναντία τῶν ἐπιτηδευ-

μάτων, εἶτα ἑκάτερον αὐτῶν τῷ ἰδίῳ γνωρίσματι σημειώσα-

σθαι, καὶ μετὰ τοῦτο τὸ μὲν ἀποσεμνῦναι τῷ λόγῳ, τὸ δὲ

φευκτὸν ἐκ διαβολῆς ἀπεργάσασθαι, τοῖς τε τῶν ἐπισήμων

ἀνδρῶν ὑποδείγμασιν ἐπιρρῶσαι πρὸς ἑκάτερον τὴν διάνοιαν,

καὶ ταῖς μερικαῖς ὑποθήκαις τήν τε πρὸς τὸ ἀγαθὸν ἄγουσαν

ὁδὸν ὑποδεῖξαι καὶ ἀποτρέψαι τοῦ χείρονος, τό τε κατεσκλη-

κὸς καὶ ἀνδρῶδες τῆς ἀρετῆς ἡδὺ ποιῆσαι τοῖς νηπιάζουσι

διά τινος τῶν εὐφραινόντων τὴν αἴσθησιν ἡμῶν γλυκαινόμενον,

καιρὸς ἂν εἴη κατανοῆσαι πῶς διὰ τῆς θεωρηθείσης ταύτης

τεχνολογίας πᾶσα προῆκται ἡμῖν ἡ διὰ τῶν ψαλμῶν

διδασκαλία τῆς τε κακίας ἀπείργουσα καὶ πρὸς ἀρετὴν

ἐφελκομένη.

{ΚΕΦΑΛΑΙΟΝ Γʹ}

Πρῶτον τοίνυν, ἐκ γὰρ τῶν τελευταίων ἀρχόμεθα τῆς

ἐξετάσεως, σκοπήσωμεν τὴν ἐπίνοιαν, δι' ἧς οὕτω σκληράν

τε καὶ σύντονον οὖσαν τὴν κατ' ἀρετὴν πολιτείαν τήν τε

τῶν μυστηρίων αἰνιγματώδη διδασκαλίαν καὶ τὴν ἀπόρρητόν

τε καὶ κεκρυμμένην δυσεφίκτοις θεωρήμασι θεολογίαν

οὕτως εὔληπτόν τε καὶ γλυκεῖαν ἐποίησεν, ὡς μὴ μόνον τε-

λείοις ἀνδράσι τοῖς ἤδη κεκαθαρμένοις τὰ τῆς ψυχῆς αἰσθητή-

ρια τὴν διδασκαλίαν ταύτην σπουδάζεσθαι, ἀλλὰ καὶ τῆς

γυναικωνίτιδος ἴδιον γενέσθαι κτῆμα καὶ νηπίοις ὥς τι τῶν

ἀθυρμάτων ἡδονὴν φέρειν καὶ τοῖς παρηλικεστέροις ἀντὶ

30

βακτηρίας τε καὶ ἀναπαύσεως γίνεσθαι, τόν τε φαιδρυνό-

μενον ἑαυτοῦ νομίζειν εἶναι τῆς διδασκαλίας ταύτης τὸ

δῶρον καὶ τὸν σκυθρωπῶς ἐκ περιστάσεως διακείμενον δι'

αὐτὸν οἴεσθαι τὴν τοιαύτην τῆς γραφῆς χάριν δεδόσθαι·

ὁδοιποροῦντές τε πρὸς τούτοις καὶ θαλαττεύοντες ἄνθρωποι,

ἤ τισιν ἐπιδιφρίοις ἐργασίαις προσασχολούμενοι καὶ

πάντες ἁπαξαπλῶς ἐν πᾶσιν ἐπιτηδεύμασιν ἄνδρες τε

καὶ γυναῖκες, ἐν ὑγιείᾳ τε καὶ ἀρρωστίᾳ, ζημίαν ποιοῦνται

τὸ μὴ διὰ στόματος τὴν ὑψηλὴν ταύτην διδασκαλίαν φέρειν.

ἤδη δὲ καὶ τὰ συμπόσια καὶ αἱ γαμικαὶ φαιδρότητες ὡς

μέρος εὐφροσύνης τὴν φιλοσοφίαν ταύτην ἐν ταῖς θυμηδίαις

παραλαμβάνουσιν, ἵνα παρῶμεν τὴν ἔνθεον ἐν ταῖς παννυχίσι

διὰ τούτων ὑμνῳδίαν καὶ τὴν τῶν ἐκκλησιῶν ἐσπουδασμένην

ἐν τούτοις φιλοσοφίαν.

Τίς οὖν ἡ ἐπίνοια τῆς ἀφράστου ταύτης καὶ θείας ἡδονῆς,

ἣν κατέχεε τῶν διδαγμάτων ὁ μέγας Δαβίδ, δι' ἧς οὕτω

γέγονεν εὐπαράδεκτον τῇ φύσει τῶν ἀνθρώπων τὸ μάθημα;

πρόχειρον μὲν ἴσως παντὶ τὸ εἰπεῖν τὴν αἰτίαν, καθ' ἣν ἐν

ἡδονῇ τὴν ἐν τούτοις μελέτην ποιούμεθα· τὸ γὰρ μελῳδεῖν

τὰ ῥήματα εἴποι τις ἂν αἴτιον εἶναι τοῦ μεθ' ἡδονῆς περὶ

τούτων διεξιέναι. ἐγὼ δὲ κἂν ἀληθὲς ᾖ τοῦτο, φημὶ δεῖν μὴ

παριδεῖν ἀθεώρητον. ἔοικε γὰρ μεῖζόν τι ἢ κατὰ τὴν τῶν

πολλῶν διάνοιαν ὑποσημαίνειν ἡ διὰ τῆς μελῳδίας φιλοσοφία.

τί οὖν ἐστιν ὃ φημί; ἤκουσά τινος τῶν σοφῶν τὸν περὶ τῆς

φύσεως ἡμῶν διεξιόντος λόγον, ὅτι μικρός τις κόσμος ἐστὶν

ὁ ἄνθρωπος πάντα ἔχων ἐν ἑαυτῷ τὰ τοῦ μεγάλου κόσμου.

ἡ δὲ τοῦ παντὸς διακόσμησις ἁρμονία τίς ἐστι μουσικὴ

πολυειδῶς καὶ ποικίλως κατά τινα τάξιν καὶ ῥυθμὸν πρὸς

ἑαυτὴν ἡρμοσμένη καὶ ἑαυτῇ συνᾴδουσα καὶ μηδέποτε

τῆς συμφωνίας ταύτης διασπωμένη, εἰ καὶ πολλή τις ἐν

31

τοῖς καθ' ἕκαστον ἡ τῶν ὄντων διαφορὰ θεωρεῖται. οἷον

γὰρ ἐπὶ τοῦ πλήκτρου γίνεται τοῦ τεχνικῶς ἁπτομένου τῶν

τόνων καὶ τὸ μέλος ἐν τῇ ποικιλίᾳ τῶν φθόγγων προάγοντος,

ὡς εἴγε μονοειδής τις ἐν πᾶσιν ὁ φθόγγος ἦν, οὐδ' ἂν συνέστη

πάντως τὸ μέλος· οὕτως καὶ ἡ τοῦ παντὸς κρᾶσις ἐν ποικίλοις

τῶν καθ' ἕκαστον ἐν τῷ κόσμῳ θεωρουμένων διά τινος

τεταγμένου τε καὶ ἀπαραβάτου ῥυθμοῦ αὐτὴ ἑαυτῆς ἁπτομένη

καὶ τὴν τῶν μερῶν πρὸς τὸ ὅλον εὐαρμοστίαν ἐργαζομένη

τὴν παναρμόνιον ταύτην ἐν τῷ παντὶ μουσουργεῖ μελῳδίαν,

ἧς ἀκροατὴς ὁ νοῦς γίνεται κατ' οὐδὲν τῇ ἀκοῇ ταύτῃ

συγχρώμενος, ἀλλ' ὑπερκύπτων τὰ τῆς σαρκὸς αἰσθητήρια

καὶ ἄνω γενόμενος, οὕτως ἐπαίει τῆς τῶν οὐρανῶν ὑμνῳδίας.

ὥς μοι δοκεῖ καὶ ὁ μέγας ἀκηκοέναι Δαβίδ, ὅτε διὰ τῆς

θεωρουμένης αὐτοῖς τεχνικῆς τε καὶ πανσόφου κινήσεως,

τὴν δόξαν τοῦ ἐν αὐτοῖς ταῦτα ἐνεργοῦντος θεοῦ διηγου-

μένων ἐπηκροάσατο.

Ἀληθῶς γὰρ τῆς ἀνεφίκτου τε καὶ ἀφράστου θεοῦ

δόξης ὕμνος ἐστὶ τῷ τοιούτῳ ῥυθμῷ προαγόμενος ἡ τῆς

κτίσεως πάσης πρὸς ἑαυτὴν συνῳδία διὰ τῶν ἐναντίων

συγκεκραμένη. ἐναντίως γὰρ ἔχει πρὸς ἄλληλα στάσις καὶ

κίνησις, ταῦτα δὲ κέκραται μετ' ἀλλήλων ἐν τῇ φύσει τῶν

ὄντων καί τις ἀμήχανος ἐν αὐτοῖς καθορᾶται τῶν ἀντικει-

μένων μίξις, ὡς καὶ ἐν τῇ κινήσει τὸ στάσιμον δείκνυσθαι

καὶ ἐν τῷ μὴ κινουμένῳ τὸ ἀεικίνητον. κινεῖται μὲν γὰρ

τὰ κατ' οὐρανὸν ἀεὶ πάντα ἢ τῷ ἀπλανεῖ συμπεριπολοῦντα

κύκλῳ ἢ κατὰ τὸ ἐναντίον διὰ τῶν πλανητῶν ἀνελισσόμενα.

ἕστηκε δὲ πάντοτε καὶ ἐπὶ τῆς ταυτότητος μένει ὁ ἐν τούτοις

εἱρμὸς οὐδέ ποτε ἀπὸ τοῦ ἐν ᾧ ἐστιν ἐφ' ἕτερόν τι καινὸν

32

μεθιστάμενος, ἀλλ' ἀεὶ ὡσαύτως ἔχων καὶ ἐν τῷ αὐτῷ

διαμένων. ἡ τοίνυν τοῦ ἑστῶτος πρὸς τὸ κινούμενον σύνοδος

ἐν τεταγμένῃ τινὶ καὶ ἀπαραβάτῳ γινομένη διὰ παντὸς

εὐαρμοστίᾳ μουσική τίς ἐστιν ἁρμονία σύγκρατον καὶ

θεσπεσίαν τῆς τὸ πᾶν διακρατούσης δυνάμεως ὑμνῳδίαν

ἀποτελοῦσα. ἧς μοι δοκεῖ καὶ ὁ μέγας Δαβὶδ ἐν ἀκροάσει

γενόμενος εἰπεῖν ἔν τινι τῶν ψαλμῶν, ὅτι αἰνοῦσι τὸν θεὸν

αἵ τε ἄλλαι δυνάμεις αἱ κατ' οὐρανὸν πᾶσαι καὶ τὸ ἀστρῷον

φῶς, ὅ τε ἥλιος καὶ ἡ σελήνη καὶ οἱ τῶν οὐρανῶν οὐρανοὶ

καὶ τὸ ὑπερουράνιον ὕδωρ, ὅτι ποτὲ τὸ ὕδωρ λέγει, καὶ

τὰ ἑξῆς πάντα ὅσα ἡ κτίσις ἔχει. ἡ γὰρ τῶν πάντων πρὸς

ἄλληλα σύμπνοιά τε καὶ συμπάθεια τάξει καὶ κόσμῳ καὶ

ἀκολουθίᾳ διοικουμένη ἡ πρώτη τε καὶ ἀρχέτυπος καὶ

ἀληθής ἐστι μουσική· ἣν ὁ τοῦ παντὸς ἁρμοστὴς τῷ ἀρρήτῳ

τῆς σοφίας λόγῳ διὰ τῶν ἀεὶ γινομένων [ἐν σοφίᾳ] τεχνικῶς

ἀνακρούεται. εἰ οὖν ὁ διάκοσμος ὅλος μουσική τις ἁρμονία

ἐστίν, Ἧς τεχνίτης καὶ δημιουργὸς ὁ θεός, καθώς φησιν ὁ

ἀπόστολος, μικρὸς δὲ κόσμος ὁ ἄνθρωπος, ὁ δὲ αὐτὸς

οὗτος καὶ μίμημα τοῦ ἁρμοσαμένου τὸν κόσμον πεποίηται,

ὅπερ ἐπὶ τοῦ μεγάλου κόσμου οἶδεν ὁ λόγος, τοῦτο κατὰ τὸ

εἰκὸς καὶ ἐν τῷ μικρῷ βλέπει· τὸ γὰρ μέρος τοῦ ὅλου

ὁμογενές ἐστι πάντως τῷ ὅλῳ. ὥσπερ γὰρ ἐν τῷ ψήγματι

βραχείας ὑάλου κατὰ τὸ στίλβον μέρος ὅλον ἔστιν ἰδεῖν ὡς

ἐν κατόπτρῳ τὸν κύκλον τοῦ ἡλίου δεικνύμενον, καθὼς

χωρεῖ ἡ βραχύτης τοῦ στίλβοντος, οὕτω καὶ ἐν τῷ μικρῷ

κόσμῳ, τῇ ἀνθρωπίνῃ λέγω φύσει, πᾶσα ἡ ἐν τῷ παντὶ

θεωρουμένη μουσικὴ καθορᾶται ἀναλογοῦσα τῷ ὅλῳ διὰ

33

τοῦ μέρους, ὡς χωρεῖται τὸ ὅλον ὑπὸ τοῦ μέρους. δείκνυσι

δὲ τοῦτο καὶ ἡ ὀργανικὴ τοῦ σώματος ἡμῶν διασκευὴ πρὸς

ἐργασίαν μουσικῆς φιλοτεχνηθεῖσα παρὰ τῆς φύσεως.

ὁρᾷς τὸν τῆς ἀρτηρίας αὐλόν, τὴν τῆς ὑπερῴας μαγάδα,

τὴν διὰ γλώττης καὶ παρειῶν καὶ στόματος, ὡς διὰ χορδῶν

καὶ πλήκτρου, κιθαρῳδίαν;

Ἐπεὶ οὖν πᾶν τὸ κατὰ φύσιν φίλον τῇ φύσει, ἀπεδείχθη δὲ

κατὰ φύσιν ἡμῖν οὖσα ἡ μουσική, τούτου χάριν ὁ μέγας Δαβὶδ

τῇ περὶ τῶν ἀρετῶν φιλοσοφίᾳ τὴν μελῳδίαν κατέμιξεν, οἷόν

τινα μέλιτος ἡδονὴν τῶν ὑψηλῶν καταχέας δογμάτων, δι'

ἧς ἑαυτὴν ἀναθεωρεῖ τρόπον τινὰ καὶ θεραπεύει ἡ φύσις.

θεραπεία γὰρ φύσεώς ἐστιν ἡ τῆς ζωῆς εὐρυθμία, ἥν μοι δοκεῖ

συμβουλεύειν δι' αἰνιγμάτων ἡ μελῳδία. τάχα γὰρ αὐτὸ

τοῦτο πρὸς τὴν ὑψηλοτέραν τοῦ βίου κατάστασιν παραίνεσις

γίνεται τὸ μὴ δεῖν ἄμουσόν τε καὶ ἔκτροπον καὶ παρηχημένον

τῶν ἐν ἀρετῇ ζώντων εἶναι τὸ ἦθος, μήτε πέρα τοῦ μέτρου

τῆς χορδῆς ὀξυτονούσης· ῥήγνυται γὰρ πάντως ὑπερτεινό-

μενον τῆς χορδῆς τὸ εὐάρμοστον· μήτ' αὖ πρὸς τὸ ἐναντίον

ἐν ἀμετρίᾳ δι' ἡδονῆς ὑποχαλᾶν τὸν τόνον· κωφὴ γὰρ καὶ

ἄναυδος γίνεται ἡ ψυχὴ τοῖς τοιούτοις πάθεσιν ἐγχαυνωθεῖσα·

καὶ τὰ ἄλλα πάντα ὡσαύτως ἐπιτείνειν τε κατὰ καιρὸν

καὶ ὑφιέναι τοῦ τόνου· πρὸς τοῦτο βλέποντας, ὅπως ἂν

ἡμῖν διὰ παντὸς εὐμελής τε καὶ εὔρυθμος ὁ ἐν τοῖς

ἤθεσι διαμένοι τρόπος μήτε ἀμέτρως λυόμενος μήτε πέρα

τοῦ μέτρου ὑπερτεινόμενος. ὅθεν καὶ τὰ κατορθώματα τῆς

θείας ταύτης μουσικῆς προσμαρτυρεῖ τῷ Δαβὶδ ἡ ἱστορία·

ὅτι παράφορόν ποτε καταλαβὼν τὸν Σαοὺλ καὶ ἐξεστηκότα

τῆς διανοίας οὕτως ἐξιάσατο κατεπᾴδων τοῦ πάθους, ὥστε

αὐτῷ πάλιν πρὸς τὸ κατὰ φύσιν ἐπανελθεῖν τὴν διάνοιαν.

δῆλον οὖν ἐκ τούτων ἐστὶ πρὸς ὅ τι βλέπει τῆς μελῳδίας

τὸ αἴνιγμα, ὅτι τὴν τῶν παθημάτων καταστολὴν συμβουλεύει

34

ποιεῖσθαι τῶν διαφόρως ἡμῖν ἐγγινομένων ἐκ τῶν βιωτικῶν

περιστάσεων. ἀλλὰ καὶ τοῦτο προσήκει μὴ παραδραμεῖν

ἀθεώρητον, ὅτι οὐ κατὰ τοὺς ἔξω τῆς ἡμετέρας σοφίας

μελοποιοὺς καὶ ταῦτα τὰ μέλη πεποίηται· οὐ γὰρ ἐν τῷ

τῶν λέξεων τόνῳ κεῖται τὸ μέλος, ὥσπερ ἐν ἐκείνοις ἔστιν

ἰδεῖν, παρ' οἷς ἐν τῇ ποιᾷ τῶν προσῳδιῶν συνθήκῃ, τοῦ

ἐν τοῖς φθόγγοις τόνου βαρυνομένου τε καὶ ὀξυτονοῦντος

καὶ βραχυνομένου τε καὶ παρατείνοντος, ὁ ῥυθμὸς ἀποτίκτε-

ται, ἀλλὰ ἀκατάσκευόν τε καὶ ἀνεπιτήδευτον τοῖς θείοις

λόγοις ἐνείρας τὸ μέλος, ἑρμηνεύειν τῇ μελῳδίᾳ τὴν τῶν

λεγομένων διάνοιαν βούλεται, τῇ ποιᾷ συνδιαθέσει τοῦ κατὰ

τὴν φωνὴν τόνου τὸν ἐγκείμενον τοῖς ῥήμασι νοῦν ὡς δυνατὸν

ἐκκαλύπτων. τὸ μὲν οὖν προσόψημα τῆς ἐδωδῆς τοιοῦτον,

ᾧ καταγλυκαίνεται καθάπερ τισὶν ἡδύσμασιν ἡ τῶν διδαγ-

μάτων τροφή.

{ΚΕΦΑΛΑΙΟΝ Δʹ}

Καιρὸς δ' ἂν εἴη καὶ αὐτὴν ἤδη τὴν τῶν ἀρετῶν πανδαισίαν

κατανοῆσαι τῷ λόγῳ κατὰ τὴν προεκτεθεῖσαν ἡμῖν τεχνικὴν

θεωρίαν. πρῶτον μὲν γὰρ φανεροῖς σημείοις διακεκριμένην

ἔστιν εὑρεῖν τὴν ἀρετὴν ἐκ τῆς κακίας, ὡς ἀσύγχυτον εἶναι

τὴν ἑκατέρου τούτων πρὸς τὸ ἐναντίον διαφοράν. ἐκ γὰρ

τῆς ἐγγινομένης ἡμῖν ἀπ' αὐτῶν εὐφροσύνης τὸ ἐξαίρετον

τῆς τῶν ἐπιτηδευμάτων ἰδιότητος δείκνυται, τῆς μὲν

κακίας τὰς περὶ τὸ σῶμα αἰσθήσεις, τῆς δὲ ἀρετῆς τὴν

ψυχὴν εὐφραινούσης· ὡς ἀπλανῆ τε καὶ ἀναμφίβολον εἶναι

τὴν ἐκ τῶν σημείων τούτων εὑρισκομένην τοῦ ὑποκειμένου

φύσιν. καὶ τοῦτο ἐξ ἄλλων τέ τινων κατά τε τὸ πρόχειρον

καὶ κατὰ τὴν ἐν τῷ βάθει κειμένην θεωρίαν τῶν νοημάτων

35

ἐν πολλοῖς τῆς ψαλμῳδίας ἔστιν εὑρεῖν, καὶ μάλιστά γε

κατὰ τὸν τέταρτον ψαλμόν, ἐν ᾧ φησι βαρυκαρδίους εἶναι

τοὺς τὸ ψεῦδος καὶ τὸ μάταιον τῆς ἀληθείας μὴ διακρίνοντας,

ἀλλ' ἀγαπῶντας μὲν τὸ ἀνύπαρκτον, περιορῶντας δὲ τὸ

μένον καὶ τοῦ ἀγαπᾶσθαι ἄξιον. μόνην γὰρ εἶπε θαυμαστὴν

ἀληθῶς εἶναι τὴν ὁσιότητα, τὰ δὲ ἄλλα πάντα τὰ ἀντὶ

τῶν ἀγαθῶν σπουδαζόμενα τοῖς ἀνθρώποις ἐν ὑπολήψει

κεῖσθαι, ἐφ' ἑαυτῶν οὐκ ὄντα, ἀλλ' ἐν τῇ ματαίᾳ τῶν ἀνθρώ-

πων οἰήσει τὸ εἶναι ἔχειν δοκοῦντα. καὶ ὡς ἂν φανερώτερον

ἐκκαλύψειε τὸ περὶ τούτων δόγμα, προϊών φησιν, ὅτι οἱ

πολλοὶ τὸ ἀγαθὸν ἐν τοῖς φαινομένοις ὁρίζονται, λέγοντες

ἐκεῖνο μόνον εἶναι ἀγαθόν, ὅπερ ἄν τις τῇ αἰσθήσει προδείξῃ.

Πολλοὶ γάρ, φησί, λέγουσι Τίς δείξει ἡμῖν τὰ ἀγαθά; ὁ δὲ

πρὸς τὴν ἀρετὴν βλέπων τὴν μὲν ἀνδραποδώδη ταύτην τοῦ

καλοῦ κρίσιν περιορᾷ. ἐν δὲ τῷ φωτὶ τὸ καλὸν βλέπει. καὶ

οὕτως ἐπισημειοῦται τὴν θεοειδῆ τε καὶ ὑψηλὴν εὐφροσύνην·

φῶς δὲ ἐκεῖνο λέγει τὸ ἐκ τοῦ θείου προσώπου ἀπαυγαζό-

μενον, οὗ καθικέσθαι ἡ αἴσθησις φύσιν οὐκ ἔχει. Ἐσημειώθη

γάρ, φησίν, ἐφ' ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, κύριε.

θεοῦ γὰρ πρόσωπον ἐν χαρακτῆρσί τισι θεωρούμενον οὔ

μοι δοκεῖ ἕτερον παρὰ τὰς ἀρετὰς νοεῖν ὁ προφήτης· ταύταις

γὰρ τὸ θεῖον εἶδος χαρακτηρίζεται. καὶ τοῦτο εἰπὼν τὸ

τέλειον γνώρισμα λέγει τῆς ἀρετῆς· Ἔδωκας εὐφροσύνην

εἰς τὴν καρδίαν μου, ἀντὶ τῆς ψυχῆς καὶ τοῦ νοῦ τὴν καρδίαν

λέγων. οὐ γὰρ ἔστι τοῖς ἐκ κακίας δελεάσμασι τὸν νοῦν

ἡσθῆναι. ἀντιδιαστέλλει δὲ τῇ τῆς καρδίας εὐφροσύνῃ τὴν

ὑλώδη ταύτην καὶ βιωτικὴν εὐθηνίαν, λέγων τοῖς τὸ παρὸν

ὁρῶσι τὴν γαστέρα τοῦ καλοῦ κριτήριον γίνεσθαι. σῖτον γὰρ

36

καὶ οἶνον εἰπὼν τοῖς τοιούτοις πληθύνεσθαι, ἀπὸ μέρους

πάσας τὰς περὶ γαστέρα καὶ θοίνην ἡδονὰς τῷ λόγῳ συμπεριέ-

λαβεν· αἳ πάσης ἄρχουσιν ὑλικῆς ἀσχολίας, περὶ ἃ ἡ σπουδὴ

εἰς οὐδὲν εὐοδοῦται πέρας, οὐ γάρ ἐστι τῆς ἐν ἀκαρεῖ γινο-

μένης τοῖς ἀνθρώποις ἀπολαύσεως ἐν τῇ φύσει ταμιεῖον

οὐδέν, ὥστε ἀπόθετον ἑαυτοῖς ποιεῖσθαι τὴν ἡδονήν, ἣν

κατὰ πᾶσαν κτῶνται σπουδήν, ἀλλ' ὥσπερ τι τῶν ἀπατηλῶν

φαντασμάτων κεκρατῆσθαι παρὰ τῶν φιληδόνων δόξαν

εὐθὺς ἠφανίσθη καὶ εἰς τὸ μὴ ὂν μετεχώρησε. τοῦ δὲ τοιούτου

φάσματος ἓν ἴχνος καταλείπεται μετὰ τὴν ἀναχώρησιν, ἡ

αἰσχύνη, βαθύν τε καὶ δυσεξάλειπτον ἐνσημηναμένη τούτοις

τὸν τύπον τούτων, δι' ὧν ἂν παρέλθῃ, ὡς δυνατὸν εἶναι,

κατὰ τὴν τέχνην τῶν θηρευόντων τοῖς ἴχνεσι διαγινώσκειν

τοῦ θηρίου τὴν φύσιν. καὶ γὰρ ἐκεῖνοι, ὅταν ἀφανὲς ᾖ τὸ

θήραμα, διὰ τοῦ ἴχνους τὸ ζῷον γνωρίζουσιν. εἰ οὖν ὁ σῦς

ἢ ὁ λέων τοῖς ἴχνεσι τοῖς ἰδίοις καταμηνύονται, ἀκόλουθον

πάντως καὶ τῆς ἡδονῆς τὴν φύσιν ἐν τῷ ὑπολειφθέντι αὐτῆς

ἴχνει γνωρίζεσθαι. ἀλλὰ μὴν τὸ ἴχνος αὐτῆς αἰσχύνη ἐστίν.

ἄρα καὶ ἡ ἐνσημηναμένη τῇ ψυχῇ τὸν τοιοῦτον τύπον ἢ

αὐτὸ πάντως αἰσχύνη ἐστὶν ἢ ποιητικὴ τῆς αἰσχύνης. ἀλλὰ

τοῦτο μὲν ἡμῖν ἐν παρεξοδίῳ προεθεωρήθη τῷ τόπῳ· δεῖξαι

γὰρ κατὰ τὸ προηγούμενον ἔδει διὰ τῆς ψαλμῳδίας, οἷον

ἑκατέρου τῶν κατ' ἀρετήν τε καὶ κακίαν ἐπιτηδευμάτων

ἐστὶ τὸ πέρας. ἐν τοίνυν τῷ προειρημένῳ ψαλμῷ τὸ τῆς

ἀρετῆς εἰπὼν τέλος εἰρήνην εἶναι καὶ ἄνεσιν καὶ τὴν μονοειδῆ

τε καὶ ἀνεπίμικτον πρὸς τὰ πάθη κατοίκησιν τὴν ἐπ'

ἐλπίδι τῆς τοῦ θεοῦ μετουσίας κατορθουμένην τὸ ἀντικείμενον

37

τούτῳ ἐνταῦθα μὲν διὰ τῆς σιωπῆς ἐνεδείξατο, πολλαχῇ

δὲ διὰ τῆς ψαλμῳδίας βοᾷ λέγων Οἱ δὲ παράνομοι ἐξολοθρευ-

θήσονται, καὶ Σπέρμα ἀσεβῶν ἐξολοθρευθήσεται, καὶ Ὁ

ἀγαπῶν τὴν ἀδικίαν μισεῖ τὴν ἑαυτοῦ ψυχήν· καὶ ἐπιβρέξει

ἐπὶ ἁμαρτωλοὺς παγίδας, καὶ ἄλλα μυρία τούτοις ὁμοιότροπα.

γέμει δὲ πᾶσα τῆς ψαλμῳδίας ἡ βίβλος τῶν τε τῆς ἀρετῆς

ἐπαίνων καὶ τῆς κατηγορίας τῶν ἐν κακίᾳ ζώντων.

ἥ τε τῶν ἱστοριῶν μνήμη πρὸς τοὺς δύο σκοποὺς μεριζομένη,

ζηλωτὴν μὲν ποιεῖ τὴν ἀρετὴν τῶν εὐδοκίμων προσώπων,

φευκτὴν δὲ διὰ τῶν κατεγνωσμένων τὴν πονηρίαν. ὅταν

μὲν γάρ σε πρὸς ἀρετὴν ἐπεγείρῃ τῷ ὑποδείγματι, λέγει·

Μωυσῆς καὶ Ἀαρὼν ἐν τοῖς ἱερεῦσιν αὐτοῦ καὶ Σαμουὴλ

ἐν τοῖς ἐπικαλουμένοις αὐτόν. ἐπεκαλοῦντο τὸν κύριον, καὶ

αὐτὸς εἰσήκουεν αὐτῶν. ἐν στύλῳ νεφέλης ἐλάλει πρὸς

αὐτούς. ὅταν δὲ τὸ πονηρὸν τῆς κακίας ὑποδεικνύει πέρας,

τὰ πάθη τῶν ἐν πονηρίᾳ κατεγνωσμένων διέξεισιν. Ἠνοίχθη

ἡ γῆ καὶ κατέπιεν Δαθάν, καὶ ἐκάλυψεν ἐπὶ τὴν συναγωγὴν

Ἀβειρών. φλὸξ κατέφλεξεν ἁμαρτωλούς· καὶ Ποίησον αὐτοὺς

ὡς τὴν Μαδιὰμ καὶ τὸν Σισάρα· καὶ Θοῦ τοὺς ἄρχοντας αὐτῶν

ὡς τὸν Ὠρὴβ καὶ Ζὴβ καὶ Ζεβεὲ καὶ Σαλμανά, πάντας

τοὺς ἄρχοντας αὐτῶν· καὶ πολλὰ ἕτερα τοιαῦτα· τάς τε

μερικὰς συμβουλὰς πάσας σοι βοᾷ ἀπ' ἀρχῆς εἰς τέλος ἡ

ψαλμῳδία, ἐν οὐδενὶ μέρει τὴν πρὸς τὸ καλὸν προτροπὴν

παραλείπουσα, καὶ δι' ὧν ἄν τις φύγοι τὴν κακίαν· πάντα

ταῖς πρὸς τὸ καλὸν ὁδηγούσαις συμπαρέζευκται γνώμαις.

38

ἡ γὰρ τοῦ ἀγαθοῦ κτῆσις φυγὴ τοῦ ἐναντίου καὶ ἀναίρεσις

γίνεται. παρέλκον δ' ἂν εἴη πάντα ταῦτα δι' ἀκριβείας

ἐκτίθεσθαι, φανερᾶς οὔσης τοῖς ἐντυγχάνουσι τῇ γραφῇ

ταύτῃ τῆς περὶ τὰ τοιαῦτα σπουδῆς τοῦ λόγου.

{ΚΕΦΑΛΑΙΟΝ Εʹ}

Τέτμηται δὲ πενταχῇ πᾶσα ἡ τῶν ψαλμῶν πραγματεία,

καί τίς ἐστιν ἐν τοῖς τμήμασι τούτοις τεχνικὴ διασκευὴ καὶ

διαίρεσις. ἡ δὲ περιγραφὴ τῶν τμημάτων φανερὰ γίνεται

θείαις τισὶ δοξολογίαις ὁμοιοτρόπως ἐναπολήγουσα, ἃς

ἔξεστιν ἐπιγνῶναι κατὰ τὴν παρ' ἡμῶν ὑποδεικνυμένην ἐν

ταῖς ψαλμῳδίαις διαίρεσιν. ἔστι δὲ ἑκάστου τμήματος

ἀριθμὸς τῶν ψαλμῳδιῶν οὗτος· τοῦ πρώτου τεσσαράκοντα·

τοῦ δευτέρου εἷς καὶ τριάκοντα· ἑπτὰ καὶ δέκα δὲ τοῦ

τρίτου, καὶ τοῦ τετάρτου τοσοῦτοι· τοῦ δὲ πέμπτου πέντε

καὶ τεσσαράκοντα. ἵσταται οὖν τὸ πρῶτον μέρος ἐπὶ τὸν

τεσσαρακοστὸν ἐκ τοῦ πρώτου, οὗ πέρας ἐστὶν Εὐλογητὸς

κύριος ὁ θεὸς Ἰσραὴλ ἀπὸ τοῦ αἰῶνος καὶ εἰς τὸν αἰῶνα,

γένοιτο, γένοιτο. τὸ δεύτερον ἐπὶ τὸν ἑβδομηκοστόν τε καὶ

πρῶτον, οὗ τὸ τέλος οὕτως ἔχει· Εὐλογητὸς κύριος ὁ θεὸς

Ἰσραὴλ ὁ ποιῶν θαυμάσια μόνος, καὶ εὐλογητὸν τὸ ὄνομα

τῆς δόξης αὐτοῦ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

καὶ πληρωθήσεται τῆς δόξης αὐτοῦ πᾶσα ἡ γῆ, γένοιτο,

γένοιτο. τὸ τρίτον ἐπὶ τὸν ὀγδοηκοστόν τε καὶ ὄγδοον,

καταλήγει δὲ καὶ τοῦτο εἰς ὅμοιον πέρας. ἔχει γὰρ οὕτως·

Εὐλογητὸς κύριος εἰς τὸν αἰῶνα, γένοιτο, γένοιτο. τοῦ

δὲ τετάρτου τμήματος πέρας ὁ ἑκατοστός τε καὶ πέμπτος,

οὗ τὸ τέλος τοῖς λοιποῖς παραπλήσιον· Εὐλογητὸς κύριος ὁ

39

θεὸς Ἰσραὴλ ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος, καὶ

ἐρεῖ πᾶς ὁ λαὸς Γένοιτο, γένοιτο. πέμπτον δὲ μέρος ἐστὶν

ἀπὸ τούτου εἰς τὸν ἔσχατον, οὗ πέρας Πᾶσα πνοὴ αἰνεσάτω

τὸν κύριον.

Τίνα τοίνυν τὴν ἐν τούτοις τεχνικὴν τάξιν κατενοήσαμεν,

καιρὸς ἂν εἴη δι' ὀλίγων εἰπεῖν. ἐν τῷ πρώτῳ τοὺς ἐν κακίᾳ

ζῶντας ἵστησι μὲν τῆς ἀτόπου πλάνης, ἐφέλκεται δὲ πρὸς

τὴν τοῦ κρείττονος αἵρεσιν, ὡς μηκέτι ταῖς τῶν ἀσεβῶν

ἀπάταις ἐπιπορεύεσθαι, μηδὲ τῇ πονηρᾷ τρίβῳ τῆς ἁμαρτίας

διὰ βάθους ἐνίστασθαι, μηδὲ ἀκίνητόν τε καὶ καθιδρυμένην

ἑαυτοῖς τὴν κακίαν ἐπιτηδεύειν, ἀλλὰ τῷ θείῳ συνάπτεσθαι

νόμῳ διὰ μελέτης τὴν ἀπλανῆ πορείαν ἑαυτοῖς κατορθώσαν-

τας, ὡς ἂν ἐνριζωθείη φυτοῦ δίκην αὐτοῖς ἡ πρὸς τὸ κρεῖττον

ἕξις ταῖς θείαις διδασκαλίαις ἐπαρδομένη. ἡ οὖν πρώτη

πρὸς τὸ ἀγαθὸν εἴσοδος ἡ τῶν ἐναντίων ἐστὶν ἀπόστασις,

δι' ἧς γίνεται ἡ μετοχὴ τοῦ βελτίονος.

Ὁ δὲ γευσάμενος ἤδη τῆς ἀρετῆς καὶ τῇ καθ' ἑαυτὸν

πείρᾳ τοῦ ἀγαθοῦ τὴν φύσιν κατανοήσας, οὐκέτι τοιοῦτός

ἐστιν, ὡς ἀνάγκῃ τινὶ καὶ νουθεσίᾳ τῆς πρὸς τὴν κακίαν

προσπαθείας ἀφέλκεσθαι καὶ πρὸς τὴν ἀρετὴν βλέπειν, ἀλλ'

ὑπερδιψῇ τοῦ βελτίονος. τὸ γὰρ ἄσχετόν τε καὶ σφοδρὸν τῆς

ἐπιθυμίας τῇ δίψῃ προσεικάζει ὁ λόγος, ἐπιζητήσας τὴν

διψωδεστάτην ἐν τοῖς ζῴοις φύσιν, ὡς ἂν μάλιστα τὸ ἐπιτετα-

μένον τῆς ἐπιθυμίας διὰ τοῦ ὑπερβαλλόντως ἐν δίψῃ γινομένου

ζῴου ἐπιδειχθείη. τοῦτο δὲ τὸ ζῷον ἔλαφον λέγει, ᾧ φύσις

ἐστὶ τῇ ἐδωδῇ τῶν ἰοβόλων θηρίων πιαίνεσθαι. θερμοὶ δὲ καὶ

40

διακαεῖς οἱ χυμοὶ τῶν θηρίων, ὧν ἐμφαγοῦσα ἡ ἔλαφος,

ξηροτέρα γίνεται κατ' ἀνάγκην φαρμακευθεῖσα τῷ τῶν

θηρίων χυμῷ. καὶ διὰ τοῦτο σφοδρότερον ἐπιθυμεῖ τοῦ

ὕδατος, ἵνα θεραπεύσῃ τὴν ἐκ τῆς τοιαύτης βρώσεως

αὐτῇ ἐγγινομένην ξηρότητα. ὁ τοίνυν προτελεσθεὶς τὴν

ἐν ἀρετῇ ζωὴν ἐν τῷ πρώτῳ μέρει τῆς ψαλμῳδίας καὶ

τὸ γλυκὺ τοῦ ποθουμένου τῇ γεύσει γνωρίσας, δαπανήσας

δὲ πᾶν ἑρπυστικὸν ἐπιθυμίας εἶδος ἐν ἑαυτῷ καὶ τοῖς τῆς

σωφροσύνης ὀδοῦσι διαφαγὼν ἀντὶ θηρίων τὰ πάθη, διψῇ

τῆς τοῦ θεοῦ μετουσίας πλέον ἢ καθ' ὅσον ποθεῖ τὰς πηγὰς

τῶν ὑδάτων ἡ ἔλαφος. ἕπεται δὲ τῷ τῆς πηγῆς ἐπιτυχόντι

μετὰ τὴν ὑπερβάλλουσαν δίψαν τοσοῦτον σπᾶσαι τοῦ ὕδατος,

ὅσον ἡ ἐπιθυμία κατ' ἐξουσίαν ἐφέλκεται. ὁ δὲ λαβὼν ἐν

ἑαυτῷ τὸ ποθούμενον πλήρης ἐστὶν οὗ ἐπόθησεν. οὐ γὰρ

καθ' ὁμοιότητα τῆς ἐν σώματι πλησμονῆς κενοῦται πάλιν

τὸ πλῆρες γενόμενον οὐδὲ ἀργὸν ἐν ἑαυτῷ τὸ ποτὸν διαμένει,

ἀλλ' ἡ θεία πηγή, ἐν ᾧπερ ἂν γένηται, πρὸς ἑαυτὴν μεταποιεῖ

τὸν ἁψάμενον καὶ συμμεταδίδωσι τῆς ἰδίας δυνάμεως.

{ΚΕΦΑΛΑΙΟΝ Ϛʹ}

Ἀλλὰ μὴν ἴδιόν ἐστι τῆς θεότητος ἡ ἐποπτικὴ τῶν

ὄντων δύναμίς τε καὶ ἐνέργεια. οὐκοῦν ὁ ἐν ἑαυτῷ ἔχων

ὅπερ ἐπόθησε, καὶ αὐτὸς ἐποπτικὸς γίνεται καὶ τὴν τῶν

ὄντων διασκοπεῖται φύσιν. διὰ τοῦτο τοῦ τρίτου τμήματος

τῆς ψαλμῳδίας ταύτην πεποίηται τὴν ἀρχήν, ἐν ᾧ τοῦτο

μάλιστα διεξετάζει ὁ λόγος, πῶς τὸ δίκαιον τῆς θείας κρίσεως

ἐν τῇ ἀνωμαλίᾳ τοῦ βίου διασωθήσεται, οὐ κατὰ τὴν ἀξίαν

τῶν προαιρέσεων τῆς κατὰ τὸν βίον τοῦτον εὐκληρίας ὡς

τὰ πολλὰ τοῖς ἀνθρώποις ἐγγινομένης. πολλάκις γὰρ περὶ

41

τὸν αὐτὸν τὰς δύο κατιδεῖν ἔστιν ἀκρότητας, τὸ ἔσχατον ἐν κα-

κίᾳ καὶ τὸ κατὰ τὴν εὐημερίαν ἀκρότατον. πρὸς ὅν τις βλέπων

ὀκλάζει πως τὴν διάνοιαν, μή ποτε κρεῖττον ᾖ τῇ ἀνθρωπίνῃ

φύσει τὸ χεῖρον λεγόμενον, καὶ τὸ ἔμπαλιν κακὸν ἐκεῖνο, ὃ ἐν

τῇ τοῦ κρείττονος ἀριθμεῖται μοίρᾳ. εἰ γὰρ ἐπαινεῖται

μὲν ἡ δικαιοσύνη, πράττει δὲ κακῶς ὁ περὶ ταύτην ἐσπου-

δακώς, διαβάλλεται δὲ ἡ κακία καὶ πάντων τῶν σπουδαζο-

μένων διαρκεῖς τὰς ἀπολαύσεις τοῖς περὶ αὐτὴν ἐσπουδακόσι

χαρίζεται, πῶς ἔστι μὴ προτιμοτέραν πρὸς βίου αἵρεσιν

οἴεσθαι τὴν κακίαν τῆς ἀρετῆς, τὴν κατεγνωσμένην τῆς

ἐγκωμιαζομένης; ὁ τοίνυν ὑψηλὸς τὴν διάνοιαν καὶ οἷον

ἀπό τινος σκοπιᾶς ἐξεχούσης τοῖς ἀφεστηκόσι τὸν ὀφθαλμὸν

ἐπεκτείνων εἶδεν ἐν ᾧ ἐστι τῆς κακίας πρὸς τὴν ἀρετὴν τὸ

διάφορον, ὅτι ἐκ τῶν ἐσχάτων, οὐκ ἐκ τῶν παρόντων ἡ

τούτων γίνεται κρίσις. τῷ γὰρ ἐποπτικῷ τε καὶ διορατικῷ

τῆς ψυχῆς ὀφθαλμῷ ὡς παρὸν κατανοήσας τὸ δι' ἐλπίδος τοῖς

ἀγαθοῖς ἀποκείμενον, καὶ παρελθὼν τῇ ψυχῇ πᾶν τι φαινό-

μενον, ἐντός τε τῶν οὐρανίων ἀδύτων παραδὺς καθάπτεται

τῆς ἀκρισίας τῶν μικροπρεπῶς τὴν τοῦ καλοῦ κρίσιν τοῖς

αἰσθητικοῖς μορίοις ἐπιτρεπόντων. δι' ὧν φησιν Τί γάρ

μοι ὑπάρχει ἐν τῷ οὐρανῷ, καὶ παρὰ σοῦ τί ἠθέλησα ἐπὶ

τῆς γῆς; τῷ αὐτῷ μορίῳ τοῦ λόγου τὸ μὲν οὐράνιον θαυμασ-

τικῶς μεγαλύνων τε καὶ ἐξαίρων τῷ λόγῳ, τὸ δὲ ἐπὶ γῆς

τοῖς τῶν ἀνοήτων ὀφθαλμοῖς σπουδαζόμενον καταφρονητικῶς

τε καὶ σκωπτικῶς ἐξευτελίζων τε καὶ μυσαττόμενος. ὡς εἴ

τις τῶν ἐν φυλακῇ τεχθέντων μέγα τι κρίνων ἀγαθὸν εἶναι

τὸν ζόφον, ᾧ ἐνετράφη τε καὶ συνηύξησεν, εἶτα τῆς ὑπαίθρου

42

χάριτος μετασχὼν καταγινώσκει τῆς προτέρας αὐτοῦ

κρίσεως, λέγων οἵων θεαμάτων ἡλίου τε καὶ ἀστέρων καὶ

παντὸς τοῦ περὶ τὸν οὐρανὸν κάλλους προετίθην τὸν συνήθη

ζόφον δι' ἀπειρίαν τοῦ κρείττονος. οὗ χάριν προκαταγινώσκει

τῷ λόγῳ τῆς περὶ τὸ καλὸν ἀκρισίας, κτηνώδη λέγων ἑαυτὸν

εἶναι, ἕως ἐν ἐκείνοις τὸ ἀγαθὸν ἑώρα. ἐπεὶ δὲ ἐγένετο

μετὰ τοῦ θεοῦ, θεὸς δὲ ὁ λόγος, καὶ πρὸς τὸ δεξιὸν ὡδηγήθη,

ὁδηγὸς δὲ γίνεται αὐτῷ δεξιὸς διὰ τῆς βουλῆς ὁ λόγος καὶ

εἶδε τὴν ἐν ἀρετῇ δόξαν, δι' ἧς γίνεται τοῖς πρὸς τὸν οὐρανὸν

βλέπουσιν ἡ ἀνάληψις, τότε χρῆται ταῖς φωναῖς ἐκείναις,

ὧν ἡ μὲν ἐν θαύματι ποιεῖται τὸ ἐν οὐρανοῖς ἀγαθόν, ἡ δὲ

τὸ οὐτιδανόν τε καὶ μάταιον τῆς ἠπατημένης περὶ τὸν βίον

σπουδῆς διαπτύει. ἔχει δὲ πᾶσα ἡ λέξις οὕτως· Κτηνώδης,

φησίν, ἐγενόμην παρὰ σοί, τὴν ἄλογον ἐν τοῖς τοιούτοις

διασημαίνων προσπάθειαν, εἶτα ἐπάγει Ἐγὼ δὲ διὰ παντὸς

μετὰ σοῦ. τοῦτο δὲ εἰπὼν καὶ τὸν τρόπον τῆς πρὸς τὸν θεὸν

συναφείας προστίθησιν, ὡς ἂν καὶ ἡμεῖς μάθοιμεν, πῶς

ὁ πρότερον κτηνώδης μετὰ ταῦτα τῷ θεῷ συνάπτεται·

Ἐκράτησας γάρ, φησί, τῆς χειρὸς τῆς δεξιᾶς μου. θεοῦ

ἀντίληψιν λέγει, τὴν πρὸς τὰ δεξιὰ τῆς διανοίας ὁρμήν· Καὶ

ἐν τῇ βουλῇ σου ὡδήγησάς με· οὐ γὰρ ἄνευ θείας βουλῆς

γίνεται ἡ ἐπὶ τὸ καλὸν ὁδηγία. Καὶ μετὰ δόξης προσελάβου με.

καλῶς ἀντιδιαστέλλει τῇ αἰσχύνῃ τὴν δόξαν, ἥτις καθάπερ

ὄχημά τι καὶ πτερὸν γίνεται τοῦ ὑπὸ τῆς θείας προσλαμβανο-

μένου χειρός, ὅταν τις ἑαυτὸν τῶν κατ' αἰσχύνην ἔργων

ἀλλοτριώσῃ. καὶ οὕτω τοῖς ῥηθεῖσιν ἐπήγαγε· Τί γάρ

43

μοι ὑπάρχει ἐν τῷ οὐρανῷ, καὶ παρὰ σοῦ τί ἠθέλησα ἐπὶ

τῆς γῆς; ὃ δὴ ποιοῦσι μέχρι τοῦ νῦν οἱ πολλοὶ τῶν ἀνθρώπων·

τοιούτων αὐτοῖς κατ' ἐξουσίαν ὑπαρχόντων ἐν τῷ οὐρανῷ,

ὅμως ἐν εὐχῆς μέρει ποιοῦνται τὸ παρὰ τοῦ θεοῦ γενέσθαι

τὰς φαντασιώδεις ἀπάτας, δυναστείαν τινὰ ἢ τιμὴν ἢ πλοῦτον

ἢ τὸ δύστηνον τοῦτο δοξάριον, περὶ ὃ μέμηνεν ἡ ἀνθρωπίνη

φύσις. ὁ δὲ ἐν τούτοις γενόμενος δι' ἀκολούθου ἐπάγει τὸ

Ἐμοὶ δὲ τὸ προσκολλᾶσθαι τῷ θεῷ ἀγαθόν ἐστι, τίθεσθαι

ἐν τῷ κυρίῳ τὴν ἐλπίδα μου. τοῦτο δεικνύς, ὅτι συμφύεται

τρόπον τινὰ τῷ θεῷ ὁ πρὸς αὐτὸν διὰ τῶν ἐλπίδων κολλώμενος

καὶ ἓν πρὸς ἐκεῖνον γενόμενος.

{ΚΕΦΑΛΑΙΟΝ Ζʹ}

Τοιαύτης τοίνυν γενομένης ἐν τῷ τρίτῳ τμήματι τῆς

ἐπὶ τὸ ὕψος ἀνόδου ὁ ἐπὶ τοσοῦτον ἀναληφθεὶς τὴν διάνοιαν

πάλιν τοῦ ὑπερκειμένου βαθμοῦ λαβόμενος γίνεται αὐτὸς

ἑαυτοῦ μείζων καὶ ὑψηλότερος, ἐν τῷ τετάρτῳ μέρει

οἱονεὶ τρίτον τινὰ κατὰ τὸν Παῦλον διαβὰς οὐρανὸν καὶ

τῶν προδιηνυσμένων ὑψωμάτων γεγονὼς ὑψηλότερος. δια-

δέχεται γὰρ ταῦτα οὐκέτι ὁ κοινὸς ἄνθρωπος, ἀλλ' ὁ προσ-

κολληθεὶς ἤδη καὶ συνημμένος θεῷ. φησὶ δὲ οὕτως ὁ λόγος

τοῦ ἐφεξῆς μέρους ἀρχόμενος· Προσευχὴ τῷ Μωυσῇ ἀνθρώπῳ

τοῦ θεοῦ· τοιοῦτος γὰρ ἤδη οὗτος, ὡς μηκέτι παιδαγωγεῖσθαι

νόμῳ, ἀλλ' εἰσηγητὴς ἑτέροις γίνεσθαι νόμου· οἷος ἦν Μωυσῆς

ἐκεῖνος ὁ ὑψηλός, ὃν ἀκούομεν, ὁ τὴν βασιλικὴν ἀξίαν

καθάπερ τινὰ κόνιν περισπασθεῖσαν τῇ βάσει τῶν ποδῶν

ἑκουσίως ἐκτιναξάμενος· ὁ τεσσαράκοντα ἔτεσι τῆς μετὰ

44

τῶν ἀνθρώπων ἐπιμιξίας ἑαυτὸν ἀποικίσας καὶ μόνος

μόνῳ συζῶν ἑαυτῷ καὶ διὰ ἡσυχίας ἀμετεωρίστως τῇ

θεωρίᾳ τῶν ἀοράτων ἐνατενίζων· ὁ τῷ φωτὶ μετὰ ταῦτα τῷ

ἀρρήτῳ καταυγασθεὶς καὶ τῆς δερματίνης τε καὶ νεκρᾶς

περιβολῆς ἐκλύσας τῆς ψυχῆς τὴν βάσιν· ὁ τὸν Αἰγύπτιον

στρατόν τε καὶ τύραννον ταῖς ἐπαλλήλοις ἐκτρίψας πληγαῖς,

τὸν δὲ Ἰσραὴλ ἐλευθερώσας τῆς τυραννίδος διὰ τοῦ φωτὸς καὶ

τοῦ ὕδατος· ᾧ μετὰ τὴν Αἴγυπτον ὁ χρόνος ἅπας μία κατὰ

τὸ συνεχὲς ἡμέρα ἦν, οὐδέποτε τῆς νυκτὸς μελαινομένης

τῷ ζόφῳ· διεδέχετο γὰρ μετὰ τὸν ἡμερήσιον δρόμον τὰς

τῶν ἀκτίνων αὐγὰς ἕτερον φῶς ἐκ νεφέλης καινοτομούμενον,

ὥστε τὸν μὲν ἥλιον κατὰ τὴν ἀναγκαίαν περίοδον αὐτοῖς

ἐπιδύεσθαι, τὸ δὲ φῶς συνεχές τε μένειν καὶ ἀδιάδοχον τῆς

ἐκ τοῦ στύλου λαμπηδόνος ἀδιαστάτως τὰς αὐγὰς τῶν

ἡλιακῶν ἀκτίνων ἐκδεχομένης· ὁ τὸ πικρόν τε καὶ ἄποτον

ὕδωρ ἡδύνας τῷ ξύλῳ καὶ τὴν πέτραν εἰς πηγὴν τοῖς

διψῶσι μεταποιήσας· ὁ τῆς γηΐνης τροφῆς τὴν οὐράνιον

διαμειψάμενος· ὁ ἐν τῷ θείῳ γνόφῳ ὀξυωπῶν καὶ βλέπων

ἐν αὐτῷ τὸν ἀόρατον· ὁ τὴν σκηνὴν τὴν ἀχειροποίητον

ἱστορήσας καὶ τὸν ἱερωσύνης κόσμον ἀξίως κατανοήσας·

ὁ τὰς θεοτεύκτους πλάκας δεξάμενος καὶ συντριβείσας

πάλιν ἀναχαράξας· ὁ τῆς ἐμφανισθείσης αὐτῷ θείας δυνάμεως

ἐπὶ τοῦ προσώπου φέρων τὰ σύμβολα, καὶ τῇ ἐξ αὐτοῦ

λαμπηδόνι οἷόν τισιν ἀκτίνων αὐγαῖς τῶν ἀναξίως ἐντυγ-

χανόντων ἀποστρέφων τὰς ὄψεις· ὁ πυρὶ καὶ χάσματι τοὺς

ἐπαναστάντας τῇ ἱερωσύνῃ καταδικάσας καὶ τοὺς εἰς

τὴν θείαν χάριν ὑβρίσαντας ἐξαφανίσας· ὁ τὴν γοητείαν

τοῦ Βαλαὰμ μεταβαλὼν εἰς εὐσέβειαν· οὗ ἡ τελευτὴ τῆς

ζωῆς ἱστόρηται ὑψηλοτέρα· ὁ ἐπὶ τῆς ἀκρωρείας τοῦ ὄρους

45

γενόμενος, καὶ μηδὲν ἴχνος, μηδὲ μνημόσυνον τῆς γηΐνης

ἀχθηδόνος τῷ βίῳ ὑπολειπόμενος· ὁ μὴ παραλλάξας

τὸν χαρακτῆρα τοῦ κάλλους ὑπὸ τοῦ χρόνου, ἀλλὰ διασώσας

ἐν τῇ τρεπτῇ φύσει τὸ ἐν καλῷ ἀναλλοίωτον. οὗτός ἐστιν ὁ

τῆς τετάρτης κατάρχων ἡμῖν ἀναβάσεως καὶ συνεπαίρων

ἑαυτῷ τὸν διὰ τῶν τριῶν ἤδη τῶν προδιηνυσμένων ἀνόδων

μέγαν γενόμενον. ὁ γὰρ ἐν τούτῳ τῷ ὕψει γενόμενος μεθόριος

τρόπον τινὰ τῆς τρεπτῆς τε καὶ ἀτρέπτου φύσεως ἵσταται,

καὶ μεσιτεύει καταλλήλως τοῖς ἄκροις, τῷ μὲν θεῷ ἱκετηρίας

ὑπὲρ τῶν ἀλλοιωθέντων ἐξ ἁμαρτίας προσάγων, τῆς δὲ

ὑπερκειμένης ἐξουσίας τὸν ἔλεον ἐπὶ τοὺς δεομένους τοῦ

ἐλέου διαπορθμεύων, ὡς ἂν καὶ διὰ τούτου μάθοιμεν, ὅτι

ὅσῳ τις πλέον τῶν χθαμαλῶν τε καὶ γηΐνων ἀφίσταται,

τοσούτῳ μᾶλλον προσοικειοῦται τῇ πάντα νοῦν ὑπερεχούσῃ

φύσει· καὶ μιμεῖται δι' εὐποιΐας τὸ θεῖον, ἐκεῖνο ποιῶν ὃ

τῆς θείας ἐστὶ φύσεως ἴδιον· λέγω δὲ τὸ εὐεργετεῖν πᾶν τὸ

εὐεργεσίας δεόμενον, ὅσον ἐπιδεὲς τῆς εὐποιΐας ἐστί.

Τοιαύτην δὴ κατελάβομεν τῆς ψαλμῳδίας ταύτης τὴν

ἔννοιαν, ἧς ἡ ἐπιγραφή ἐστιν Προσευχὴ τῷ Μωυσῇ ἀνθρώπῳ

τοῦ θεοῦ. ἐπειδὴ γὰρ κεκράτητο τῷ τῆς ἁμαρτίας κακῷ τὸ

ἀνθρώπινον καὶ τῆς πρὸς τὸ ἀγαθὸν ἑνώσεως ἀπορραγὲν

τοῖς ἐναντίοις συνεφύρετο πάθεσι καί τινος ἐδεῖτο πρεσβείας

πρὸς τὸν ἀνακαλέσασθαι τῆς ἀπωλείας δυνάμενον, ἀντὶ

πρέσβεως ὁ τοῦ θεοῦ ἄνθρωπος γίνεται, ὑπεραπολογούμενος

μὲν τοῦ τῶν ὁμοφύλων πτώματος, εἰς δὲ τὸν τῶν ἀπολωλότων

οἶκτον δυσωπῶν τὸ θεῖον. εὐθὺς γὰρ οἷον δικαιολογεῖται

πρὸς τὸν ἀκούοντα καί φησι μόνῳ προσεῖναι τῷ θεῷ τὸ ἐν

46

παντὶ ἀγαθῷ πάγιόν τε καὶ ἀκίνητον καὶ ἀεὶ ὡσαύτως

ἔχον· ἐν τροπῇ δὲ καὶ ἀλλοιώσει τὸ ἀνθρώπινον κείμενον

μηδέποτε ἐπὶ τοῦ αὐτοῦ μένειν, μήτε εἰ πρὸς τὸ κρεῖττον

ἀνίοι, μήτε εἰ ἐκπίπτοι τῆς μετουσίας τοῦ κρείττονος.

οὗ χάριν καταφυγὴν εἰς σωτηρίαν ἀξιοῖ κατὰ πᾶσαν γενεὰν

γίνεσθαι τοῦ πλανωμένου τὸν ἀμετάθετον.

Ἔχει δὲ ἡ λέξις οὕτως· Κύριε, καταφυγὴ ἐγενήθης

ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. διὰ τί τοῦτο λέγων; ὅτι σύ, φησίν,

πρὸ τῆς κτίσεως εἶ, πᾶν τὸ αἰώνιον ἐμπεριέχων διάστημα,

ἀφ' οὗ τε ἀρχὴν ἔσχεν ἡ τοῦ αἰῶνος φύσις καὶ εἰς ὅ τι προελεύ-

σεται πέρας· πέρας δὲ τοῦ ἀτελευτήτου ἡ ἀπειρία. Πρὸ

τοῦ ὄρη γάρ, φησί, γενηθῆναι καὶ πλασθῆναι τὴν γῆν καὶ

τὴν οἰκουμένην, καὶ ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος

σὺ εἶ. τὸ δὲ ἀνθρώπινον τῷ τρεπτῷ τῆς φύσεως ἐκ τοῦ

ὕψους τῶν ἀγαθῶν πρὸς τὸ ταπεινόν τε καὶ ὀλισθηρὸν τῆς

ἁμαρτίας κατενεχθὲν κατεσύρη· οὐκοῦν ὄρεξον, φησί,

χεῖρα ὁ ἄπτωτος τῷ ὀλισθήσαντι, ὅπερ εἶ τῇ φύσει, καὶ

ἡμῖν τοῦτο γινόμενος, καὶ Μὴ ἀποστρέψῃς αὐτὸν ἐκ τοῦ παρὰ

σοὶ ὕψους εἰς τὴν τῆς ἁμαρτίας ταπείνωσιν. εἶτα τῆς

δεσποτικῆς φωνῆς διάκονος γίνεται καὶ προφέρει τὴν

φιλάνθρωπον ῥῆσιν λέγων· ὅτι Καὶ εἶπας· Ἐπιστρέψατε,

υἱοὶ τῶν ἀνθρώπων. ἡ δὲ τοιαύτη φωνὴ δόγμα ἐστί· βλέπει

γὰρ πρὸς τὴν φύσιν ὁ λόγος καὶ τὴν θεραπείαν τῶν κακῶν

ὑποτίθεται. ἐπειδὴ γάρ, φησί, τρεπτοὶ ὄντες τοῦ ἀγαθοῦ

ἀπερρύητε, χρήσασθε πάλιν πρὸς τὸ καλὸν τῇ τροπῇ· καὶ

ὅθεν ἐκπεπτώκατε, ἐπὶ τὸ αὐτὸ πάλιν ἐπαναστρέψατε·

ὡς ἐν τῇ προαιρέσει τῶν ἀνθρώπων εἶναι τὸ ἑαυτοῖς νέμειν

47

κατ' ἐξουσίαν ἃ βούλονται, εἴτε τὸ ἀγαθὸν εἴτε τὸ φαῦλον·

τὸ δὲ ἐφεξῆς ἕτερον δόγμα ἐστί· φησὶ γὰρ Ὅτι χίλια ἔτη

ἐν ὀφθαλμοῖς σου, κύριε, ὡς ἡ ἡμέρα ἡ ἐχθές, ἥτις διῆλθε,

τὰ δὲ ἐξουδενώματα αὐτῶν ἔτη ἔσονται. τί οὖν ἐν τούτοις

δογματικῶς παιδευόμεθα; ὅτι τῷ ἐξ ἐπιστροφῆς πάλιν

πρὸς τὸ ἀγαθὸν ἀναλύσαντι, κἂν μυρίοις ὁ βίος καταστιχθῇ

πλημμελήμασιν, ὡς χιλίων ἐτῶν δοκεῖν εἶναι τῶν κακῶν

τὸ ἄθροισμα, ἀντ' οὐδενός ἐστι τῷ θεῷ ἐπὶ τοῦ ἐπιστραφέντος·

ὁ γὰρ θεῖος ὀφθαλμὸς τὸ ἐνεστὸς ἀεὶ βλέπει, τὸ δὲ παρῳχηκὸς

οὐ λογίζεται, ἀλλ' ἀντὶ μιᾶς ἡμέρας ἢ μέρους νυκτὸς παρὰ

τῷ θεῷ κρίνεται, ἥτις παρῆλθέ τε καὶ παρέδραμε. τὸ δὲ

ἐνεστὸς ἐν κακίᾳ, κἂν ὡς μηδὲν παρὰ τῶν ἁμαρτανόντων

ἐξευτελίζηται, ὡς ἐτῶν πλῆθος τῷ θεῷ καθορᾶται. φησὶ

γὰρ Τὰ ἐξουδενώματα αὐτῶν ἔτη ἔσονται. καλῶς δὲ καὶ

προσφυῶς ἐξουδενώματα ὀνομάζει τὰ πλημμελήματα· ὅτι

πέφυκέ πως ὁ τὸ κακὸν ἐνεργῶν ἀντ' οὐδενὸς ἡγεῖσθαι τὸ

πλημμελούμενον καί τινας ἑκάστου τῶν κατὰ κακίαν

γινομένων παρευρίσκειν ἀπολογίας, ὥστε πρόχειρον εἶναι

τὸ ἐφ' ἑκάστῳ λέγειν Οὐδὲν ἡ ἐπιθυμία καὶ οὐδὲν ἡ ὀργὴ

καὶ οὐδὲν ἕκαστον τῶν τοιούτων ἐστί· φύσεως γὰρ ταῦτα

κινήματα· ἡ δὲ φύσις ἔργον θεοῦ. οὐκ ἄν τι τούτων ἔν

τινι νομισθείη κακῷ τῷ ἐφορῶντι τὴν ἀνθρωπίνην ζωήν·

διὰ τοῦτό φησιν, ὅτι τὰ ἐξουδενώματα ταῦτα, ὅταν παρῇ τῇ

προαιρέσει τοῦ ἐνεργοῦντος καὶ μὴ παρέλθῃ, ὡς πλάτος

ἐτῶν παρὰ τῷ θείῳ ὀφθαλμῷ τὰ καθ' ἕκαστον κρίνεται.

Πάλιν τὸ παροδικὸν τῆς φύσεως ἡμῶν ὑπογράφει τῷ

λόγῳ, ὡς ἂν μᾶλλον εἰς ἔλεον τὸν θεὸν δυσωπήσειε. λέγει

γάρ, ἐναργῶς ὑπ' ὄψιν ἄγων τῷ ὑποδείγματι, τί χρὴ νομίζειν

48

εἶναι τὴν τῆς φύσεως ἡμῶν ἀθλιότητα, πρωίαν καὶ ἑσπέραν,

τουτέστι νεότητα καὶ γῆρας· χλόην ἐν τῷ ὄρθρῳ καὶ

ἄνθος καὶ πάροδον. καὶ μετὰ τοῦτο τῆς κατὰ τὴν ἡλικίαν

νοτίδος ἀναλωθείσης καὶ τοῦ φυτοῦ ἀπανθήσαντος τῆς

τε συμφυοῦς ὥρας διαπνευσθείσης, ξηρότης καὶ μαρασμὸς

τὸ λειπόμενον. οὕτω γάρ φησιν ὁ λόγος ὅτι Τὸ πρωὶ ὡσεὶ

χλόη παρέλθοι, τὸ πρωὶ ἀνθήσαι καὶ παρέλθοι, τὸ ἑσπέρας

ἀποπέσοι, σκληρυνθείη, καὶ ξηρανθείη. τοῦτο ἡ ἀνθρωπίνη

φύσις. ἐν δὲ τοῖς ἐφεξῆς πλέον κατοικτίζεται τὸ ἀνθρώπινον,

λέγων δεδαπανῆσθαι τῇ ὀργῇ τὴν τῶν ἀνθρώπων ζωὴν

οἷόν τινι ἀνέμῳ τῇ τοῦ θυμοῦ προσβολῇ χειμαζομένην.

δῆλον δὲ ὅτι διὰ τῆς ὀργῆς καὶ τοῦ θυμοῦ τὴν ἀποστατικὴν

διασημαίνει ἐνέργειαν, δι' ἧς ἔκλειψις μὲν γίνεται τῆς

ζωῆς τοῖς ἀνθρώποις, ταραχὴ δὲ τοῦ ἡσυχάζοντος. οὕτω

δὲ ἡ λέξις ἔχει, ὅτι Ἐξελίπομεν ἐν τῇ ὀργῇ σου καὶ ἐν

τῷ θυμῷ σου ἐταράχθημεν. καὶ τούτοις ἐπάγει δι' ἀκολούθου

τὸ μὴ πρέπειν θεῷ θέαμα ποιεῖσθαι τὴν ἀνθρωπίνην κακίαν,

μηδὲ δεῖν φαίνεσθαι τῷ ἀκηράτῳ προσώπῳ τὸν ἐμμολυνθέντα

ταῖς ἁμαρτίαις ἡμῶν αἰῶνα· λέγει δὲ οὑτωσὶ τῇ φωνῇ

τὴν τοιαύτην ἑρμηνεύων διάνοιαν· Ἔθου τὰς ἀνομίας ἡμῶν

ἐναντίον σοῦ. ὡς ἂν εἴ τις τὸ ἵνα τί προσθεὶς ἐπὶ τὸ σαφέστε-

ρον προάγοι τὸν λόγον, ὡς εἶναι τοιαύτην τοῦ ῥήματος τὴν

διάνοιαν, ὅτι Σοὶ πρέπει τὰ καλὰ ἐν ὀφθαλμοῖς ἔχειν, τὸ

δὲ ἄνομον τοῦ παρὰ σοῦ ὁρᾶσθαι ἀνάξιον. τοιοῦτον οὖν ποίησον

τὸ ἀνθρώπινον, ὡς τῆς σῆς ἐπισκοπῆς μὴ ἀνάξιον εἶναι,

ἀλλὰ γενέσθαι τὸν αἰῶνα ἡμῶν τοῦ σοὶ φαίνεσθαι ἄξιον· ὡς τό

γε νῦν ἔχον πᾶσαι αἱ ἡμέραι ἡμῶν ἐξέλιπον· τὸ γὰρ ἐν σοὶ μὴ

εἶναι, οὐδέ ἐστιν ὅλως εἶναι· ὧν γὰρ ἐπικρατήσει ἡ τῆς ὀργῆς

49

δυναστεία, ἀνυπόστατός τε καὶ σκιοειδής ἐστιν ἡ ζωὴ

καθ' ὁμοιότητα τοῦ ἀραχνίου νήματος· ὡς γὰρ ἐκεῖνο

φαίνεται μέν, ἕως ἂν συνεστὸς τύχῃ, εἰ δέ τις ἐπαγάγοι

τὴν χεῖρα, παραχρῆμα πρὸς τὴν ἐπαφὴν τῶν δακτύλων

διαρρυὲν ἀφανίζεται· οὕτως καὶ ὁ ἀνθρώπινος βίος ταῖς

ἀνυποστάτοις σπουδαῖς οἷόν τισιν ἐναερίοις νήμασιν ἀεὶ

συμπλεκόμενος μάτην ἐξυφαίνει ἑαυτῷ τὴν ἀνύπαρκτον

ἱστουργίαν. οὗπερ εἴ τις καθάψαιτο στερρῷ λογισμῷ,

διαδιδράσκει τὴν λαβὴν ἡ ματαία σπουδὴ καὶ εἰς οὐδὲν

ἀφανίζεται· πάντα γὰρ τὰ κατὰ τὴν ζωὴν ταύτην σπουδαζό-

μενα οἴησίς ἐστι καὶ οὐχ ὑπόστασις· οἴησις ἡ τιμή, τὸ

ἀξίωμα, τὸ γένος, ὁ τύφος, ὁ ὄγκος, ὁ πλοῦτος, πάντα τὰ

οἷς ἐμμελετῶσιν αἱ τοῦ βίου ἀράχναι, οὗ…

θε…

The complete text is available when the reading interface loads.