Contra Eunomium
- Edition reference
- Contra Eunomium, ed. Jaeger, op. cit., vols. 1.1 & 2.2 (1960) 1.1:3–409; 2.2:3–311.
- CTS identifier
urn:cts:greekLit:tlg2017.tlg030.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
Cap
1
37
λζʹ. Συνηγορία τῶν παρὰ τοῦ μακαρίου Βασιλείου ῥη-
θέντων παρὰ τούτου δὲ διαβαλλομένων, ἐν οἷς φησιν ὁ ἡμέ-
τερος τὴν 〈τοῦ〉 πατρὸς προσηγορίαν καὶ τὴν τοῦ ἀγεννήτου
δύνασθαι τὴν αὐτὴν σημαίνειν διάνοιαν.
38
ληʹ. Μάχη πρὸς τοὺς σοφισματώδεις αὐτοῦ συλλογι-
σμοὺς δι' ἐπιχειρημάτων πλειόνων.
39
λθʹ. Ἀπόκρισις πρὸς τὸ ἐπιφερόμενον παρ' αὐτοῦ ἐρώ-
τημα, εἰ ὁ ὢν γεννᾶται.
40
μʹ. Ὅτι ψυχρῶς συστῆναι ἑαυτῷ ἐπεχείρησεν, ἐλεγ-
χθεὶς παρὰ τοῦ μακαρίου Βασιλείου.
41
μαʹ. Ὅτι τὸ ἐπακολουθοῦν οὐ ταὐτόν ἐστιν ἐκείνῳ ᾧ
ἐπηκολούθει.
42
μβʹ. Ἑρμηνεία τῆς τοῦ ἀγεννήτου σημασίας καὶ τοῦ
ἀϊδίου θεωρία.
2
1
αʹ. Ὁ δεύτερος λόγος τὴν σάρκωσιν τοῦ θεοῦ λόγου
καὶ τὴν δοθεῖσαν παρὰ τοῦ κυρίου τοῖς μαθηταῖς πίστιν ἐκ-
διδάσκει, καὶ τοὺς ταύτην ἀνατρέποντας αἱρετικοὺς καὶ ἕτερα
προσεπινοήσαντας ὀνόματα ἐκ τοῦ πατρὸς τοῦ διαβόλου
εἶναι λέγει.
2
βʹ. Εἶτα τὴν τοῦ ἀϊδίου πατρὸς καὶ υἱοῦ καὶ ἁγίου
πνεύματος διὰ πλειόνων ἑρμηνείαν διέξεισιν.
3
γʹ. Ἔπειτα τὴν τοῦ ἀκατονομάστου τῆς ἁγίας τριάδος
ὀνόματος καὶ τὴν τῶν προσώπων πρὸς ἄλληλα σχέσιν ἔτι
τε τὸ τῆς οὐσίας ἄγνωστον καὶ τὴν πρὸς ἡμᾶς αὐτοῦ συγ-
κατάβασιν καὶ τὴν ἐκ τῆς παρθένου γέννησιν καὶ τὴν δευ-
τέραν αὐτοῦ παρουσίαν καὶ τὴν ἐκ νεκρῶν ἀνάστασίν τε
καὶ ἀνταπόδοσιν.
4
δʹ. Μετὰ τοῦτο τὴν κατὰ μέρος τοῦ Εὐνομίου περὶ τοῦ
ὄντος κενὴν καὶ βλάσφημον ἔκθεσιν πανσόφως διελέγχει.
5
εʹ. Εἶτα τὸ ἀδιανόητον τῶν τοῦ Εὐνομίου ῥημάτων
τῶν τὴν οὐσίαν τοῦ πατρὸς μὴ χωρίζεσθαι ἢ μερίζεσθαι ἢ
ἄλλο τι γίνεσθαι λεγόντων θαυμαστῶς ἀνατρέπει.
6
Ϛʹ. Εἶθ' οὕτως τὴν τοῦ υἱοῦ πρὸς τὸν πατέρα ἑνότητα
καὶ τοῦ Εὐνομίου τὸ τῶν γραφῶν ἀμύητον καὶ ἀνόητον δεί-
κνυσι.
7
ζʹ. Πρὸς τούτοις δείκνυσιν ὅτι οὐ μόνον ἐκ τοῦ πατρὸς
ὁ μονογενής, ἀλλὰ καὶ ἐκ τῆς παρθένου ἀπαθῶς ἐκ πνεύ-
ματος ἁγίου γεννηθεὶς τὴν οὐσίαν οὐκ ἐμέρισεν, ἀλλ' οὐδὲ
ἡ τῶν ἀνθρώπων φύσις γεννωμένη ἀπὸ τῶν τικτόντων μερί-
ζεται ἢ σχίζεται, καθὼς ἀπό τε τοῦ Ἀδὰμ καὶ τοῦ Ἀβραὰμ
πανσόφως ἀπεδείχθη.
8
ηʹ. Ἐπὶ τούτοις τὴν τοῦ μονογενοῦς καὶ τὴν τοῦ πρω-
τοτόκου ἑρμηνείαν τετράκις παρὰ τοῦ ἀποστόλου ῥηθεῖσαν
πάνυ ἁρμοδίως διέξεισιν.
9
θʹ. Εἶτα πάλιν τὴν τοῦ μονογενοῦς γέννησιν ἑτέρας τε
διαφόρους ὑλικάς τε καὶ ἀΰλους γεννήσεις τεχνολογήσας
ἀπαύγασμα δόξης καὶ οὐ κτίσμα τὸν υἱὸν μεγαλοπρεπῶς
ἀποδείκνυσιν.
10
ιʹ. Ἔπειτα τὴν τοῦ Κύριος ἔκτισέ με ῥῆσιν καὶ τὸν
περὶ τῆς ἀρχῆς τοῦ υἱοῦ λόγον τό τε ἀπατηλὸν τῶν τοῦ
Εὐνομίου ῥημάτων καὶ τὴν λέγουσαν ῥῆσιν Τὴν δόξαν μου
ἑτέρῳ οὐ δώσω ποικίλως διεξετάσας καλῶς διηρμήνευσεν.
11
ιαʹ. Εἶτα τὴν τοῦ παντοκράτορος ἀξίαν καὶ τὴν τοῦ
μονογενοῦς ἀϊδιότητα καὶ τὸ Γενόμενος ὑπήκοος διασαφή-
σας τὸ τοῦ Εὐνομίου ἀνόητον ἐν τῷ λέγειν οὐκ ἐκ τῆς
ὑπακοῆς αὐτὸν προσλαβεῖν τὸ εἶναι υἱὸν δείκνυσιν.
12
ιβʹ. Εἶθ' οὕτως τὴν τοῦ μεσίτου ἑρμηνείαν τοῦ τε
ὁμοίου καὶ ἀγεννήτου καὶ γεννητοῦ τήν τε εἰκόνα καὶ σφρα-
γῖδα τῆς τοῦ παντοκράτορος ἐνεργείας καὶ τῶν ἔργων παγ-
κάλως διέξεισιν.
13
ιγʹ. Μετὰ τοῦτο τὴν εὐαγγελικὴν διερμηνεύει ῥῆσιν Ὁ
πατὴρ κρίνει οὐδένα· ἔτι τοῦ μετὰ ψυχῆς καὶ σώματος ἀνα-
ληφθέντος ἀνθρώπου παρὰ τοῦ κυρίου τήν τε παράβασιν τοῦ
Ἀδὰμ καὶ τὸν θάνατον καὶ τὴν ἐκ νεκρῶν ἐξανάστασιν διε-
σάφησε.
14
ιδʹ. Πρὸς τούτοις τὴν δόξαν ἣν ἡ ἐκκλησία ὅ τε
Εὐνόμιος περὶ τοῦ ἁγίου ἔχουσι πνεύματος διεξέρχεται, καὶ
ὅτι οὐ τρεῖς θεοὶ ἀλλ' εἷς, ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ
ἅγιον πνεῦμα· πρὸς οἷς καὶ διαφόρους ὑποταγὰς ἐκτίθεται,
ἐν οἷς καὶ τὴν παρὰ πάντων πρὸς τὸν υἱὸν ὑποταγὴν 〈καὶ
τὴν〉 τοῦ υἱοῦ πρὸς τὸν πατέρα τὴν αὐτὴν ἀπέδειξεν.
15
ιεʹ. Εἶτα τὸ ἀδιανόητον τοῦ Εὐνομίου διὰ πολλῶν ἀπο-
δείξας ποτὲ μὲν κτιστὸν τὸ ἅγιον λέγοντος πνεῦμα καὶ τοῦ
υἱοῦ ἔργον κάλλιστον, ποτὲ δὲ ἀπὸ τῶν ἐνεργειῶν αὐτοῦ θεὸν
ὁμολογοῦντος τελειοῖ τὸν λόγον.
3
1
αʹ. Ὁ τρίτος οὗτος λόγος τρίτην πτῶσιν τοῦ Εὐνομίου
δεικνύει ὡς ἑαυτὸν διελέγχοντος καὶ ποτὲ μὲν λέγοντος ὅτι
διὰ τὸ γεννηθῆναι κατὰ φύσιν δεῖ υἱὸν τὸν μονογενῆ ὀνομά-
ζεσθαι, ὡς τῆς ἁγίας γραφῆς, φησίν, ἄνωθεν τοῦτο δηλού-
σης, ποτὲ δὲ ὅτι διὰ τὸ κτισθῆναι μηκέτι υἱὸν ἀλλὰ ποίημα
λέγεσθαι.
2
βʹ. Εἶτα πάλιν τὴν τοῦ Κύριος ἔκτισέ με ῥῆσιν παγ-
κάλως καὶ ἁρμοδίως καὶ ἀκριβῶς διεξετάσας ἐκτίθεται.
3
γʹ. Ἔπειτα τὴν τοῦ γεννητοῦ καὶ ἀγεννήτου οὐκ ἀλλο-
τρίωσιν οὐσίας ἔκ τε τοῦ Ἀδὰμ καὶ Ἄβελ καὶ ἑτέρων ὑπο-
δειγμάτων δείκνυσιν.
4
δʹ. Εἶθ' οὕτως τὴν τοῦ υἱοῦ πρὸς τὸν πατέρα ἑνότητα
καὶ τὸ ταὐτὸν τῆς οὐσίας καὶ κοινὸν τῆς φύσεως· ἐν ᾧ καὶ
φυσιολογία περὶ γεννήσεως οἴνου, καὶ ὅτι ὅ τε υἱὸς καὶ τὸ
γέννημα ἐπὶ τῆς τοῦ μονογενοῦς προσηγορίας ὁμογενῆ τὴν
οἰκειότητα ἔχουσιν.
5
εʹ. Πρὸς τούτοις τὸ ἀκατάληπτον τῆς θείας οὐσίας
διέξεισι καὶ τὸ πρὸς τὴν Σαμαρεῖτιν ῥηθὲν Ὑμεῖς προσκυνεῖτε
ὃ οὐκ οἴδατε ἑρμηνεύει.
6
Ϛʹ. Μετὰ ταῦτα τὴν τοῦ υἱοῦ κλῆσιν καὶ 〈τὴν〉 τοῦ
γεννήματος διαφοράς τε υἱῶν θεοῦ πλείστας καὶ ἀνθρώπων
καὶ κριῶν καὶ ἀπωλείας φωτός τε καὶ ἡμέρας ἐκτίθεται.
7
ζʹ. Πρὸς οἷς τὰς τοῦ μονογενοῦς προσηγορίας θεϊκάς
τε καὶ ἀνθρωπίνας διερμηνεύσας τὸ γεννητὸν καὶ ἀγέννητον
διεξετάσας τὸν λόγον πληροῖ.
4
1
αʹ. Ὁ τέταρτος οὗτος λόγος τὴν περὶ τοῦ γεννήματος
φυσιολογίαν καὶ τὴν περὶ τῆς ἀπαθοῦς γεννήσεως τοῦ μονο-
γενοῦς καὶ τὸ Ἐν ἀρχῇ ἦν ὁ λόγος ἔτι τε τὴν ἐκ παρθένου
γέννησιν σαφῶς διερμηνεύει.
2
βʹ. Εἶθ' οὕτως τὰ ἁρμόζοντα περὶ τῆς ὑποστάσεως
τῆς γη〈ίνη〉ς ταῦτα περὶ τοῦ μονογενοῦς τὸν Εὐνόμιον εἰρη-
κέναι διελέγξας τρεπτὸν αὐτὸν καὶ κτιστὸν βουλόμενον δεῖξαι
ἀποδείκνυσιν.
3
γʹ. Εἶτα τὸν περὶ τοῦ πρωτοτόκου λόγον πάλιν ὡς
παρὰ τοῦ ἀποστόλου τετράκις μνημονευθέντα θαυμασίως διέξ-
εισιν.
4
δʹ. Μετὰ τοῦτο πάλιν τὸ ἀπαθὲς τῆς τοῦ κυρίου γεν-
νήσεως καὶ τὸ τοῦ Εὐνομίου ἀνόητον ὡς τὴν γεννηθεῖσαν
οὐσίαν τὴν τοῦ υἱοῦ προσηγορίαν ἔχειν εἰπόντος, πάλιν δὲ
ἐπιλαθομένου καὶ τὴν τοῦ υἱοῦ πρὸς τὸν πατέρα σχέσιν
ἀρνουμένου· ἐν οἷς καὶ τὸ κατὰ τὴν Κίρκην καὶ τὸ 〈τοῦ〉
μανδραγόρου διέξεισι φάρμακον.
5
εʹ. Πάλιν τε τὸν Εὐνόμιον ὑπὸ τῆς ἀληθείας ἀναγκα-
ζόμενον τῷ ὀρθῷ συνηγοροῦντα δείκνυσι δόγματι, κυριωτάτην
καὶ πρώτην οὐ μόνον τὴν τοῦ πατρός, ἀλλὰ καὶ τὴν τοῦ
μονογενοῦς οὐσίαν ὁμολογοῦντα.
6
Ϛʹ. Εἶτα τὸν περὶ τοῦ γεννήματος καὶ ποιήματος καὶ
κτίσματος γυμνάζει λόγον καὶ τὸ ἀμεσίτευτον καὶ ἀμέριστον
τῆς οὐσίας καὶ τὴν πρὸς τὸν κτίσαντα καὶ πεποιηκότα
σχέσιν ἀσεβῶς παρά τε Εὐνομίου καὶ Θεογνώστου λεγόμενα
ἀποδείκνυσι.
7
ζʹ. Πρὸς τούτοις τὸ ἀσύγκριτον τῶν μετὰ τὸν υἱὸν γενο-
μένων, καὶ τὴν κακούργως παρὰ τοῦ Εὐνομίου ἐπινοηθεῖσαν
διὰ τῆς τοῦ μονογενοῦς καὶ τοῦ υἱοῦ ὀνομασίας εἰς ἀπάτην
τῶν ἀκροωμένων ἐπικεκρυμμένην εἰδωλολατρείαν σοφῶς καὶ
ἐντέχνως διελέγχει.
8
ηʹ. Εἶθ' οὕτως τὴν τοῦ πατρὸς καὶ υἱοῦ οὐσίαν ἀπαρ-
άλλακτον δείκνυσιν· ἐν ᾧ καὶ πολλὰς παραλλαγὰς καὶ
ἁρμονίας ἐκδιδάσκει, τήν τε μορφὴν καὶ σφραγῖδα καὶ χα-
ρακτῆρα διασαφῶν.
9
θʹ. Ἔπειτα οὐσίαν τε καὶ γέννησιν διασαφήσας τὴν
τοῦ Εὐνομίου κενολογίαν καὶ φλυαρίαν κροτάλῳ ἐοικέναι
ἀποκαλεῖ.
10
ιʹ. Εἶτα τὰ περὶ τῆς τοῦ μονογενοῦς γεννήσεως παρὰ
τοῦ μεγάλου Βασιλείου ῥηθέντα ὡς παρὰ Εὐνομίου κακῶς
διαβληθέντα σοφῶς διελέγξας τὸν λόγον πληροῖ.
5
1
αʹ. Ὁ δὲ πέμπτος λόγος τὰ παρὰ τῆς τοῦ ἀποστόλου
Πέτρου φωνῆς ῥηθέντα ἐπαγγέλλεται εἰπεῖν, ἀναβάλλεται δέ,
καὶ πρότερον μὲν περὶ τῆς κτίσεως διαλέγεται, ὅτι μηδὲν
αὐτῆς ἐστι σεβάσμιον, ἀλλ' ἀπαιδεύτῳ καὶ ἀσθενεῖ διανοίᾳ
πλανηθέντες οἱ ἄνθρωποι καὶ τὸ κάλλος αὐτῆς θαυμάσαντες
τὰ μέρη τοῦ κόσμου ἐθεοποίησαν· ἐν ᾧ καὶ τὴν Ἠσαΐου
ῥῆσιν τὸ Ἐγὼ θεὸς πρῶτος παγκάλως διηρμήνευσεν.
2
βʹ. Εἶτα τὴν Πέτρου διέξεισι ῥῆσιν ὅτι Κύριον καὶ
Χριστὸν ὁ θεὸς αὐτὸν ἐποίησεν· ἐν ᾧ καὶ τὴν παρὰ Εὐνο-
μίου ἀντίρρησιν, ἣν κατὰ τοῦ ἁγίου Βασιλείου διὰ τὴν τοι-
αύτην ῥῆσιν ἐποιήσατο, τάς τε λοιδορίας καὶ ὕβρεις ὑφει-
μένως ἐξέθετο.
3
γʹ. Πρὸς ἃς ἀπάντησις θαυμαστή τις καὶ ξένη καὶ
ἀπόδειξις τῆς τοῦ σταυρωθέντος δυνάμεως, καὶ ὅτι τῆς ἀν-
θρωπίνης φύσεως, οὐ τῆς τοῦ μονογενοῦς παρὰ τοῦ πατρὸς
ἡ ὕψωσις γέγονε, καὶ ἑρμηνεία τοῦ σταυρικοῦ σχήματος καὶ
τῆς τοῦ Χριστοῦ προσηγορίας καὶ τὰ ἐκ τῆς ἀνακραθείσης
θεότητος τῷ ἀνθρωπίνῳ χαρισθέντα ἀγαθά.
4
δʹ. Εἶτα τὴν Εὐνομίου συκοφαντίαν, ὡς ἄνθρωπον εἰς
ἄνθρωπον κεκενῶσθαι τὸν μέγαν Βασίλειον λέγοντα, ψευδῆ
ἀποδείκνυσι, καὶ τὴν τοῦ μονογενοῦς κένωσιν ἐπὶ ἀνακλήσει
τοῦ πεπονθότος ἀνθρώπου γεγονέναι ἀποφαίνει.
5
εʹ. Μετὰ τοῦτο οὐ δύο Χριστοὺς οὐδὲ δύο κυρίους,
ἀλλ' ἕνα Χριστὸν καὶ ἕνα κύριον ἀποδείκνυσι, καὶ ὅτι ἡ θεία
φύσις τῇ ἀνθρωπίνῃ μιχθεῖσα ἀσυγχύτους ἑκατέρας φύσεως
τὰς ἰδιότητας διετήρησε, καὶ διὰ τὴν συμφυΐαν κοινὰς καὶ
τὰς ἐνεργείας κατονομάζεσθαι [εἴρηκε], τοῦ τε θείου εἰς
ἑαυτὸν καὶ τὰ πάθη τοῦ δούλου ἀναλαμβάνοντος καὶ τοῦ
ἀνθρωπίνου τῇ δεσποτικῇ τιμῇ συνδοξαζομένου καὶ τῇ δυ-
νάμει τῆς ἀνακραθείσης θείας φύσεως εἰς ἑαυτὴν τῆς ἀν-
θρωπίνης ἀναποιηθείσης, διὰ πολλῶν πανσόφως ἐξέθετο.
6
1
αʹ. Καὶ ὁ ἕκτος δὲ λόγος οὐ ψιλὸν ἄνθρωπον τὸν ἐπὶ
σωτηρίᾳ τῶν ἀνθρώπων ἐλθόντα, ὡς ὁ Εὐνόμιος τὸν μέγαν
Βασίλειον εἶπεν εἰρηκέναι ψευδῶς διαβάλλων, δείκνυσιν, ἀλλὰ
τὸν μονογενῆ τοῦ θεοῦ υἱὸν σάρκα ἀνθρωπείαν ἐνδυσάμενον
καὶ μεσίτην θεοῦ καὶ ἀνθρώπων γενόμενον, παθητὸν σαρκί,
ἀπαθῆ τῇ θεότητι, πιστωσάμενος τὸν Εὐνόμιον συκοφάντην
ἀπέδειξεν.
2
βʹ. Εἶτα πάλιν τῆς τοῦ Πέτρου μέμνηται φωνῆς τῆς
Ἐποίησε, καὶ τῆς ἐκ τῆς πρὸς Ἑβραίους ἥ φησιν ἀπό-
στολον καὶ ἀρχιερέα τὸν Ἰησοῦν παρὰ θεοῦ γεγενῆσθαι,
ἱκανῶς τε ὑπὲρ τῶν παρὰ Εὐνομίου ἐπαχθέντων αὐτῷ ἐγ-
κλημάτων ἀπολογησάμενος αὐτὸν τὸν Εὐνόμιον συνηγοροῦντα
τοῖς τοῦ μεγάλου ἀποδείκνυσι Βασιλείου λόγοις καὶ κύριον
τὸν μονογενῆ υἱὸν σάρκα ἐνδυσάμενον γεγονέναι λέγοντα.
3
γʹ. Ἔπειτα τὸ πρὸς τὸν Φίλιππον ῥηθὲν παρὰ τοῦ
κυρίου Ὁ ἑωρακὼς ἐμέ, τὸν ἐν τῷ ἀλλοιωθέντι σώματι ὄντα,
ἑώρακε τὸν πατέρα, θαυμασίως διέξεισιν· ἐν ᾧ καὶ τὸ κατὰ
τὸ φιλάνθρωπον πάθος τοῦ κυρίου καὶ τὸ τοῦ πατρὸς ἀπα-
θὲς δημιουργικόν τε καὶ προνοητικὸν καὶ τὴν τῶν ἀνθρώ-
πων συμφυΐαν καὶ εἰς τὰ ἐξ ὧν συνετέθησαν ἀνάλυσιν παγ-
κάλως διελήλυθεν.
4
δʹ. Εἶτα πάλιν τὴν παρὰ τοῦ Πέτρου ῥῆσιν ἀναλαβὼν
ὅτι Κύριον καὶ Χριστὸν ὁ θεὸς αὐτὸν ἐποίησε, καὶ διὰ πολ-
λῶν συλλογισμῶν ταύτην πανσόφως διασαφήσας ἐν ταύτῃ
τὸν Εὐνόμιον τῷ ὀρθῷ συνηγοροῦντα δείκνυσι δόγματι· ἐν
οἷς τά τε θεῖα καὶ ἀνθρώπινα ὀνόματα διὰ τὴν τῶν φύσεων
ἀνάκρασιν ἑκατέρᾳ φύσει ἐφαρμόσας τὸν λόγον πληροῖ.
7
1
αʹ. Οὗτος δὲ ὁ ζʹ λόγος τὴν κύριος λέξιν οὐκ οὐσίας
ὄνομα κατὰ τὴν Εὐνομίου ἔκθεσιν, ἀλλ' ἀξίας ἔκ τε τῶν
πρὸς Κορινθίους διαφόρων ῥητῶν καὶ τῶν πρὸς Ἑβραίους
τῆς τε τοῦ κυρίου φωνῆς ἀποδείκνυσι, πολλά τε περὶ πνεύ-
ματος καὶ κυρίου θαυμαστῶς φιλοσοφήσας τὸν Εὐνόμιον ἀπὸ
τῶν ἰδίων ἐλέγχει ῥημάτων τοῖς ὀρθοῖς συνηγοροῦντα καὶ
μὴ βουλόμενον δόγμασι καὶ τοῖς ἰδίοις βαλλόμενον βέλεσιν.
2
βʹ. Εἶτα λέγει ὅτι ἡ προσφυὴς τῶν ὀνομάτων πρὸς τὰ
πράγματα σχέσις ἀμετάθετός ἐστιν, εἶθ' οὕτως τὸν περὶ
〈τοῦ〉 γεννητοῦ καὶ ἀγεννήτου λόγον ὡς κάλλιστα διέξεισι.
3
γʹ. Μεθ' ἃ περὶ παραλλαγῆς ὀνομάτων καὶ πραγμά-
των διεξιὼν περὶ τῶν ἄνευ αἰτίας ἀγεννήτων καὶ ἀνυπάρκτων,
οἷον σκινδαψοῦ καὶ Μινωταύρου καὶ βλίτυρι καὶ Κύκλωπος
καὶ Σκύλλης, τῶν μηδ' ὅλως γεννηθέντων, διεξελθὼν τὰ
κατ' οὐσίαν ἀλλότρια φθαρτικὰ ἀλλήλων ὑπάρχοντα δεί-
κνυσιν, ὡς πῦρ ὕδατος καὶ τὰ λοιπὰ ἀλλήλων· ἐπὶ δὲ πατρὸς
καὶ υἱοῦ κοινῆς τῆς οὐσίας οὔσης καὶ ἐν ἀλλήλοις τῶν ἰδιο-
τήτων οὐσῶν οὐδεμία τῇ φύσει λώβη ἐπάγεται.
4
δʹ. Ἔπειτα λέγει ὅτι πάντα τὰ ἐν τῇ κτίσει ὄντα πράγ-
ματα παρὰ ἀνθρώπων ὠνόμασται, εἰ καὶ διαφόρως παρ' ἑκά-
στου καλεῖται ἔθνους, ὡς καὶ ἡ τοῦ ἀγεννήτου 〈προση-
γορία〉 παρ' ἡμῶν ὠνόμασται· αὐτῆς δὲ τῆς θείας οὐσίας
προσηγορίαν κυρίαν τῆς θείας ἔχουσαν φύσεως ἔμφασιν ἢ
καθόλου μὴ εἶναι ἢ ἡμῖν ἄγνωστον εἶναι.
5
εʹ. Πολλά τε περὶ τοῦ ὄντος καὶ ἀγεννήτου καὶ ἀγα-
θοῦ διαλεχθεὶς περί τε τῆς ὁμοουσιότητος καὶ τῶν ἀνθρω-
πίνων ψυχῶν καὶ τῆς τῶν σωμάτων ὁμοουσιότητος ἔτι τε
τῶν οὐρανίων δυνάμεων τὸ μὴ παρηλλαγμένον τῆς οὐσίας
δείξας, ἀλλὰ τὴν τῶν ἀξιωμάτων διαφοράν, τὸν λόγον πληροῖ.
8
1
αʹ. Ὁ δὲ ηʹ λόγος τὴν παρὰ τῶν αἱρετικῶν βλασφη-
μίαν τῶν ἐξ οὐκ ὄντων τὸν μονογενῆ λεγόντων καὶ ὅτι ἦν
ὅτε οὐκ ἦν πάνυ θαυμαστῶς ἀνατρέπει καὶ οὐ πρόσφατον
ἀλλ' ἐξ ἀϊδίου τὸν υἱὸν ὄντα δείκνυσιν ἔκ τε τοῦ τῷ Μωϋσεῖ
εἰρηκέναι Ἐγώ εἰμι ὁ ὤν, τῷ δὲ Μανωὲ Ἵνα τί ἐρωτᾷς τὸ
ὄνομά μου καὶ τοῦτό ἐστι θαυμαστόν; πρὸς τούτοις καὶ ὁ
Δαβὶδ πρὸς τὸν θεόν φησι Σὺ δὲ ὁ αὐτὸς εἶ καὶ τὰ ἔτη
σου οὐκ ἐκλείψουσιν, ἀλλὰ καὶ ὁ Ἠσαΐας Ἐγὼ θεὸς πρῶτος
καὶ ἐγὼ μετὰ ταῦτα, καὶ ὁ εὐαγγελιστὴς Ἐν ἀρχῇ ἦν καὶ
πρὸς τὸν θεὸν καὶ θεὸς ἦν· καὶ μήτε ἀρχὴν μήτε τέλος
ἔχοντα, εἰδωλολάτρας δὲ τοὺς πρόσφατον ἐξ οὐκ ὄντων
αὐτὸν λέγοντας ἀποδείκνυσιν· ἐν οἷς καὶ τὸ ἀπαύγασμα τῆς
δόξης καὶ τὸν χαρακτῆρα τῆς ὑποστάσεως παγκάλως διερ-
μηνεύει.
2
βʹ. Εἶτα τὴν βούλησιν τοῦ πατρὸς περὶ τῆς τοῦ υἱοῦ
γεννήσεως διεξιὼν δείκνυσι τὸ ἀγαθὸν βούλημα ἐξ ἀϊδίου ὄν,
ὅπερ ἐστὶν ὁ υἱός, τῷ πατρὶ ἐνυπάρχων καθάπερ τῇ φλογὶ
ἡ αὐγὴ καὶ τῷ ὀφθαλμῷ ἡ τοῦ ὁρᾶν ἐνέργεια συμφυὴς
οὖσα τῇ βουλήσει.
3
γʹ. Εἶθ' οὕτως τὰ περὶ τῆς οὐσίας τοῦ υἱοῦ ὡς προεξ-
ετασθέντα παραδραμὼν τὸ [περὶ] τῆς γεννήσεως σημαινό-
μενον διέξεισι διαφόρους εἰπὼν γεννήσεις ἐξ ὕλης καὶ τέχνης,
ὡς οἰκοδομημάτων, καὶ ἐκ τῆς τῶν ζῴων διαδοχῆς, τῶν τε
ἐξ ἀπορροίας, ὡς ἐφ' ἡλίου καὶ ἀκτῖνος, λαμπάδος καὶ αὐ-
γῆς, ἀρωμάτων καὶ μύρων καὶ τῆς ἐξ αὐτῶν ποιότητος καὶ
τῶν ἐκ τοῦ νοῦ λόγων, καὶ τῶν ἀπὸ σήψεως ξύλων καὶ πυρὸς
συμπιλήσεως καὶ ἑτέρων μυρίων, πανσόφως διελήλυθεν.
4
δʹ. Πρὸς τούτοις τὰς περὶ θεοῦ ἐνεργείας ἐκ τῶν ἀν-
θρωπίνων δείκνυσιν ὑποδειγμάτων· καὶ γὰρ ὃ χεῖρες καὶ
πόδες καὶ τὰ λοιπὰ μόρια τοῦ σώματος, μεθ' ὧν οἱ ἄν-
θρωποι δημιουργοῦσι, τοῦτο ἀντὶ πάντων ἐπὶ θεοῦ μόνον τὸ
βούλημα ὑπάρχει. οὕτω δὲ καὶ τὸ περὶ τῆς γεννήσεως
παρηλλαγμένον τυγχάνει· διὸ καὶ μονογενὴς προσηγόρευται,
διὰ τὸ μηδεμίαν κοινωνίαν ἑτέρας γεννήσεως ἢ ἀδελφὴν
ἔχειν τὴν κτίσιν, ἀλλ' ἀπαύγασμα δόξης καὶ ὀσμὴ μύρου
λεγόμενος τὸ συνημμένον καὶ συναΐδιον τῆς πρὸς τὸν πατέρα
σχέσεως δείκνυσιν.
5
εʹ. Εἶτα τὴν τοῦ δημιουργοῦ καὶ μονογενοῦς ὑπόστασιν
οὐκ ἀρχὴν ἔχουσαν ὥσπερ καὶ τὰ δημιουργήματα, ὡς ὁ
Εὐνόμιός φησιν, ἀλλ' ἄναρχον καὶ ἀΐδιον 〈δείξας〉, καὶ μηδε-
μίαν κοινωνίαν μήτε ἀπὸ τῆς οὐσίας μήτε ἀπὸ τῶν ὀνομάτων
τὸν μονογενῆ πρὸς τὴν κτίσιν ἔχοντα, ἀλλ' ἐξ ἀϊδίου τῷ πατρὶ
συνόντα, καθὼς ἡ πανάρετος λέγει Σοφία, ἀρχήν τε καὶ
τέλος καὶ μεσότητα χρόνων ὄντα· πολλά τε περὶ τῆς τοῦ
μονογενοῦς θεότητος καὶ ἀϊδιότητος, ἔτι τε περὶ ψυχῶν καὶ
ἀγγέλων καὶ ζωῆς καὶ θανάτου εἰπὼν τὸν λόγον πληροῖ.
9
1
αʹ. Ὁ θʹ λόγος τὴν Εὐνομίου θεολογίαν μέχρι μέν
τινος καλῶς ῥηθεῖσαν λέγει. εἶτ' ἐφεξῆς ἐκ τῶν Φίλωνος
λόγων τὸ Ὁ θεὸς πρὸ τῶν ἄλλων ὅσα γεννητά, διὰ τὴν συγ-
γένειαν τοῦ φρονήματος μετὰ τῶν ἰδίων ἀναμίξας λόγων,
προσθεὶς δὲ καὶ τὸ Τῆς ἰδίας κατακρατεῖ δυνάμεως, τὴν
ὑπερβολὴν τῆς ἀτοπίας μυσαχθεὶς θαυμαστῶς ἐξελέγχει.
2
βʹ. Εἶτα τὴν τοῦ υἱοῦ γέννησιν οὐ κατὰ τὴν Εὐνομίου
φωνὴν Τότε ἐγέννησε λέγοντος, ὅτε ἠθέλησεν ὁ πατήρ, καὶ
οὐ πρότερον, ἀλλὰ πάντων ἀγαθῶν καὶ καλῶν πλήρωμα τὸν
υἱὸν ὄντα ἀεὶ ἐν τῷ πατρὶ θεωρεῖσθαι πανσόφως ὑπέδειξεν,
〈ἀπ'〉 αὐτῶν τῶν Εὐνομίου λόγων συνηγορίαν ποιησάμενος
τῆς τοιαύτης ἀποδείξεως.
3
γʹ. Καὶ ὅτι οὐ κατὰ τὴν κοινὴν καὶ σαρκώδη γέννησιν
ἡ προαιώνιος τοῦ μονογενοῦς τεκμαίρεται, ἀλλ' ἄναρχός ἐστι
καὶ ἀτελεύτητος, καὶ οὐ καθὼς Εὐνόμιος ἀπὸ τῶν Πλάτωνι
περὶ ψυχῆς ῥηθέντων καὶ τῆς παρ' Ἑβραίοις τοῦ σαββά-
του ἀναπαύσεως ἀνοήτως ἀναπλάττει, μὴ εἰδὼς τὴν δύναμιν
αὐτῶν.
4
δʹ. Εἶτα τὴν κατὰ τοῦ μεγάλου Βασιλείου παρὰ τοῦ
Εὐνομίου συκοφαντίαν ὡς ἀγέννητον τὸν μονογενῆ καλοῦντος
ψευδῆ ἀποδείξας πάλιν περὶ τὸ ἀΐδιον καὶ ὂν καὶ ἀτελεύ-
τητον τοῦ μονογενοῦς, δημιουργίας τε καὶ φωτὸς καὶ σκότους
πανσόφως διεξελθὼν τὸν λόγον πληροῖ.
10
1
αʹ. Ὁ ιʹ δὲ λόγος τὸ ἀνέφικτον καὶ ἀκατάληπτον τῆς
τῶν ὄντων εὑρέσεως διεξέρχεται. ἐν ᾧ καὶ τὰ περὶ τῆς φύ-
σεως καὶ διαπλάσεως τοῦ μύρμηκος παραδόξως ἐκτίθεται,
καὶ τὴν εὐαγγελικὴν ῥῆσιν Ἐγώ εἰμι ἡ θύρα καὶ ἡ ὁδός,
τῶν τε θείων ὀνομάτων τὰς προσηγορίας καὶ ἑρμηνείας τήν
τε τῶν υἱῶν Βενιαμὶν ἱστορίαν διέξεισιν.
2
βʹ. Εἶτα τὴν αἰώνιον ζωὴν τουτέστι τὸν Χριστὸν τοῖς
μὴ ὁμολογοῦσι θαυμαστῶς ὑπέδειξε καὶ θρῆνον αὐτοῖς τὸν
ἐπὶ τῷ Ἰεχονίᾳ τοῦ Ἰερεμίου ἐξετραγῴδησε πρὸς Μοντανὸν
καὶ Σαβέλλιον οἰκείως ἔχουσιν.
3
γʹ. Ἔπειτα τὸ ἀΐδιον τῆς τοῦ υἱοῦ γεννήσεως καὶ τὸ
ταὐτὸν τῆς οὐσίας τῷ γεννήσαντι ἀχώριστον δείκνυσι, τὸ δὲ
τοῦ Εὐνομίου ἀνόητον τοῖς κατὰ ψαμάθων παίζουσιν ἀπει-
κάζει νηπίοις.
4
δʹ. Μετὰ τοῦτο τὸν κυρίως ὄντα υἱὸν καὶ ἐν τοῖς κόλ-
ποις ὄντα τοῦ πατρὸς ἁπλοῦν τε καὶ ἀσύνθετον καὶ μὴ κυρι-
ευόμενον παρὰ τοῦ πατρὸς μήτε δουλεύοντα τὸν ἡμᾶς τῆς
δουλείας ἀπαλλάξαντα δείκνυσιν· καὶ εἰ μὴ τοῦτο, οὐκ αὐτὸς
μόνος, ἀλλὰ καὶ ὁ πατὴρ ὡς ἐν τῷ υἱῷ ὢν καὶ ἓν ὢν
δοῦλος ἔσται· ἀπὸ δὲ τοῦ εἶναι ἡ τοῦ ὄντος ἐπωνυμία παρ-
εσχημάτισται. πάντα δὲ ταῦτα γενναίως καὶ θαυμαστῶς
διεξετάσας τὸν λόγον πληροῖ.
11
1
αʹ. Ὁ ιαʹ λόγος οὐ τῷ πατρὶ μόνον τοῦ ἀγαθοῦ τὴν
ἐπωνυμίαν ὀφείλεσθαι, ὥς φησιν ὁ Εὐνόμιος ὁ μιμητὴς Μανι-
χαίου καὶ Βαρδησάνου, ἀλλὰ 〈ὅτι〉 καὶ τῷ υἱῷ τῷ διὰ φιλαν-
θρωπίαν καὶ ἀγαθότητα τὸν ἄνθρωπον πλάσαντι καὶ διὰ
σταυροῦ καὶ θανάτου ἀναπλάσαντι ἡ τοῦ ἀγαθοῦ προσηγορία
ὀφείλεται, δείκνυσι.
2
βʹ. Καὶ ὅτι οὐ διθεΐα ἀγαθοῦ καὶ κακοῦ, ὡς Μαρ-
κίων ὁ ὁμόφρων αὐτοῦ οἴεται, πανσόφως ἐκ τῆς εὐαγγελικῆς
ῥήσεως τῆς Διδάσκαλε ἀγαθὲ λεγούσης καὶ τῆς τοῦ ἀμπε-
λῶνος παραβολῆς Ἠσαΐου τε καὶ Παύλου ἀποδείκνυσι, καὶ
ὅτι οὐ τὴν ἐπωνυμίαν τοῦ ὄντος ἢ ἀγαθοῦ [ἢ τὴν τοῦ πα-
τρὸς ἀλλοτρίωσιν] ὁ υἱὸς ἀρνεῖται· ἀλλὰ καὶ τὴν τῶν γενο-
μένων ἐξουσίαν προσήκειν αὐτῷ φησιν.
3
γʹ. Εἶτα τὴν τοῦ Εὐνομίου ἀμαθίαν καὶ τὸ ἀσυνάρτη-
τον καὶ γελοῖον τῶν λόγων αὐτοῦ ἐκτίθεται, ἄγγελον τοῦ
ὄντος τὸν υἱὸν λέγοντος καὶ κατώτερον τῆς θείας φύσεως,
ὅσον τῶν ἑαυτοῦ ὁ υἱὸς ὑπερέχει κτισμάτων. πρὸς ἃ γεν-
ναία καὶ σφοδρὰ ἡ ἀντίθεσις καὶ ὁ ἔλεγχος ὀργιλώτερος,
καὶ ὅτι ὁ χρηματίζων τῷ Μωϋσεῖ αὐτός ἐστιν ὁ ὤν, ὁ μονο-
γενὴς υἱὸς ὃς τῷ Μωϋσεῖ αἰτοῦντι Εἰ μὴ αὐτὸς συμπορεύῃ
ἡμῖν, μή με ἀναγάγῃς ἐντεῦθεν, εἴρηκεν ὅτι Καὶ τοῦτόν σου
τὸν λόγον ποιήσω· ὃς καὶ ἄγγελος καλεῖται παρά τε Μωϋ-
σέως καὶ Ἠσαΐου ἐν ᾧ παρήχθη ὅτι Παιδίον ἐγεννήθη
ἡμῖν.
4
δʹ. Μετὰ τοῦτο τὸ πλῆθος τῆς ἀντιρρήσεως δεδιὼς τὰ
πολλὰ τοῦ ἀντιπάλου παρέδραμεν ὡς ἤδη προανατραπέντα.
τὰ δὲ λείποντα διὰ τοὺς οἰομένους κράτιστα εἶναι διὰ βρα-
χέων ἐπιτεμὼν τὴν τοῦ Εὐνομίου βλασφημίαν διελέγχει λέ-
γοντος, ὅπερ ἐπὶ πάσης τῆς κτίσεως ζῷά τε καὶ φυτά εἰσι
πρὸ τῆς ἰδίας γεννήσεως μὴ ὄντα, τοῦτο καὶ τὸν κύριον
εἶναι [καὶ ὁμοίως τῆς τῶν βατράχων γενέσεως· φεῦ τῆς
βλασφημίας].
5
εʹ. Πάλιν τε κύριον αὐτὸν καὶ θεὸν καὶ δημιουργὸν
πάσης τε νοητῆς καὶ αἰσθητῆς κτίσεως ὁ Εὐνόμιος καλεῖ
[παρὰ τοῦ πατρὸς τὴν δύναμιν τῆς δημιουργίας καὶ τὴν ἐπι-
τροπὴν εἰληφότα, καθάπερ χειροτέχνης παρὰ τοῦ μισθου-
μένου τὴν δημιουργίαν ἐπιτραπείς] ἐπίκτητόν τε καὶ ἔξωθεν
τῆς δημιουργίας τὴν δύναμιν εἰληφότα ἐκ τῆς ἀποκληρω-
θείσης αὐτῷ δυνάμεως κατὰ τὰς ποιὰς τῶν ἀστέρων ἐπι-
πλοκάς τε καὶ ἀποστάσεις, τῆς εἱμαρμένης ἐπικλωθούσης
τοῖς τικτομένοις τὰς ἀποκληρώσεις τῶν βίων. καὶ τὰ πολλὰ
παρατρέχων ἐκ τῶν παρ' αὐτοῦ γεγραμμένων τὴν βλασφη-
μίαν ἐλέγχει, γῇ καὶ ἀγγέλοις ὁμοίως γεγονότα τὸν ποιητὴν
τῶν ἁπάντων καὶ μηδὲν τῆς πάντων γενέσεως τὴν τοῦ
μονογενοῦς ἀπᾴδειν ὑπόστασιν· μήτε θεῖον μυστήριον μήτε
ἔθος * μήτε τινὶ τῶν τῆς θεοσεβείας διδασκάλων πειθό-
μενον πρὸς τὴν τῆς εὐσεβείας εὕρεσιν, εἰ μὴ Μανιχαῖον Κό-
λουθον Ἄρειον Ἀέτιον καὶ τοὺς κατ' αὐτούς, λῆρον πάντα
τὰ τῶν Χριστιανῶν * καὶ παίγνιον τὰ τῆς ἐκκλησίας ἔθη καὶ
σεβάσμια ἡγούμενον μυστήρια, μηδὲν τῶν Ἑλλήνων διαφέ-
ροντα, οἳ μέγαν θεὸν ὑπερέχοντα τῶν ἄλλων ἐκ τοῦ καθ'
ἡμᾶς ὑπέλαβον δόγματος. οὕτως οὖν καὶ ὁ νέος οὗτος εἰδω-
λολάτρης ὁμοίως κηρύσσει καὶ εἰς δημιουργὸν καὶ κτίστην
τὸ βάπτισμα γίνεσθαι, μὴ δεδιὼς τὴν ἀρὰν τῶν προσθήκην
ἢ ἔλλειψιν ἐν ταῖς θείαις ποιουμένων γραφαῖς· ἀντίχριστόν
τε τοῦτον ἀποδεικνὺς τὸν λόγον πληροῖ.
12
1
αʹ. Οὗτος δὲ ὁ ιβʹ λόγος τὸν πρὸς τὴν Μαρίαν παρὰ
τοῦ κυρίου ῥηθέντα λόγον Μή μου ἅπτου, οὔπω γὰρ ἀναβέ-
βηκα, θαυμαστῶς ἑρμηνεύει.
2
βʹ. Εἶτα τὴν παρὰ τοῦ μεγάλου Βασιλείου ἐλεγχθεῖσαν
βλασφημίαν τοῦ Εὐνομίου εἰς τὴν τοῦ σκότους μοῖραν τὸν
μονογενῆ ἀφορίσαντος θεὸν καὶ τὴν τοῦ Εὐνομίου ἀπολογίαν
ἤτοι ἀνάλυσιν τῆς παρ' αὐτοῦ ῥηθείσης βλασφημίας ἐκθέ-
μενος, πλείονα ἀπὸ τῆς ἀπολογίας τὴν αὐτοῦ νῦν βλασφη-
μίαν τῆς προτέρας ἀποδείκνυσιν· ἐν ᾧ καὶ περὶ τοῦ ἀπροσ-
ίτου καὶ ἀληθινοῦ φωτὸς πανσόφως διελήλυθεν.
3
γʹ. Πρὸς τούτοις τὴν εὐαγγελικὴν ῥῆσιν τὴν Ἐν ἀρχῇ
ἦν ὁ λόγος καὶ τὴν ζωὴν καὶ τὸ φῶς καὶ τὸ Ὁ λόγος σὰρξ
ἐγένετο, κακῶς παρὰ Εὐνομίου νοηθέντα, παραδόξως ἡρμή-
νευσεν καὶ τὴν βλασφημίαν ἀνεσκεύασεν τήν τε οἰκονομίαν
τοῦ υἱοῦ διὰ φιλανθρωπίαν, οὐκ ἀδυναμίαν, πατρός τε
συνεργίᾳ γεγενημένην δείκνυσι.
4
δʹ. Πρὸς τούτοις δὲ πάλιν τὸν Εὐνόμιον τὴν ἀγεννη-
σίαν ἐκ τῶν ἱερογλυφικῶν γραφῶν καὶ τῆς Αἰγυπτίων μυθο-
ποιΐας καὶ εἰδωλολατρείας μεμαθηκέναι διελέγχει, Ἄνουβιν
καὶ Ὄσιριν καὶ Ἶσιν τῷ τῶν Χριστιανῶν ἐπεισάγοντα δόγ-
ματι, καὶ μὴ χάριν τῷ μονογενεῖ τὸν ἄνθρωπον ἔχειν
[ὡς κατ' ἀνάγκην τὰ πάθη δεξάμενον καὶ μὴ βουλόμενον
ὡς οὐδὲ τὸ πῦρ τῆς θερμότητος οὔτε τῆς ῥοῆς τὸ ὕδωρ]
ὡς οὐκ εἰς δύναμιν ἐξουσιαστικήν, ἀλλ' εἰς φύσεως ἀνάγκην
τὸ γεγονὸς ἀναφέροντα.
5
εʹ. Εἶτα πάλιν περὶ ἀληθινοῦ καὶ ἀπροσίτου φωτός,
πατρὸς καὶ υἱοῦ, ἰδιότητός τε καὶ κοινότητος [καὶ] οὐσίας
διεξελθών, περί τε γεννητοῦ καὶ ἀγεννήτου, ὡς μηδεμίαν
ἐναντιότητα κατὰ τὸ σημαινόμενον ἔχοντος, ἀλλ' ἀντίθεσίν
τινα καὶ ἀντιδιαστολὴν ἀμεσίτευτον ἀποδείξας τὸν λόγον
πληροῖ.
1
1
1
Οὐκ ἦν, ὡς ἔοικε, τὸ πάντας ἐθέλειν εὐεργετεῖν καὶ
τοῖς ἐπιτυχοῦσι τῶν ἀνθρώπων τὴν παρ' ἑαυτοῦ χάριν ἀνεξε-
τάστως προΐεσθαι κατὰ πάντα καλὸν καὶ τῆς τῶν πολλῶν
κατηγορίας ἐλεύθερον, οὐδὲ τὸ τοῖς ἀνίατα νοσοῦσι τὴν τῶν
φαρμάκων προσαπολλύειν παρασκευὴν ἐπὶ τῷ τῆς ὠφελείας
σκοπῷ φέρει τι τῆς σπουδῆς ἄξιον, ἢ τοῖς δεχομένοις τὸ
κέρδος ἢ τοῖς φιλοτιμουμένοις τὸν ἔπαινον. τοὐναντίον μὲν
οὖν καὶ τοῦ χείρονος πολλάκις ἀφορμὴ τὸ τοιοῦτον καθί-
2
σταται· οἵ τε γὰρ νοσώδεις καὶ ἤδη πρὸς θάνατον ἕτοι-
μοι τοῖς δραστικωτέροις τῶν φαρμάκων εὐκόλως προσδια-
φθείρονται, καὶ οἱ θηριώδεις καὶ ἄλογοι, καθώς φησί που
τὸ εὐαγγέλιον, ἐν τῇ τῶν μαργαριτῶν ἀφειδίᾳ χείρους εὐερ-
γετούμενοι γίνονται. διό μοι δοκεῖ καλῶς ἔχειν, καθὼς ὁ
θεῖος προείρηκε λόγος, ἀποκρίνειν ἐν τῇ παροχῇ τῶν τιμίων
τὰ ἄτιμα, ὡς ἂν μὴ λυποίη τοῦ φιλοτιμουμένου τὴν ἀγαθό-
τητα ὁ καταπατήσας τὸν μαργαρίτην καὶ τῇ τῶν καλῶν
ἀναισθησίᾳ τὴν εὐεργεσίαν ὑβρίσας.
3
Ταῦτα δέ μοι λέγειν ἐπῆλθεν ἐνθυμηθέντι τόν τε
πᾶσιν ἀφειδῶς κοινωνοῦντα τῶν ἰδίων καλῶν, τὸν τοῦ θεοῦ
ἄνθρωπον λέγω, τὸ τῆς εὐσεβείας στόμα Βασίλειον, τὸν ἐν
τῇ περιουσίᾳ τῶν πνευματικῶν θησαυρῶν καὶ εἰς κακοτέχνους
ψυχὰς ἀνεξετάστως πολλάκις τὴν χάριν τῆς σοφίας ἐκχέοντα,
καὶ τὸν ἀγνώμονα πρὸς τοὺς ἀγαθόν τι ποιεῖν αὐτὸν ἐσπου-
4
δακότας Εὐνόμιον. οὗτος γὰρ τῷ ὑπερβάλλοντι τῆς κατὰ
ψυχὴν ἀρρωστίας, ἣν περὶ τὴν πίστιν ἠσθένησεν, ἐλεεινὸς
μὲν ἅπασιν ἔδοξε τοῖς τῆς ἐκκλησίας μετέχουσι (τίς γὰρ
οὕτως ἀσυμπαθής, ὡς μὴ οἰκτεῖραι τὸν ἀπολλύμενον;) ἐκεῖνον
δὲ μόνον πρὸς τὴν ἐγχείρησιν τῆς θεραπείας ἐκίνησε τὸν
μόνον ἐν τῷ περιττεύοντι τῆς φιλανθρωπίας καὶ τοῖς ἀμη-
χάνοις ἐπιτολμῶντα πρὸς ἴασιν, ὃς τῇ ἀπωλείᾳ τοῦ ἀνδρὸς
περιαλγήσας διὰ τὴν φυσικὴν αὐτοῦ πρὸς τοὺς ταλαιπωροῦντας
συμπάθειαν οἷόν τι πονηρῶν δηλητηρίων ἀλεξιφάρμακον τὸν
Ἀνατρεπτικὸν τῆς αἱρέσεως λόγον ἐπόνησε, σκοπὸν ἔχων ἀνα-
σῶσαι πάλιν διὰ τούτων καὶ ἀποκαταστῆσαι τῇ ἐκκλησίᾳ
τὸν ἄνθρωπον.
5
Ὁ δὲ καθάπερ ὑπὸ φρενίτιδος παραπληγεὶς τὴν διά-
νοιαν ἀγριαίνει τῷ θεραπεύοντι καὶ πολεμεῖ καὶ μάχεται καὶ
ἐχθρὸν νομίζει τὸν ἐκ τοῦ βαράθρου τῆς ἀσεβείας ἀναλα-
βεῖν βιαζόμενον. καὶ ταῦτα οὐχ ἁπλῶς οὑτωσὶ κατὰ τὸ
συμβὰν ἐπὶ τῶν προστυχόντων παραληρεῖ, ἀλλ' ἔγγραφον
στήλην τῆς μελαγχολίας ταύτης καθ' ἑαυτοῦ ἀνεστήσατο.
6
καὶ ἐν μακρῷ τῷ χρόνῳ σχολῆς ἐπιτυχὼν ὁπόσης ἐβούλετο,
ὑπὲρ τὰ μεγάλα καὶ πολύσαρκα τῶν θηρίων ὤδινε λόγον ἐν
παντὶ τῷ διὰ μέσου χρόνῳ καὶ βαρὺς ἦν ταῖς ἀπειλαῖς ἐν
ἀπορρήτοις ἔτι διαπλάσσων τὸ κύημα, ὀψὲ δέ ποτε καὶ μόγις
εἰς φῶς προήγαγεν ἀμβλωθρίδιόν τι καὶ ἀτελεσφόρητον γέν-
7
νημα. ὃ πάντες μὲν οἱ τῆς αὐτῆς συμμετασχόντες δια-
φθορᾶς τιθηνοῦνται καὶ θάλπουσιν, ἡμεῖς δὲ διὰ τὸν ἐκ τῆς
προφητείας μακαρισμόν (Μακάριος γάρ, φησίν, ὃς κρατήσει
καὶ ἐδαφιεῖ τὰ νήπιά σου πρὸς τὴν πέτραν) ἐπειδὴ καὶ εἰς
ἡμετέρας ἀφίκετο χεῖρας, κρατῆσαι τὸ νήπιον τοῦτο λόγιον
καὶ ἐδαφίσαι πρὸς τὴν πέτραν ὡς ἕν τι τῶν Βαβυλωνίων
τέκνων προεθυμήθημεν· ἡ πέτρα δὲ ἦν ὁ Χριστός, τουτέστι
τῆς ἀληθείας ὁ λόγος. μόνον ἔλθοι καὶ ἐφ' ἡμᾶς ἡ τὸ
ἀσθενὲς ἐνισχύουσα δύναμις διὰ τῶν εὐχῶν τοῦ ἐν ἀσθενείᾳ
8
τοῦ σώματος τὴν δύναμιν ἑαυτοῦ τελειώσαντος. εἰ μὲν οὖν
ἔτι καὶ νῦν ἡ θεοειδὴς ἐκείνη καὶ ἁγία ψυχὴ διὰ σαρκὸς
ἐφεώρα τὸν ἀνθρώπινον βίον, καὶ τὸ ὑψηλὸν στόμα κατὰ τὴν
ἐξ ἀρχῆς ἀποκληρωθεῖσαν χάριν αὐτῷ τὴν ἄμαχον ἐκείνην
ἠφίει φωνήν, τίς ἂν εἰς τοσοῦτον πεποιθήσεως ἦλθεν, ὥστε
τι περὶ τῆς ὑποθέσεως ταύτης τολμῆσαι καὶ φθέγξασθαι,
πάντα λόγον καὶ πᾶσαν ἠχὴν τῆς θείας ἐκείνης σάλπιγγος
9
ὑπερηχούσης; ἐπεὶ δὲ ὁ μὲν πρὸς θεὸν ὅλος ἀνέπτατο,
πρότερον μὲν ἐν ὀλίγῳ τινὶ καὶ σκιοειδεῖ τῷ λειψάνῳ τοῦ
σώματος τῆς γῆς ἐφαπτόμενος, τῷ δὲ πλείονι συμμετεωρο-
πορῶν τῷ θεῷ, νυνὶ δὲ καὶ τὴν σκιὰν ἐκείνην τοῦ σώματος
προσαφεὶς καὶ καταλιπὼν τῷδε τῷ βίῳ, οἱ δὲ κηφῆνες περι-
βομβοῦσι τὰ κηρία τοῦ λόγου καὶ τὸ μέλι διαλυμαίνονται,
μηδεὶς ἐγκαλείτω τόλμαν ἐμοὶ ὑπὲρ τοῦ σιγῶντος στόματος
10
διαναστάντι πρὸς ἄμυναν. οὐδὲ γὰρ ὑπὲρ τοὺς ἄλλους ἰσχύν
τινα λόγων ἐμαυτῷ συνεγνωκὼς κατεδεξάμην τὸν πόνον· ἀλλ'
ἀκριβῶς εἰδὼς εἴπερ τις ἕτερος, ὅτι χιλιάδες εὐθηνούντων
κατὰ τὸ χάρισμα τῆς σοφίας ἐν τῇ ἐκκλησίᾳ τοῦ κυρίου
πληθύνουσιν, ὅμως ἐπειδὴ πάντων μάλιστα προσήκειν ἐμοί
φημι τοῦ μεταστάντος τὸν κλῆρον διά τε τοὺς γεγραμμένους
καὶ τοὺς τῆς φύσεως νόμους, τούτου χάριν αὐτὸς πρὸ τῶν
ἄλλων οἰκειοῦμαι τὴν κληρονομίαν τοῦ λόγου, τῶν μὲν εἰς
τὴν ἐκκλησίαν τοῦ θεοῦ συντελούντων τοῖς ἐσχάτοις συναριθ-
μούμενος, τοῦ δὲ ἀπερρωγότος τῆς ἐκκλησίας εἰς ἀντίπαλον
τάξιν οὐκ ἀσθενέστερος· ἐν γὰρ τῷ ὑγιαίνοντι σώματι καὶ
τὸ ἐλάχιστον μέρος διὰ τῆς τοῦ παντὸς συμπνοίας δυνατώ-
τερον ἂν εἴη τοῦ διεφθορότος τε καὶ τετμημένου, κἂν τὸ μὲν
πλέον, τὸ δ' ἔλαττον ᾖ.
11
Μηδεὶς δὲ μεγαλορρημονεῖν με διὰ τούτων οἰέσθω τῶν
λόγων, ὡς ὑπὲρ τὴν προσοῦσαν δύναμιν ἐπὶ ματαίοις κομ-
πάζοντα. οὐ γὰρ ἀπειροκάλως εἰς λόγων ἅμιλλαν ἢ ῥημά-
των ἐπίδειξιν συγκαθεῖναι τῷ ἀνθρώπῳ πρὸς μειρακιώδη
12
τινὰ φιλοτιμίαν προάγομαι· ἐφ' ὧν γὰρ τὸ πλέον ἔχειν ἀνω-
φελὲς καὶ ἀνόνητον, ἑτοίμως ἐκχωροῦμεν τοῖς βουλομένοις τῆς
νίκης. τουτονὶ δὲ καὶ ἄλλως μὲν „τρίβωνα λόγων“ εἶναι στο-
χάζομαι, πρὸς αὐτὴν βλέπων τὴν περὶ τὸ δόγμα τριβήν, δια-
φερόντως δὲ περὶ τὸν παρόντα πεπονηκέναι λόγον, τεκμαιρό-
μενος ἔκ τε τοῦ προσαναλῶσθαι τῇ λογογραφίᾳ ταύτῃ τῆς
ζωῆς τοῦ συγγραφέως οὐκ ἐλάχιστον μέρος καὶ ἐκ τοῦ κατὰ
πᾶσαν ὑπερβολὴν τοὺς ἐραστὰς αὐτοῦ τοῖς πεπονημένοις
13
ἀγάλλεσθαι. καὶ οὐδὲν ἀπεικὸς τὸν ἐν τοσαύταις ἐτῶν ὀλυμ-
πιάσι πονήσαντα πλέον τι τῶν αὐτόθεν ἐπιβαλόντων παρα-
σκευάσασθαι. δείκνυσι δὲ μᾶλλον τὴν τοιαύτην αὐτοῦ περὶ
τὸν λόγον κατατριβὴν ἡ περὶ τὰ σχήματα κατὰ τὴν τῶν
ῥημάτων συνθήκην ἀπειροκαλία καὶ τὸ περιττόν τε καὶ μά-
14
ταιον τῆς περὶ τὰ τοιαῦτα σπουδῆς. πολὺν γάρ τινα συρ-
φετὸν λεξειδίων ἐξ ὑπογυίου παρασκευῆς ἔκ τινων βιβλίων
ἐρανισάμενος ἐπ' ὀλίγοις τοῖς νοηθεῖσιν ἀμέτρητόν τινα σω-
ρείαν ῥημάτων φιλοπόνως συμφορήσας τὸν ”πολύκμητον”
τοῦτον ἐξειργάσατο πόνον, ὃν ἐπαινοῦσι μὲν καὶ τεθήπασιν
οἱ μαθηταὶ τῆς ἀπάτης, ἐκ τῆς περὶ τὰ καίρια τάχα πηρώ-
σεως συναφῃρημένοι παντὸς καλοῦ τε καὶ μὴ τοιούτου διά-
κρισιν, γελῶσι δὲ καὶ ἀντ' οὐδενὸς εἶναι κρίνουσιν οἷς τὸ
διορατικὸν τῆς καρδίας τῷ ῥύπῳ τῆς ἀπιστίας οὐκ ἐπημαύ-
15
ρωται. τίς γὰρ οὐκ ἂν εἰκότως γελάσειεν ὁρῶν τὴν μὲν
ὑπόθεσιν τῆς σπουδῆς ὑπὲρ τῶν τῆς ἀληθείας δογμάτων
ἐπηγγελμένην, αὐτὴν δὲ τὴν σπουδὴν εἰς ῥημάτων τε καὶ
σχημάτων ἀπειροκαλίαν ἠσχολημένην ἐπ' οὐδενὶ κατορθώ-
ματι; τί γὰρ ἂν καὶ μᾶλλον συναγωνίσαιτο πρὸς ἔλεγχον
μὲν τῶν, ὡς αὐτὸς οἴεται, κακῶς εἰρημένων, σύστασιν δὲ
τῆς ἀληθείας τῶν ζητουμένων ἐπίνοιά τις τῶν ἐν τῷ λόγῳ
σχημάτων ἀλλόκοτος καὶ σύνταξις καινοπρεπής τε καὶ ἰδιά-
ζουσα καὶ <ὕβρις σπουδαζομένη> καὶ <σπουδὴ> πάλιν
<ὑβριζομένη>, κατ' οὐδένα ζῆλον τῶν προειληφότων ἐκπονη-
16
θεῖσα; οὐ γὰρ ἂν ἔχοι τις ἐξευρεῖν πρὸς τίνα βλέπων τῶν
ἐπὶ λόγῳ γνωριζομένων ἑαυτὸν εἰς τοῦτο προήγαγεν, ὥσπερ
τις τῶν ἐπὶ σκηνῆς θαυματοποιούντων διὰ παραλλήλων καὶ
ἰσοκώλων ὁμοιοφώνων τε καὶ ὁμοιοκαταλήκτων ῥημάτων οἷόν
τισι κροτάλοις τῷ τῶν λεξειδίων ῥυθμῷ διακυμβαλίζων τὸν
17
λόγον. τοιαῦτα γάρ ἐστι μετὰ πολλῶν ἑτέρων καὶ τὰ ἐν
προοιμίοις αὐτοῦ τερετίσματα, τὰ βλακώδη ταῦτα καὶ παρατε-
θρυμμένα σωτάδεια, ἅ μοι δοκεῖ τάχα μηδὲ ἠρεμαίῳ διεξ-
ιέναι τῷ σχήματι, ἀλλ' ὑποκροτῶν τῷ ποδὶ καὶ ἐπιψοφῶν
τοῖς δακτύλοις λιγυρῶς ἅμα πρὸς τὸν ῥυθμὸν ἐπιφθέγγεσθαι
καὶ λέγειν τὸ <καὶ μηδὲν ἔτι δεήσειν μήτε λόγων
ἑτέρων μήτε πόνων δευτέρων>.
18
Ἐν τούτοις τοίνυν καὶ τοῖς τοιούτοις τὸ πλέον ἔχειν
αὐτὸν συγχωρήσας καὶ κατὰ ἐξουσίαν ἐμφορεῖσθαι τῆς νίκης
πᾶσαν τὴν περὶ ταῦτα σπουδὴν ἑκὼν ὑπερβήσομαι ὡς μόνοις
τοῖς πρὸς φιλοτιμίαν ὁρῶσι προσήκουσαν, εἴ γέ τινα φέρει
φιλοτιμίαν ὅλως τοῖς τοιούτοις τῶν λόγων ἐνδιαθρύπτεσθαι.
ἐπεὶ καὶ ὁ γνήσιος ὑπηρέτης τοῦ λόγου Βασίλειος μόνῃ τῇ
ἀληθείᾳ κοσμούμενος αὐτός τε ταῖς τοιαύταις ποικιλίαις
αἰσχρὸν ᾤετο κατασχηματίζειν τὸν λόγον καὶ ἡμᾶς πρὸς τὴν
ἀλήθειαν μόνην ἀφορᾶν ἐξεπαίδευσε, καλῶς καὶ προσηκόντως
19
τοῦτο νομοθετῶν. τί γὰρ χρὴ τὴν κομμωτικὴν περιεργίαν
εἰς τὴν τοῦ νόθου καὶ σεσοφισμένου κάλλους συντέλειαν ἐπι-
σύρεσθαι τὸν τῷ κόσμῳ τῆς ἀληθείας ὡραϊζόμενον; οἷς μὲν
γὰρ ἄπεστιν ἡ ἀλήθεια, χρήσιμον ἴσως διὰ τῆς τῶν ῥημά-
των ἡδονῆς ὑποφαρμάττειν τὸ ψεῦδος, οἷόν τι φυκίον τὴν
τοιαύτην περιεργίαν ἐνδιατρίβοντας τῷ χαρακτῆρι τοῦ λόγου·
οὕτω γὰρ ἂν πιθανή τε καὶ εὐπαράδεκτος ἡ ἀπάτη τοῖς
ἀκούουσι γένοιτο, κατεγλωττισμένη καὶ περιηνθισμένη ταῖς
τοιαύταις τοῦ λόγου κομψείαις· ὅταν δὲ καθαρὰ καὶ ἀμιγὴς
παντὸς δολεροῦ προκαλύμματος σπουδάζηταί τισιν ἡ ἀλή-
θεια, οἴκοθεν ἐπαστράπτει τοῖς λεγομένοις τὸ κάλλος.
20
Μέλλων δὲ ἤδη τῆς ἐξετάσεως ἅπτεσθαι τῶν εἰρη-
μένων ἀμηχανεῖν μοι δοκῶ καθάπερ ἐν νηνεμίᾳ τις γεωργός,
οὐκ ἔχων ὅπως διακρίναιμι τὸν καρπὸν καὶ τὸ ἄχυρον· το-
σοῦτον ἐν τῷ θημῶνι τούτῳ τῶν λόγων τὸ περιττόν τε καὶ
ἀχυρῶδές ἐστιν, ὡς ἐγγὺς εἶναι τοῦ μηδ' ὅλως νομίζειν
ἐν πᾶσι τοῖς εἰρημένοις ὑπ' αὐτοῦ πραγμάτων εἶναί τινα καὶ
21
νοημάτων ὑπόστασιν. τὸ γὰρ πᾶσιν ἐφεξῆς τοῖς γεγραμ-
μένοις ἐπεξιέναι μάταιόν τε ἅμα πρὸς τὴν σπουδὴν καὶ ἐπί-
πονον καὶ οὐδὲ συμβαῖνον κρίνω τῷ ἡμετέρῳ σκοπῷ· οὔτε
γὰρ τοσοῦτον περίεστιν ἡμῖν τῆς σχολῆς, 〈ὡς〉 ἔχειν κατ'
ἐξουσίαν ἐνευκαιρεῖν τοῖς ματαίοις, καὶ προσήκειν οἶμαι τὸν
δόκιμον ἐργάτην μὴ περὶ τὰ μάταια κατατρίβειν τὴν δύ-
ναμιν, ἀλλ' ἐν οἷς ὁ πόνος τὸν καρπὸν ὁμολογούμενον ἔχει.
22
Ὅσα τοίνυν εὐθὺς ἐν προοιμίοις ἀποσεμνύνων ἑαυτὸν
ὡς <ἀληθείας> προστάτην τῷ τῆς <ἀπιστίας> ὀνείδει τῶν
ἀντιτεταγμένων καθάπτεται λέγων <ἔμμονόν τι καὶ δυσ-
έκνιπτον αὐτοῖς ἐντετηκέναι τὸ μῖσος>, καὶ ὡς
ἐπισοβαρεύεται τοῖς ἔναγχος <ἐγνωσμένοις> αὐτῷ, τίνα μὲν
τὰ γνωσθέντα μὴ προστιθείς, <κρίσιν> δέ τινα τῶν ἀμφισβη-
τησίμων ἐν αὐτοῖς γεγενῆσθαι λέγων καί τινα δίκην ἔννομον
τὴν τοῦ σωφρονεῖν ἀνάγκην τοῖς οὐκ ἐν δίκῃ θρασυνομένοις
ἐπάγουσαν, λέγων οὑτωσὶ τῇ ἰδίᾳ φωνῇ κατὰ τὴν Λύδιον
ἁρμονίαν ἐκείνην· <καὶ τῶν οὐκ ἐν δίκῃ θρασυνο-
μένων ἐννόμῳ δίκῃ σωφρονεῖν ἠναγκασμένων>,
ἣν καὶ <ἀπόρρησιν τῶν ἐπαναστάντων> ὠνόμασεν
οὐκ οἶδ' ὅ τι νοῶν τὴν <ἀπόρρησιν>, καὶ πάντα τὰ τοιαῦτα
ὡς μάταιον ὄχλον καὶ εἰς οὐδὲν φέροντα χρήσιμον παρα-
23
δραμοῦμαι τῷ λόγῳ· εἰ δέ τινα τοῦ αἱρετικοῦ φρονή-
ματος συνηγορίαν πεποίηται, πρὸς τοῦτό μοι καλῶς ἔχειν
ἡγοῦμαι τὴν πλείω ποιεῖσθαι σπουδήν. οὕτω γὰρ καὶ ὁ τῶν
θείων δογμάτων ὑποφήτης ἐν τῷ καθ' ἑαυτὸν λόγῳ πεποίηκεν,
ὃς πολλῶν ὄντων τῶν δυναμένων εἰς πλάτος ἐκτεῖναι τὸν
λόγον διὰ τῶν ἀναγκαίων προϊὼν μόνων συντέμνει τὸ πλῆθος
τῆς ὑποθέσεως, τὰ κεφάλαια τῆς βλασφημίας ἐκ πάντων
τῶν εἰρημένων ἐν τῇ βίβλῳ τῆς ἀσεβείας ἀναλεξάμενος.
24
Εἰ δέ τις ἐπιζητεῖ κατὰ τὴν τοῦ λόγου τάξιν ἀκο-
λούθως ἀντιταχθῆναι καὶ τὸν ἡμέτερον, εἰπάτω τὸ κέρδος.
τί πλέον γενήσεται τοῖς ἀκούουσιν, εἰ τὸν γρῖφον καὶ τὸ
αἴνιγμα τῆς ἐπιγραφῆς διαλύσαιμι, ὃ κατὰ τὴν τραγικὴν
σφίγγα εὐθὺς ἡμῖν ἐν προοιμίοις προτείνεται, τὴν καινὴν
ἐκείνην <Ὑπὲρ τῆς ἀπολογίας ἀπολογίαν> καὶ τὸν
πολὺν ἐπὶ τούτῳ λῆρον καὶ τὴν μακρὰν τοῦ ὀνείρου κατα-
25
λέγων διήγησιν; οἶμαι γὰρ ἱκανῶς ἀποκναίειν τοὺς ἐν-
τυγχάνοντας καὶ ἐν μόνῳ τῷ λόγῳ τοῦ Εὐνομίου σῳζόμενον
τό τε γλίσχρον καὶ μάταιον τῆς ἐν τῇ ἐπιγραφῇ τοῦ λόγου
καινότητος καὶ τὸ φορτικὸν ἅμα καὶ περίαυτον τῶν οἰκείων
διηγημάτων, οἵους <πόνους καὶ ἄθλους> ἑαυτοῦ διεξέρ-
χεται <διὰ πάσης γῆς τε καὶ θαλάττης πεφοιτη-
κότας καὶ ἐν πάσῃ τῇ οἰκουμένῃ κηρυσσο-
26
μένους>. εἰ δὲ ταῦτα πάλιν γράφοιτο καὶ μετὰ προσ-
θήκης, ὡς εἰκός, τῶν τῆς ψευδολογίας ἐλέγχων πλεονα-
ζόντων τὸν λόγον, τίς οὕτως στερρὸς φανεῖται καὶ ἀδαμάν-
27
τινος, ὡς μὴ προσναυτιᾶσαι τῇ ἀκαιρίᾳ τοῦ πόνου; εἰ δὲ
καὶ τὴν ἔνθεον ἐκείνην ἱστορίαν ἐπὶ λέξεως γράφοιμι, τίς
<ὁ κατὰ τὸν Εὔξεινον Πόντον διὰ τῆς ὁμωνυ-
μίας αὐτὸν προλυπήσας>, οἷος ὁ βίος, τίνες αἱ σπου-
δαί, πῶς <διεφέρετο πρὸς τὸν Ἀρμένιον διὰ τὴν
ὁμοτροπίαν τοῦ ἤθους, εἶτα ἐπὶ τίσι συνέθεντό
τε μετ' ἀλλήλων καὶ κατηλλάγησαν, ὡς ἐπὶ
τὸν ἄμαχον ἐκεῖνον καὶ τῇ δόξῃ πολὺν Ἀέτιον>,
τὸν διδάσκαλον αὐτοῦ, <συμφρονῆσαι> (τούτοις γὰρ αὐτὸν
ἀποσεμνύνει τοῖς ἐπαίνοις), εἶτα τίς <ἡ καθ' αὑτοῦ μη-
χανὴ καὶ ἐπίνοια, δι' ἧς εἰς κρίσιν> τὸν ἄνδρα <κατ-
έστησαν, ἔγκλημα ποιούμενοι τὸ εὐδοκιμεῖν>
28
αὐτὸν <καὶ ὑπὲρ τοὺς ἄλλους εἶναι>· εἰ ταῦτα λέγοιμι
πάντα, ἆρ' οὐχὶ καθάπερ οἱ τῶν ὀφθαλμῶν τὴν νόσον ἐκ
τῆς πολλῆς ὁμιλίας τῶν προνενοσηκότων ἐφ' ἑαυτοὺς ἕλκοντες,
οὕτω καὶ αὐτὸς συμμετεσχηκέναι δόξω τοῦ περὶ τὴν ματαίαν
σπουδὴν ἀρρωστήματος, ἑπόμενος κατ' ἴχνος τῇ φλυαρίᾳ καὶ
τὰ καθ' ἕκαστον ἐξετάζων, τίνας φησὶ <δούλους εἰς ἐλευ-
θερίαν ἀφιεμένους καὶ τίνα μυουμένων σχέσιν
καὶ ἀργυρωνήτων τάξιν>, καὶ τί βούλονται <Μόντιος>
καὶ <Γάλλος> καὶ <Δομετιανὸς> ἐπεισιόντες τῷ λόγῳ
καὶ <μάρτυρες ψευδεῖς> καὶ <βασιλεὺς ὀργιζόμενος>
29
καὶ <εἰς ὑπερορίαν> τινὲς <μεθιστάμενοι>; τί γὰρ ἂν
καὶ γένοιτο τούτων ματαιότερον τῶν διηγημάτων τῷ γε μὴ
ψιλὴν ἱστορίαν διηγήσασθαι βουλομένῳ, ἀλλὰ διελέγξαι τὸν
ἀντειπόντα τῷ τῆς αἱρέσεως δόγματι; πολὺ δὲ μᾶλλον τὰ
ἐπὶ τούτοις διὰ τῆς ἱστορίας δηλούμενα πλείονα τὴν ἀχρη-
στίαν ἔχει· οἶμαι γὰρ μηδ' ἂν αὐτὸν τὸν συγγραφέα διελ-
θεῖν ἀνυστάκτως, κἂν φυσικῇ τινι στοργῇ κρατῶνται πρὸς
τοὺς ἐξ αὑτῶν οἱ πατέρες. δηλοῦται γὰρ ἐκεῖ δῆθεν τὰ πε-
πραγμένα καὶ τὰ πάθη διὰ τοῦ λόγου εἰς ὕψος αἴρεται καὶ
εἰς τραγῳδίας ὄγκον ἡ ἱστορία μετασκευάζεται.
30
Ἀλλ' ἵνα μὴ καὶ αὐτῷ τῷ παραιτεῖσθαι πλέον τοῦ
δέοντος ἐμβραδύνω τοῖς ἀνονήτοις 〈καὶ〉 καθάπερ ὁ διὰ
βορβόρου τινὸς διελαύνων τὸν ἵππον καὶ τῆς ἐκεῖθεν ἀηδίας
καταπιμπλάμενος, οὕτω κἀγὼ διὰ τῆς μνήμης τῶν γεγραμ-
μένων διεξάγων τὸν λόγον καταμολύνω τὸ σύγγραμμα, πρέ-
πειν ἡγοῦμαι πάντα τὸν τοιοῦτον συρφετόν, ὅπως ἂν ᾖ δυ-
νατόν, ὑψηλῷ καὶ ταχεῖ τῷ ἅλματι τοῦ λόγου διαπηδήσας
(ἱκανὸν γὰρ κέρδος ἡ ταχεῖα τῶν ἀηδῶν ἀναχώρησις) πρὸς
τὸ πέρας τῆς ἱστορίας ἐπισπεῦσαι τὸν λόγον, ὡς ἂν μὴ καὶ
τῷ ἐμῷ βιβλίῳ τὰ τῆς πικρίας αὐτῶν ἐνστάζοιτο ῥήματα.
31
μόνῃ γὰρ πρεπέτω τῇ Εὐνομίου φωνῇ τὰ τοιαῦτα λέγειν
περὶ ἱερέων θεοῦ, <ὑπασπιστὰς καὶ ῥαβδούχους καὶ
δορυφόρους καταπλήσσοντας, διερευνωμένους,
λαθεῖν οὐκ ἐπιτρέποντας τὸν κρυπτόμενον>, καὶ
ὅσα ἄλλα κατὰ πολιᾶς ἱερέων οὐκ αἰσχύνεται γράφων.
32
ὥσπερ γὰρ ἐν τοῖς παιδευτηρίοις τῶν ἔξωθεν λόγων εἰς
γυμνασίαν τῆς κατὰ τὴν γλῶσσαν καὶ τὸν νοῦν ἑτοιμότητος
ἀφορμαὶ καταφορᾶς τοῖς μειρακίοις προβάλλονται κατά τινος
ἀορίστου προσώπου, οὕτω κατ' εὐθεῖαν ἐπεμβαίνει τοῖς μνη-
μονευθεῖσιν ὁ συγγραφεὺς καὶ τὴν κακήγορον αὐτοῖς ἐπαφ-
ίησι γλῶσσαν καὶ τὰ ἔργα τῆς πονηρίας σιγήσας ψιλὴν
αὐτῶν κατασκεδάζει τὴν ἑωλοκρασίαν τῶν ὕβρεων, πᾶν
ὄνειδος κατ' αὐτῶν συμπλάσσων καὶ συντιθεὶς ἐν ταῖς λοι-
δορίαις τὰ ἄμικτα, <φαιοτρίβωνά τινα στρατιώ-
την>, καὶ <ἅγιον> καὶ <ἐξάγιστον, ὑπὸ νηστείας τε
ὠχριῶντα καὶ ὑπὸ πικρίας φονῶντα, καὶ> πολλὴν
ἄλλην τοιαύτην βωμολοχίαν. 〈καὶ〉 καθάπερ ἐν ταῖς ἔξω
πομπαῖς διαβέβληταί τις ὡς δι' ὑπερβολὴν ἀναιδείας ἄνευ
προσωπείου κωμάζων, οὕτως οὐδενὶ παραπετάσματι τὴν
πικρίαν ἑαυτοῦ συσκιάσας γυμνῇ καὶ ἀπηρυθριασμένῃ φωνῇ
33
τὰ ἐκ τῆς ἁμάξης προφέρει· εἶτα ὁμολογεῖ ἐφ' οἷς παρο-
ξύνεται, ὅτι <σπουδὴν ἐποιοῦντο>, φησίν, <ἐκεῖνοι μὴ
…
The complete text is available when the reading interface loads.