Epistulae
- Edition reference
- Epistulae, ed. G. Pasquali, Gregorii Nysseni opera, vol. 8.2, 2nd edn., Leiden: Brill, 1959: 3–95.
- CTS identifier
urn:cts:greekLit:tlg2017.tlg033.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
1
14
καταλιποῦσα ἡ ἑκάστου ψυχὴ τὰ νῦν σπουδαζόμενα τοῖς
πολλοῖς, ὕβριν λέγω καὶ ὑπερηφανίαν καὶ τῦφον, λιτή τις
καὶ ἀκατάσκευος ἐπιχωριάζει τοῖς κάτω, ὡς μηδὲν τῶν
15
τῇδε μοχθηρῶν καὶ παρ' ἐκείνοις εἶναι. πλὴν ἀλλ' ἐμοὶ
ᾅδης ἢ δεσμωτήριον ἀφεγγὲς ἢ ἄλλο τι σκυθρωπὸν κολα-
στήριον ἐδόκει τὰ παρόντα εἶναι, λογιζομένῳ ὅσων ἀγαθῶν
ἐγενόμεθα παρὰ τῶν πατέρων ἡμῶν διάδοχοι καὶ οἷα διη-
16
γήματα τοῖς μεθ' ἡμᾶς καταλείψομεν. τί δὲ λέγω τῶν
πατέρων τὴν πρὸς ἀλλήλους ἀγαπητικὴν σχέσιν; θαυμαστὸν
γὰρ οὐδὲν ἀνθρώπους ὄντας ἐν ὁμοτίμῳ τῇ φύσει μηδὲν
ἐθέλειν πλέον ἀλλήλων ἔχειν, ἀλλὰ τῇ ταπεινοφροσύνῃ
ἀλλήλους ἡγεῖσθαι ἑαυτῶν ὑπερέχειν· ἀλλ' ἐκεῖνο μάλιστά
μου τῆς διανοίας καθήπτετο, ὅτι ὁ πάσης κτίσεως δεσπότης,
ὁ μονογενὴς υἱὸς ὁ ὢν ἐν τοῖς κόλποις τοῦ πατρός, ὁ ἐν
ἀρχῇ ὤν, ὁ ἐν μορφῇ θεοῦ ὑπάρχων, ὁ τὰ σύμπαντα φέρων
τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, οὐκ ἐν τούτῳ μόνον ἐτα-
πείνωσεν ἑαυτόν, ἐν τῷ διὰ σαρκὸς ἐπιδημῆσαι τῇ ἀν-
θρωπίνῃ φύσει, ἀλλὰ καὶ τὸν προδότην ἑαυτοῦ Ἰούδαν
τῷ ἰδίῳ στόματι διὰ φιλήματος προσεγγίζοντα δέχεται καὶ
εἰσελθὼν εἰς τὴν οἰκίαν Σίμωνος τοῦ λεπροῦ τὸ μὴ φιλη-
θῆναι παρ' αὐτοῦ ὡς ἀφιλάνθρωπον ὀνειδίζει· ἐγὼ δὲ
17
οὐδὲ ἀντὶ λεπροῦ ἐλογίσθην. τῷ τίνι ὁ τίς; τὴν διαφο-
ρὰν εὑρεῖν οὐκ ἔχω· τῷ πόθεν καταβεβηκότι ὁ ποῦ κεί-
μενος; εἴ γε τὰ τοῦ κόσμου βλέπει τις τούτου. εἰ μὲν γὰρ
τὰ τῆς σαρκὸς ἐξετάζοι τις, τοσοῦτον ἴσως ἀνεπαχθές ἐστι
λέγειν, ὅτι ὁμότιμον ἐπ' ἀμφοτέρων τὸ εὐγενὲς καὶ ἐλεύ-
18
θερον· εἰ δὲ τὴν ἀληθῆ τις ἐπιζητοίη τῆς ψυχῆς ἐλευθε-
ρίαν τε καὶ εὐγένειαν, ἐπ' ἴσης δοῦλοι τῆς ἁμαρτίας ἀμ-
φότεροι, ἐπ' ἴσης τοῦ αἴροντος τὰς ἁμαρτίας δεόμεθα. ἄλλος
ἐστὶν ὁ τῷ ἰδίῳ αἵματι τοῦ θανάτου καὶ τῶν ἁμαρτιῶν
ἡμᾶς λυτρωσάμενος, ὃς καὶ ἐξηγόρασεν ἡμᾶς καὶ ὑπερη-
φανίαν τινὰ κατὰ τῶν ἐξαγορασθέντων οὐκ ἐπεδείξατο, ὁ
νεκροὺς εἰς ζωὴν ἀνακαλούμενος, ὁ πᾶσαν ἐξιώμενος ἀρρω-
στίαν καὶ ψυχῶν καὶ σωμάτων.
19
Ἐπεὶ οὖν ὁ καθ' ἡμῶν τῦφος καὶ ὁ τῆς ὑπερηφανίας
ὄγκος μικροῦ δεῖν τῷ οὐρανίῳ ὕψει στενοχωρούμενος ἦν,
ὕλην δέ τινα καὶ ἀφορμὴν πρὸς τὴν νόσον οὐδεμίαν ἑώ-
ρων, ὅθεν συγγνωστὸν γίνεται τὸ τοιοῦτον πάθος ἐπὶ τῶν
ἐκ περιστάσεώς τινος ταύτην ἀναλαμβανόντων τὴν νόσον,
ὅταν ἢ γένος ἢ παίδευσις ἢ ἀξιώματος ὑπεροχὴ τὰ χαυνό-
τερα ἤθη διαφυσήσῃ, οὐκ εἶχον ὅπως ἐμαυτὸν ἀτρεμεῖν
νουθετήσω, διοιδούσης μοι πρὸς τὴν ἀλογίαν τῶν γινομένων
ἔνδοθεν τῆς καρδίας καὶ τοὺς ὑπὲρ τῆς ὑπομονῆς λογισμοὺς
20
διαπτυούσης. ὅτε καὶ μάλιστα τὸν θεῖον ἠγάσθην ἀπόστολον
οὕτως ἐναργῶς τὸν ἐμφύλιον ἡμῖν διαγράφοντα πόλεμον,
λέγοντα εἶναί τινα ἐν τοῖς μέλεσι νόμον ἁμαρτίας τὸν ἀντι-
στρατευόμενον τῷ νόμῳ τοῦ νοὸς καὶ ποιοῦντα πολλάκις
ἑαυτῷ τὸν νοῦν αἰχμάλωτόν τε καὶ ὑποχείριον, ταύτην ἐν
ἐμαυτῷ βλέπων τῶν δύο λογισμῶν τὴν ἐξ ἐναντίου παρά-
ταξιν, τοῦ τε χαλεπαίνοντος πρὸς τὴν ἐξ ὑπερηφανίας ὕβριν
21
καὶ τοῦ τὸ διοιδοῦν καταστέλλοντος. ἐπεὶ δὲ κατὰ θεοῦ
χάριν ἐπεκράτησεν ἡ κρείττων ῥοπή, τότε πρὸς αὐτὸν εἶπον
ἐγώ· „Μὴ ἄρα τί σοι τῶν περὶ τὴν θεραπείαν τοῦ σώ-
ματος σπουδαζομένων τῇ παρουσίᾳ μου βλάπτεται, καὶ
22
ὑπεξελθεῖν ἐστιν εὔκαιρον;“ τοῦ δὲ εἰπόντος μὴ χρῄζειν
τοῦ θεραπευθῆναι τὸ σῶμα, εἶπόν τινας λόγους πρὸς αὐτὸν
θεραπευτικούς, ὡς οἷόν τε ἦν· κἀκείνου δι' ὀλίγων τὸ
ἐπὶ πολλοῖς ἀδικήμασιν τὴν καθ' ἡμῶν ἔχειν λύπην ἐνδει-
ξαμένου, ταῦτα πρὸς αὐτὸν ἀπεκρινάμην ἐγώ, ὅτι ”Ἐν
ἀνθρώποις πολλὴν ἔχει δύναμιν πρὸς ἀπάτην τὸ ψεῦδος,
τὸ δὲ θεῖον κριτήριον τὸν ἐξ ἀπάτης παραλογισμὸν οὐ
προσδέχεται. ἐμοὶ δὲ τοσοῦτον πέποιθεν ἐν τοῖς πρὸς σὲ
πράγμασιν ἡ συνείδησις, ὡς εὔχεσθαι τῶν μὲν ἄλλων ἁμαρ-
τιῶν γενέσθαι μοι τὴν συγχώρησιν, εἰ δέ τι κατά σου πέ-
πρακταί μοι, τοῦτο μεῖναι εἰς τὸ διηνεκὲς ἀσυγχώρητον”.
23
σχετλιάσας δὲ τῷ λόγῳ, οὐκέτι προστεθῆναι τὰς ἀποδείξεις
τοῖς εἰρημένοις ἐδέξατο.
24
Ὥρα ἦν πλείων ἢ κατὰ τὴν ἕκτην, καὶ τὸ λουτρὸν εὐ-
τρεπὲς καὶ ἐν παρασκευῇ ἡ ἑστίασις καὶ σάββατον ἡ ἡμέρα
καὶ μαρτύρων τιμή· καὶ πάλιν ὁ μαθητὴς τοῦ εὐαγγελίου
πῶς μιμεῖται τὸν τοῦ εὐαγγελίου δεσπότην; ὁ μὲν μετὰ
τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίων καὶ πίνων ἀπελογεῖτο τοῖς
ὀνειδίζουσιν ὡς κατὰ φιλανθρωπίαν τοῦτο ποιῶν, ὁ δὲ
25
ἄγος κρίνει καὶ μίασμα τὴν ἐπὶ τραπέζης κοινωνίαν. μετὰ
τὸν κόπον ἐκεῖνον ὃν ἐκ τῆς ὁδοιπορίας ὑπέστημεν, μετὰ
τὸ θάλπος τὸ τοσοῦτον ἐν ᾧ ὑπαίθριοι ταῖς θύραις αὐτοῦ
προσκαθήμενοι κατεφρύγημεν, μετὰ τὴν σκυθρωπὴν ἐκεί-
νην κατήφειαν ἣν ἐν ὀφθαλμοῖς αὐτοῦ γεγονότες ἀνέτλη-
μεν, ἀποπέμπεται ἡμᾶς πάλιν ἐπὶ τὸ αὐτὸ διάστημα διὰ
τῆς αὐτῆς ὁδοῦ ταλαιπωροῦντας ἐν ἐκλελοιπότι ἤδη καὶ
καταπεπονημένῳ τῷ σώματι· ὥστε μόλις ἡμᾶς περὶ δείλην
ὀψίαν, πολλὰ διὰ μέσου κακοπαθήσαντας, καταλαβεῖν τὴν
συνοδίαν· καὶ γάρ τι καὶ νέφος ἐκ λαίλαπος κατὰ τὸ ἀθρόον
ἐν τῷ ἀέρι γενόμενον αὐτῶν τῶν μυελῶν ἡμῶν λάβρῳ
τῷ ὄμβρῳ καθίκετο· ἀπαράσκευοι γὰρ ἦμεν διὰ τὸ ὑπερ-
26
βάλλον θάλπος ὡς πρὸς ὑετοῦ φυλακήν. πλὴν ἀλλὰ κατὰ
θεοῦ χάριν, ὡς οἱ ἀπὸ κλύδωνος ἢ ναυαγίου περισωθέν-
τες, ἄσμενοι τὴν συνοδίαν ἡμῶν κατελάβομεν, καὶ ἀνα-
παυσάμενοι τὴν νύκτα μετὰ ἀλλήλων, ζῶντες μέχρι τῶν
ἡμετέρων διεσώθημεν τόπων, τοῦτο προσλαβόντες ἐκ τῆς
συντυχίας, ὅτι πάντων τῶν πρότερον γεγονότων ἡ ἔναγχος
γενομένη καθ' ἡμῶν ὕβρις τὴν μνήμην ἀνενεώσατο.
27
Καί τι ἀναγκαζόμεθα λοιπὸν καὶ ὑπὲρ ἡμῶν βουλεύ-
σασθαι, μᾶλλον δὲ ὑπὲρ αὐτοῦ ἐκείνου· τὸ γὰρ μὴ ἀνα-
κοπῆναι αὐτοῦ τὴν προαίρεσιν ἐν τοῖς πρότερον γεγενη-
μένοις, εἰς ταύτην αὐτὸν ἤγαγε τὴν τύφουσαν ἀμετρίαν·
οὐκοῦν ὡς ἂν κἀκεῖνος ἑαυτοῦ γένοιτο κρείττων, τάχα τι
προσήκει καὶ παρ' ἡμῶν γενέσθαι, ὡς ἂν μάθοι ἄνθρωπος
ὢν καὶ οὐδεμίαν κατὰ τῶν ὁμοφρόνων τε καὶ ὁμοτίμων
28
ὕβρεως καὶ ἀτιμίας τὴν αὐθεντίαν ἔχων. ἰδοὺ γὰρ ἀληθὲς
εἶναι δεδόσθω (λέγω δὲ καθ' ὑπόθεσιν) γεγενῆσθαι παρ'
ἐμοῦ τι λυπηρὸν κατ' ἐκείνου· ποῖον συνέστη καθ' ἡμῶν
ἐπὶ τοῖς γενομένοις ἢ ὑπονοουμένοις κριτήριον; τίς ἀπό-
δειξις τὴν ἀδικίαν ἀπήλεγξεν; τίνες κανόνες καθ' ἡμῶν
ἀνεγνώσθησαν; ποία ἔννομος ἐπισκόπου ἀπόφασις τὴν καθ'
29
ἡμῶν κρίσιν ἐκύρωσεν; εἰ δέ τι καὶ ἐγεγόνει τούτων ἐν-
νόμως, πάντως ἂν περὶ τὸν βαθμὸν ὁ κίνδυνος ἦν· ὕβριν
δὲ κατὰ ἐλευθερίας καὶ ἀτιμίαν κατὰ τῶν ὁμοτίμων ποῖοι
30
κανόνες ἐνομοθέτησαν; Κρίμα δίκαιον κρίνατε οἱ πρὸς
θεὸν ὁρῶντες, ἐν τίνι συγγνωστὴν ἡγεῖσθε τὴν καθ' ἡμῶν
31
ἀτιμίαν; εἰ κατὰ τὴν ἱερωσύνην τὸ ἀξίωμα κρίνοιτο, ἴση
παρὰ τῆς συνόδου καὶ μία γέγονεν ἀμφοτέροις ἡ προνο-
μία, μᾶλλον δὲ ἡ φροντὶς τῆς τῶν κοινῶν διορθώσεως,
32
〈ὡς〉 ἐν τούτῳ τὸ ἴσον ἔχειν. εἰ δέ τινες ἡμᾶς γυμνοὺς
τοῦ κατὰ τὴν ἱερωσύνην ἀξιώματος ἐφ' ἑαυτῶν βλέποιεν,
τί τοῦ ἑτέρου πλέον ἔχει ὁ ἕτερος; γένος; παίδευσιν; ἐλευ-
θερίαν πρὸς τοὺς ἀρίστους τε καὶ εὐδοκιμωτάτους; γνῶ-
σιν; ταῦτα ἢ ἐν τῷ ἴσῳ καὶ παρ' ἡμῖν ἔστιν εὑρεῖν ἢ πάν-
33
τως οὐκ ἐν ἐλάσσονι. ἀλλὰ πλοῦτον λέγει; μὴ γένοιτο
εἰς ἀνάγκην ἐλθεῖν ταῦτα περὶ αὐτοῦ διηγήσασθαι. ἦ το-
σοῦτον ἀρκεῖ μόνον εἰπεῖν, ὅσος ἦν τὸ κατ' ἀρχὰς καὶ
νῦν ὅσος ἐγένετο, καὶ καταλιπεῖν ἄλλοις ἀναζητῆσαι τῆς
αὐξήσεως τοῦ πλούτου τὰς ἀφορμὰς τοῦ μέχρι τοῦ παρ-
όντος καθ' ἑκάστην μικροῦ δεῖν ἡμέραν διὰ τῶν καλῶν
34
ἐπιτηδευμάτων αὐξομένου τε καὶ τρεφομένου. τίς οὖν
τῆς καθ' ἡμῶν ὕβρεως ἡ ἐξουσία, εἰ μήτε γένους ὑπεροχὴ
μήτε ἀξιώματος περιφάνεια μήτε δύναμις ὑπερβάλλουσα
35
λόγων, μηδὲ ἔστιν εὐεργεσία τις προϋπάρξασα; ὁπότε
καὶ εἰ ταῦτα ἦν, καὶ οὕτως ἂν ἦν τὸ κατὰ τὴν ὕβριν ἐπὶ
τῶν ἐλευθέρων ἀσύγγνωστον· μηδενὸς δὲ τούτων ὄντος οὐκ
οἶμαι καλῶς ἔχειν τὴν τοσαύτην τοῦ τύφου νόσον περιιδεῖν
ἀθεράπευτον. θεραπεία δέ ἐστιν τὸ ἐπικλῖναι τὴν ὑπερη-
φανίαν καὶ διαστεῖλαι τὸν διάκενον ὄγκον, μικρὸν δια-
πνευσθέντος τοῦ κατὰ τὸν τῦφον φυσήματος· ὅπως δ' ἂν
γένοιτο τοῦτο, θεῷ μελήσει.
2
t
{Περὶ τῶν ἀπιόντων εἰς Ἱεροσόλυμα, Κηνσίτορι}
1
Ἐπειδήπερ ἠρώτησας, ὦ φίλε, διὰ τοῦ γράμματος,
πρέπειν ᾠήθην περὶ πάντων σοι καθεξῆς ἀποκρίνασθαι.
ἐγὼ τοὺς ἅπαξ ἀνατεθεικότας ἑαυτοὺς τῇ ὑψηλῇ πολιτείᾳ
καλῶς ἔχειν φημὶ πρὸς τὰς τοῦ εὐαγγελίου διὰ παντὸς
ἀποβλέπειν φωνάς, καὶ ὥσπερ οἱ τῷ κανόνι τὸ ὑποκείμενον
ἀπευθύνοντες κατὰ τὴν ἐπὶ τοῦ κανόνος εὐθεῖαν τὰ σκολιὰ
τοῦ ἐν χερσὶν εἰς εὐθύτητα μεταβάλλουσιν, οὕτως προσή-
κειν ἡγοῦμαι οἷόν τινα κανόνα ὀρθὸν καὶ ἀδιάστροφον,
τὴν εὐαγγελικὴν λέγω δὴ πολιτείαν, τούτοις ἐπιβάλλοντας
2
κατ' ἐκείνην πρὸς τὸν θεὸν ἀπευθύνεσθαι. ἐπεὶ τοίνυν
εἰσί τινες τῶν τὸν μονήρη καὶ ἰδιάζοντα βίον ἐπανῃρημέ-
νων, οἷς ἐν μέρει εὐσεβείας νενόμισται τὸ τοὺς ἐν Ἱεροσο-
λύμοις τόπους ἰδεῖν, ἐν οἷς τὰ σύμβολα τῆς διὰ σαρκὸς
ἐπιδημίας τοῦ κυρίου ὁρᾶται, καλῶς ἂν ἔχοι πρὸς τὸν
κανόνα βλέπειν, καὶ εἰ ταῦτα βούλεται ἡ παρὰ τῶν ἐντο-
λῶν χειραγωγία, ποιεῖν τὸ ἔργον ὡς πρόσταγμα κυρίου·
εἰ δὲ ἔξω ἐστὶ τῶν ἐντολῶν τοῦ δεσπότου, οὐκ οἶδα τί
θέλει [τί ἐστι] τὸ διατεταγμένον ποιεῖν, αὐτὸν ἑαυτῷ τοῦ
3
καλοῦ νόμον γινόμενον. ὅπου προσκαλεῖται πρὸς τὴν κλη-
ρονομίαν τῆς βασιλείας τῶν οὐρανῶν ὁ κύριος τοὺς εὐλο-
γημένους, τὸ ἀπελθεῖν εἰς Ἱεροσόλυμα ἐν τοῖς κατορθώ-
μασιν οὐκ ἀπηρίθμησεν· ὅπου τὸν μακαρισμὸν διαγγέλλει,
τὴν τοιαύτην σπουδὴν οὐ περιέλαβεν. ὃ δὲ μήτε μακάριον
ποιεῖ μήτε πρὸς τὴν βασιλείαν εὔθετον, ἀντὶ τίνος σπου-
4
δάζεται, ὁ νοῦν ἔχων ἐπισκεψάσθω. καὶ εἰ μὲν ἐπωφελὲς
ἦν τὸ γινόμενον, οὐκ ἦν οὐδὲ οὕτως καλὸν παρὰ τῶν τε-
λείων σπουδάζεσθαι· ἐπεὶ δὲ καταμανθάνομεν δι' ἀκρι-
βείας τὸ γινόμενον καὶ ψυχικὴν προστρίβεσθαι βλάβην τοῖς
τὸν ἀκριβῆ βίον ἐνστησαμένοις, οὐκ ἔστι τῆς μακρᾶς σπου-
δῆς ἄξιον ἀλλὰ τῆς μεγίστης φυλακῆς, ὡς μηδενὶ τῶν
καταβλαπτόντων ὁ κατὰ θεὸν προῃρημένος ζῆν περιπείροιτο.
5
τί οὖν ἐστιν ἐν τούτοις τὸ βλάπτον; ἡ σεμνὴ πολιτεία
πᾶσι πρόκειται καὶ ἀνδράσι καὶ γυναιξίν· ἴδιον δὲ τοῦ
κατὰ φιλοσοφίαν βίου ἡ εὐσχημοσύνη, αὕτη δὲ ἐν τῷ
ἀμίκτῳ καὶ ἰδιάζοντι [βίῳ] τῆς ζωῆς κατορθοῦται, ὡς ἀνε-
πίμικτον καὶ ἀσύγχυτον εἶναι τὴν φύσιν, μήτε τῶν γυναι-
κῶν ἐν ἀνδράσι μήτε τῶν ἀνδρῶν ἐν γυναιξὶ πρὸς τὰ παρα-
6
τετηρημένα τῆς ἀσχημοσύνης ὁρμώντων. ἀλλ' ἡ τῆς ὁδοι-
πορίας ἀνάγκη ἀναιρεῖ τὴν ἐν τούτοις ἀκρίβειαν καὶ πρὸς
ἀδιαφορίαν τῶν παρατετηρημένων ἄγει· ἀμήχανον γὰρ γυ-
ναικὶ τοσαύτην ὁδὸν διαδραμεῖν, εἰ μὴ τὸν διασῴζοντα
ἔχοι καὶ διὰ τὴν φυσικὴν ἀσθένειαν ἀναγομένη ἐπὶ τὸ
ὑποζύγιον κἀκεῖθεν καταγομένη καὶ ἐν ταῖς δυσχερείαις
παρακρατουμένη. ὅπερ δ' ἂν ὑποθώμεθα, εἴτε γνώριμον
ἔχει τὸν τὴν θεραπείαν ἀποπληροῦντα εἴτε μισθωτὸν τὸν
τὴν διακονίαν παρεχόμενον, καθ' ἑκάτερον μέρος οὐ δια-
φεύγει τὴν μέμψιν τὸ γινόμενον· οὔτε γὰρ τῷ ξένῳ ἑαυ-
τὴν προσαναπαύουσα οὔτε τῷ ἰδίῳ τὸν τῆς σωφροσύνης
7
φυλάττει νόμον. τῶν δὲ κατὰ τοὺς ἀνατολικοὺς τόπους
πανδοχείων καὶ καταλυμάτων καὶ πόλεων πολλὴν τὴν
ἄδειαν καὶ πρὸς τὸ κακὸν τὴν ἀδιαφορίαν ἐχόντων, πῶς
ἔσται δυνατὸν τὸν διὰ καπνοῦ παριόντα μὴ δριμυχθῆναι
τὰς ὄψεις, ὅπου μολύνεται μὲν ἀκοή, μολύνεται δὲ ὀφθαλ-
μός, μολύνεται δὲ καρδία δι' ὀφθαλμῶν καὶ ἀκοῆς δεχο-
μένη τὰ ἄτοπα; πῶς ἔσται δυνατὸν ἀπαθῶς παρελθεῖν
8
τοὺς ἐμπαθεῖς τόπους; τί δὲ καὶ πλέον ἕξει ὁ ἐν τοῖς
τόποις ἐκείνοις γενόμενος, ὡς μέχρι τοῦ νῦν σωματικῶς
τοῦ κυρίου ἐν ἐκείνοις τοῖς τόποις διάγοντος ἡμῶν δὲ
ἀποφοιτῶντος, ἢ ὡς τοῦ ἁγίου πνεύματος παρὰ τοῖς
Ἱεροσολυμίταις πλεονάζοντος πρὸς δὲ ἡμᾶς διαβῆναι ἀδυ-
9
νατοῦντος; καὶ μὴν εἰ ἔστιν ἐκ τῶν φαινομένων θεοῦ παρ-
ουσίαν τεκμήρασθαι, μᾶλλον ἄν τις ἐν τῷ ἔθνει τῶν Καπ-
παδοκῶν τὸν θεὸν διαιτᾶσθαι νομίσειεν ἤπερ ἐν τοῖς ἔξω
τόποις· ὅσα γάρ ἐστιν ἐν τούτοις θυσιαστήρια, δι' ὧν
τὸ ὄνομα τοῦ κυρίου δοξάζεται, οὐκ ἄν τις τὰ πάσης σχεδὸν
10
τῆς οἰκουμένης ἐξαριθμήσαιτο [θυσιαστήρια]. ἔπειτα καὶ
εἰ ἦν πλείων ἡ χάρις ἐν τοῖς κατὰ Ἱεροσόλυμα τόποις,
οὐκ ἂν ἐπεχωρίαζε τοῖς ἐκεῖ ζῶσιν ἡ ἁμαρτία· νῦν μέντοι
οὐκ ἔστιν ἀκαθαρσίας εἶδος ὃ μὴ τολμᾶται παρ' αὐτοῖς,
καὶ πορνεῖαι καὶ μοιχεῖαι καὶ κλοπαὶ καὶ εἰδωλολατρεῖαι
καὶ φαρμακεῖαι καὶ φθόνοι καὶ φόνοι· καὶ μάλιστά γε τὸ
τοιοῦτον ἐπιχωριάζει κακόν, ὥστε μηδαμοῦ τοιαύτην ἑτοι-
μότητα εἶναι πρὸς τὸ φονεύειν ὅσην ἐν τοῖς τόποις ἐκεί-
νοις, θηρίων δίκην τῷ αἵματι τῶν ὁμοφύλων ἐπιτρεχόντων
ἀλλήλοις ψυχροῦ κέρδους χάριν. ὅπου τοίνυν ταῦτα γίνεται,
ποίαν ἀπόδειξιν ἔχει τὸ πλείονα χάριν εἶναι ἐν τοῖς τόποις
ἐκείνοις;
11
Ἀλλ' οἶδα τὸ ἀντιλεγόμενον τῶν πολλῶν πρὸς τὰ παρ'
ἐμοῦ εἰρημένα· λέγουσι γάρ· „Διὰ τί ταῦτα καὶ ἐπὶ σεαυ-
τὸν οὐκ ἐνομοθέτησας; εἰ γὰρ μηδὲν ἦν κέρδος τῷ κατὰ
θεὸν ἐκδημήσαντι ἀντὶ τοῦ γενέσθαι ἐκεῖ, ὑπὲρ τίνος μάτην
12
ὑπέστης τὴν τοσαύτην ὁδόν;“ ἀκουσάτωσαν οὖν τῆς ὑπὲρ
τούτων παρ' ἐμοῦ ἀπολογίας. ἐμοὶ διὰ τὴν ἀνάγκην ταύ-
την, ἐν ᾗ ζῆν ἐτάχθην παρὰ τοῦ οἰκονομοῦντος ἡμῶν τὴν
ζωήν, ἐγένετο 〈πρόσταγμα〉 τῆς ἁγίας συνόδου, διορθώσεως
ἕνεκεν τῆς κατὰ τὴν Ἀραβίαν ἐκκλησίας, μέχρι τῶν τόπων
γενέσθαι· καὶ ἐπειδὴ ὅμορός ἐστιν ἡ Ἀραβία τοῖς κατὰ
Ἱεροσόλυμα τόποις, ὑπεσχόμην ὡς καὶ συσκεψόμενος τοῖς
προεστῶσι τῶν ἐν Ἱεροσολύμοις ἁγίων ἐκκλησιῶν διὰ
τὸ εἶναι αὐτῶν ἐν ταραχῇ τὰ πράγματα καὶ χρῄζειν τοῦ
13
μεσιτεύοντος. ἔπειτα δὲ καὶ τοῦ εὐσεβεστάτου βασιλέως
παρασχομένου τὴν εὐκολίαν τῆς ὁδοῦ διὰ δημοσίου ὀχή-
ματος, οὐδεμία ἡμῖν ἀνάγκη ἐγένετο ταῦτα πάσχειν ἃ καὶ
ἐπὶ τῶν ἄλλων κατενοήσαμεν· τὸ γὰρ ὄχημα ἡμῖν ἀντὶ
ἐκκλησίας καὶ μοναστηρίου ἦν, διὰ πάσης τῆς ὁδοῦ συμ-
14
ψαλλόντων πάντων καὶ συννηστευόντων τῷ κυρίῳ. τὸ οὖν
ἡμέτερον μηδένα σκανδαλιζέτω, μᾶλλον δὲ πιθανὴ γενέσθω
ἡ συμβουλία ἡμῶν, ὅτι περὶ ὧν τὼ ὀφθαλμὼ ὑπεβάλομεν,
15
περὶ τούτων καὶ συμβουλεύομεν. ἡμεῖς γὰρ τὸν ἐπιφα-
νέντα Χριστὸν εἶναι θεὸν ἀληθινὸν ὡμολογήσαμεν καὶ πρὶν
ἐπὶ τοῦ τόπου γενέσθαι καὶ μετὰ ταῦτα, οὔτε τῆς πίστεως
ἐλαττουμένης οὔτε μετὰ ταῦτα προσαυξηθείσης, καὶ τὴν
διὰ τῆς παρθένου ἐνανθρώπησιν καὶ πρὸ τῆς Βηθλεὲμ
ἠπιστάμεθα, καὶ τὴν ἐκ νεκρῶν ἐξανάστασιν καὶ πρὸ τοῦ
μνήματος ἐπιστεύσαμεν, καὶ τὴν εἰς οὐρανοὺς ἀνάβασιν καὶ
δίχα τοῦ τὸ ὄρος ἰδεῖν τῶν Ἐλαιῶν ἀληθῆ εἶναι ὡμολογήσα-
μεν· τοσοῦτον δὲ μόνον ἐκ τῆς ὁδοιπορίας ὠφελήθημεν, ὅσον ἐν
συγκρίσει γνῶναι ὅτι τὰ ἡμέτερα τῶν ἔξω πολὺ ἁγιώτερά ἐστιν.
16
Ὅθεν Οἱ φοβούμενοι τὸν κύριον, ἐν οἷς ἐστε τόποις, αἰνέ-
σατε αὐτόν· θεοῦ γὰρ προσεγγισμὸν τοπικὴ μετάστασις οὐ
κατεργάζεται, ἀλλ' ὅπουπερ ἂν ᾖς, πρὸς σὲ ἥξει ὁ θεός, ἐάν
γε τὸ τῆς ψυχῆς σου καταγώγιον τοιοῦτον εὑρεθῇ, ὥστε ἐνοι-
17
κῆσαι τὸν κύριον ἐν σοὶ καὶ ἐμπεριπατῆσαι. εἰ δὲ πλήρη ἔχεις
τὸν ἔσω ἄνθρωπον λογισμῶν πονηρῶν, κἂν ἐπὶ τοῦ Γολγοθᾶ
ᾖς κἂν ἐπὶ τοῦ ὄρους τῶν Ἐλαιῶν κἂν ὑπὸ τὸ μνῆμα τῆς
Ἀναστάσεως, τοσοῦτον ἀπέχεις τοῦ τὸν Χριστὸν δέξασθαι ἐν
18
ἑαυτῷ ὅσον οἱ μηδὲ τὴν ἀρχὴν ὁμολογήσαντες. συμβούλευσον
οὖν, ἀγαπητέ, τοῖς ἀδελφοῖς ἐκδημεῖν ἀπὸ τοῦ σώματος πρὸς
τὸν κύριον καὶ μὴ ἀπὸ Καππαδοκίας εἰς Παλαιστίνην. εἰ δέ
τις τὴν τοῦ κυρίου φωνὴν προβάλοιτο τὴν παραγγείλασαν
τοῖς μαθηταῖς μὴ χωρίζεσθαι ἀπὸ Ἱεροσολύμων, νοησάτω
τὸ εἰρημένον. ἐπειδήπερ ἡ τοῦ ἁγίου πνεύματος χάρις καὶ
διανομὴ οὔπω ἐπεφοίτησε τοῖς ἀποστόλοις, προσέταξεν
αὐτοῖς ὁ κύριος ἐπὶ τὸ αὐτὸ μένειν, ἕως ἂν ἐνδύσωνται δύναμιν
19
ἐξ ὕψους. εἰ μὲν οὖν ὃ ἦν ἀπ' ἀρχῆς, ἐγίνετο μέχρι τοῦ νῦν,
τοῦ ἁγίου πνεύματος ἐν εἴδει πυρὸς τῶν χαρισμάτων οἰκονο-
μοῦντος ἕκαστον, ἔδει πάντας εἶναι ἐν τῷ τόπῳ ἐκείνῳ ἐν
ᾧ ἡ διανομὴ τοῦ χαρίσματος ἐγίνετο· εἰ δὲ τὸ πνεῦμα ὅπου
θέλει πνεῖ, καὶ οἱ ἐνταῦθα πιστεύσαντες μέτοχοι γίνονται τοῦ
χαρίσματος κατὰ τὴν ἀναλογίαν τῆς πίστεως, οὐ κατὰ τὴν
ἐπιδημίαν τὴν ἐν Ἱεροσολύμοις.
3
t
{Ταῖς κοσμιωτάταις ἀληθῶς καὶ εὐλαβεστάταις ἀδελφαῖς
Εὐσταθίᾳ καὶ Ἀμβροσίᾳ καὶ τῇ κοσμιωτάτῃ καὶ σεμνο-
τάτῃ θυγατρὶ Βασιλίσσῃ Γρηγόριος ἐν κυρίῳ χαίρειν.}
1
Ἡ μὲν τῶν ἀγαθῶν καὶ καταθυμίων μοι συντυχία καὶ
τὰ γνωρίσματα τῆς μεγάλης τοῦ δεσπότου ὑπὲρ ἡμῶν φιλ-
ανθρωπίας τὰ ἐν τοῖς τόποις δεικνύμενα τῆς μεγίστης
ἐγένετό μοι χαρᾶς τε καὶ εὐφροσύνης ὑπόθεσις· δι' ἀμφο-
τέρων γὰρ ἐδηλώθη μοι ἡ κατὰ θεὸν ἑορτή, διά τε τοῦ
ἰδεῖν τὰ σωτήρια σύμβολα τοῦ ζωοποιήσαντος ἡμᾶς θεοῦ
καὶ διὰ τοῦ ψυχαῖς συντυχεῖν ἐν αἷς τὰ τοιαῦτα τῆς τοῦ
κυρίου χάριτος σημεῖα πνευματικῶς θεωρεῖται, ὥστε πι-
στεύειν ὅτι ἀληθῶς ἐν τῇ καρδίᾳ ἐστὶ τοῦ τὸν θεὸν ἔχοντος
2
ἡ Βηθλεὲμ ὁ Γολγοθᾶς ὁ Ἐλαιὼν ἡ Ἀνάστασις. ᾧ τε γὰρ
διὰ τῆς ἀγαθῆς συνειδήσεως ὁ Χριστὸς ἐμμορφωθῇ, καὶ ὁ
καθηλώσας τῷ θείῳ φόβῳ τὰς σάρκας αὑτοῦ καὶ συσταυ-
ρωθεὶς τῷ Χριστῷ καὶ ἀποκυλίσας ἀφ' ἑαυτοῦ τὸν βαρὺν
τῆς βιωτικῆς ἀπάτης λίθον καὶ ἐξελθὼν τοῦ σωματικοῦ
μνημείου ὡς ἐν καινότητι ζωῆς περιπατήσῃ, καὶ ὁ κατα-
λιπὼν τὴν ὑλικὴν καὶ χαμαίζηλον τῶν ἀνθρώπων ζωήν,
ἀναβὰς δὲ διὰ τῆς ὑψηλῆς ἐπιθυμίας εἰς τὴν ἐπουράνιον
πολιτείαν καὶ τὰ ἄνω φρονῶν, οὗ ὁ Χριστός, καὶ μὴ βα-
ρούμενος τῷ ἄχθει τοῦ σώματος ἀλλ' ἐξελαφρύνας διὰ
τῆς καθαρωτέρας ζωῆς, ὥστε αὐτῷ νεφέλης δίκην συμμετ-
εωροπορεῖν ἐπὶ τὰ ἄνω τὴν σάρκα, οὗτος κατά γε τὴν
ἐμὴν κρίσιν ἐκείνων ἐστὶν τῶν κατωνομασμένων, ἐν οἷς
τὰ ὑπομνήματα τῆς τοῦ δεσπότου ὑπὲρ ἡμῶν φιλανθρω-
πίας ὁρᾶται.
3
Ἐπειδὴ τοίνυν εἶδον μὲν καὶ αἰσθητῶς τοὺς ἁγίους
τόπους, εἶδον δὲ καὶ ἐν ὑμῖν τῶν τοιούτων τόπων ἐναργῆ
τὰ σημεῖα, τοσαύτης ἐπληρώθην χαρᾶς, ὥστε ὑπὲρ λόγον
4
εἶναι τοῦ ἀγαθοῦ τὴν διήγησιν. ἀλλ' ἐπειδὴ ἔοικεν ἄνθρω-
πον ὄντα δύσκολον εἶναι, ἵνα μὴ εἴπω ὅτι ἀδύνατον, ἀμιγὲς
τοῦ κακοῦ τὸ ἀγαθὸν καρποῦσθαι, διὰ τοῦτό μοι τῇ γεύσει
τῶν γλυκέων συγκατεμίχθη τι καὶ τῶν πικραινόντων τὴν
αἴσθησιν. ἐφ' οἷς, μετὰ τὴν ἀγαθὴν τῶν εὐφραινόντων ἀπό-
λαυσιν, πάλιν ἐπὶ τὴν πατρίδα σκυθρωπάζων ἐπορευόμην,
λογιζόμενος ὅτι ἀληθὴς ὁ τοῦ κυρίου λόγος ὁ εἰπὼν ὅλον τὸν
κόσμον ἐν τῷ πονηρῷ κεῖσθαι, ὡς μηδὲν τῆς οἰκουμένης
μέρος ἐλεύθερον εἶναι τῆς μοίρας τοῦ χείρονος· εἰ γὰρ ὁ τὸ
ἅγιον τῆς ὄντως ζωῆς ἴχνος ὑποδεξάμενος τόπος τῆς πονηρᾶς
ἀκάνθης οὐ καθαρεύει, τί χρὴ περὶ τῶν λοιπῶν ἐννοεῖν τό-
πων, οἷς ἡ τοῦ ἀγαθοῦ μετουσία κατεσπάρη διὰ ψιλῆς ἀκοῆς
5
καὶ κηρύγματος; ταῦτα δὲ πρὸς ὅ τι βλέπων φημί, πάντως
οὐδὲν χρὴ γυμνότερον διὰ τῶν λόγων ἐκτίθεσθαι, αὐτῶν τῶν
πραγμάτων πάσης φωνῆς γνωρίμου γεγωνότερον διαβοώντων
6
τὰ λυπηρά. μίαν ἔχθραν ἐνομοθέτησεν ἡμῖν ὁ τῆς ζωῆς ἡμῶν
νομοθέτης, τὴν πρὸς τὸν ὄφιν λέγω, πρὸς οὐδὲν ἄλλο τὴν τοῦ
μισεῖν δύναμιν ἐνεργεῖσθαι προστάξας εἰ μὴ πρὸς τὴν ἀπο-
στροφὴν τῆς κακίας· Ἔχθραν γὰρ θήσω, φησίν, ἀνὰ μέσον
σου καὶ ἀνὰ μέσον ἐκείνου. ἐπειδὴ δὲ ποικίλη τις καὶ πο-
λυειδής ἐστιν ἡ κακία, διὰ τοῦ ὄφεως ὁ λόγος ταύτην αἰ-
νίσσεται, τῇ πυκνῇ τῶν φολίδων θέσει τὸ πολύτροπον τῆς
7
κακίας χαρακτηρίζων. ἡμεῖς δὲ πρὸς μὲν τὸν ὄφιν ἔνσπονδοι
διὰ τοῦ τὰ θελήματα τοῦ ἀντικειμένου ποιεῖν ἐγενόμεθα, τὸ
δὲ μῖσος κατ' ἀλλήλων ἐτρέψαμεν, τάχα δὲ οὐδὲ καθ' ἡμῶν
ἀλλὰ κατὰ τοῦ τὴν ἐντολὴν δεδωκότος· ὁ μὲν γάρ φησιν
Ἀγαπήσεις τὸν πλησίον σου καὶ μισήσεις τὸν ἐχθρόν σου,
τὸν τῆς φύσεως ἡμῶν πολέμιον μόνον ἐχθρὸν ἡγεῖσθαι προσ-
τάξας, πάντα δὲ τὸν κοινωνοῦντα τῆς φύσεως πλησίον ἑκάστου
εἶναι εἰπών· ἡ δὲ βαρυκάρδιος ἡμῶν γενεὰ τοῦ πλησίον ἡμᾶς
διαστήσασα θάλπειν τὸν ὄφιν ἐποίησε καὶ τοῖς τῶν φολίδων
8
αὐτοῦ στίγμασιν ἐπιτέρπεσθαι. ἐγὼ γὰρ τὸ μὲν τοὺς ἐχθροὺς
τοῦ θεοῦ μισεῖν ἔννομον εἶναί φημι καὶ ἀρέσκειν τῷ δεσπότῃ
τὸ τοιοῦτον μῖσος, ἐχθροὺς δὲ λέγω τοὺς κατὰ πάντα τρό-
πον τὴν τοῦ δεσπότου δόξαν ἀπαρνουμένους, εἴτε τοὺς Ἰου-
δαίους εἴτε τοὺς φανερῶς εἰδωλολατροῦντας εἴτε τοὺς διὰ
τῶν Ἀρείου δογμάτων εἰδωλοποιοῦντας τὴν κτίσιν καὶ τὴν
Ἰουδαϊκὴν πλάνην ἀναλαμβάνοντας. εἰ δὲ πατὴρ καὶ υἱὸς
καὶ ἅγιον πνεῦμα εὐσεβῶς δοξάζοιτο καὶ προσκυνοῖτο παρὰ
τῶν πεπιστευκότων ἐν ἀσυγχύτῳ καὶ διακεκριμένῃ τῇ ἁγίᾳ
τριάδι μίαν εἶναι καὶ φύσιν καὶ δόξαν καὶ βασιλείαν καὶ δύ-
ναμιν καὶ τὴν εὐσεβῆ λατρείαν καὶ τὴν ἐπὶ πάντων ἐξουσίαν,
9
ἐνταῦθα ὁ πόλεμος τίνα εὔλογον αἰτίαν ἔχει; ὅτε ἐπεκράτει
τὰ τῆς αἱρέσεως δόγματα, καὶ τὸ παρακινδυνεῦσαι πρὸς τὰς
ἐξουσίας, δι' ὧν ἐδόκει τὸ τῶν ἀντικειμένων δόγμα κρατύ-
νεσθαι, καλῶς εἶχεν, ὡς ἂν μὴ καταδυναστεύοιτο ταῖς
ἀνθρωπίναις δυναστείαις ὁ σωτήριος λόγος· νυνὶ δὲ κατὰ
πᾶσαν τὴν οἰκουμένην Ἀπ' ἄκρου τοῦ οὐρανοῦ καὶ ἕως
ἄκρου τοῦ αὐτοῦ ἴσως κηρυσσομένης ἐν φανερῷ τῆς εὐσεβείας
ὁ τοῖς κηρύσσουσι τὴν εὐσέβειαν πολεμῶν οὐκ ἐκείνοις μά-
χεται ἀλλὰ τῷ παρ' αὐτῶν εὐσεβῶς κηρυσσομένῳ· τίς γὰρ
εἶναι σκοπὸς ἄλλος ὀφείλει τῷ τὸν θεῖον ἔχοντι ζῆλον, εἰ
μὴ τὸ παντὶ τρόπῳ τὴν δόξαν τοῦ θεοῦ καταγγέλλεσθαι;
10
ἕως ἂν οὖν ἐξ ὅλης καρδίας τε καὶ ψυχῆς καὶ διανοίας προσ-
κυνῆται ὁ μονογενὴς θεός, ἐκεῖνο εἶναι πεπιστευμένος ἐν
πᾶσιν ὅπερ ἐστὶν ὁ πατήρ, ὡσαύτως δὲ καὶ τὸ πνεῦμα τὸ
ἅγιον ἐν ὁμοτίμῳ τῇ προσκυνήσει δοξάζηται, οἱ τὰ περισσὰ
σοφιζόμενοι ποίαν τοῦ πολεμεῖν εὐπρόσωπον ἔχουσιν ἀφορ-
μήν, σχίζοντες τὸν χιτῶνα τὸν ἄρρηκτον καὶ πρὸς Παῦλον καὶ
Κηφᾶν τὸ ὄνομα τοῦ κυρίου καταμερίζοντες καὶ τὸν προσ-
εγγισμὸν τῶν τὸν Χριστὸν προσκυνούντων βδελυκτὸν ἀπο-
φαίνοντες, μόνον οὐ φανερῶς ἐκεῖνο βοῶντες τοῖς ῥήμασι,
11
Πόρρω ἀπ' ἐμοῦ· μὴ ἐγγίσῃς μοι, ὅτι καθαρός εἰμι; δεδόσθω
δὲ καὶ πλέον τι αὐτοῖς κατὰ τὴν γνῶσιν, ὑπὲρ ὧν οἴονται
κατειληφέναι, προσεῖναι· μὴ πλέον τοῦ πιστεύειν ἀληθινὸν
12
εἶναι θεὸν τὸν τοῦ θεοῦ ἀληθινὸν υἱὸν ἔχουσι; τῇ δὲ τοῦ
ἀληθινοῦ θεοῦ ὁμολογίᾳ πάντα συμπεριλαμβάνεται τὰ εὐσεβῆ
καὶ σῴζοντα ἡμᾶς νοήματα, ὅτι ἀγαθός, ὅτι δίκαιος, ὅτι
δυνατός, ὅτι ἄτρεπτός τε καὶ ἀναλλοίωτος καὶ ἀεὶ ὁ αὐτός,
οὔτε πρὸς τὸ χεῖρον οὔτε πρὸς τὸ βέλτιον τραπῆναι δυνάμενος·
τὸ μὲν γὰρ οὐ πέφυκεν, τὸ δὲ οὐκ ἔχει· τί γὰρ 〈τοῦ〉 ὑψίστου
13
ὑψηλότερον; τί τοῦ ἀγαθοῦ ἀγαθώτερον; ὥστε ὁ ἐν πάσῃ
τοῦ ἀγαθοῦ τελειότητι θεωρούμενος κατὰ πᾶν εἶδος τροπῆς
τὸ ἀναλλοίωτον ἔχει, οὐ κατὰ καιρούς τινας τὸ τοιοῦτον ἐν
ἑαυτῷ δεικνύς, ἀλλ' ἀεὶ ὡσαύτως ἔχων καὶ πρὸ τῆς κατὰ
ἄνθρωπον οἰκονομίας καὶ ἐν ἐκείνῳ καὶ μετὰ τοῦτο, οὐδὲν
τῆς ἀτρέπτου καὶ ἀναλλοιώτου φύσεως ἐν ταῖς ὑπὲρ ἡμῶν
14
ἐνεργείαις πρὸς τὸ ἀπεμφαῖνον μεθαρμοζομένης. τὸ γὰρ φύσει
ἄφθαρτον καὶ ἀναλλοίωτον ἀεὶ τοιοῦτόν ἐστιν, οὐ συναλλοιού-
μενον τῇ ταπεινῇ φύσει ὅταν ἐν ἐκείνῃ κατ' οἰκονομίαν γέ-
νηται, κατὰ τὸ τοῦ ἡλίου ὑπόδειγμα, ὃς ὑποβαλὼν τὴν ἀκτῖνα
τῷ ζόφῳ οὐ τὸ φῶς τῆς ἀκτῖνος ἠμαύρωσεν, ἀλλὰ τὸ σκότος
διὰ τῆς ἀκτῖνος εἰς φῶς μετεποίησεν· οὕτως καὶ τὸ ἀληθινὸν
φῶς ἐν τῇ σκοτίᾳ ἡμῶν λάμψαν οὐκ αὐτὸ ὑπὸ τοῦ σκότους
15
κατεσκιάσθη, ἀλλὰ δι' ἑαυτοῦ τὸν ζόφον ἐφώτισεν. ἐπειδὴ
τοίνυν ἐν σκότῳ τὸ ἀνθρώπινον ἦν, καθὼς γέγραπται ὅτι
Οὐκ ἔγνωσαν οὐδὲ συνῆκαν, ἐν σκότει διαπορεύονται, ὁ ἐλ-
λάμψας τῇ ἐσκοτισμένῃ φύσει, διὰ παντὸς τοῦ συγκρίματος
ἡμῶν τῆς θεότητος τὴν ἀκτῖνα διαγαγών, διὰ ψυχῆς λέγω
καὶ σώματος, ὅλον τὸ ἀνθρώπινον τῷ ἰδίῳ φωτὶ προσῳ-
κείωσε, τῇ πρὸς ἑαυτὸν ἀνακράσει ὅπερ ἐστὶν αὐτός, κἀκεῖνο
ἀπεργασάμενος· καὶ ὡς οὐκ ἐφθάρη ἡ θεότης ἐν τῷ φθαρτῷ
σώματι γενομένη, οὕτως οὐδὲ εἰς τροπὴν ἠλλοιώθη τὸ τρε-
πτὸν τῆς ψυχῆς ἡμῶν ἰασαμένη· καὶ γὰρ καὶ ἐπὶ τῆς ἰατρι-
κῆς τέχνης ὁ θεραπεύων τὰ σώματα, ἐπειδὰν ἅψηται τοῦ
πεπονθότος, οὐκ αὐτὸς ἐμπαθὴς γίνεται ἀλλὰ τὸ νοσοῦν
16
ἐξιάσατο· μηδεὶς δὲ διὰ τοῦτο τὸ τοῦ εὐαγγελίου μὴ δεόν-
τως ἐκλαμβάνων ἡγείσθω κατὰ προκοπήν τινα καὶ ἀκο-
λουθίαν κατ' ὀλίγον πρὸς τὸ θειότερον μεταποιεῖσθαι τὴν
ἡμετέραν φύσιν ἐν τῷ Χριστῷ· τὸ γὰρ Προκόπτειν ἡλικίᾳ
καὶ σοφίᾳ καὶ χάριτι εἰς ἀπόδειξιν τοῦ ἀληθῶς ἐν τῷ ἡμε-
τέρῳ φυράματι γεγενῆσθαι τὸν κύριον παρὰ τῆς γραφῆς
ἱστόρηται, ὡς ἂν μή τινα χώραν ἔχοι 〈τὸ〉 τῶν ἀντὶ τῆς ἀλη-
θοῦς θεοφανείας δόκησίν τινα γεγενῆσθαι δογματιζόντων ἐν
17
σωματικῇ μορφῇ κατεσχηματισμένην. διὰ τοῦτο ὅσα τῆς
φύσεως ἡμῶν ἴδια, ἀνεπαισχύντως καὶ περὶ αὐτὸν ἱστορεῖ ἡ
γραφή, τὴν βρῶσιν τὴν πόσιν τὸν ὕπνον τὸν κόπον τὴν τροφὴν
τὴν προκοπὴν τῆς σωματικῆς ἡλικίας τὴν αὔξησιν, πάντα
δι' ὧν ἡ ἡμετέρα χαρακτηρίζεται φύσις, πλὴν τῆς κατὰ
ἁμαρτίαν ὁρμῆς· ἡ γὰρ ἁμαρτία ἀπότευγμα φύσεώς ἐστιν,
οὐκ ἰδίωμα, ὡς καὶ ἡ νόσος καὶ ἡ πήρωσις οὐκ ἐξ ἀρχῆς ἡμῖν
συμπέφυκεν, ἀλλὰ παρὰ φύσιν συμβαίνει· οὕτως καὶ ἡ κατὰ
κακίαν ἐνέργεια καθάπερ τις πήρωσις τοῦ ἐμπεφυκότος ἡμῖν
ἀγαθοῦ νοεῖται, οὐκ ἐν τῷ αὐτὴν ὑφεστάναι καταλαμβα-
18
νομένη, ἀλλ' ἐν τῇ τοῦ ἀγαθοῦ ἀπουσίᾳ θεωρουμένη. ὁ οὖν
τὴν φύσιν ἡμῶν πρὸς τὴν θείαν δύναμιν μεταστοιχειώσας
ἄπηρον αὐτὴν καὶ ἄνοσον ἐν ἑαυτῷ διεσώσατο, τὴν ἐξ
ἁμαρτίας γινομένην τῇ προαιρέσει πήρωσιν οὐ προσδεξά-
μενος· Ἁμαρτίαν γάρ, φησίν, οὐκ ἐποίησεν οὐδὲ εὑρέθη
19
δόλος ἐν τῷ στόματι αὐτοῦ. τοῦτο δὲ οὐ μετά τι χρονικὸν
διάστημα περὶ αὐτὸν θεωροῦμεν, ἀλλ' εὐθὺς ὁ ἐν Μαρίᾳ
ἄνθρωπος, ἐν ᾧ ᾠκοδόμησεν ἡ σοφία τὸν ἴδιον οἶκον, τῇ μὲν
ἑαυτοῦ φύσει ἐκ τοῦ ἐμπαθοῦς φυράματος ἦν, ὁμοῦ δὲ τῇ
ἐπελεύσει τοῦ ἁγίου πνεύματος καὶ τῇ ἐπισκηνώσει τῆς τοῦ
ὑψίστου δυνάμεως, ὅπερ τὸ ἐπισκηνῶσαν ἦν φύσει τῇ
ἰδίᾳ, εὐθὺς ἐκεῖνο ἐγένετο· Χωρὶς γὰρ πάσης ἀντιλογίας τὸ
20
ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται. ἐπεὶ οὖν ἄπειρόν τί
ἐστι καὶ ἀμέτρητον ἡ τῆς θεότητος δύναμις, βραχὺ δὲ καὶ
οὐτιδανὸν τὸ ἀνθρώπινον, ἅμα τε ἐπῆλθε τὸ πνεῦμα τῇ
παρθένῳ καὶ ἡ τοῦ ὑψίστου ἐπεσκίασε δύναμις, τὸ διὰ τῆς
τοιαύτης ἀφορμῆς πηγνύμενον σκήνωμα οὐδὲν τῆς ἀνθρωπί-
νης σαπρίας συνεπεσπάσατο· ἀλλ' ὅπερ ἦν ἐν τῷ συστήματι,
εἰ καὶ ἄνθρωπος, ἦν, πλὴν ἀλλὰ καὶ πνεῦμα καὶ χάρις καὶ
δύναμις ἦν, ἐν τῇ ὑπερβολῇ τῆς θείας δυνάμεως τῆς κατὰ τὴν
21
φύσιν ἡμῶν ἰδιότητος ἐκλαμπούσης. καὶ ἐπειδὴ δύο πέρατα
τῆς ἀνθρωπίνης ἐστὶ ζωῆς, ὅθεν ἀρχόμεθα καὶ εἰς ὃ κατα-
λήγομεν, ἀναγκαίως ὁ πᾶσαν ἡμῶν τὴν ζωὴν θεραπεύων
διὰ τῶν δύο ἄκρων ἡμᾶς περιπτύσσεται, καὶ τῆς ἀρχῆς ἡμῶν
καὶ τοῦ τέλους περιδρασσόμενος, ἵνα ἐξ ἀμφοτέρων ὑψώσῃ
22
τὸν κείμενον. ὅπερ οὖν ἐπὶ τοῦ κατὰ τὸ τέλος μέρους κατα-
λαμβάνομεν, τοῦτο καὶ περὶ τῆς ἀρχῆς λογιζόμεθα. ὡς γὰρ
ἐκεῖ τὸ μὲν σῶμα τῆς ψυχῆς διαζευχθῆναι κατ' οἰκονομίαν
ἐποίησεν, ἡ δὲ ἀμέριστος θεότης, ἅπαξ ἀνακραθεῖσα τῷ
ὑποκειμένῳ, οὔτε τοῦ σώματος οὔτε τῆς ψυχῆς ἀπεσπάσθη,
ἀλλὰ διὰ μὲν τῆς ψυχῆς ἐν τῷ παραδείσῳ γίνεται ὁδοποιοῦσα
διὰ τοῦ λῃστοῦ τοῖς ἀνθρώποις τὴν εἴσοδον, διὰ δὲ τοῦ σώ-
ματος ἐν τῇ καρδίᾳ τῆς γῆς ἀναιροῦσα τὸν τὸ κράτος ἔχοντα
τοῦ θανάτου, καὶ διὰ τοῦτο καὶ τὸ σῶμα κύριος λέγεται, διὰ
τὴν ἐγκειμένην θεότητα· οὕτω καὶ ἐπὶ τῆς ἀρχῆς λογιζόμεθα
ὅτι ὅλῃ τῇ φύσει ἡμῶν ἡ τοῦ ὑψίστου δύναμις διὰ τῆς ἐπε-
λεύσεως τοῦ ἁγίου πνεύματος ἐγκραθεῖσα, καὶ ἐν τῇ ψυχῇ
ἡμῶν γίνεται, καθὸ εἰκὸς ἐν ψυχῇ γενέσθαι, καὶ τῷ σώματι
καταμίγνυται, ὡς ἂν διὰ πάντων ὁλοτελὴς ἡμῖν ἡ σωτηρία
γένηται, φυλασσομένης τῇ θεότητι καὶ ἐν τῇ ἀρχῇ τῆς ἀνθρω-
πίνης ζωῆς καὶ ἐν τῷ τέλει τῆς θεοπρεποῦς τε καὶ ὑψηλῆς ἀπα-
θείας. οὔτε γὰρ ἡ ἀρχὴ κατὰ τὴν ἡμετέραν ἀρχὴν οὔτε τὸ
τέλος κατὰ τὸ ἡμέτερον τέλος, ἀλλ' ἔδειξε κἀκεῖ καὶ ὧδε
τὴν θεϊκὴν ἐξουσίαν, μήτε τῆς ἀρχῆς ἐν ἡδονῇ μολυνθείσης
μήτε τοῦ τέλους εἰς φθορὰν καταλήξαντος.
23
Εἰ οὖν ταῦτα βοῶμεν καὶ διαμαρτυρόμεθα, ὅτι Χριστὸς
θεοῦ δύναμις καὶ θεοῦ σοφία, ἀεὶ ἄτρεπτος ἀεὶ ἄφθαρτος,
κἂν ἐν τῷ τρεπτῷ καὶ φθαρτῷ γένηται, οὐκ αὐτὸς μολυνό-
μενος ἀλλὰ τὸ μολυνθὲν καθαρίζων, τί ἀδικοῦμεν καὶ ὑπὲρ
τίνος μισούμεθα; καὶ τί βούλεται ἡ τῶν καινῶν θυσιαστηρίων
24
ἀντεξαγωγή; μὴ ἄλλον Ἰησοῦν καταγγέλλομεν; μὴ ἕτερον
ὑποδεικνύομεν; μὴ ἄλλας γραφὰς ἐκτιθέμεθα; μὴ τὴν ἁγίαν
παρθένον τὴν θεοτόκον ἐτόλμησέ τις ἡμῶν καὶ ἀνθρωποτόκον
εἰπεῖν, ὅπερ ἀκούομέν τινας ἐξ αὐτῶν ἀφειδῶς λέγειν; μὴ
τρεῖς ἀναστάσεις μυθοποιοῦμεν; μὴ χιλίων ἐτῶν γαστριμαρ-
γίας ἐπαγγελλόμεθα; μὴ τὴν Ἰουδαϊκὴν ζῳοθυσίαν πάλιν
ἐπαναληφθήσεσθαι λέγομεν; μὴ περὶ τὴν κάτω Ἱερουσαλὴμ
τὰς ἐλπίδας τῶν ἀνθρώπων κλίνομεν, ἀνοικισμὸν αὐτῆς διὰ
τῆς εὐφανεστέρας τῶν λίθων ὕλης ἀναπλάσσοντες; τί
τοιοῦτον ἔχοντες ἐγκαλεῖσθαι φευκτοὶ ἐνομίσθημεν, καὶ ἄλλο
παρά τινων ἀντεγείρεται ἡμῖν θυσιαστήριον ὡς ἡμῶν βεβη-
λούντων τὰ ἅγια;
25
Ὑπὲρ τούτων ἐν φλεγμονῇ καὶ λύπῃ τὴν καρδίαν ἔχων,
ὁμοῦ τῷ ἐπιβῆναι τῆς μητροπόλεως ἀποκενῶσαι τῆς ψυχῆς
τὴν πικρίαν διὰ τοῦ γράψαι πρὸς τὴν ἀγάπην ὑμῶν προεθυ-
μήθην. ὑμεῖς δὲ ἐφ' ὅπερ ἂν ὑμᾶς χειραγωγήσῃ τὸ πνεῦμα τὸ
ἅγιον, ἐν ἐκείνῳ ἴτε, ὀπίσω τοῦ θεοῦ πορευόμεναι, σαρκὶ δὲ
καὶ αἵματι μὴ προσανέχουσαι μηδὲ ἀφορμὴν παρασκευάζουσαί
τισι καυχήματος, ἵνα μὴ ἐν ὑμῖν καυχήσωνται διὰ τοῦ ὑμετέ-
ρου βίου τῆς φιλοδοξίας αὐτῶν ἐπαυξανομένης. ἀλλὰ ἀναμνή-
26
σθητε τῶν ἁγίων πατέρων, οἷς παρὰ τοῦ μακαρίου πατρὸς ὑμῶν
ἐνεχειρίσθητε, ὧν καὶ ἡμεῖς κατὰ θεοῦ χάριν τὴν διαδοχὴν
ἔχειν κατηξιώθημεν· καὶ μὴ μεταίρετε 〈τὰ〉 ὅρια, ἃ ἔθεντο οἱ
πατέρες ὑμῶν, μηδὲ ἀτιμάζετε τὸν ἰδιωτισμὸν τοῦ ἁπλουστέρου
κηρύγματος, μηδὲ ταῖς ποικίλαις διδαχαῖς τὸ πλέον νέμετε·
ἀλλὰ στοιχεῖτε τῷ ἀρχαίῳ κανόνι τῆς πίστεως, καὶ ὁ θεὸς τῆς
εἰρήνης ἔσται μεθ' ὑμῶν. ἐρρωμένας ψυχῇ καὶ σώματι ὁ
κύριος φυλάσσοι ὑμᾶς ἐν ἀφθαρσίᾳ, καθὼς εὐχόμεθα.
4
t
{Εὐσεβίῳ}
1
Ὅτε πλεονάζειν ἄρχεται τὸ ἡμερήσιον μέτρον κατὰ τὴν
χειμέριον ὥραν τοῦ ἡλίου πρὸς τὸν ἄνω δρόμον ἀναποδί-
ζοντος, τὴν τοῦ ἀληθινοῦ φωτὸς θεοφάνειαν τοῦ διὰ σαρκὸς
ἐπιλάμψαντος τῇ ἀνθρωπίνῃ ζωῇ ἑορτάζομεν· νυνὶ δὲ
μεσουρανήσαντος ἤδη τοῦ φωστῆρος κατὰ τὸν κύκλον, ὡς
νύκτα τε καὶ ἡμέραν πρὸς ἴσον ἀλλήλαις ἀντιμετρεῖσθαι
διάστημα, ἡ ἐκ τοῦ θανάτου πρὸς τὴν ζωὴν ἐπάνοδος τῆς
ἀνθρωπίνης φύσεως ὑπόθεσις ἡμῖν γίνεται τῆς μεγάλης
ταύτης καὶ καθολικῆς ἑορτῆς, ἣν σύμπασα κατὰ ταὐτὸν
ἑορτάζει ἡ τῶν ἀνθρώπων ζωὴ τῶν τὸ μυστήριον ἀναδε-
2
ξαμένων τῆς ἀναστάσεως. τί μοι βούλεται τῆς ἐπιστολῆς
ἡ ὑπόθεσις; ἐπειδὴ σύνηθές ἐστιν ἐν ταῖς πανδήμοις ταύ-
ταις ἱερομηνίαις διὰ πάντων ἡμᾶς ἐπιδείκνυσθαι τὴν ἐγ-
κειμένην ταῖς ψυχαῖς ἡμῶν διάθεσιν, καί πού τινες τοῖς
ἰδίοις δώροις δωροφοροῦντες τὴν εὐφροσύνην ἐπισημαί-
νουσι, καλῶς ἔχειν ἐνομίσαμεν μὴ παραδραμεῖν σε τῶν
ἡμετέρων δώρων ἀγέραστον, ἀλλά σου τὴν ψυχὴν τὴν ὑψηλήν
τε καὶ μεγαλόφρονα τοῖς πενιχροῖς ξενίοις ἐκ τῆς πτωχείας
3
ἡμῶν δεξιώσασθαι. ξένιον δὲ ἡμέτερον τὸ διὰ τοῦ γράμμα-
τός σοι προσαγόμενον αὐτὸ τὸ γράμμα ἐστίν, ἐν ᾧ λόγος
μέν τις περιηνθισμένος ταῖς καλλιφώνοις τε καὶ εὐσυνθέ-
τοις τῶν λέξεων ἔστιν οὐδείς, ὡς διὰ τοῦτο δῶρον τὴν
ἐπιστολὴν τοῖς φιλολόγοις νομίζεσθαι, ἀλλ' ὁ μυστικὸς
χρυσὸς ὁ τῇ πίστει τῶν Χριστιανῶν οἷόν τινι ἀποδέσμῳ
ἐνειλημμένος γένοιτο ἄν σοι δῶρον, ἐξαπλωθεὶς ὡς οἷόν τε
διὰ τῶν γραμμάτων καὶ τὴν κεκρυμμένην λαμπηδόνα προ-
δείξας.
4
Οὐκοῦν ἐπανακλητέον ἡμῖν τὸ προοίμιον. τί δήποτε
προελθούσης μὲν πρὸς τὸ ἀκρότατον τῆς νυκτός, ὅτε οὐκ-
έτι προσθήκην ἡ νυκτερινὴ ἐπαύξησις δέχεται, τότε ἡμῖν
διὰ σαρκὸς ἐπιφαίνεται ὁ τοῦ παντὸς περιδεδραγμένος καὶ
κρατῶν ἐν τῇ ἰδίᾳ δυνάμει τὸ πᾶν, ὁ μηδὲ ὑπὸ πάντων
τῶν ὄντων χωρούμενος, ἀλλὰ τὸ πᾶν περιέχων καὶ τῷ
βραχυτάτῳ εἰσοικιζόμενος, οὕτω τῆς μεγάλης δυνάμεως τῷ
ἀγαθῷ θελήματι συνδιεξιούσης καὶ κατὰ τὸ ἴσον, ὅπου
περ ἂν ῥέψῃ τὸ θέλημα, ἐκεῖ ἑαυτὴν δεικνυούσης, ὡς μήτε
ἐν τῇ κτίσει τῶν ὄντων ἀτονωτέραν τῆς βουλήσεως εὑρε-
θῆναι τὴν δύναμιν, μήτε ὁρμήσαντα τῷ ταπεινῷ τῆς φύ-
σεως ἡμῶν ἐπ' εὐεργεσίᾳ τῶν ἀνθρώπων συγκαταβῆναι,
πρὸς αὐτὸ τοῦτο ἀδυνατῆσαι, ἀλλὰ καὶ ἐν τούτῳ γενέσθαι
5
καὶ μὴ διαφεῖναι τὸ πᾶν ἀκυβέρνητον; ἐπεὶ οὖν πάντως
τις λόγος ἐπ' ἀμφοτέρων ἐστὶ τῶν καιρῶν, πῶς τότε μὲν
διὰ σαρκὸς ἐπιφαίνεται, τῇ δὲ ἰσημερίᾳ τὸν εἰς γῆν ἀνα-
λυθέντα διὰ τῆς ἁμαρτίας ἄνθρωπον τῇ ζωῇ πάλιν ἀπο-
καθίστησι, ταῦτα διὰ βραχέων ὡς ἂν οἷός τε ὦ παραστήσας
τῷ λόγῳ, δῶρον τὸ γράμμα ποιήσομαι.
6
Ἦ πάντως προέλαβες ἀπὸ ἀγχινοίας τὸ ὑποπτευόμενον
ἐν τούτοις μυστήριον, ὅτι ἐγκόπτεται τῆς νυκτὸς ἡ πρόοδος
τῇ τοῦ φωτὸς προσθήκῃ καὶ συστέλλεσθαι τὸ σκότος ἄρ-
χεται αὐξομένου ταῖς προσθήκαις τοῦ ἡμερινοῦ διαστήματος.
τοῦτο γὰρ καὶ τοῖς πολλοῖς ἴσως ἂν γένοιτο φανερόν, ὅτι
συγγενῶς ἔχει πρὸς τὴν ἁμαρτίαν τὸ σκότος, καὶ οὕτω τὸ
7
κακὸν παρὰ τῆς γραφῆς ὀνομάζεται. οὐκοῦν ἑρμηνεία τίς
ἐστι τῆς ὑπὲρ τῶν ψυχῶν ἡμῶν οἰκονομίας ὁ καιρὸς ἐν ᾧ
τὸ μυστήριον [ἡμῶν] ἄρχεται· ἔδει γὰρ πρὸς ἄπειρον ἤδη
τῆς κακίας ἐκχυθείσης τὴν διὰ τῶν ἀρετῶν ἡμῖν λαμπο-
μένην ἡμέραν παρὰ τοῦ τὸ τοιοῦτον φῶς ταῖς ψυχαῖς ἡμῶν
ἐντιθέντος 〈ἐπιφανῆναι〉, ὥστε τὸν μὲν φωτεινὸν βίον εἰς
ὅτι μήκιστον παρατείνεσθαι ταῖς ἀγαθαῖς προσθήκαις αὐ-
ξανόμενον, τὴν δὲ ἐν τῇ κακίᾳ ζωὴν διὰ τῆς κατ' ὀλίγον
ὑφαιρέσεως εἰς ἐλάχιστον συσταλῆναι· ἡ γὰρ τῶν ἀγαθῶν
8
ἐπαύξησις τοῦ κακοῦ μείωσις γίνεται. ἡ δὲ ἰσημερία τὴν
ἀναστάσιμον ἑορτὴν δεξαμένη τοῦτο δι' ἑαυτῆς ἑρμηνεύει,
ὅτι οὐκέτι πρὸς ἀντίπαλον τάξιν ἀντικαταστήσεται, ἰσο-
παλῶς τῷ ἀγαθῷ τῆς κακίας συμπλεκομένης, ἀλλ' ὁ φω-
τεινὸς ἐπικρατήσει βίος, τοῦ ζόφου τῆς εἰδωλολατρείας ἐν
9
τῷ πλεονασμῷ τῆς ἡμέρας δαπανωμένου. οὗ χάριν καὶ τοῦ
σεληναίου δρόμου τὸ κατὰ τὴν τεσσαρεσκαιδεκάτην ἡμέραν
ἀντιπρόσωπον δείκνυσιν αὐτὴν ταῖς τοῦ ἡλίου βολαῖς, πλη-
θύνουσαν παντὶ τῷ πλούτῳ τῆς λαμπηδόνος καὶ μηδεμίαν
τοῦ σκότους διαδοχὴν ἐν τῷ μέρει γενέσθαι παρασκευάζου-
σαν· δυόμενον γὰρ διαδεξαμένη τὸν ἥλιον οὐ πρότερον
αὐτὴ καταδύεται, πρὶν ταῖς ἀληθιναῖς αὐγαῖς τοῦ ἡλίου
τὰς ἰδίας συμμίξειεν, ὥστε ἓν φῶς κατὰ τὸ συνεχὲς δια-
μεῖναι, κατὰ τὸ διάστημα τοῦ ἡμερινοῦ τε καὶ νυκτερινοῦ
δρόμου τῇ παρεμπτώσει τοῦ σκότους μηδαμοῦ διαιρούμενον.
10
Ταῦτά σοι, ὦ φίλη κεφαλή, τῇ πενιχρᾷ ἡμῶν χειρὶ τοῦ
λόγου δωροφοροῦμεν, καί σοι πᾶς ἔστω ὁ βίος ἑορτὴ καὶ
ἡμέρα μεγάλη, τοῦ νυκτερινοῦ ζόφου καθαρεύων ὅτι μά-
λιστα.
5
t
{ἐπιστολὴ πρὸς τοὺς ἀπιστοῦντας τῇ ὀρθοδόξῳ
〈αὐτοῦ πίστει, παρὰ τῶν〉 κατὰ Σεβάστειαν
αἰτηθεῖσα}
1
Ἐγνώρισαν ἡμῖν τινες τῶν ὁμοψύχων ἀδελφῶν περὶ τῆς
κατασκευαζομένης καθ' ἡμῶν δυσφημίας παρὰ τῶν μισούν-
των τὴν εἰρήνην καὶ καταλαλούντων λάθρᾳ τῶν πλησίον
αὐτῶν καὶ μὴ φοβουμένων τὸ φοβερὸν καὶ μέγα κριτήριον
τοῦ ἐπαγγειλαμένου καὶ περὶ τῶν ἀργῶν ῥημάτων ἀπαιτεῖσθαι
τὸν λόγον ἐν τῇ προσδοκωμένῃ τῆς ζωῆς ἡμῶν ἐξετάσει,
λέγοντες τὰ περιθρυλούμενα καθ' ἡμῶν ἐγκλήματα εἶναι
τοιαῦτα, ὅτι ἡμεῖς ὑπεναντία φρονοῦμεν τοῖς κατὰ Νίκαιαν
ἐκθεμένοις τὴν ὀρθὴν καὶ ὑγιαίνουσαν πίστιν καὶ ὅτι τοὺς
ἐν Ἀγκύρᾳ ἐπ' ὀνόματι Μαρκέλλου ποτὲ τὴν σύναξιν ἔχοντας
ἀκρίτως καὶ ἀνεξετάστως εἰς τὴν κοινωνίαν τῆς καθολικῆς
2
ἐκκλησίας παρεδεξάμεθα. ἵν' οὖν μὴ κατακρατῇ τῆς ἀληθείας
τὸ ψεῦδος, δι' ἑτέρων γραμμάτων αὐτάρκη ἐποιησάμεθα τὴν
ὑπὲρ τῶν ἐπενεχθέντων ἡμῖν ἐγκλημάτων ἀπολογίαν, καὶ ἐπὶ
τοῦ κυρίου διεβεβαιωσάμεθα μήτε τῆς πίστεως τῶν ἁγίων
πατέρων ἐκβεβηκέναι μήτε περὶ τῶν προσθεμένων ἐκ τῆς
Μαρκέλλου συνάξεως εἰς τὴν ἐκκλησιαστικὴν κοινωνίαν
ἀκρίτως καὶ ἀνεξετάστως τι πεποιηκέναι· ἀλλὰ τῶν κατὰ
〈τὴν〉 Ἀνατολὴν ὀρθοδόξων 〈ἀδελφῶν〉 καὶ συλλειτουργῶν
ἐπιτρεψάντων βουλεύσασθαι τὰ περὶ τῶν ἀνθρώπων καὶ
3
τοῖς γεγενημένοις συναινεσάντων, πάντα ἐπράξαμεν. ἐπειδὴ
δὲ τὴν ἀπολογίαν ἐκείνην ἔγγραφον ἡμῶν ποιησαμένων,
πάλιν τινὲς τῶν ὁμοψύχων ἀδελφῶν ἰδίως ἐκ τῆς ἡμετέρας
φωνῆς ἐπεζήτησαν γενέσθαι τὴν τῆς πίστεως ἔκθεσιν καθ'
ἣν πεπληροφορήμεθα, ταῖς θεοπνεύστοις φωναῖς καὶ τῇ
παραδόσει τῶν πατέρων ἀκολουθοῦντες ἀναγκαῖον ἐλογι-
σάμεθα καὶ περὶ τούτων βραχέα διαλεχθῆναι.
4
Ἡμεῖς τὴν τοῦ κυρίου διδασκαλίαν, ἣν πρὸς τοὺς μαθητὰς
ἐποιήσατο παραδιδοὺς αὐτοῖς τὸ τῆς εὐσεβείας μυστήριον,
θεμέλιον εἶναι καὶ ῥίζαν τῆς ὀρθῆς καὶ ὑγιαινούσης πίστεως
ὁμολογοῦμεν, καὶ οὔτε ὑψηλότερον τῆς παραδόσεως ἐκείνης
οὔτε ἀσφαλέστερον ἄλλο τι εἶναι πιστεύομεν. ἡ δὲ τοῦ
κυρίου διδασκαλία ἐστὶν αὕτη· Πορευθέντες, φησί, μαθητεύ-
σατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ
5
πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος. ἐπειδὴ
τοίνυν ἡ ζωοποιὸς δύναμις ἐπὶ τῶν ἐκ τοῦ θανάτου πρὸς
τὴν αἰώνιον ζωὴν ἀναγεννωμένων διὰ τῆς ἁγίας τριάδος
παραγίνεται τοῖς μετὰ πίστεως καταξιουμένοις τῆς χάριτος,
καὶ ὁμοίως ἀτελὴς ἡ χάρις ἑνός τινος οἵου δήποτε τῶν ἐκ
τῆς ἁγίας τριάδος ὀνομάτων παραλειφθέντος ἐν τῷ σωτη-
ρίῳ βαπτίσματι—οὐ γὰρ χωρὶς πνεύματος ἐν μόνῳ υἱῷ
καὶ πατρὶ τὸ μυστήριον τελεῖται τῆς ἀναγεννήσεως, οὔτε
υἱοῦ σιωπηθέντος ἐν πατρὶ καὶ πνεύματι τὸ τέλειον τῆς
ζωῆς παραγίνεται τῷ βαπτίσματι, οὔτε ἐν πνεύματι καὶ
υἱῷ παρεθέντος τοῦ πατρὸς ἐκτελεῖται ἡ τῆς ἀναστάσεως
χάρις—, διὰ τοῦτο πᾶσαν τὴν ἐλπίδα καὶ τὴν πεποίθησιν
τῆς τῶν ψυχῶν ἡμῶν σωτηρίας ἐν ταῖς τρισὶν ὑποστάσεσιν
ἔχομεν διὰ τῶν ὀνομάτων τούτων γνωριζομένην· καὶ πι-
στεύομεν εἴς τε τὸν πατέρα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χρι-
στοῦ, ὅς ἐστιν ἡ πηγὴ τῆς ζωῆς, καὶ εἰς τὸν μονογενῆ
υἱὸν τοῦ πατρός, ὅς ἐστιν 〈ὁ〉 ἀρχηγὸς τῆς ζωῆς, καθά
φησιν ὁ ἀπόστολος, καὶ εἰς τὸ πνεῦμα τὸ ἅγιον τοῦ θεοῦ,
περὶ οὗ εἶπεν ὁ κύριος ὅτι Τὸ πνεῦμά ἐστι τὸ ζωοποιοῦν.
6
καὶ ἐπειδὴ τοῖς λυτρωθεῖσιν ἡμῖν ἀπὸ τοῦ θανάτου ἡ χάρις
τῆς ἀφθαρσίας διὰ τῆς εἰς πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα
πίστεως ἐν τῷ σωτηρίῳ βαπτίσματι, καθὼς εἰρήκαμεν,
παραγίνεται, ἐκ τούτων ὁδηγούμενοι οὐδὲν δοῦλον οὐδὲ
κτιστὸν οὐδὲ τῆς μεγαλειότητος τοῦ πατρὸς ἀνάξιον τῇ
ἁγίᾳ τριάδι συναριθμεῖσθαι πιστεύομεν, ἐπειδὴ μία ἐστὶν
ἡ ζωὴ ἡμῶν ἡ διὰ τῆς εἰς τὴν ἁγίαν τριάδα πίστεως παρα-
γινομένη, ἐκ μὲν τοῦ θεοῦ τῶν ὅλων πηγάζουσα, διὰ δὲ τοῦ
7
υἱοῦ προϊοῦσα, ἐν δὲ τῷ ἁγίῳ πνεύματι ἐνεργουμένη. ταύ-
την οὖν ἔχοντες τὴν πληροφορίαν βαπτιζόμεθα μὲν ὡς
προσετάχθημεν, πιστεύομεν δὲ ὡς βαπτιζόμεθα, δοξά-
ζομεν δὲ ὡς πιστεύομεν, ὥστε ὁμοφώνως τὸ βάπτισμα καὶ
τὴν πίστιν καὶ τὴν δόξαν εἰς πατέρα εἶναι καὶ υἱὸν καὶ
8
πνεῦμα ἅγιον. εἰ δέ τις δύο ἢ τρεῖς θεοὺς ἢ τρεῖς θεότητας
λέγει, ἀνάθεμα ἔστω· καὶ εἴ τις κατὰ τὴν…
ἐκ…
9
ἀν…
The complete text is available when the reading interface loads.