The Greek Library Catalogue

Anonymous

In Canticum canticorum

Edition reference
In Canticum canticorum (homiliae 15), ed. H. Langerbeck, Gregorii Nysseni opera, vol. 6, Leiden: Brill, 1960: 3–469.
CTS identifier
urn:cts:greekLit:tlg2017.tlg032.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

6

5

ἐπωφελῶν ἔχοιτο νοημάτων· καὶ γὰρ ὁ μέγας ἀπόστολος

πνευματικὸν εἶναι λέγων τὸν νόμον, ἐμπεριλαμβάνων δὲ

τῷ ὀνόματι τοῦ νόμου καὶ τὰ ἱστορικὰ διηγήματα, ὡς πᾶσαν

τὴν θεόπνευστον γραφὴν νόμον εἶναι τοῖς ἐντυγχάνουσιν, οὐ

μόνον διὰ τῶν φανερῶν παραγγελμάτων ἀλλὰ καὶ διὰ τῶν

ἱστορικῶν διηγημάτων παιδεύουσαν πρός τε γνῶσιν τῶν

μυστηρίων καὶ πρὸς καθαρὰν πολιτείαν τοὺς ἐπιστατικῶς

ἐπαΐοντας, κέχρηται μὲν τῇ ἐξηγήσει κατὰ τὸ ἀρέσκον

αὐτῷ πρὸς τὸ ὠφέλιμον βλέπων, οὐ φροντίζει δὲ τοῦ ὀνό-

ματος, ᾧ χρὴ κατονομάζεσθαι τὸ εἶδος τῆς ἐξηγήσεως·

ἀλλὰ νῦν μὲν ἀλλάσσειν φησὶ τὴν φωνήν, μέλλων μετάγειν

τὴν ἱστορίαν εἰς ἔνδειξιν τῆς περὶ τῶν διαθηκῶν οἰκονομίας,

6

εἶτα μνησθεὶς τῶν δύο τοῦ Ἀβραὰμ τέκνων, τῶν ἔκ τε

τῆς παιδίσκης καὶ τῆς ἐλευθέρας αὐτῷ γεγονότων, ἀλλη-

γορίαν ὀνομάζει τὴν περὶ αὐτῶν θεωρίαν, πάλιν δὲ πράγ-

ματά τινα διηγησάμενος τῆς ἱστορίας φησὶν ὅτι Τυπικῶς

μὲν συνέβαινεν ἐκείνοις, ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν.

καὶ πάλιν τὸ μὴ δεῖν κημοῦσθαι τὸν ἀλοῶντα βοῦν εἰπὼν προσέ-

θηκεν ὅτι Οὐ μέλει τῷ θεῷ περὶ τῶν βοῶν, ἀλλ' ὅτι Δι'

ἡμᾶς πάντως ἐγράφη. ἔστι δὲ ὅπου τὴν ἀμυδροτέραν κατα-

νόησιν καὶ τὴν ἐκ μέρους γνῶσιν ἔσοπτρον ὀνομάζει

καὶ αἴνιγμα. καὶ πάλιν τὴν ἀπὸ τῶν σωματικῶν πρὸς τὰ

νοητὰ μετάστασιν πρὸς κύριον ἐπιστροφὴν λέγει καὶ κα-

λύμματος περιαίρεσιν. ἐν πᾶσι δὲ τούτοις τοῖς διαφόροις

τρόποις τε καὶ ὀνόμασι τῆς κατὰ τὸν νοῦν θεωρίας ἓν ὑφη-

γεῖται διδασκαλίας εἶδος ἡμῖν, τὸ μὴ δεῖν πάντως παραμένειν

τῷ γράμματι ὡς βλαπτούσης ἡμᾶς ἐν πολλοῖς εἰς τὸν κατ'

ἀρετὴν βίον τῆς προχείρου τῶν λεγομένων ἐμφάσεως, ἀλλὰ

μεταβαίνειν πρὸς τὴν ἄϋλόν τε καὶ νοητὴν θεωρίαν, ὥστε

τὰς σωματικωτέρας ἐννοίας μεταβληθῆναι πρὸς νοῦν καὶ

διάνοιαν κόνεως δίκην τῆς σαρκωδεστέρας ἐμφάσεως τῶν

7

λεγομένων ἐκτιναχθείσης. καὶ διὰ τοῦτό φησιν ὅτι Τὸ

γράμμα ἀποκτείνει, τὸ δὲ πνεῦμα ζωοποιεῖ, ὡς πολλαχῇ τῆς

ἱστορίας, εἴπερ ἐπὶ ψιλῶν σταίημεν τῶν πραγμάτων, οὐκ

ἀγαθοῦ βίου παρεχομένης ἡμῖν τὰ ὑποδείγματα· τί γὰρ

ὠφελεῖ πρὸς ἀρετὴν τὸν ἀκούοντα Ὡσηὲ ὁ προφήτης ἐκ

πορνείας παιδοποιούμενος καὶ Ἠσαΐας εἰσιὼν πρὸς τὴν

προφῆτιν, εἰ μέχρι τῆς λέξεώς τις στήσειε τὸ λεγόμενον;

ἢ τί πρὸς τὸν ἐνάρετον συντελεῖ βίον τὰ περὶ τοῦ Δαβὶδ

διηγήματα, μοιχείας καὶ φόνου κατὰ ταὐτὸ περὶ τὸ ἓν

συνδεδραμηκότων ἄγος; εἰ δέ τις εὑρεθείη λόγος ὁ τὸ διὰ

τούτων οἰκονομούμενον ἐπιδεικνύων ἀνεύθυνον, τότε ἀλη-

θεύων ὁ τοῦ ἀποστόλου λόγος ἐπιδειχθήσεται ὅτι Τὸ γράμμα

ἀποκτείνει (πονηρῶν γὰρ ἔχει πραγμάτων ἐν ἑαυτῷ ὑπο-

δείγματα), τὸ δὲ πνεῦμα ζωοποιεῖ· μετατίθησι γὰρ τὴν

ἀπεμφαίνουσάν τε καὶ διαβεβλημένην ἔννοιαν εἰς θειοτέρας

ἐμφάσεις. οἴδαμεν δὲ καὶ αὐτὸν τὸν λόγον τὸν παρὰ πάσης

κτίσεως προσκυνούμενον, ὅτε ἐν ὁμοιώματι ἀνθρώπου καὶ

σχήματι διὰ σαρκὸς παρεδίδου τὰ θεῖα μυστήρια, οὕτως

8

ἀνακαλύπτοντα ἡμῖν τὰ τοῦ νόμου νοήματα, ὥστε τοὺς δύο

ἀνθρώπους, ὧν ἀληθής ἐστιν ἡ μαρτυρία, ἑαυτὸν καὶ τὸν

πατέρα λέγειν εἶναι· καὶ τὸν χαλκοῦν ὄφιν τὸν ἐπὶ τοῦ ὕψους

ἀνατεθέντα, ὃς ἦν τῷ λαῷ τῶν θανατηφόρων δηγμάτων

ἀλεξητήριος, εἰς τὴν διὰ τοῦ σταυροῦ γενομένην ὑπὲρ ἡμῶν

οἰκονομίαν μεταλαμβάνοντα· καὶ αὐτῶν δὲ τῶν ἁγίων

αὐτοῦ μαθητῶν τὴν ἀγχίνοιαν διὰ τῶν ἐπικεκαλυμμένων

τε καὶ ἐπικεκρυμμένων λόγων διαγυμνάζοντα ἐν παραβολαῖς,

ἐν ὁμοιώμασιν, ἐν σκοτεινοῖς λόγοις, ἐν ἀποφθέγμασι, τοῖς

δι' αἰνιγμάτων προφερομένοις, ὑπὲρ ὧν κατὰ μόνας μὲν

ἐποιεῖτο τὰς ἐξηγήσεις ἐπιλύων αὐτοῖς τὴν ἀσάφειαν, ἔστι

δὲ ὅπου, εἰ μὴ κατελήφθη παρ' αὐτῶν ἡ τῶν λεγομένων διά-

νοια, διεμέμφετο αὐτῶν τὸ βραδύνουν καὶ περὶ τὴν σύνεσιν

ἄτονον· ὅτε γὰρ ἀπέχεσθαι τῆς Φαρισαϊκῆς αὐτοῖς ἐνεκελεύετο

ζύμης, οἱ δὲ μικροψύχως πρὸς τὰς πήρας ἀπέβλεπον, ἐν

αἷς τὸν ἐκ τῶν ἄρτων ἐπισιτισμὸν οὐκ ἐπήγοντο, τότε

καθάπτεται τῶν μὴ συνιέντων, ὅτι διδασκαλία ἦν τὸ διὰ

9

τῆς ζύμης δηλούμενον. καὶ πάλιν τράπεζαν αὐτῷ τῶν

μαθητῶν παρατιθέντων ἀποκρινόμενος ὅτι Ἐγὼ βρῶσιν

ἔχω φαγεῖν, ἣν ὑμεῖς οὐκ οἴδατε, ὑπονοησάντων αὐτῶν περὶ

σωματικῆς αὐτὸν λέγειν τροφῆς ὡς ἑτέρωθεν αὐτῷ προσε-

νεχθείσης, ἑρμηνεύει τὸν ἑαυτοῦ λόγον ὅτι βρῶσίς ἐστιν

αὐτῷ πρέπουσα καὶ κατάλληλος ἡ τοῦ σωτηρίου θελήματος

ἀποπλήρωσις. καὶ μυρία τοιαῦτα ἐκ τῶν εὐαγγελικῶν φωνῶν

ἔστιν ἀναλέξασθαι, ἐφ' ὧν ἄλλο μὲν ἔστι τὸ ἐκ τοῦ προχείρου

νοούμενον, ἕτερον δὲ πρὸς ὃ βλέπει ἡ τῶν λεγομένων διάνοια·

οἷον τὸ ὕδωρ ὃ τοῖς διψῶσι κατεπηγγείλατο δι' οὗ πηγαὶ

ποταμῶν γίνονται οἱ πιστεύοντες, τὸν ἄρτον τὸν ἐκ τῶν

οὐρανῶν καταβαίνοντα, τὸν ναὸν τὸν λυόμενον καὶ διὰ τριῶν

ἡμερῶν ἐγειρόμενον, τὴν ὁδόν, τὴν θύραν, τὸν λίθον τὸν

παρὰ τῶν οἰκοδόμων ἐξουθενημένον καὶ τῇ ἐπιγωνίῳ

κεφαλῇ ἁρμοζόμενον, τοὺς δύο τοὺς ἐπὶ κλίνης μιᾶς, τὸν

μυλῶνα, τὰς ἀληθούσας, τὴν παραλαμβανομένην, τὴν

καταλιμπανομένην, τὸ πτῶμα, τοὺς ἀετούς, τὴν συκῆν τὴν

ἁπαλυνομένην καὶ τοὺς κλάδους ἐκφύουσαν. ἅπερ πάντα καὶ

ὅσα τοιαῦτα γένοιτο ἂν εἰς προτροπὴν ἡμῖν τοῦ χρῆναι

10

διερευνᾶν τὰς θείας φωνὰς καὶ προσέχειν τῇ ἀναγνώσει καὶ

κατὰ πάντα τρόπον ἀνιχνεύειν, εἴ πού τις εὑρεθείη λόγος

τῆς προχείρου κατανοήσεως ὑψηλότερος ἐπὶ τὰ θειότερά

τε καὶ ἀσώματα χειραγωγῶν τὴν διάνοιαν. τούτου χάριν

τὸ ἀπηγορευμένον τῇ βρώσει ξύλον οὐχὶ συκῆν, ὥς τινες

ἀπεφήναντο, οὔτε ἄλλο τι τῶν ἀκροδρύων εἶναι πειθόμεθα·

εἰ γὰρ τότε θανατηφόρος ἦν ἡ συκῆ, οὐδ' ἂν νῦν πάντως

ἐδώδιμος ἦν· ἅμα δὲ καὶ μεμαθήκαμεν παρὰ τῆς τοῦ δεσπότου

φωνῆς, δι' ἀποφάσεως τοῦτο δογματιζούσης, ὅτι Οὐδέν

ἐστι τῶν εἰσπορευομένων διὰ στόματος ὃ δύναται κοινῶσαι

τὸν ἄνθρωπον· ἀλλ' ἑτέραν τινὰ ζητοῦμεν διάνοιαν ἐπὶ τοῦ

νόμου τούτου, ἀξίαν τῆς τοῦ νομοθέτου μεγαλειότητος· κἂν

τῆς τοῦ θεοῦ φυτείας ἔργον τὸν παράδεισον εἶναι ἀκούσωμεν,

κἂν ξύλον ζωῆς ἐν μέσῳ τοῦ παραδείσου πεφυτευμένον,

ζητοῦμεν παρὰ τοῦ ἀποκαλύπτοντος τὰ κεκρυμμένα μυστήρια

μαθεῖν, ποίων φυτῶν γίνεται ὁ πατὴρ γεωργός τε καὶ

φυτηκόμος, καὶ πῶς δυνατόν ἐστι κατὰ τὸ μεσαίτατον τοῦ

παραδείσου τὰ δύο εἶναι ξύλα, τό τε τῆς σωτηρίας καὶ τὸ

τῆς ἀπωλείας· τὸ γὰρ ἀκριβῶς μέσον καθάπερ ἐν κύκλου

περιγραφῇ ἐν τῷ ἑνὶ κέντρῳ πάντως ἐστίν. εἰ δὲ παρατεθείη

τῷ κέντρῳ κατά τι μέρος ἕτερον κέντρον, ἀνάγκη πᾶσα

συμμετατεθῆναι τῷ κέντρῳ τὸν κύκλον, ὥστε μηκέτι μέσον

εἶναι τὸ πρότερον. ἐκεῖ τοίνυν ἑνὸς ὄντος τοῦ παραδείσου,

11

πῶς φησιν ὁ λόγος ἰδιαζόντως μὲν ἑκάτερον θεωρεῖσθαι

τῶν ξύλων, ἐπὶ δὲ τοῦ μέσου εἶναι καὶ τοῦτο καὶ τοῦτο,

ὧν τὸ θανατηφόρον τῆς τοῦ θεοῦ φυτείας ἀλλότριον εἶναι

διδάσκει ὁ πάντα καλὰ λίαν εἶναι τὰ τοῦ θεοῦ ἔργα ἀποφηνά-

μενος λόγος; οἷς εἰ μή τις διὰ φιλοσοφίας ἐνθεωρήσειε τὴν

ἀλήθειαν, ἀσύστατον ἢ μυθῶδες εἶναι τοῖς ἀνεπισκέπτοις τὸ

λεγόμενον δόξει.

Καὶ μακρὸν ἂν εἴη τὰ καθ' ἕκαστον ἐκ τῶν προφητῶν

ἀναλέγεσθαι· πῶς ὁ Μιχαίας ἐπ' ἐσχάτων τῶν ἡμερῶν

ἐμφανὲς ὄρος λέγει γενήσεσθαι ἐπὶ τὰς κορυφὰς τῶν ὀρέων,

τὸ ἐπὶ καθαιρέσει τῶν ἀντικειμένων δυνάμεων ἀναδεικνύ-

μενον τῆς εὐσεβείας μυστήριον οὕτω κατονομάζων· πῶς δὲ

ῥάβδον ἀνατέλλειν φησὶ καὶ ἄνθος ἐκ τῆς ῥίζης, τὴν διὰ

σαρκὸς τοῦ κυρίου ἀνάδειξιν ὁ ὑψηλὸς Ἠσαΐας οὕτω μηνύων·

ἢ τὸ τετυρωμένον ὄρος παρὰ τῷ μεγάλῳ Δαβίδ, ποῖον

ἔχει νοῦν ἐν τῇ λέξει φαινόμενον· ἢ τὸ μυριοπλάσιον ἅρμα·

ἢ τῶν ταύρων ἡ συναγωγὴ ἡ ἐπαφιεμένη ταῖς δαμάλεσι

τῶν λαῶν· ἢ ὁ βαπτόμενος τῷ αἵματι ποῦς ἢ τῶν κυνῶν

αἱ γλῶσσαι· ἢ καθ' ὁμοιότητα τοῦ μόσχου διαλεπτυνόμενος

12

μετὰ τῶν κέδρων ὁ Λίβανος· καὶ μυρία πρὸς τούτοις ἔστιν

ἐκ τῆς λοιπῆς ἀναλεξάμενον προφητείας δεῖξαι τὸ ἀναγκαῖον

τῆς κατὰ διάνοιαν τῶν ῥητῶν θεωρίας, ἧς ἀποβαλλομένης,

καθὼς ἀρέσκει τισίν, ὅμοιον εἶναί μοι δοκεῖ τὸ γινόμενον,

ὡς εἴ τις ἀκατέργαστα προθείη πρὸς ἀνθρωπίνην βρῶσιν

ἐπὶ τραπέζης τὰ λήϊα, μὴ τρίψας τὴν καλάμην, μὴ τῷ λικμητῷ

διακρίνας ἐκ τῶν ἀχύρων τὰ σπέρματα, μὴ λεπτύνας τὸν σῖτον

εἰς ἄλευρον, μηδὲ κατασκευάσας ἄρτον τῷ καθήκοντι

τρόπῳ τῆς σιτοποιΐας. ὥσπερ οὖν τὸ ἀκατέργαστον γένημα

κτηνῶν ἐστι καὶ οὐκ ἀνθρώπων τροφή, οὕτως εἴποι τις

ἂν ἀλόγων μᾶλλον ἢ λογικῶν εἶναι τροφὴν μὴ κατεργασθέντα

διὰ τῆς λεπτοτέρας θεωρίας τὰ θεόπνευστα ῥήματα οὐ

μόνον τῆς παλαιᾶς διαθήκης, ἀλλὰ καὶ τὰ πολλὰ τῆς εὐαγ-

γελικῆς διδασκαλίας· τὸ πτύον τὸ διακαθαῖρον τὴν ἅλωνα,

τὸ ἀποφυσώμενον ἄχυρον, ὁ παραμένων σῖτος τοῖς ποσὶ τοῦ

λικμήτορος, τὸ ἄσβεστον πῦρ, ἡ ἀγαθὴ ἀποθήκη, τὸ τῶν

κακῶν εὔφορον δένδρον, ἡ ἀπειλὴ τῆς ἀξίνης ἡ φοβερῶς

τῷ δένδρῳ τὴν ἀκμὴν προδεικνύουσα, οἱ πρὸς τὴν ἀνθρω-

πίνην φύσιν μεταποιούμενοι λίθοι.

Ταῦτά μοι διὰ τῶν πρὸς τὴν σύνεσίν σου γραμμάτων

13

ἀπολογία τις γεγράφθω πρὸς τοὺς μηδὲν πλέον παρὰ τὴν

πρόχειρον τῆς λέξεως ἔμφασιν ἐκ τῶν θείων ῥημάτων

ἀναζητεῖν νομοθετοῦντας. εἰ δὲ τοῦ Ὠριγένους φιλοπόνως

περὶ τὸ βιβλίον τοῦτο σπουδάσαντος καὶ ἡμεῖς γραφῇ

παραδοῦναι τὸν πόνον ἡμῶν προεθυμήθημεν, ἐγκαλείτω

μηδεὶς πρὸς τὸ θεῖον τοῦ ἀποστόλου λόγιον βλέπων, ὅς

φησιν ὅτι Ἕκαστος τὸν ἴδιον μισθὸν λήψεται κατὰ τὸν ἴδιον

κόπον. ἐμοὶ δὲ οὐ πρὸς ἐπίδειξίν ἐστι συντεταγμένος

ὁ λόγος· ἀλλ' ἐπειδὴ τὰ πολλὰ τῶν ἐπ' ἐκκλησίας ῥηθέντων

τινὲς τῶν συνόντων ἡμῖν ὑπὸ φιλομαθείας ἐσημειώσαντο,

τὰ μὲν παρ' ἐκείνων λαβών, ὅσα δι' ἀκολούθου ἔσχεν αὐτῶν

ἡ σημείωσις, τὰ δὲ καὶ ἀπ' ἐμαυτοῦ προσθείς, ὧν ἀναγκαία

ἦν ἡ προσθήκη, ἐν ὁμιλιῶν εἴδει τὴν ὑπηγορίαν πεποίημαι

καθεξῆς πρὸς λέξιν προαγαγὼν τὴν τῶν ῥητῶν θεωρίαν,

ἐφ' ὅσον ὁ καιρός τε καὶ τὰ πράγματα τὴν περὶ τούτου μοι

σχολὴν ἐνεδίδου κατὰ τὰς ἡμέρας τῶν νηστειῶν· ἐν ταύταις

γὰρ ἡμῖν πρὸς τὴν δημοσίαν ἀκοὴν ὁ περὶ τούτου λόγος

διεσπουδάσθη. εἰ δὲ παράσχοι καὶ ζωῆς χρόνον ὁ τῆς ζωῆς

ἡμῶν ταμίας θεὸς καὶ εἰρηνικὴν εὐκαιρίαν, καὶ τοῖς λειπο-

μένοις ἴσως ἐπιδραμούμεθα· νῦν γὰρ ἡμῖν μέχρι τοῦ ἡμίσεος

προῆλθεν ὁ λόγος καὶ ἡ θεωρία.

14

{Λόγος αʹ}

Φιλησάτω με ἀπὸ φιλημάτων στόματος αὐτοῦ,

ὅτι ἀγαθοὶ μαστοί σου ὑπὲρ οἶνον,

Καὶ ὀσμὴ μύρων σου ὑπὲρ πάντα τὰ ἀρώματα,

μύρον ἐκκενωθὲν ὄνομά σοι.

διὰ τοῦτο νεάνιδες ἠγάπησάν σε,

Εἵλκυσάν σε,

ὀπίσω σου εἰς ὀσμὴν μύρων σου δραμούμεθα.

εἰσήγαγέ με ὁ βασιλεὺς εἰς τὸ ταμιεῖον αὐτοῦ.

ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν σοί,

ἀγαπήσωμεν μαστούς σου ὑπὲρ οἶνον·

εὐθύτης ἠγάπησέ σε.

Ὅσοι κατὰ τὴν συμβουλὴν τοῦ Παύλου τὸν παλαιὸν

ἄνθρωπον ὥσπερ τι περιβόλαιον ῥυπαρὸν ἀπεδύσασθε

σὺν ταῖς πράξεσι καὶ ταῖς ἐπιθυμίαις αὐτοῦ καὶ τὰ φωτεινὰ

τοῦ κυρίου ἱμάτια, οἷα ἐπὶ τῆς τοῦ ὄρους μεταμορφώσεως

ἔδειξε, διὰ τῆς καθαρότητος τοῦ βίου περιεβάλεσθε, μᾶλλον

δὲ οἱ αὐτὸν τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν μετὰ τῆς ἁγίας

αὐτοῦ στολῆς ἐνδυσάμενοι καὶ συμμεταμορφωθέντες αὐτῷ

15

πρὸς τὸ ἀπαθές τε καὶ θειότερον, ὑμεῖς ἀκούσατε τῶν

μυστηρίων τοῦ Ἄισματος τῶν Ἀισμάτων· ὑμεῖς ἐντὸς γένεσθε

τοῦ ἀκηράτου νυμφῶνος λευχειμονοῦντες τοῖς καθαροῖς τε

καὶ ἀμολύντοις νοήμασιν. μή τις ἐμπαθῆ καὶ σαρκώδη

λογισμὸν ἐπαγόμενος καὶ μὴ ἔχων πρέπον τῷ θείῳ γάμῳ

τὸ τῆς συνειδήσεως ἔνδυμα συνδεθῇ τοῖς ἰδίοις νοήμασι,

τὰς ἀκηράτους τοῦ νυμφίου τε καὶ τῆς νύμφης φωνὰς εἰς

κτηνώδη καὶ ἄλογα καθέλκων πάθη, καὶ δι' αὐτῶν ταῖς

αἰσχραῖς ἐνδεθεὶς φαντασίαις ἔξω τῶν ἐν τῷ γάμῳ φαι-

δρυνομένων ἀπορριφῇ, τὸν βρυγμὸν καὶ τὸ δάκρυον ἀντὶ τῆς ἐν

παστάδι χαρᾶς ἀλλαξάμενος. ταῦτα διαμαρτύρομαι μέλλων

ἅπτεσθαι τῆς ἐν τῷ Ἄισματι τῶν Ἀισμάτων μυστικῆς θεωρίας.

διὰ γὰρ τῶν ἐνταῦθα γεγραμμένων νυμφοστολεῖται τρόπον

τινὰ ἡ ψυχὴ πρὸς τὴν ἀσώματόν τε καὶ πνευματικὴν καὶ

ἀμόλυντον τοῦ θεοῦ συζυγίαν· ὁ γὰρ πάντας θέλων σωθῆναι

καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν τὸν τελεώτατον ἐνταῦθα

καὶ μακάριον τῆς σωτηρίας ὑποδείκνυσι τρόπον, τὸν διὰ

τῆς ἀγάπης λέγω. ἔστι μὲν γὰρ καὶ διὰ φόβου τισὶ γινομένη

ἡ σωτηρία, ὅταν πρὸς τὰς ἀπειλὰς τῆς ἐν τῇ γεέννῃ κολάσεως

16

βλέποντες τοῦ κακοῦ χωριζώμεθα. εἰσὶ δέ τινες οἱ καὶ διὰ

τὴν ἀποκειμένην τοῖς εὖ βεβιωκόσι τῶν μισθῶν ἐλπίδα τὴν

ἀρετὴν κατορθοῦντες, οὐκ ἀγάπῃ τοῦ ἀγαθοῦ, ἀλλὰ τῇ

προσδοκίᾳ τῆς ἀμοιβῆς κατακτώμενοι. ὁ μέντοι πρὸς τὸ

τέλειον ἀναδραμὼν τῇ ψυχῇ ἀπωθεῖται μὲν τὸν φόβον (ἀν-

δραποδώδης γὰρ ἡ τοιαύτη διάθεσις, τὸ μὴ δι' ἀγάπης

παραμένειν τῷ κυριεύοντι, ἀλλὰ τῷ τῶν μαστίγων φόβῳ

μὴ δραπετεύειν), ὑπερορᾷ δὲ καὶ αὐτῶν τῶν μισθῶν, ὡς

ἂν μὴ δοκοίη τὸν μισθὸν ποιεῖσθαι προτιμότερον τοῦ δω-

ρουμένου τὸ κέρδος· ἀγαπᾷ δὲ ἐξ ὅλης καρδίας τε καὶ

ψυχῆς καὶ δυνάμεως οὐκ ἄλλο τι τῶν παρ' αὐτοῦ γινο-

μένων, ἀλλ' αὐτὸν ἐκεῖνον ὅς ἐστι τῶν ἀγαθῶν ἡ πηγή.

ταύτην τοίνυν ὁ καλῶν ἡμᾶς πρὸς τὴν ἑαυτοῦ μετουσίαν

νομοθετεῖ ταῖς τῶν ἀκουόντων ψυχαῖς τὴν διάθεσιν. ὁ δὲ

βεβαιῶν τὴν νομοθεσίαν ταύτην ἐστὶ Σολομῶν, οὗ ἡ σοφία

κατὰ τὴν θείαν μαρτυρίαν μέτρον οὐκ ἔχει, πᾶσιν ἐπ' ἴσης

τοῖς τε προγεγονόσι καὶ τοῖς ἐσομένοις ἀσύγκριτος οὖσα

καὶ ἀπαράθετος, ὃν ἔλαθε τῶν ὄντων οὐδέν. ἆρά με τοῦτον

οἴει λέγειν τὸν ἐκ τῆς Βηρσαβεὲ Σολομῶντα, τὸν ἐπὶ τοῦ

ὄρους ἀνενεγκόντα τὴν χιλιόμβην, τὸν ἐκ τῆς Σιδωνίας συμβόλῳ

17

πρὸς τὴν ἁμαρτίαν χρησάμενον; ἀλλὰ Σολομῶν διὰ τούτου

σημαίνεται ἄλλος· ὁ καὶ αὐτὸς ἐκ τοῦ σπέρματος Δαβὶδ

τὸ κατὰ σάρκα γενόμενος, ᾧ ὄνομα εἰρήνη, ὁ ἀληθινὸς τοῦ

Ἰσραὴλ βασιλεύς, ὁ οἰκοδόμος τοῦ ναοῦ τοῦ θεοῦ, ὁ πάντων

ἐμπεριειληφὼς τὴν γνῶσιν, οὗ ἀόριστος ἡ σοφία, μᾶλλον δὲ

οὗ τὸ εἶναι σοφία ἐστὶ καὶ ἀλήθεια, καὶ πᾶν θεοπρεπές τε

καὶ ὑψηλὸν ὄνομά τε καὶ νόημα. οὗτος ὀργάνῳ τῷ Σολομῶντι

τούτῳ χρησάμενος διὰ τῆς ἐκείνου φωνῆς ἡμῖν διαλέγεται

πρότερον μὲν ἐν Παροιμίαις, εἶτα ἐν τῷ Ἐκκλησιαστῇ

καὶ μετὰ ταῦτα ἐν τῇ προκειμένῃ τοῦ Ἄισματος τῶν Ἀι-

σμάτων φιλοσοφίᾳ ὁδῷ καὶ τάξει τὴν πρὸς τὸ τέλειον ἄνοδον

ὑποδεικνύων τῷ λόγῳ. καθάπερ γὰρ ἐπὶ τῆς κατὰ σάρκα

ζωῆς οὐ πᾶσα ἡλικία πάσας χωρεῖ τὰς φυσικὰς ἐνεργείας οὐδὲ

διὰ τῶν ὁμοίων ἡμῖν ἐν ταῖς τῶν ἡλικιῶν διαφοραῖς ὁ βίος

18

προέρχεται (οὔτε γὰρ τὸ νήπιον τὰ τῶν τελείων ἔργα

μετέρχεται οὔτε ὁ τέλειος ἐν ταῖς ἀγκάλαις τῆς τιθήνης

ἀναλαμβάνεται, ἀλλ' ἑκάστῳ καιρῷ τῆς ἡλικίας ἄλλο τι

πρόσφορόν ἐστι καὶ κατάλληλον), οὕτως ἔστιν ἰδεῖν καὶ ἐν τῇ

ψυχῇ ἀνάλογόν τινα πρὸς τὰς σωματικὰς ἡλικίας, δι' ὧν

εὑρίσκεται τάξις τις καὶ ἀκολουθία πρὸς τὸν κατ' ἀρετὴν

βίον χειραγωγοῦσα τὸν ἄνθρωπον. οὗ χάριν ἄλλως ἡ Παροιμία

παιδεύει καὶ ἄλλως ὁ Ἐκκλησιαστὴς διαλέγεται· καὶ ἡ διὰ

τοῦ Ἄισματος τῶν Ἀισμάτων φιλοσοφία διὰ τῶν ὑψηλο-

τέρων δογμάτων ἀμφοτέρων ὑπέρκειται. ἡ γὰρ διὰ τῶν

παροιμιῶν διδασκαλία πρὸς τὸν ἔτι νηπιάζοντα ποιεῖται

τοὺς λόγους καταλλήλως τῇ ἡλικίᾳ τὴν νουθεσίαν ἁρμόζουσα·

Ἄκουε, φησίν, υἱέ, νόμους πατρός σου καὶ μὴ ἀπώσῃ θεσμοὺς

μητρός σου. ὁρᾷς ἐκ τῶν λεγομένων τὸ ἁπαλὸν ἔτι τῆς

κατὰ ψυχὴν ἡλικίας καὶ εὔπλαστον· ἔτι μητρῴων αὐτὸν

θεσμῶν ἐπιδεᾶ βλέπει καὶ πατρικῆς νουθεσίας καί, ὡς ἂν

προθυμότερον προσέχοι τοῖς γονεῦσι τὸ νήπιον, τοὺς παιδι-

κοὺς αὐτῷ κατεπαγγέλλεται κόσμους ἐκ τῆς περὶ τὰ μαθήματα

σπουδῆς προσγενήσεσθαι· παιδίῳ γάρ ἐστι κόσμος 〈ὁ〉

19

χρύσεος μανιάκης τῷ τραχήλῳ περιλαμπόμενος καὶ ὁ ἐξ

ἀνθῶν τινων ἐπιχαρίτων ἀναπλεκόμενος στέφανος. νοεῖν δὲ

χρὴ ταῦτα πάντως ὅπως ἂν ὁδηγήσῃ πρὸς τὸ κρεῖττον ἡ

τοῦ αἰνίγματος ἔννοια. καὶ οὕτως ὑπογράφειν ἄρχεται τὴν

σοφίαν αὐτῷ ποικίλως τε καὶ πολυειδῶς τοῦ ἀφράστου κάλ-

λους διερμηνεύων τὴν ὥραν, ὥστε μὴ φόβῳ τινὶ καὶ ἀνάγκῃ

ἀλλὰ ἐπιθυμίᾳ καὶ πόθῳ πρὸς τὴν τῶν ἀγαθῶν μετουσίαν

διαναστῆναι· ἡ γὰρ τοῦ κάλλους ὑπογραφὴ ἐπισπᾶταί πως

τὴν τῶν νέων ἐπιθυμίαν πρὸς τὸ δεικνύμενον πρὸς κοινωνίαν

τῆς ὥρας τὸν πόθον ἀναρριπίζουσα. ὡς ἂν οὖν μᾶλλον

αὐτῷ τὸ ἐπιθυμητικὸν αὐξηθείη μετατεθὲν ἀπὸ τῆς ὑλικῆς

προσπαθείας πρὸς τὴν ἄϋλον σχέσιν, ὡραΐζει διὰ τῶν ἐγκω-

μίων τῆς σοφίας τὸ κάλλος. καὶ οὐ μόνον τὸ κάλλος τῆς ὥρας

διὰ τῶν λόγων προδείκνυσιν, ἀλλὰ καὶ τὸν πλοῦτον αὐτῆς ἀπ-

αριθμεῖται, οὗ κύριος πάντως ὁ συνοικήσας γενήσεται.

ὁ δὲ πλοῦτος τέως ἐν τοῖς προκοσμήμασιν αὐτῆς θεωρεῖται·

κόσμος μὲν γὰρ αὐτῇ περιδέξιος αἰῶνες ὅλοι οὕτως εἰ-

πόντος τοῦ λόγου ὅτι Μῆκος βίου καὶ ἔτη ζωῆς ἐν τῇ δεξιᾷ

αὐτῆς, ἐν δὲ τῇ ἑτέρᾳ χειρὶ τὸν πολύτιμον τῶν ἀρετῶν

20

περίκειται πλοῦτον τῇ λαμπηδόνι τῆς δόξης συνδιαλάμ-

ποντα· λέγει γὰρ ὅτι Ἐν τῇ ἀριστερᾷ αὐτῆς πλοῦτος καὶ δόξα.

εἶτα καὶ τοῦ στόματος αὐτῆς λέγει τὴν εὔπνοιαν τοῦ καλοῦ

τῆς δικαιοσύνης ἀρώματος ἀποπνέουσαν λέγων Ἐκ τοῦ

στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη. τοῖς δὲ χείλεσιν

αὐτῆς φησιν ἀντὶ τοῦ φυσικοῦ ἐρυθήματος τὸν νόμον ἐπαν-

θεῖν καὶ τὸν ἔλεον. καὶ ὡς ἂν διὰ πάντων εὑρεθείη τῇ τοιαύτῃ

νύμφῃ τὸ κάλλος ἐρανιζόμενον, ἐπαινεῖται αὐτῆς καὶ τὸ

βάδισμα· φησὶ γὰρ ὅτι Ἐν ὁδοῖς δικαιοσύνης περιπατεῖ. οὐ

λείπει τοῖς ἐπαίνοις τῆς ὥρας οὐδὲ τὸ μέγεθος ἴσα φυτῷ

τινι τῶν εὐερνῶν τῆς αὐξήσεως ἀναδραμούσης. τὸ δὲ φυτὸν

τοῦτο ᾧ τὸ ὕψος αὐτῆς προσεικάζεται, Αὐτό, φησί, τὸ τῆς

ζωῆς ξύλον ἐστίν, ὃ τροφὴ μὲν γίνεται τοῖς ἀντεχομένοις,

στῦλος δὲ τοῖς ἐπερειδομένοις ἀσφαλής τε καὶ ἄσειστος.

νοῶ δὲ δι' ἀμφοτέρων τὸν κύριον· αὐτὸς γάρ ἐστι καὶ ἡ

ζωὴ καὶ τὸ ἔρεισμα. ἔχει δὲ ἡ λέξις οὕτως· Ξύλον ζωῆς

ἐστι πᾶσι τοῖς ἀντεχομένοις αὐτῆς καὶ τοῖς ἐπερειδομένοις

ἐπ' αὐτὴν ὡς ἐπὶ κύριον ἀσφαλής. συμπαραλαμβάνεται δὲ

μετὰ τῶν λοιπῶν ἐγκωμίων αὐτῆς καὶ ἡ δύναμις, ὡς ἂν

διὰ πάντων τῶν ἀγαθῶν πληρωθείη τοῦ κάλλους τῆς σοφίας

ὁ ἔπαινος. Ὁ θεὸς γάρ, φησί, τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν,

ἡτοίμασε δὲ οὐρανοὺς ἐν φρονήσει, καὶ τὰ καθ' ἕκαστον

21

τῶν ἐν τῇ κτίσει θεωρουμένων εἰς τὴν τῆς σοφίας ἀνάγει

δύναμιν διαποικίλλων αὐτὴν τοῖς ὀνόμασιν· τὴν γὰρ αὐτὴν

καὶ σοφίαν λέγει καὶ φρόνησιν, αἴσθησίν τε καὶ γνῶσιν καὶ

σύνεσιν καὶ τὰ τοιαῦτα. μετὰ δὲ ταῦτα νυμφοστολεῖν ἄρχεται

τὸν νέον πρὸς τὴν τοιαύτην συνοίκησιν ἤδη πρὸς τὸν θεῖον

θάλαμον βλέπειν ἐγκελευόμενος· λέγει γὰρ ὅτι Μὴ ἐγκατα-

λίπῃς αὐτὴν καὶ ἀνθέξεταί σου· ἐράσθητι αὐτῆς καὶ τηρήσει

σε, περιχαράκωσον αὐτὴν καὶ ὑψώσει σε· τίμησον αὐτὴν ἵνα

σε περιλάβῃ, ἵνα δῷ τῇ σῇ κεφαλῇ στέφανον χαρίτων,

στεφάνῳ δὲ τρυφῆς ὑπερασπίσῃ σου. ἐν τούτοις δὲ τοῖς

στεφάνοις ἤδη τοῖς γαμικοῖς ὡς νυμφίον κατακοσμήσας

ἀχώριστον αὐτῆς εἶναι διακελεύεται λέγων Ἡνίκα ἂν

περιπατῇς, ἐπάγου αὐτὴν καὶ μετὰ σοῦ ἔστω· ὡς δ' ἂν

καθεύδῃς, φυλασσέτω σε, ἵνα ἐγειρομένῳ συλλαλήσῃ σοι.

διὰ τούτων καὶ τῶν τοιούτων τοῦ νεάζοντος ἔτι κατὰ τὸν

ἔσω ἄνθρωπον τὸ ἐπιθυμητικὸν ἀναφλέξας καὶ αὐτὴν

ἐκείνην τὰ περὶ ἑαυτῆς διηγουμένην ὑποδείξας τῷ λόγῳ,

δι' ὧν μάλιστα τὴν ἀγαπητικὴν σχέσιν τῶν ἀκουόντων

ἐφέλκεται τοῦτο μετὰ τῶν ἄλλων εἰποῦσα ὅτι Τοὺς ἐμὲ

22

φιλοῦντας ἀγαπῶ (ἡ γὰρ ἐλπὶς τοῦ ἀνταγαπηθῆναι σφοδρό-

τερον εἰς ἐπιθυμίαν τὸν ἐραστὴν διατίθησι), καὶ μετὰ τούτων

τὰς λοιπὰς ἐπαγαγὼν συμβουλὰς ἐν ἀποφαντικοῖς τισι καὶ

εὐπεριγράπτοις ἀποφθέγμασι καὶ εἰς τελειοτέραν ἕξιν αὐτὸν

ἀγαγὼν εἶτα πρὸς τοῖς τελευταίοις τῶν Παροιμιῶν μακαρίσας

ταύτην τὴν ἀγαθὴν συζυγίαν, ἐν οἷς διεξῆλθε τὰ τῆς ἀνδρείας

γυναικὸς ἐκείνης ἐγκώμια, τότε προστίθησι τὴν ἐν τῷ

Ἐκκλησιαστῇ φιλοσοφίαν τῷ ἱκανῶς διὰ τῆς παροιμιώδους

ἀγωγῆς εἰσηγμένῳ εἰς τὴν τῶν ἀρετῶν ἐπιθυμίαν. καὶ

διαβαλὼν ἐν τούτῳ τῷ λόγῳ τὴν περὶ τὰ φαινόμενα τῶν

ἀνθρώπων σχέσιν καὶ μάταιον εἰπὼν εἶναι πᾶν τὸ ἀστατοῦν

τε καὶ παρερχόμενον, ἐν οἷς φησιν ὅτι Πᾶν τὸ ἐρχόμενον

ματαιότης, ὑπερτίθησι παντὸς τοῦ δι' αἰσθήσεως καταλαμ-

βανομένου τὴν ἐπιθυμητικὴν τῆς ψυχῆς ἡμῶν κίνησιν ἐπὶ

τὸ ἀόρατον κάλλος καὶ οὕτως ἐκκαθάρας τὴν καρδίαν τῆς

περὶ τὰ φαινόμενα σχέσεως τότε διὰ τοῦ Ἄισματος τῶν

Ἀισμάτων ἐντὸς τῶν θείων ἀδύτων μυσταγωγεῖ τὴν διάνοιαν·

ἐν οἷς τὸ μὲν ὑπογραφόμενον ἐπιθαλάμιός τίς ἐστι διασκευή,

τὸ δὲ νοούμενον τῆς ἀνθρωπίνης ψυχῆς ἡ πρὸς τὸ θεῖόν

23

ἐστιν ἀνάκρασις. διὰ τοῦτο νύμφη ὧδε ὁ ἐν ταῖς Παροιμίαις

υἱὸς ὀνομάζεται καὶ ἡ σοφία εἰς νυμφίου τάξιν ἀντιμεθίσταται,

ἵνα μνηστευθῇ τῷ θεῷ ὁ ἄνθρωπος ἁγνὴ παρθένος ἐκ νυμφίου

γενόμενος καὶ κολληθεὶς τῷ κυρίῳ γένηται πνεῦμα ἓν διὰ

τῆς πρὸς τὸ ἀκήρατόν τε καὶ ἀπαθὲς ἀνακράσεως νόημα

καθαρὸν ἀντὶ σαρκὸς βαρείας γενόμενος. ἐπειδὴ τοίνυν σοφία

ἐστὶν ἡ λαλοῦσα, ἀγάπησον ὅσον δύνασαι ἐξ ὅλης καρδίας τε

καὶ δυνάμεως, ἐπιθύμησον ὅσον χωρεῖς. προστίθημι δὲ θαρρῶν

τοῖς ῥήμασι τούτοις καὶ τὸ ἐράσθητι· ἀνέγκλητον γὰρ

τοῦτο καὶ ἀπαθὲς ἐπὶ τῶν ἀσωμάτων τὸ πάθος, καθώς

φησιν ἡ σοφία ἐν ταῖς Παροιμίαις τοῦ θείου κάλλους νομο-

θετοῦσα τὸν ἔρωτα. ἀλλὰ καὶ ὁ νῦν προκείμενος λόγος τὰ

ἴσα διακελεύεται οὐ γυμνήν σοι τὴν περὶ τούτου συμβουλὴν

προσάγων, ἀλλὰ δι' ἀπορρήτων φιλοσοφεῖ τοῖς νοήμασιν

εἰκόνα τινὰ τῶν κατὰ τὸν βίον ἡδέων εἰς τὴν τῶν δογμάτων

τούτων κατασκευὴν προστησάμενος. ἡ δὲ εἰκὼν γαμική τίς

ἐστι διασκευή, ἐν ᾗ κάλλους ἐπιθυμία μεσιτεύει τῷ πόθῳ,

οὐ κατὰ τὴν ἀνθρωπίνην συνήθειαν τοῦ νυμφίου τῆς ἐπιθυμίας

κατάρξαντος, ἀλλὰ προλαμβάνει τὸν νυμφίον ἡ παρθέ-

νος ἀνεπαισχύντως τὸν πόθον δημοσιεύουσα καὶ εὐ-

24

χὴν ποιουμένη τοῦ νυμφικοῦ ποτε κατατρυφῆσαι φιλήματος.

ἐπειδὴ γὰρ οἱ ἀγαθοὶ τῆς παρθένου προμνήστορες, πατριάρχαι

τε καὶ προφῆται καὶ νομοθέται, προσήγαγον τῇ μεμνηστευ-

μένῃ τὰ θεῖα χαρίσματα, ἅπερ ἕδνα καλεῖ ἡ συνήθεια τὰ

πρὸ τῶν γάμων δῶρα οὕτω κατονομάζουσα (ταῦτα δὲ ἦν

ἄφεσις παραπτωμάτων, ἀμνηστία κακῶν, ἁμαρτίας ἀναίρεσις,

μεταστοιχείωσις φύσεως, τοῦ φθαρτοῦ πρὸς τὸ ἄφθαρτον

μεταποίησις, παραδείσου τρυφή, βασιλείας ἀξίωμα, εὐφροσύνη

τέλος οὐκ ἔχουσα), ταῦτα τοίνυν ἡ παρθένος δεξαμένη τὰ

θεῖα δωρήματα παρὰ τῶν καλῶν ἑδνοφόρων τῶν διὰ τῆς

προφητικῆς διδασκαλίας αὐτῇ προσαγαγόντων τὰ δῶρα

καὶ ὁμολογεῖ τὴν ἐπιθυμίαν καὶ ἐπισπεύδει τὴν χάριν

ἤδη τῆς ὥρας τοῦ ποθουμένου κατατρυφῆσαι σπουδάζουσα.

ἀκροῶνται δὲ αὐτῆς συνήθεις τινὲς καὶ ὁμήλικες πρὸς

μείζονα τὴν νύμφην ἐπιθυμίαν διερεθίζουσαι. παραγίνεται

δὲ καὶ ὁ νυμφίος φίλων αὐτῷ τινων καὶ καταθυμίων χορὸν

ἐπαγόμενος. οὗτοι δ' ἂν εἶεν ἢ τὰ λειτουργικὰ πνεύματα,

δι' ὧν οἱ ἄνθρωποι σῴζονται, ἢ οἱ προφῆται οἱ ἅγιοι, οἳ

τῆς φωνῆς τοῦ νυμφίου ἀκούοντες χαίρουσί τε καὶ ἀγάλλονται

τῆς ἀκηράτου συζυγίας ἁρμοζομένης, δι' ἧς ἡ κολλωμένη

25

τῷ κυρίῳ ψυχὴ ἓν πνεῦμα γίνεται, καθώς φησιν ὁ ἀπόστολος.

Πάλιν τοίνυν τὸν ἐν τοῖς προοιμίοις ἐπαναλήψομαι λόγον·

μή τις ἐμπαθὴς καὶ σαρκώδης ἔτι τῆς νεκρᾶς τοῦ παλαιοῦ

ἀνθρώπου δυσωδίας ἀπόζων πρὸς τὰς κτηνώδεις ἀλογίας

κατασυρέτω τὰς τῶν θεοπνεύστων νοημάτων τε καὶ ῥημάτων

ἐμφάσεις, ἀλλ' ἐκβὰς ἕκαστος αὐτὸς ἑαυτοῦ καὶ ἔξω τοῦ

ὑλικοῦ κόσμου γενόμενος καὶ ἐπανελθὼν τρόπον τινὰ

δι' ἀπαθείας εἰς τὸν παράδεισον καὶ διὰ καθαρότητος ὁμοιω-

θεὶς τῷ θεῷ οὕτως ἐπὶ τὸ ἄδυτον τῶν προφαινομένων

ἡμῖν διὰ τοῦ βιβλίου τούτου μυστηρίων χωρείτω. εἰ δέ

τισιν ἀπαρασκεύαστός ἐστιν ἡ ψυχὴ πρὸς τὴν τοιαύτην

ἀκρόασιν, ἀκουσάτωσαν τοῦ Μωϋσέως νομοθετοῦντος μὴ

κατατολμῆσαι τῆς ἐπὶ τὸ ὄρος τὸ πνευματικὸν ἀναβάσεως,

πρὶν πλῦναι τῶν καρδιῶν ἡμῶν τὰ ἱμάτια καὶ τοῖς καθήκουσι

τῶν λογισμῶν περιρραντηρίοις τὰς ψυχὰς ἀφαγνίσασθαι.

ὥστε νῦν ἐν ᾧ χρόνῳ προσεδρεύομεν τῇ θεωρίᾳ ταύτῃ,

λήθην τῶν γαμικῶν νοημάτων ποιήσασθαι κατὰ τὸ παράγγελ-

μα τοῦ Μωϋσέως τοῦ καθαρεύειν ἀπὸ τῶν γάμων τοῖς

μυσταγωγουμένοις νομοθετήσαντος καὶ διὰ πάντων ἀναλαβεῖν

26

οἶμαι δεῖν ἡμᾶς τὰ τοῦ νομοθέτου προστάγματα μέλλοντας

προσβαίνειν τῷ πνευματικῷ τῆς θεογνωσίας ὄρει, ἐν ᾧ τὸ

θῆλυ γένος τῶν λογισμῶν μετὰ τῆς ὑλικῆς ἀποσκευῆς τῷ

κάτω καταλείπεται βίῳ. πᾶν δὲ ἄλογον νόημα εἰ περὶ τὸ

τοιοῦτον ὄρος ὀφθείη, τοῖς στερροτέροις λογισμοῖς οἷόν

τισι λίθοις καταφονεύεται. μόγις γὰρ ἂν οὕτω χωρήσαιμεν

τὴν φωνὴν τῆς σάλπιγγος ταύτης μέγα τι καὶ ἐξαίσιον

καὶ ὑπὲρ τὴν δύναμιν τῶν δεχομένων ἠχούσης, ἣν αὐτὸς

ὁ γνόφος τῆς ἀσαφείας προΐεται, ἐν ᾧ ἐστιν ὁ θεὸς ὁ τὸ

ὑλικὸν ἅπαν ἐπὶ τοῦ τοιούτου ὄρους τῷ πυρὶ καταφλέγων.

Ἤδη τοίνυν ἐντὸς τοῦ ἁγίου τῶν ἁγίων γενώμεθα,

ὅπερ ἐστὶ τὸ ᾆσμα τῶν ᾀσμάτων. ὡς γὰρ ἐν τῷ ἁγίῳ τῶν

ἁγίων πλεονασμόν τινα καὶ ἐπίτασιν τῆς ἁγιότητος διὰ τῆς

ὑπερθετικῆς ταύτης φωνῆς διδασκόμεθα, οὕτω καὶ διὰ τοῦ

ᾄσματος τῶν ᾀσμάτων μυστηρίων μυστήρια διδάσκειν

ἡμᾶς ὁ ὑψηλὸς λόγος κατεπαγγέλλεται. πολλῶν γὰρ ὄντων

κατὰ τὴν θεόπνευστον διδασκαλίαν ᾀσμάτων, δι' ὧν τὰ

μεγάλα νοήματα περὶ τοῦ θεοῦ διδασκόμεθα παρά τε τοῦ

μεγάλου Δαβὶδ καὶ Ἠσαΐου καὶ Μωϋσέως καὶ ἄλλων

27

πολλῶν, τοῦτο παρὰ τῆς ἐπιγραφῆς ταύτης μανθάνομεν,

ὅτι ὅσον ἀπέχει τῶν τῆς ἔξω σοφίας ᾀσμάτων τὰ τῶν ἁγίων

ᾄσματα, τοσοῦτον ὑπέρκειται τῶν ἁγίων ᾀσμάτων τὸ ἐν τῷ

ᾄσματι τῶν ᾀσμάτων μυστήριον, οὗ τὸ πλέον εἰς κατανόησιν

οὔτε εὑρεῖν οὔτε χωρῆσαι ἡ ἀνθρωπίνη δύναται φύσις. καὶ

τούτου χάριν τὸ σφοδρότατον τῶν καθ' ἡδονὴν ἐνεργουμένων

(λέγω δὲ τὸ ἐρωτικὸν πάθος) τῆς τῶν δογμάτων ὑφηγήσεως

αἰνιγματωδῶς προεστήσατο, ἵνα διὰ τούτου μάθωμεν, ὅτι

χρὴ τὴν ψυχὴν πρὸς τὸ ἀπρόσιτον τῆς θείας φύσεως κάλλος

ἐνατενίζουσαν τοσοῦτον ἐρᾶν ἐκείνου, ὅσον ἔχει τὸ σῶμα

τὴν σχέσιν πρὸς τὸ συγγενὲς καὶ ὁμόφυλον, μετενεγκοῦσαν

εἰς ἀπάθειαν τὸ πάθος, ὥστε πάσης κατασβεσθείσης σωματικῆς

διαθέσεως μόνῳ τῷ πνεύματι ζέειν ἐρωτικῶς ἐν ἡμῖν τὴν

διάνοιαν διὰ τοῦ πυρὸς ἐκείνου θερμαινομένην, ὃ βαλεῖν

ἐπὶ τὴν γῆν ἦλθεν ὁ κύριος.

Ἀλλὰ ταῦτα μέν, ὅπως χρὴ διακεῖσθαι τὴν ψυχὴν τῶν

μυστικῶν ῥημάτων ἀκούοντας, ἱκανῶς ἔχειν φημί. καιρὸς

δὲ ἂν εἴη καὶ αὐτὰς τὰς θείας τοῦ ᾄσματος τῶν ᾀσμάτων

φωνὰς ἤδη προσθεῖναι τῇ θεωρίᾳ τοῦ λόγου. καὶ πρότερόν

γε τὴν τῆς ἐπιγραφῆς κατανοήσωμεν δύναμιν· οὐ γὰρ

ἀργῶς μοι δοκεῖ τῷ Σολομῶντι τὸ βιβλίον ἐκ τῆς ἐπιγραφῆς

28

ἀνατεθεῖσθαι, ἀλλ' ὥστε γενέσθαι διάνοιαν τοῖς ἐντυγχάνουσι

τοῦ μέγα τι καὶ θεῖον ἐν τοῖς λεγομένοις προσδέχεσθαι.

ἐπειδὴ γὰρ ἀνυπέρβλητόν ἐστι παρ' ἑκάστῳ διὰ τῆς περὶ

αὐτοῦ μαρτυρίας ἐπὶ τῇ σοφίᾳ τὸ θαῦμα, τούτου χάριν

εὐθὺς ἐκ προοιμίων ἡ τοῦ ὀνόματος μνήμη παραλαμβάνεται,

ὥστε τι μέγα καὶ τῆς περὶ αὐτοῦ δόξης ἐπάξιον ἐλπισθῆναι

διὰ τοῦ βιβλίου τούτου τοῖς ἐντυγχάνουσιν. ὥσπερ δὲ κατὰ

τὴν γραφικὴν ἐπιστήμην ὕλη μέν τις πάντως ἐστὶν ἐν διαφόροις

βαφαῖς ἡ συμπληροῦσα τοῦ ζῴου τὴν μίμησιν, ὁ δὲ πρὸς τὴν

εἰκόνα βλέπων τὴν ἐκ τῆς τέχνης διὰ τῶν χρωμάτων συμ-

πληρωθεῖσαν οὐ ταῖς ἐπιχρωσθείσαις τῷ πίνακι βαφαῖς

ἐμφιλοχωρεῖ τῷ θεάματι, ἀλλὰ πρὸς τὸ εἶδος βλέπει μόνον,

ὃ διὰ τῶν χρωμάτων ὁ τεχνίτης ἀνέδειξεν, οὕτω προσήκει

καὶ ἐπὶ τῆς παρούσης γραφῆς μὴ πρὸς τὴν ὕλην τῶν ἐν

τοῖς ῥήμασι χρωμάτων βλέπειν, ἀλλὰ καθάπερ τι βασιλέως

εἶδος ἐν αὐτοῖς καθορᾶν τὸ διὰ τῶν καθαρῶν νοημάτων

ἀνατυπούμενον. λευκὸν γὰρ ἢ ὠχρὸν ἢ μέλαν ἢ ἐρυθρὸν ἢ

κυάνεον ἢ ἄλλο τι χρῶμά ἐστι τὰ ῥήματα ταῦτα κατὰ τὰς

προχείρους ἐμφάσεις, στόμα καὶ φίλημα καὶ μύρον καὶ

οἶνος καὶ τὰ τῶν μελῶν ὀνόματα καὶ κλίνη καὶ νεάνιδες

καὶ τὰ τοιαῦτα· ἡ δὲ διὰ τούτων ἀποτελουμένη μορφὴ

μακαριότης ἐστὶ καὶ ἀπάθεια καὶ ἡ πρὸς τὸ θεῖον συνάφεια

καὶ ἡ τῶν κακῶν ἀλλοτρίωσις καὶ ἡ πρὸς τὸ ὄντως καλόν

29

τε καὶ ἀγαθὸν ἐξομοίωσις. ταῦτά ἐστι τὰ νοήματα τὰ μαρ-

τυροῦντα τῷ Σολομῶντι τὴν σοφίαν ἐκείνην τὴν ὑπερβαίνουσαν

τοὺς ὅρους τῆς ἀνθρωπίνης σοφίας. τί γὰρ ἂν γένοιτο τούτου

παραδοξότερον ἢ τὸ αὐτὴν ποιῆσαι τὴν φύσιν τῶν ἰδίων

παθημάτων καθάρσιον διὰ τῶν νομιζομένων ἐμπαθῶν

ῥημάτων τὴν ἀπάθειαν νομοθετοῦσάν τε καὶ παιδεύουσαν;

οὐ γὰρ λέγει τὸ δεῖν ἔξω τῶν τῆς σαρκὸς γίνεσθαι κινημάτων

καὶ νεκροῦν τὰ μέλη τὰ ἐπὶ τῆς γῆς καὶ καθαρεύειν ἀπὸ τῶν

ἐμπαθῶν ῥημάτων τῷ στόματι, ἀλλ' οὕτω διέθηκε τὴν

ψυχήν, ὡς διὰ τῶν ἀπεμφαίνειν δοκούντων πρὸς τὴν καθα-

ρότητα βλέπειν, διὰ τῶν ἐμπαθῶν ῥήσεων τὴν ἀκήρατον

ἑρμηνεύων διάνοιαν. ἓν μὲν δὴ τοῦτο διὰ τῶν προοιμίων

ἡμᾶς παιδευσάτω ὁ λόγος, τὸ μηκέτι ἀνθρώπους εἶναι

τοὺς ἐπὶ τὰ ἄδυτα τῶν τοῦ βιβλίου τούτου μυστηρίων

εἰσαγομένους ἀλλὰ μεταποιηθῆναι τῇ φύσει διὰ τῆς τοῦ

κυρίου μαθητείας πρὸς τὸ θειότερον, καθὼς μαρτυρεῖ τοῖς

ἑαυτοῦ μαθηταῖς ὁ λόγος, ὅτι κρείττους ἦσαν ἢ κατὰ ἄνθρω-

πον, οὓς διέκρινεν ἀπὸ τῶν ἀνθρώπων ἡ γενομένη πρὸς αὐτοὺς

παρὰ τοῦ κυρίου διαστολή, ὅτε φησί· Τίνα με λέγουσιν

οἱ ἄνθρωποι εἶναι; Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; ἀληθῶς

30

γὰρ ὁ διὰ τῶν τοιούτων ῥημάτων, ὧν ἡ πρόχειρος ἔμφασις

τὰς σαρκώδεις ἡδυπαθείας ἐνδείκνυται, μὴ κατολισθαίνων

εἰς τὴν ῥυπῶσαν διάνοιαν ἀλλὰ πρὸς τὴν τῶν θείων φιλοσοφίαν,

ἐπὶ τὰς καθαρὰς ἐννοίας διὰ τῶν ῥημάτων τούτων χειραγω-

γούμενος δείκνυσι τὸ μηκέτι ἄνθρωπος εἶναι μηδὲ σαρκὶ καὶ

αἵματι συμμεμιγμένην τὴν φύσιν ἔχειν, ἀλλὰ τὴν ἐλπιζομένην

ἐν τῇ ἀναστάσει τῶν ἁγίων ζωὴν ἐπιδείκνυται ἰσάγγελος

διὰ τῆς ἀπαθείας γενόμενος. ὡς γὰρ μετὰ τὴν ἀνάστασιν τὸ

μὲν σῶμα μεταστοιχειωθὲν πρὸς τὸ ἄφθαρτον τῇ ψυχῇ τοῦ

ἀνθρώπου συμπλέκεται, τὰ δὲ νῦν διὰ σαρκὸς ἡμῖν ἐνοχλοῦντα

πάθη τοῖς σώμασιν ἐκείνοις οὐ συνανίσταται ἀλλά τις

εἰρηνικὴ κατάστασις τὴν ζωὴν ἡμῶν διαδέξεται, μηκέτι τοῦ

φρονήματος τῆς σαρκὸς πρὸς τὴν ψυχὴν στασιάζοντος

μηδὲ διὰ τοῦ ἐμφυλίου πολέμου τῶν ἐμπαθῶν κινημάτων

ἀντιστρατευομένου τῷ νόμῳ τοῦ νοὸς καὶ ὥσπερ αἰχμάλωτόν

τινα τῇ ἁμαρτίᾳ προσάγοντος τὴν ἡττηθεῖσαν ψυχήν, ἀλλὰ

πάντων τῶν τοιούτων καθαρεύσει τότε ἡ φύσις καὶ ἓν

δι' ἀμφοτέρων ἔσται τὸ φρόνημα (τῆς σαρκός φημι καὶ τοῦ

πνεύματος) πάσης σωματικῆς διαθέσεως ἐξαφανισθείσης

ἀπὸ τῆς φύσεως, οὕτω παρακελεύεται καὶ διὰ τοῦ βιβλίου

31

τούτου ὁ λόγος τοῖς ἐπαΐουσι, κἂν ἐν σαρκὶ ζῶμεν, μηδ'

ἐν τοῖς νοήμασι πρὸς αὐτὴν ἐπιστρέφεσθαι, ἀλλὰ πρὸς μόνην

τὴν ψυχὴν βλέπειν καὶ τὰς ἀγαπητικὰς τῶν ῥημάτων ἐμφάσεις

καθαράς τε καὶ ἀμολύντους ἀνατιθέναι τῷ ὑπερέχοντι πάντα

νοῦν ἀγαθῷ, ὃ μόνον ἐστὶν ὡς ἀληθῶς γλυκύ τε καὶ ἐπιθυμητὸν

καὶ ἐράσμιον, οὗ ἡ ἀπόλαυσις ἡ ἀεὶ γινομένη ἀφορμὴ μείζονος

ἐπιθυμίας γίνεται τῇ μετουσίᾳ τῶν ἀγαθῶν τὸν πόθον

συνεπιτείνουσα. οὕτως ὁ Μωϋσῆς, ἡ νύμφη, τὸν νυμφίον

ἐφίλει κατὰ τὴν ἐν τῷ Ἄισματι παρθένον τὴν λέγουσαν

Φιλησάτω με ἀπὸ φιλημάτων στόματος αὐτοῦ, ὃς διὰ τῆς

στόμα κατὰ στόμα γινομένης αὐτῷ παρὰ τοῦ θεοῦ ὁμιλίας,

καθὼς μαρτυρεῖ ἡ γραφή, ἔτι ἐν ἐπιθυμίᾳ μείζονι τῶν

τοιούτων φιλημάτων ἐγίνετο μετὰ τοσαύτας θεοφανείας

32

ὡς μήπω τεθεαμένος ἰδεῖν ἀξιῶν τὸν ποθούμενον, οὕτως οἱ

λοιποὶ πάντες, οἷς ὁ θεῖος πόθος διὰ βάθους ἐνέκειτο, οὐδαμοῦ

τῆς ἐπιθυμίας ἵσταντο πᾶν τὸ θεόθεν αὐτοῖς εἰς ἀπόλαυσιν

τοῦ ποθουμένου γινόμενον ὕλην καὶ ὑπέκκαυμα τῆς σφοδροτέρας

ἐπιθυμίας ποιούμενοι. ὥσπερ δὴ καὶ νῦν ἡ τῷ θεῷ συναπτομένη

ψυχὴ ἀκορέστως ἔχει τῆς ἀπολαύσεως, ὅσῳ δαψιλέστερον

ἐμφορεῖται τοῦ κάλλους, τοσούτῳ σφοδρότερον τοῖς πόθοις

ἀκμάζουσα. ἐπειδὴ γὰρ τὰ ῥήματα τοῦ νυμφίου πνεῦμά ἐστι

καὶ ζωή ἐστι, πᾶς δὲ ὁ τῷ πνεύματι κολλώμενος πνεῦμα

γίνεται καὶ ὁ τῇ ζωῇ συναπτόμενος ἀπὸ θανάτου εἰς ζωὴν

μεταβαίνει κατὰ τὴν τοῦ κυρίου φωνήν, διὰ τοῦτο ποθεῖ προσεγ-

γίσαι τῇ πηγῇ τῆς πνευματικῆς ζωῆς ἡ παρθένος ψυχή. ἡ δὲ πηγή

ἐστι τοῦ νυμφίου τὸ στόμα, ὅθεν τὰ ῥήματα τῆς αἰωνίου ζωῆς

ἀναβρύοντα πληροῖ τὸ στόμα τὸ ἐφελκόμενον, καθὼς ἐποίει

ὁ προφήτης διὰ τοῦ στόματος ἕλκων τὸ πνεῦμα. ἐπειδὴ τοίνυν

χρὴ προσθεῖναι τὸ στόμα τῷ στόματι τὸν ἐκ τῆς πηγῆς

ποτὸν ἐφελκόμενον, πηγὴ δὲ ὁ κύριος ὁ εἰπὼν Εἴ τις διψᾷ,

ἐρχέσθω πρός με καὶ πινέτω, διὰ τοῦτο ἡ ψυχὴ ἡ διψῶσα

προσαγαγεῖν τὸ ἑαυτῆς στόμα τῷ τὴν ζωὴν πηγάζοντι

33

στόματι βούλεται λέγουσα Φιλησάτω με ἀπὸ φιλημάτων

στόματος αὐτοῦ. καὶ ὁ πᾶσι τὴν ζωὴν βρύων καὶ πάντας

σωθῆναι θέλων οὐδένα βούλεται τῶν σῳζομένων τοῦ τοιούτου

φιλήματος εἶναι ἀμέτοχον· καθάρσιον γάρ ἐστι ῥύπου παντὸς

τοῦτο τὸ φίλημα. διό μοι δοκεῖ τῷ λεπρῷ Σίμωνι τὸ τοιοῦτον

ὀνειδιστικῶς προφέρειν ὁ κύριος, ὅτι Φίλημά μοι οὐκ ἔδωκας.

ἦ γὰρ ἂν ἐκαθαρίσθης τοῦ πάθους τῷ στόματι σπάσας τὴν

καθαρότητα. ἀλλ' ἐκεῖνος μὲν εἰκότως ἀνέραστος ἦν ὑπερσαρ-

κήσας διὰ τῆς νόσου καὶ πρὸς τὴν θείαν ἐπιθυμίαν μένων ὑπὸ

τοῦ πάθους ἀκίνητος, ἡ δὲ κεκαθαρμένη ψυχὴ μηδεμιᾶς σαρκώ-

δους λέπρας ἐπιπροσθούσης βλέπει τὸν τῶν ἀγαθῶν θησαυρόν.

ὄνομα δέ ἐστι τῷ θησαυρῷ ἡ καρδία, ἀφ' ἧς ἐστι τοῖς μαζοῖς

ἡ χορηγία τοῦ θείου γάλακτος, ᾧ τρέφεται ἡ ψυχὴ κατὰ τὴν

ἀναλογίαν τῆς πίστεως ἐφελκομένη τὴν χάριν. διὰ τοῦτό φησιν

ὅτι Ἀγαθοὶ μαστοί σου ὑπὲρ οἶνον, ἐκ τῆς τοπικῆς θέσεως διὰ

τῶν μαζῶν τὴν καρδίαν ὑποσημαίνουσα. πάντως δὲ καρδίαν

μὲν τὴν κεκρυμμένην τε καὶ ἀπόρρητον τῆς θεότητος δύναμιν

νοῶν τις οὐχ ἁμαρτήσεται. μαζοὺς δὲ τὰς ἀγαθὰς τῆς θείας

δυνάμεως ὑπὲρ ἡμῶν ἐνεργείας εἰκότως ἄν τις ὑπονοήσειε,

δι' ὧν τιθηνεῖται τὴν ἑκάστου ζωὴν ὁ θεὸς κατάλληλον ἑκάστῳ

τῶν δεχομένων τὴν τροφὴν χαριζόμενος.

34

Μανθάνομεν δέ τι κατὰ πάροδον καὶ ἕτερον δόγμα διὰ

τῆς τοῦ βιβλίου τούτου φιλοσοφίας, ὅτι διπλῆ τίς ἐστιν

ἐν ἡμῖν ἡ αἴσθησις, ἡ μὲν σωματικὴ ἡ δὲ θειοτέρα, καθώς

φησί που τῆς Παροιμίας ὁ λόγος ὅτι αἴσθησιν θείαν

εὑρήσεις· ἀναλογία γάρ τίς ἐστιν ἐν τοῖς ψυχικοῖς ἐνεργήμασι

πρὸς τὰ τοῦ σώματος αἰσθητήρια. καὶ τοῦτο ἐκ τῶν παρόντων

〈ῥημάτων〉 μανθάνομεν· ὁ μὲν γὰρ οἶνός τε καὶ τὸ γάλα

τῇ γεύσει κρίνεται, νοητῶν δὲ ὄντων ἐκείνων νοητὴ πάντως

καὶ ἡ ἀντιληπτικὴ τούτων τῆς ψυχῆς ἐστι δύναμις. τὸ δὲ

φίλημα διὰ τῆς ἁπτικῆς αἰσθήσεως ἐνεργεῖται· ἐφάπτεται γὰρ

ἀλλήλων τὰ χείλη ἐν τῷ φιλήματι. ἔστι δέ τις καὶ ἁφὴ τῆς

ψυχῆς ἡ ἁπτομένη τοῦ λόγου διά τινος ἀσωμάτου καὶ

νοητῆς ἐπαφήσεως ἐνεργουμένη, καθὼς εἶπεν ὁ εἰπὼν ὅτι

Αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ λόγου τῆς ζωῆς.

ὡσαύτως δὲ καὶ ἡ τῶν θείων μύρων ὀσμὴ οὐ μυκτήρων

ἐστὶν ὀσμή, ἀλλά τινος νοητῆς καὶ ἀΰλου δυνάμεως τῇ

τοῦ πνεύματος ὁλκῇ τὴν τοῦ Χριστοῦ συνεφελκομένης

εὐωδίαν. οὕτω γὰρ ἡ ἀκολουθία τῆς παρθενικῆς εὐχῆς ἐν

προοιμίοις ἔχει Ὅτι ἀγαθοὶ μαστοί σου ὑπὲρ οἶνον καὶ ὀσμὴ

35

μύρων σου ὑπὲρ πάντα τὰ ἀρώματα. δηλοῦται δὲ διὰ τούτων,

καθὼς ἡμεῖς ὑπειλήφαμεν, οὐ μικρόν τι οὐδὲ εὐκαταφρόνητον

νόημα· τάχα γὰρ ἐν τῷ ὑπερθεῖναι διὰ συγκρίσεως τὸ ἐκ τῶν

θείων μαστῶν γάλα τῆς ἐκ τοῦ οἴνου γινομένης ἡμῖν εὐφρο-

σύνης μανθάνομεν διὰ τῶν εἰρημένων, ὅτι πᾶσα ἀνθρωπίνη

σοφία καὶ ἐπιστήμη τῶν ὄντων καὶ πᾶσα δύναμις θεωρητικὴ

καὶ καταληπτικὴ φαντασία ἀδυνάτως ἔχει παρισωθῆναι

διὰ συγκρίσεως τῇ ἁπλουστέρᾳ τῶν θείων μαθημάτων

τροφῇ. ἐκ γὰρ τῶν μαστῶν τὸ γάλα φέρεται· νηπίων δέ

ἐστι τὸ γάλα τροφή. ὁ δὲ οἶνος δι' εὐτονίαν τε καὶ θερμότητα

τῶν τελειοτέρων ἀπόλαυσις γίνεται. ἀλλ' ὅμως τὸ ἐν τῇ

ἔξω σοφίᾳ τέλειον τῆς νηπιώδους τοῦ θείου λόγου διδασκαλίας

ἐστὶ μικρότερον. διὰ τοῦτο κρείττους οἱ θεῖοι μαστοὶ τοῦ

ἀνθρωπίνου οἴνου. ἡ δὲ ὀσμὴ τῶν θείων μύρων καλλίων ἐστὶ

πάσης τῆς ἐν τοῖς ἀρώμασιν εὐωδίας. ὅπερ τοιοῦτόν μοι

δοκεῖ νοῦν ὑποδεικνύειν· ἀρώματα νοοῦμεν τὰς ἀρετὰς οἷον

σοφίαν σωφροσύνην δικαιοσύνην ἀνδρείαν φρόνησιν καὶ τὰ

τοιαῦτα, οἷς προσχρωννύμενος κατὰ τὴν ἑαυτοῦ δύναμιν

καὶ προαίρεσιν ἕκαστος ἄλλος ἄλλως ἐν εὐωδίᾳ γινόμεθα· ὁ

36

μὲν ἐκ σωφροσύνης ἢ σοφίας, ὁ δὲ ἐκ δικαιοσύνης ἢ ἀνδρείας

ἢ ἄλλου τινὸς τῶν κατ' ἀρετὴν νοουμένων, ὁ δὲ τυχὸν καὶ ἐκ

πάντων τῶν τοιούτων ἀρωμάτων συγκεκραμένην ἔχει ἐν

ἑαυτῷ τὴν εὐωδίαν. ἀλλ' ὅμως ταῦτα πάντα οὐκ ἂν εἰς

σύγκρισιν ἔλθοι τῆς παντελοῦς ἀρετῆς ἐκείνης, ἣν τοὺς

οὐρανοὺς διειληφέναι φησὶν Ἀμβακοὺμ ὁ προφήτης εἰπὼν

Ἐκάλυψεν οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ, ἥτις ἐστὶν αὐτοσοφία

καὶ αὐτοδικαιοσύνη καὶ αὐτοαλήθεια καὶ τὰ καθ' ἕκαστον

πάντα. τῶν οὖν σῶν μύρων ἡ ὀσμή, φησίν, ἀπαράθετον

ἔχει τὴν χάριν πρὸς ταῦτα τὰ ἀρώματα τὰ παρ' ἡμῶν

γινωσκόμενα.

Πάλιν ἐν τοῖς ἐφεξῆς ὑψηλοτέρας ἅπτεται φιλοσοφίας

ἡ ψυχή, ἡ νύμφη, τὸ ἀπρόσιτόν τε καὶ ἀχώρητον λογισμοῖς

ἀνθρωπίνοις τῆς θείας δυνάμεως ἐνδεικνυμένη, ἐν οἷς φησι

Μύρον ἐκκενωθὲν ὄνομά σοι· τοιοῦτον γάρ τι δοκεῖ μοι διὰ

τοῦ λόγου τούτου σημαίνεσθαι, ὅτι οὐκ ἔστιν ὀνοματικῇ

σημασίᾳ περιληφθῆναι δι' ἀκριβείας τὴν ἀόριστον φύσιν·

ἀλλὰ πᾶσα νοημάτων δύναμις καὶ πᾶσα ῥημάτων τε καὶ

ὀνομάτων ἔμφασις, κἄν τι μέγα καὶ θεοπρεπὲς ἔχειν δόξῃ,

αὐτοῦ τοῦ ὄντος ἐφάψασθαι φύσιν οὐκ ἔχει· ἀλλ' ὥσπερ ἐξ

37

ἰχνῶν τινων καὶ ἐναυσμάτων ὁ λόγος ἡμῶν τοῦ ἀδήλου

καταστοχάζεται διὰ τῶν καταλαμβανομένων εἰκάζων ἔκ

τινος ἀναλογίας τὸ ἀκατάληπτον. ὅ τι γὰρ ἂν ἐπινοήσωμεν,

φησίν, ὄνομα γνωριστικὸν τοῦ τῆς θεότητος μύρου, οὐκ

αὐτὸ τὸ μύρον διὰ τῆς ἐμφάσεως τῶν λεγομένων σημαίνομεν,

ἀλλὰ βραχύ τι λείψανον ἀτμοῦ τῆς θείας εὐωδίας τοῖς θεολογι-

κοῖς ὀνόμασιν ἐνδεικνύμεθα. ὡς ἐπὶ τῶν ἀγγείων, ὧν ἂν

ἐκκενωθῇ τὸ μύρον, αὐτὸ μὲν τῇ ἑαυτοῦ φύσει ἀγνοεῖται τὸ

μύρον τὸ ἐκκενωθὲν τῶν ἀγγείων, οἷόν ἐστιν· ἐξ ἀμυδρᾶς

δέ τινος τῆς ὑπολειφθείσης ἐκ τῶν ἀτμῶν τῷ ἀγγείῳ ποιότη-

τος στοχασμόν τινα περὶ τοῦ ἐκκενωθέντος μύρου ποιούμεθα.

τοῦτο οὖν ἐστιν ὃ διὰ τῶν εἰρημένων μανθάνομεν, ὅτι αὐτὸ μὲν

τὸ τῆς θεότητος μύρον, ὅ τί ποτε κατ' οὐσίαν ἐστίν, ὑπὲρ

πᾶν ἐστιν ὄνομά τε καὶ νόημα· τὰ δὲ τῷ παντὶ ἐνθεωρούμενα

θαύματα τῶν θεολογικῶν ὀνομάτων τὴν ὕλην δίδωσι, δι' ὧν

σοφόν, δυνατόν, ἀγαθόν, ἅγιον, μακάριόν τε καὶ ἀΐδιον

καὶ κριτὴν καὶ σωτῆρα καὶ τὰ τοιαῦτα κατονομάζομεν·

ἅπερ πάντα ποιότητά τινα βραχεῖαν τοῦ θείου μύρου ἐνδεί-

38

κνυται, ἣν πᾶσα ἡ κτίσις διὰ τῶν ἐνθεωρουμένων θαυμάτων

σκεύους τινὸς μυρεψικοῦ δίκην ἐν ἑαυτῇ ἀπεμάξατο. Διὰ

τοῦτο, φησί, νεάνιδες ἠγάπησάν σε, εἵλκυσάν σε. εἶπε

τὴν αἰτίαν τῆς ἐπαινετῆς ἐπιθυμίας καὶ τῆς ἀγαπητικῆς

διαθέσεως. τίς γὰρ τοῦ τοιούτου κάλλους ἀνέραστος γίνεται,

εἰ μόνον ὀφθαλμὸν ἔχοι τὸν ἐνατενίσαι τῇ ὥρᾳ δυνάμενον,

οὗ πολὺ μὲν τὸ καταλαμβανόμενον κάλλος, ἀπειροπλάσιον

δὲ τὸ διὰ τοῦ φαινομένου στοχαστικῶς εἰκαζόμενον; ἀλλ'

ὥσπερ ὁ ὑλικὸς ἔρως τῶν ἔτι νηπιαζόντων οὐχ ἅπτεται

(οὐ γὰρ χωρεῖ τὸ πάθος ἡ…

ἐσχά…

The complete text is available when the reading interface loads.