The Greek Library Catalogue

Anonymous

De creatione hominis sermo primus

Edition reference
De creatione hominis sermo primus [Sp.], ed. H. Hörner, Gregorii Nysseni opera, suppl., Leiden: Brill, 1972: 2–40.
CTS identifier
urn:cts:greekLit:tlg2017.tlg034.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

8

ἡμῶν προσκύνησις καὶ δοξολογία μία. προοίμιον τῆς

ἡμετέρας γενέσεως θεολογία ἀληθινή.

Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν.

Κατ' εἰκόνα θεοῦ γεγόναμεν. πῶς οὖν κατ' εἰκόνα θεοῦ;

ἀποκαθάρωμεν καρδίαν ἰδιωτικήν, πρόληψιν ἀπαίδευτον,

ἀμαθεῖς περὶ θεοῦ ὑπολήψεις. εἰ κατ' εἰκόνα θεοῦ γεγόναμεν,

φησί, σύμμορφος ἡμῖν ἐστιν ὁ θεός; ὀφθαλμοὶ περὶ θεὸν

9

καὶ ὦτα, κεφαλή, χεῖρες, ἰσχίον ἐφ' οὗ ἵδρυται (λέγεται

γὰρ ἐν τῇ γραφῇ θεὸς καθέζεσθαι), πόδες δι' ὧν περιπατεῖ;

οὐκοῦν τοιοῦτος ὁ θεός; ἀποσκεύασον τῆς καρδίας φαντά-

σματα ἀπρεπῆ. ἔκβαλε ἀπὸ σοῦ διάνοιαν ἀφαρμόζουσαν τῷ

μεγέθει τοῦ θεοῦ. ἀσχημάτιστος ὁ θεός, ἁπλοῦς· μὴ φαντα-

σθῇς μορφὴν περὶ αὐτόν. μὴ σμικρύνῃς Ἰουδαϊκῶς τὸν μέγαν,

μὴ περιλάβῃς τὸν θεὸν σωματικαῖς ἐννοίαις, μὴ περιγράψῃς

αὐτὸν τῷ σῷ νῷ. ἀπερίληπτός ἐστι τῷ μεγέθει. κατανόησον

τὸν μέγαν καὶ τῷ μεγάλῳ πρόσθες πλεῖον τοῦ νενοημένου

καὶ τῷ πλείονι τὸ πλεῖον καὶ τὸν σεαυτοῦ λογισμὸν πεῖσον,

ὅτι τῶν ἀπεράντων οὐκ ἐφίξεται. σχῆμα μὴ νοήσῃς, ἀπὸ

10

δυνάμεως θεὸς νοεῖται. ἁπλότητι φύσεως μέγεθος πόσον;

πανταχοῦ ἐστι καὶ ὑπὲρ τὸ πᾶν περισσεύει καί ἐστιν ἀναφές,

ἀόριστον, ὑπὲρ τὴν σὴν ἐκπῖπτον κατάληψιν· οὔτε μεγέθει

περιορίζεται οὔτε σχήματι περιλαμβάνεται οὔτε δυνάμει

ἐκμετρεῖται οὔτε χρόνοις περισφίγγεται οὔτε πέρασιν

ὁρίζεται. οὐδέν ἐστι περὶ θεὸν οἷον περὶ ἡμᾶς.

Πῶς οὖν ἡ γραφὴ εἶπεν ἡμᾶς κατ' εἰκόνα θεοῦ γεγενῆσθαι;

τὰ περὶ θεοῦ διδαχθῶμεν, τὰ περὶ ἡμῶν αὐτῶν νοήσωμεν, ὅτι

οὐκ ἔχομεν τὸ Κατ' εἰκόνα ἐν μορφῇ σώματος. φθειρο-

μένου γὰρ σώματος μορφή, οὐκ ἐν φθαρτῷ δὲ τὸ ἄφθαρτον

σχηματίζεται, οὐ φθαρτόν ἐστι τοῦ ἀφθάρτου εἰκών. τὸ

σῶμα αὔξεται, μειοῦται, γηρᾷ, ἀλλοιοῦται· ἄλλο ἐστὶν ἐν

νεότητι καὶ ἄλλο ἐν γήρᾳ, ἄλλο ὅταν εὐεκτῇ καὶ ἄλλο ὅταν

11

ἐν πάθεσιν ᾖ, ἄλλο φοβούμενον καὶ ἄλλο εὐφραινόμενον,

ἄλλο ἐν ἐνδείᾳ καὶ ἄλλο ἐν πλησμονῇ, ἄλλο ἐν εἰρήνῃ καὶ

ἄλλο ἐν μάχῃ. ἄλλο χρῶμα ἐγρηγορότος καὶ ἄλλο καθεύδον-

τος· τοῦ μὲν ἐξανθεῖ τὸ ἐρυθρότερον τοῦ θερμοῦ ἐπὶ τὸ ἔξω

χωροῦντος, τοῦ δὲ κατέψυκται ἐπὶ τὸ βάθος ἡ θερμότης.

διὸ καὶ ὕπωχρα τῶν κοιμωμένων τὰ σώματα. πῶς οὖν

δύναται τὸ ἀλλοιούμενον τῷ ἀναλλοιώτῳ ἐοικέναι; τῷ ἀεὶ

κατὰ τὰ αὐτὰ ἔχοντι τὸ μηδέποτε ἑστηκός; ἐκφεύγει ἡμᾶς ὡς

τὰ ῥευστά, πρὶν θεαθῆναι ὑπέδρα, ἄλλο ἐξ ἄλλου φαίνεται

τὸ ἀνθρώπινον σῶμα. Κατ' εἰκόνα ἡμετέραν. τῆς ἀκινήτου

φύσεως ἡ ῥευστὴ εἰκών; τῆς ἀμόρφου ἡ μεμορφωμένη;

Πῶς οὖν ζητήσωμεν τὸ Κατ' εἰκόνα; ἐν οἷς αὐτὸς εἶπεν

12

ὁ κύριος. ἐὰν ἐμόν τι εἴπω, μὴ προσδέξησθε, ἐὰν δεσποτικόν,

καταδέξασθε. Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν

καὶ καθ' ὁμοίωσιν καὶ ἀρχέτωσαν τῶν ἰχθύων. σώματι ἢ

λογισμῷ; ἐν ψυχῇ τὸ ἄρχον ἢ ἐν σαρκί; ἡ σὰρξ πολλῶν

ζῴων ἀσθενεστέρα. ποία σύγκρισις σαρκὸς ἀνθρώπου καὶ

καμήλου, ἀνθρώπου καὶ βοός, ἀνθρώπου καὶ ἑκάστου ὧν

ἐὰν θέλῃς θηρίου; εὐάλωτος ἡ σὰρξ ἀνθρώπου σαρκὶ θηρίου

προσβαλλομένη. ἀλλ' ἐν τίνι τὸ ἀρχικόν; ἐν τῇ τοῦ λογισμοῦ

περιουσίᾳ. ὅσον λείπει τῇ δυνάμει τοῦ σώματος, τοσοῦτον

περίεστι τῇ τοῦ λογισμοῦ κατασκευῇ. πόθεν τὰ μεγάλα

βάρη μετατίθησιν ἄνθρωπος, ἐπινοίᾳ ἢ τόνοις σωματικοῖς;

Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν. τὸν ἔσω

ἄνθρωπον λέγει Ποιήσωμεν ἄνθρωπον. ἀλλ' ἐρεῖς σύ· διὰ

τί οὐ λέγει ἡμῖν περὶ λογισμοῦ; τὸν ἄνθρωπον εἶπε κατ'

13

εἰκόνα θεοῦ· ὁ δὲ λογισμὸς ἄνθρωπος; ἄκουε τοῦ ἀποστόλου

λέγοντος· Εἰ καὶ ὁ ἔξω ἡμῶν ἄνθρωπος φθείρεται, ἀλλ' ὁ ἔσω

ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ. πῶς; δύο γνωρίζω ἀνθρώ-

πους, ἕνα τὸν φαινόμενον καὶ ἕνα τὸν κεκρυμμένον τῷ

φαινομένῳ [ἀόρατον], τὸν ἔσω ἄνθρωπον. ἔσω τοίνυν ἔχομεν

ἄνθρωπον καὶ διπλοῖ τινές ἐσμεν. καί γε ἀληθὲς τὸ λεγό-

μενον ὅτι ἔνδον ἐσμέν· ἐγὼ γὰρ κατὰ τὸν ἔσω ἄνθρωπον·

τὰ ἔξω οὐκ ἐγὼ ἀλλὰ ἐμά. οὐ γὰρ ἡ χεὶρ ἐγώ, ἀλλὰ ἐγὼ τὸ

λογικὸν τῆς ψυχῆς, ἡ δὲ χεὶρ μέρος τοῦ ἀνθρώπου. ὥστε

τὸ μὲν σῶμα ὄργανον τοῦ ἀνθρώπου, ψυχῆς ὄργανον, ἄνθρωπος

δὲ κυρίως κατ' αὐτὴν τὴν ψυχήν.

Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν, τουτέστι

δώσομεν αὐτῷ λόγου περιουσίαν. Καὶ ἀρχέτωσαν. οὐχί·

14

Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν, καὶ θυμούσθω-

σαν καὶ ἐπιθυμείτωσαν καὶ λυπείσθωσαν· οὐ γὰρ τὰ πάθη

εἰς τὴν τοῦ θεοῦ εἰκόνα παρελήφθη, ἀλλ' ὁ λογισμὸς ὁ τῶν

παθῶν δεσπότης. Καὶ ἀρχέτωσαν τῶν ἰχθύων. εὐθὺς

ἐκτίσθης καὶ ἄρχων ἐκτίσθης. Καὶ ἀρχέτωσαν. ἑνὸς

ἔτους ἐξουσίαν παρὰ βασιλέως λαβών, ἄνθρωπος παρὰ

ἀνθρώπου, θνητὸς παρὰ θνητοῦ, λαβὼν παρὰ τοῦ μὴ ἔχοντος,

ποίαν γὰρ ἐξουσίαν ψυχῆς λαμβάνει ἄνθρωπος; σὺ μέντοι

παρὰ θεοῦ ἔλαβες οὐκ ἐν ξύλοις γεγραμμένην οὐδὲ ἐν πτυξὶ

φθαρταῖς σητῶν παραναλώμασιν, ἀλλ' ἀνάγραπτον ἡ φύσις

ἔχει τὴν θείαν φωνήν. Ἀρχέτωσαν· ταῦτα σύμπαντα ἀρχῆς

ἀνθρωπίνης. Ἀρχέτωσαν τῶν ἰχθύων, τῶν θηρίων τῆς γῆς,

τῶν πετεινῶν τοῦ οὐρανοῦ, τῶν κτηνῶν, τῶν ἑρπετῶν τῶν

15

ἑρπόντων ἐπὶ τῆς γῆς. οὐκ εἶπε· Ποιήσωμεν ἄνθρωπον

κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν ἡμετέραν, καὶ ἐσθιέτωσαν

πᾶν ξύλον κάρπιμον ὃ ἔχει καρπὸν ἐν ἑαυτῷ. δεύτερα

τὰ τῆς σαρκός, πρῶτα τὰ τῆς ψυχῆς, τὰ προηγούμενα.

πρῶτα ἡμῖν συνεχειροτονήθη ἡ τοῦ ἄρχειν δύναμις. ἀρχικὸν

εἶ ζῷον, ἄνθρωπε, καὶ τί δουλεύεις πάθεσιν; τί σεαυτοῦ τὸ

ἀξίωμα καταβάλλεις καὶ δοῦλος γίνῃ τῆς ἁμαρτίας; διὰ τί

σεαυτὸν ποιεῖς αἰχμάλωτον τοῦ διαβόλου; ἄρχων κτίσεως

ἐχειροτονήθης, καὶ ἀπέρριψας τὴν σεμνότητα τῆς σεαυτοῦ

φύσεως; δοῦλος ἐκλήθης; τί σε λυπεῖ ἡ δουλεία τοῦ σώματος;

διὰ τί οὐ μέγα φρονεῖς τῇ δεσποτείᾳ τῇ παρὰ θεοῦ σοι δεδο-

μένῃ, ὅτι λογισμὸν ἔχεις παθῶν δεσπότην; ὅταν ἴδῃς τὸν

δεσπότην σου δοῦλον ὄντα τῆς ἡδονῆς, σεαυτὸν δὲ σώφρονα,

γίνωσκε ὅτι σὺ μὲν εἶ δοῦλος ὀνόματι μόνον, ἐκεῖνος δὲ

ὀνόματι μὲν ἔχει τὴν δεσποτείαν, ἔργῳ δὲ βεβαιουμένην ἔχει

τὴν δουλείαν. ὁρᾷς ἐκεῖνον μετὰ τῆς πόρνης συρόμενον,

σεαυτὸν δὲ τῆς πόρνης καταφρονοῦντα· πῶς οὐχὶ σὺ μὲν εἶ

δεσπότης τοῦ πάθους, ἐκεῖνος δὲ δοῦλός ἐστι τῶν ὑπὸ σοῦ

πατουμένων ἡδονῶν; ὥστε Ποιήσωμεν ἄνθρωπον καὶ

16

ἀρχέτωσαν· ὅπου ἡ τοῦ ἄρχειν δύναμις, ἐκεῖ ἡ τοῦ θεοῦ εἰκών.

Ἀρχέτωσαν τῶν ἰχθύων. πρῶτον ἡμῖν τῶν ἀπῳκισμένων

ἡ ἀρχὴ ἐδόθη. οὐκ εἶπεν· Ἀρχέτωσαν τῶν συντρόφων ζῴων

ἀλλά· Τῶν ἰχθύων· ἔνυδρος γὰρ αὐτῶν ἡ δίαιτα. τῶν οὖν

ἰχθύων ἐδόθη ἡμῖν ἡ ἀρχὴ πρῶτον. καὶ πῶς τῶν ἰχθύων

ἄρχομεν; εἴ που ἔγνως σεαυτὸν ἐν λίμνῃ παραφανέντα, πῶς

ἡ σκιά σου πάντα διεπτόησε. τίς οὕτω δεσπότης τῆς οἰκίας

θορυβουμένου τοῦ οἴκου ἀθρόως ἐπιστὰς ἡσυχίαν ἐποίησε καὶ

πάντα μετέβαλεν εἰς εὐκοσμίαν τῇ παρουσίᾳ τοῦ κρατοῦντος;

πῶς πᾶσα ἡ ἔνυδρος κτίσις ἐπιφανέντος ἑνὸς ἀνθρώπου

μεταβάλλει τὸ σχῆμα. οὐκέτι τὴν ἐλευθέραν ἔχει διαγωγήν,

οὐ τολμᾷ ἐπινήξασθαι τοῖς νώτοις τῆς θαλάσσης ἢ τῆς λίμνης.

ὁ δελφὶς ὅταν που πλησίον ἄνθρωπον ὄντα θεάσηται, καίτοι

δελφίς ἐστι τῶν κητῶν ὁ βασιλικώτατος, αἰδεῖται. οὕτως

ἐδόθη τῷ ἀνθρώπῳ ἡ κατὰ τῶν νηκτῶν ἀρχή. ὅταν δὲ

ἴδῃς σεαυτοῦ τὸν λογισμὸν πάντων διήκοντα καὶ πάντων

17

κρατοῦντα, πῶς οὐχὶ τῶν κητῶν ἄρχεις; εἶδον ἐγὼ ἐπίνοιαν

ἀνθρωπίνην, ὅτι ποιοῦσιν ἀγκίστρων τινῶν κατασκευὴν

καὶ τούτοις ἐπιβάλλοντες δελεάσματα σύμμετρα τῷ μεγέθει

τῶν καταπινόντων κητῶν. εἶτα τῶν ἄκρων ἐκείνων τῶν

σχοινίων, ὧν ἀπήρτηται τὰ ἄγκιστρα κατὰ τὸ ἕτερον πέρας,

ἀσκοὺς πνεύματι διατείναντες καὶ ἐκδήσαντες τῶν ἄκρων

ἐκείνων μετεώρους ἀφιᾶσιν ὑπὲρ [ἐπὶ] τοῦ πελάγους. ἐνεχ-

θέντα τοίνυν τὰ ἄγρια κήτη τοῖς δελεάσμασι καὶ τὰ ἄγκιστρα

ἐφ' ἑαυτῶν δεξάμενα σύρει μὲν τοὺς ἀσκοὺς εἰς τὸ βάθος, ἡ

δὲ τῶν ἀσκῶν φύσις ἀνωφερὴς οὖσα πάλιν ἀνθέλκει εἰς τὴν

ἐπιφάνειαν. καὶ ἐμπεπαρμένα τῇ ἰδίᾳ τροφῇ ἄνω καὶ κάτω

μαιμάσσοντα καὶ ἀλύοντα τοὺς βυθοὺς διερευνᾶται. πελάγη

πελαγῶν ἀναμετρεῖ καὶ τὸν πολὺν πόνον ἄπρακτον ἔχον

τελευταῖον τῷ ἀγκίστρῳ ἐκείνῳ ἁλώσιμον γίνεται τῷ πόνῳ

δαμασθέν, τῷ λιμῷ καταδαπανηθέν, νεκρὸν μετὰ τῶν ἀσκῶν

18

συρόμενον θήραμα γίνεται τῷ θηρατῇ· τῷ μικρῷ τὸ μέγα,

τῷ ἀσθενεῖ τὸ ἄπλετον. διὰ τί; ὅτι τῇ τοῦ λογισμοῦ περιουσίᾳ

δύναμιν τοῦ ἄρχειν λαβὼν ὡς κακοὺς δραπέτας πρὸς ἀκρίβειαν

ἄγει τοὺς ἀπειθεστάτους· τοὺς μὴ δυναμένους δι' ἡμερότητος

προσαχθῆναι τούτους διὰ τῆς ἀνάγκης δουλοῦται. οὕτω

πανταχοῦ ἡ τοῦ ἄρχειν δύναμις παρὰ τοῦ κτίσαντος ἐγγινο-

μένη τῷ ἀνθρώπῳ ὑπάρχει. ἐντεῦθεν ξιφίαι καὶ ζύγαιναι καὶ

φάλαιναι καὶ πρίονες καὶ βόες καὶ πάντα ἐκεῖνα τὰ φοβερὰ

τῶν κητῶν ὀνόματα ὑποχείρια γέγονε τῷ ἀνθρώπῳ.

Ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν θηρίων

τῆς γῆς. οὐχ ὁρᾷς τὸν λέοντα τὸν βαρὺν τὸν βρυχητικόν,

οὗ καὶ τὸ ὄμμα ἀφόρητον καὶ ὁ βρυγμὸς ὑπότρομον ποιεῖ

τὴν γῆν; ᾧτινί ἐστιν οὕτω φορητός, ὥστε ὁρμὴν αὐτοῦ

ὑπομεῖναι; οὐδενὶ τῶν ζῴων. τοσαύτῃ πέποιθε δυνάμεως

περιουσίᾳ, ὥστε πάντων τῶν θηρίων καταφρονεῖν. ἀλλ' ὅμως

19

ἐκεῖνον ὁρᾷς ἐν μικρῷ ζώγρῳ κατακεκλεισμένον. τίς ὁ καθ-

είρξας αὐτόν, ὁ τὸ μικρὸν δεσμωτήριον τῷ μεγάλῳ ζῴῳ ἐπι-

νοήσας; τίς ὁ τῇ ἀραιότητι τῶν στημόνων ἐκείνων τῶν ξυλίνων

τὴν ἀναπνοὴν τῷ θηρίῳ παρασκευάσας, ὡς μὴ ἀποπνῖξαι αὐτὸ

τῷ ἰδίῳ ἄσθματι, ἀλλὰ καὶ ἀναπνοὴν ἐλευθέριον αὐτῷ δοὺς

καὶ τὴν ἀσφάλειαν διοικησάμενος; τίς; οὐχὶ ἄνθρωπος;

παίγνια ποιοῦσι τῶν θηρίων τὰ χαλεπώτατα. οὐ καταπαίζει

τῶν παρδάλεων, ὅταν ὑπερτείνῃ χάρτην εἰς ἄνθρωπον

ἐσχηματισμένον, καὶ ἡ μὲν τὸν χάρτην ἐσπάραξεν, ὁ δὲ

ἄνθρωπος κάτω κείμενος τῆς ἀνοίας τοῦ θηρίου κατεγέλασεν;

οὐ περιουσίᾳ πάντων κρατεῖ ὁ ἄνθρωπος; πῶς εἴπω σοι

περὶ τῶν πετομένων; ὅτι οὐκ ἀναβαίνει μὲν ὁ ἄνθρωπος

εἰς τὸν ἀέρα, συμπαρίπταται δὲ τοῖς πτηνοῖς τῇ τοῦ λογισμοῦ

δυνάμει. οὐδὲν γὰρ κατέχει τὸν λογισμόν. τὰ ἐν τῷ βυθῷ

διερευνᾶται, τὰ ὑπὲρ γῆς θηρᾶται, τὰ ἐν τῷ ἀέρι προκαταλαμ-

20

βάνεται. εἶδές ποτε ἐπ' ἄκρου κλάδου καθεζόμενον ὄρνεον

καταγελῶν τῶν ἀνθρώπων; πέποιθε γὰρ τῇ κουφότητι τοῦ

πτεροῦ. ἀλλ' ὅμως ἔστιν ἰδεῖν παῖδα ἀδολέσχην καλάμους

καλάμοις ὑποβαλόντα καὶ κατὰ τὸ ἄκρον τῶν καλάμων

ἰξὸν προσαρτήσαντα, εἶτα λανθανόντως διὰ τῶν κλάδων

καὶ τῶν φύλλων κλέψαντα τοῦ ἰξοῦ τὴν παρουσίαν. καὶ

† ἀπομετεωριζόμενον τὸ ὄμμα τοῦ ὀρνέου † μικρᾷ προσψαύσει

ἐκράτησε τὸ ἀεροποροῦν, τὸ διὰ τοῦ αἰθέρος φερόμενον

πτηνὸν δέσμιον ἰξῷ ἤγαγε. κάτω κεῖται ἄνθρωπος καὶ ἡ

χεὶρ κάτω, ἀλλ' ἡ διάνοια ἀναβαίνει καὶ διὰ τῆς τέχνης

ἐφικτὰ γίνεται τῷ ἀνθρώπῳ πάντα. δίκτυα ἵσταται πτερω-

τοῖς, τοξόται τῶν πετομένων καταστοχάζονται, δελεάσματι

θηρᾶται τὰ λαιμαργότερα. οὐκ εἶδές ποτε καὶ ἀετὸν λάβρως

ἐμπεσόντα θηράματι, εἶτα περιπαρέντα ταῖς κάτω πάγαις;

οὕτω τὸ ὑψηλὸν κάτω γίνεται τοῖς ἀνθρωπίνοις δελεάσμασιν

ἑλκυσθέν. πάντα ὑπὸ τὴν χεῖρα ἤγαγε τοῦ ἀνθρώπου καὶ τὴν

κτίσιν ἐπλήρωσε καὶ τὸν ἄνθρωπον ἄμοιρον τῆς δεσποτείας

21

οὐκ ἐποίησε. μὴ εἴπῃς· τὰ ἐν τῷ ἀέρι φερόμενα πῶς ἐμοὶ

διαφέρει; διὰ τοῦ λογισμοῦ κἀκεῖνά σοι ὑποχείρια γίνεται.

† Καὶ τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς. ὁρᾷς ποῦ

ἔχεις τὸ Κατ' εἰκόνα γεγενῆσθαι θεοῦ;

Καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον. τί οὖν ἐστιν ἄνθρωπος;

ἐξ ὧν ἀνέγνωμεν καὶ ἐξ ὧν ἠκούσαμεν ὁρισώμεθα. οὐκέτι

γὰρ ἡμῖν χρεία δανείζεσθαι ὅρους ἀλλοτρίους οὐδὲ τὰ ἐκ τῆς

ματαιότητος ἐπεισάγειν τῷ λογισμῷ τῆς ἀληθείας. ἄνθρωπός

ἐστι ποίημα θεοῦ λογικὸν κατ' εἰκόνα γενόμενον τοῦ κτίσαντος

αὐτόν. εἴ τι λείπει τῷ λόγῳ τούτῳ, οἱ πολλὰ προσαναλώσαν-

τες τῇ ἀναλήψει τῆς φθειρομένης σοφίας ἐπισκεψάσθωσαν.

Κατ' εἰκόνα θεοῦ γέγονεν ἄνθρωπος.

Καὶ εὐλόγησεν ὁ θεὸς τὸν ἄνθρωπον καὶ εἶπεν· Αὐξάνεσθε

καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν. αὕτη καὶ ἰχθύων

εὐλογία· Καὶ εἶπεν ὁ θεός Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ

ψυχῶν ζωσῶν. καὶ ἐγένετο οὕτως. εἶτα Καὶ εἶπεν ὁ θεός

Αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὰ ὕδατα. τί

οὖν περισσόν; ἀναγκαίως ταῦτα. καὶ τὰ κοινά σοι ἐχαρίσατο

22

καὶ τὰ ἴδιά σε ἀναμένει. αὐξάνῃ γὰρ ὡς καὶ τὰ λοιπὰ ζῷα,

ἀπὸ μικροῦ τοῦ πρώτου ταῖς κατ' ὀλίγον προσθήκαις ἐπὶ

τελείωσιν ἔρχῃ. οὕτω καὶ ἵπποι καὶ κύνες, οὕτω καὶ ἀετοὶ

καὶ κύκνοι καὶ πάντα ἅπερ ἂν εἴπῃς διὰ μικρᾶς τῆς πρώτης

κυήσεως τῇ κατ' ὀλίγον προσθήκῃ τὸ τέλειον τῆς αὐξήσεως

ἀπολαβόντα πάλιν διὰ τῆς μειώσεως εἰς τὸ ἔλαττον ὑποστρέ-

φει. ἃ τοίνυν κοινὰ τῆς φύσεως ἦν, καὶ ἡμῖν ἐδωρήσατο.

Αὐξάνεσθε, τουτέστι· τρέφεσθε, μικροὶ γεννώμενοι μεγάλοι

γίνεσθε καὶ πέρας ἔστω τῆς αὐξήσεως. οὐ γὰρ ἐπειδὴ ἐν

τῇ πρώτῃ ἑπταετίᾳ τρεφόμεθα καὶ λαμβάνει ἡμᾶς μεθηλικίω-

σις ἐπὶ τὴν δευτέραν ἑβδομάδα τῶν ἐτῶν, ἤδη ὀφείλομεν

ὁμοίως ἐν παντὶ μέρει τῆς ζωῆς τῆς ἡμετέρας καθ' ἑβδομάδας

μεθηλικιοῦσθαι. ἡ πρώτη ἑβδομὰς τὴν παιδικὴν ἡλικίαν

23

ἔχει. ὅροι τῆς παιδικῆς ἡλικίας φανεροὶ ἡ τῶν ὀδόντων

μεταβολή· οἱ μὲν ἔπεσαν, οἱ δὲ ὑπεφύησαν. δευτέραν ἔλαβεν

ἀρχὴν αὔξησις. εἰς τὰ τέλη τῆς τεσσαρεσκαιδεκάτης ἡ

δευτέρα λοιπὸν ἡ τῶν παίδων. πρῶτον γὰρ παιδίον, εἶτα

παῖς, εἶτα ἔφηβος, εἶτα ἀνήρ. † ἀπὸ τεσσαρεσκαιδεκάτου

ἔτους † ἐνταῦθα οἱ ὅροι τῆς αὐξήσεως. Αὐξάνεσθε οὖν. οὐκ

ἐὰν γένῃ ἑκατὸν ἐτῶν, ἀπὸ πρώτου εἰς ἑκατοστὸν ἔτος αὔξησιν

ἐπιδέχῃ, ἀλλὰ τοῦτο τὸ Αὐξάνεσθε ἓν ῥῆμα σοφῶς λεχθὲν

προνοητικῶς ᾠκονόμηται· Αὐξάνεσθε μέχρι τινός. † ἀλλ'

οὐ † μέτρα τῆς αὐξήσεως. κατὰ τὴν πρώτην σύστασιν τὴν

καταβληθεῖσαν ἐν τῇ μήτρᾳ κατεβλήθησαν καὶ οἱ λόγοι

τῆς αὐξήσεως. οὐ γὰρ μετὰ ταῦτα νεώτερόν ἐστι τὸ χάρισμα

τῆς ἡλικίας ἐπιγενόμενον, ἀλλ' αἱ μητρῷαι καταβολαὶ

συγκαταβεβλημένας ἔχουσι τὰς πρὸς τὸ αὐξάνεσθαι ἐπιτη-

δειότητας. εἶτα προέκυψε τῆς μήτρας, ηὐξήθη τὸ ὅσον ἐν

ταῖς ἀγκάλαις τῆς μητρός. ἔπεσαν οἱ ὀδόντες, ἔγνωμεν

24

ὅτι ηὐξήθη τόσον μέτρον. τριετὲς τὸ παιδίον ἐμέτρησεν

ὁ πατήρ· οἶδεν ὅτι τὸ διπλάσιον τούτου μέγεθος ἀπο-

λήψεται ἐν τῇ τελειώσει. ὅσος γὰρ ἐν τῇ τριετίᾳ, δὶς

τοσοῦτος ἔσται ἐν τῇ συμπληρώσει τῆς αὐξήσεως. τοῦτο τὸ

μέτρον τῆς ἀνθρωπίνης φύσεως μέχρι πέρατος [ὅρου] ἀπὸ τῆς

ἑβδομάδος τῆς πρώτης ἐπὶ τὴν δευτέραν. ἐκεῖ λοιπὸν ἡ

θερμότης πλείων, ἡ διάπλασις τοῦ σώματος ἀραιοτέρα. ἡ

ὑγρότης ἐπιλείπει, κραταιοῦται τὰ μέλη. ἐν ἀρχῇ τὰ μέλη

χαυνότερά ἐστι τῶν ἐφηλίκων, οἱ ἄνθρωποι οὔπω μὲν τὸ

τέλειον ἔχοντες. νεοπαγὴς γὰρ αὐτῶν ἡ σὰρξ ἔτι καὶ πρὸς

πόνους καρτερικοὺς ἀνεπιτηδεία. τὸ μὲν κοῦφον καὶ εὐκίνητον

ἀπέλαβε λοιπὸν τὸ ζῷον. ἐν δὲ τῇ τρίτῃ λοιπὸν ἑβδομάδι τὸ

τέλειον τῆς αὐξήσεως ἀπολαμβάνει. ἔτι δὲ εἰς μῆκος ἡ

διανάστασις τοῦ σώματος. μετὰ τὴν τρίτην ἑβδομάδα, ἐπειδὰν

ἀναπνεύσῃ ἡ φύσις τῶν καμάτων τῆς ἐπὶ τὸ ἄνω αὐξήσεως,

25

ἄρχεται λοιπὸν εἰς τὰ πλάτη διαβαίνειν καὶ οἱονεὶ περιθεμε-

λιοῦν τὰ ὑψωθέντα καὶ πάχη αὐτοῖς περιτιθέναι καὶ καρτερὰ

ποιεῖν τοῦ σώματος τὰ μέλη. ταῦτα ποιεῖ μὲν ἡ φύσις κατὰ

τὴν ἑαυτῆς ἀκολουθίαν. ἐγένετο δὲ ἐξ ἀρχῆς προστάγματι

δεσποτικῷ καὶ τὸ τότε λαληθὲν διὰ πάσης τῆς κτίσεως μέχρι

τέλους χωρεῖ.

Αὐξάνεσθε καὶ πληθύνεσθε. Αὐξάνεσθε † ἵνα μὴ ἐν ἑνὶ

περιορισθῇ ἡ κτίσις· Πληθύνεσθε, ἵνα μὴ εἰς ἕνα ἀλλὰ καὶ

εἰς πολλούς· † Καὶ πληρώσατε τὴν γῆν. πληρώσατε δὲ οὐ

τῇ κατοικήσει· οὕτω γὰρ ἂν ἐστενοχωρήθημεν ζῶντες, εἰ

τοσαύτη ἦν ἡ γῆ, ὅση ἡμᾶς ἐκμετρεῖ· ἀλλὰ πληρώσατε τῇ

ἐξουσίᾳ. ἡμῖν τὸ κατακυρίευμα τῆς γῆς ἔδωκε. Πληρώσατε

τὴν γῆν. οὐ δήπου καὶ τὴν διακεκαυμένην καὶ ἀγεώργητον

καὶ τὴν κατεψυγμένην καὶ ἄβατον, οὐ δήπου καὶ ταύτην

26

ἄνθρωποι κατ' ἀνάγκην πληροῦσιν, ἀλλὰ κυρίως ἡμᾶς ἐποίη-

σε πληροῦν καὶ πληροῦμεν κατ' ἐκείνην τῷ λογισμῷ. ὅταν

ἴδωμεν πόσον μέτρον τῆς διακεκαυμένης γῆς καὶ ἀοικήτου,

ὅταν ἴδωμεν πόσον τὸ κλίμα τὸ βόρειον, ὃ διὰ τὴν ὑπερβάλλου-

σαν ψῦξιν ἀγεώργητόν ἐστι καὶ ἄχρηστον, οὐχὶ ἐπληρώσαμεν

τὴν γῆν; οὐ τὸ χρήσιμον ἐκλεξάμενοι τὸ ὅσον ἄχρηστον εἰς

διαγωγὴν ἀνθρώποις ἀπεπεμψάμεθα; ὥστε τὸ Πληρώσατε

τὴν γῆν κυρίους ἡμᾶς ἐποίησεν. οὐκ ἐπειδὴ πάσης οὐκ

ἔχομεν τὴν χρῆσιν, οὐκ ἔχομεν πάσης τὸ κυριεύειν. οὐδὲ

γὰρ σὺ τὸν σῖτον ἀγοράσας οὐκ εἶ τοῦ παντὸς κύριος,

ἐπειδὴ ἐν τῷ σίτῳ τὸ μὲν ἐδώδιμον τὸ δὲ ἀπορριπτόμενον

ἔχεις ἢ τοὺς λίθους μὲν ὡς ἀχρήστους ἀπορρίπτεις καὶ εἴ τι

ἄλλο ἐπιμέμικται πρὸς βρῶσιν ἀνεπιτήδειον καὶ τὸ ἄχυρον

ἀποφυσήσας καὶ τὸ ζιζάνιον ἀποκρίνας τὸ ὅσον καθαρὸν

27

πρὸς τὴν τοῦ βίου σύστασιν τοῦτο ἐκλεξάμενος; οὕτω τοίνυν

ἡ γῆ ἡ μὲν ἐχαρίσθη πρὸς οἴκησιν ἐπιτηδεία [ἡ βελτίων], ἡ δὲ

πρὸς γεωργίαν ἀναγκαία, ἄλλη πρὸς βόσκημα τῶν τετραπό-

δων ἀνείθη. εἰπέ μοι· ἔστι διατάξασθαι ὃ βούλομαι, ἐπειδὴ

γέγονα κύριος κατὰ τὴν τοῦ δεσπότου τοῦ κτίσαντός με

δωρεάν; Καὶ πληρώσατε. Καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς

θαλάσσης καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ τῶν θηρίων

τῆς γῆς. αὕτη λοιπὸν εὐλογία, αὕτη νομοθεσία, τοῦτο ἀξίωμα

τὸ δεδομένον ἡμῖν παρὰ θεοῦ.

Καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, κατ' εἰκόνα θεοῦ

ἐποίησεν αὐτόν. ἆρα οὐκ ἐπεσημήνω ὅτι ἐλλιπὴς ἦν ἡ

ἀπόδειξις; Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν

καὶ καθ' ὁμοίωσιν, ἡ βουλὴ δύο εἶχε· Κατ' εἰκόνα καὶ

Καθ' ὁμοίωσιν. ἡ δημιουργία ἓν ἔχει. μὴ ἄλλως ἠβουλήθη

καὶ ἄλλως μετεβουλεύσατο; μὴ μεταμέλειά τις τῇ κτίσει

παρηκολούθησε; μὴ ἀτονία τοῦ κτίσαντος ἄλλα προελομένου

καὶ ἄλλα ποιήσαντος; ἢ ἀδολεσχία ἐν τοῖς λόγοις; τάχα γὰρ

28

τὸ αὐτὸ λέγει Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα καὶ καθ'

ὁμοίωσιν· εἰπὼν γὰρ Κατ' εἰκόνα οὐκ εἶπε Καθ' ὁμοίωσιν;

ὅπερ ἂν ἐκλεξώμεθα, κατηγορήσομεν τοῦ γεγραμμένου.

εἴτε γὰρ τὸ αὐτὸ λέγει· παρέλκον ἐστὶ δὶς τὸ αὐτὸ λέγειν.

ἀργὸν ῥῆμα ἐν τῇ γραφῇ λέγειν βλασφημία δεινή. ἀλλὰ μὴν

οὐκ ἀργολογεῖ. οὐκοῦν ἀναγκαῖόν ἐστι γενέσθαι ἄνθρω-

πον Κατ' εἰκόνα καὶ Καθ' ὁμοίωσιν.

Διὰ τί οὐκ εἴρηται· Καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον

κατ' εἰκόνα θεοῦ καὶ καθ' ὁμοίωσιν; ἠτόνησεν ὁ ποιῶν;

ἀσεβὴς ὁ λόγος. μετεμελήθη ὁ προστάσσων; ἀσεβέστερον

τὸ ἐνθύμημα. ἀλλ' εἶπε καὶ μετεβουλεύσατο; οὔ. οὔτε οὖν

ἡ γραφὴ τὸ αὐτὸ λέγει, οὔτε ὁ δημιουργὸς ἀτονεῖ, οὔτε ἡ

βουλὴ ἐματαιώθη. τίς ὁ λόγος τῆς σιωπῆς; Ποιήσωμεν

29

ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν. τὸ μὲν

τῇ κτίσει ἔχομεν, τὸ δὲ ἐκ προαιρέσεως κατορθοῦμεν. ἐν

τῇ πρώτῃ κατασκευῇ συνυπάρχει ἡμῖν τὸ Κατ' εἰκόνα

γεγενῆσθαι θεοῦ, ἐκ προαιρέσεως ἡμῖν κατορθοῦται τὸ Καθ'

ὁμοίωσιν εἶναι θεοῦ. τοῦτο δὲ τὸ κατὰ προαίρεσιν δυνάμει

ἡμῖν ἐνυπάρχει, ἐνεργείᾳ δὲ ἑαυτοῖς ἐπάγομεν. εἰ μὴ προλα-

βὼν εἶπεν ὁ κύριος ποιῶν ἡμᾶς Ποιήσωμεν καὶ καθ' ὁμοίω-

30

σιν, εἰ μὴ τὴν τοῦ γενέσθαι καθ' ὁμοίωσιν δύναμιν ἡμῖν

ἐχαρίσατο, οὐκ ἂν τῇ ἑαυτῶν ἐξουσίᾳ τὴν πρὸς θεὸν ὁμοίωσιν

ἐδεξάμεθα. νῦν μέντοι δυνάμει ἡμᾶς ἐποίησεν ὁμοιωτικοὺς

θεῷ. δύναμιν δὲ δοὺς πρὸς τὸ ὁμοιοῦσθαι θεῷ ἀφῆκεν

ἡμᾶς ἐργάτας εἶναι τῆς πρὸς θεὸν ὁμοιώσεως, ἵνα ἰσάγγελος

ᾖ τῆς ἐργασίας μισθός, ἵνα μὴ ὥσπερ εἰκόνες ὦμεν

παρὰ ζωγράφου γενόμεναι εἰκῆ κείμεναι, ἵνα μὴ τὰ τῆς

31

ἡμετέρας ὁμοιώσεως ἄλλῳ ἔπαινον φέρῃ. ὅταν γὰρ τὴν

εἰκόνα ἴδῃς ἀκριβῶς μεμορφωμένην πρὸς τὸ πρωτότυπον,

οὐ τὴν εἰκόνα ἐπαινεῖς, ἀλλὰ τὸν ζωγράρον θαυμάζεις.

ἵνα τοίνυν τὸ θαῦμα ἐμὸν γένηται καὶ μὴ ἀλλότριον, ἐμοὶ

κατέλιπε τὸ Καθ' ὁμοίωσιν θεοῦ γενέσθαι.

Κατ' εἰκόνα γὰρ ἔχω τὸ λογικὸς εἶναι, καθ' ὁμοίωσιν

δὲ γίνομαι ἐν τῷ χρηστὸς γενέσθαι. Γίνεσθε τέλειοι ὡς

ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τέλειός ἐστιν. εἶδες ποῦ ἀπο-

32

δίδωσιν ἡμῖν ὁ κύριος τὸ Καθ' ὁμοίωσιν; Ὅτι τὸν ἥλιον

αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ βρέχει

ἐπὶ δικαίους καὶ ἀδίκους. ἐὰν γένῃ μισοπόνηρος, ἀμνησί-

κακος, μὴ μεμνημένος τῆς χθιζῆς ἔχθρας, ἐὰν γένῃ φιλάδελ-

φος, συμπαθής, ὡμοιώθης θεῷ. ἐὰν ἀφῇς τῷ ἐχθρῷ ἀπὸ

καρδίας, ὡμοιώθης θεῷ. ἐὰν οἷός ἐστιν ἐπὶ σὲ τὸν ἁμαρτωλὸν

ὁ θεός, τοιοῦτος γένῃ ἐπὶ τὸν εἰς σὲ πεπλημμεληκότα ἀδελφόν,

τῇ πρὸς τὸν πλησίον εὐσπλαγχνίᾳ ὡμοιώθης θεῷ. ὥστε τὸ

Κατ' εἰκόνα μὲν ἔχεις ἐκ τοῦ λογικὸς εἶναι, Καθ' ὁμοίωσιν

δὲ γίνῃ ἐκ τοῦ χρηστότητα ἀναλαβεῖν. ἀνάλαβε Σπλάγχνα

οἰκτιρμοῦ, χρηστότητα, ἵνα ἐνδύσῃ Χριστόν. δι' ὧν γὰρ

ἀναλαμβάνεις τὴν συμπάθειαν, δι' αὐτῶν Χριστὸν ἐνδύῃ καὶ

τῇ πρὸς αὐτὸν οἰκειώσει οἰκεῖος ἐγένου θεῷ. οὕτως ἡ

ἱστορία παίδευσίς ἐστι τοῦ βίου τοῦ ἀνθρωπίνου.

Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα· ἐχέτω ἐν τῇ κτίσει

τὸ Κατ' εἰκόνα. γενέσθω καὶ Καθ' ὁμοίωσιν· τούτου τὴν

δύναμιν ἔδωκεν. εἰ ἐποίησε καὶ καθ' ὁμοίωσιν, ποῦ σου ἡ

χάρις; διὰ τί σὺ ἐστεφανοῦ; εἰ γὰρ ὁ δημιουργὸς τὸ ὅλον

33

ἀπέδωκε, πῶς ἄν σοι ἡ βασιλεία τῶν οὐρανῶν ἠνοίγετο; νῦν

δὲ τὸ μὲν ἐδόθη, τὸ δὲ ἀτελὲς κατελείφθη, ἵνα σεαυτὸν

τελειώσας ἄξιος γένῃ τῆς παρὰ τοῦ θεοῦ μισθαποδοσίας.

Πῶς οὖν γενώμεθα καθ' ὁμοίωσιν; διὰ τῶν εὐαγγελίων.

τί ἐστι χριστιανισμός; θεοῦ ὁμοίωσις κατὰ τὸ ἐνδεχόμενον

ἀνθρώπου φύσει. εἰ ἀνεδέξω τὸ εἶναι χριστιανός, ἐπείχθητι

γενέσθαι ὅμοιος θεῷ, ἔνδυσαι Χριστόν. πῶς δὲ ἐνδύσῃ

ὁ μὴ σφραγισάμενος, πῶς ἐνδύσῃ ὁ τὸ βάπτισμα μὴ λαβών,

ὁ τὸ ἔνδυμα τῆς ἀφθαρσίας μὴ δεξάμενος; ἀποπέμπῃ τὴν

πρὸς θεὸν ὁμοίωσιν; εἰ ἔλεγόν σοι· δεῦρο, γενοῦ ὅμοιος

βασιλεῖ, οὐκ ἂν εὐεργέτην με ἔκρινας; ἐπειδὴ βούλομαί σε

ὅμοιον θεῷ ποιῆσαι, φεύγεις τὸν λόγον τὸν θεοποιοῦντά

34

σε ἐπιφραξάμενος τὰ ὦτα, ἵνα μηδὲ ἀκούσῃς τὸν σωτήριον

λόγον;

Καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον κατ' εἰκόνα. τὸν

ἄνθρωπον, φησὶν ἡ γυνή, τί πρὸς ἐμέ; ὁ ἀνὴρ ἐγένετο. οὐ

γὰρ εἶπε τὴν ἄνθρωπον, φησίν, ἀλλὰ τῇ τοῦ ἄρθρου προσθήκῃ

τὸ ἀρρενικὸν ἐνέφηνεν. ἀλλ' ἵνα μὴ ἀμαθῶς τις τῇ τοῦ

ἀνθρώπου προσηγορίᾳ ἐπὶ τοῦ ἀνδρὸς ᾖ μόνου κεχρημένος,

προσέθηκεν· Ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς. καὶ ἡ

γυνὴ ἔχει τὸ Κατ' εἰκόνα θεοῦ γεγενῆσθαι ὡς καὶ ὁ ἀνὴρ

ὁμοίως. ὁμότιμοι αἱ φύσεις, ἴσαι αἱ ἀρεταί, ἆθλα ἴσα, ἡ

καταδίκη ὁμοία. μὴ λεγέτω· ἀσθενής εἰμι. ἡ ἀσθένεια

σαρκός, ἐν ψυχῇ τὸ δυνατόν ἐστιν. ἐπειδὴ τοίνυν ὁμότιμος

35

ἡ κατὰ θεὸν εἰκών, ὁμότιμος ἔστω ἡ ἀρετὴ καὶ ἡ τῶν ἀγαθῶν

ἔργων ἐπίδειξις. οὐδεμία παραίτησίς ἐστι τῷ βουλομένῳ

προφασίζεσθαι ἀσθενὲς τὸ σῶμα. δι' αὑτὸ τοῦτο ἁπλῶς

ἁπαλόν, ἀλλὰ διὰ τὴν συμπάθειαν εὔτονον ἐν καρτερίαις,

σύντονον δὲ ἐν ἀγρυπνίαις. πότε δύναται ἀνθρώπου φύσις

ἁμιλληθῆναι γυναικὸς φύσει καρτερικῶς διαγούσης τὸν

ἑαυτῆς βίον; πότε τὸ ἐν νηστείαις εὔτονον γυναικῶν μιμήσα-

σθαι δύναται ἄνθρωπος, τὸ ἐν προσευχαῖς φιλόπονον, τὸ ἐν

δάκρυσι δαψιλές, τὸ πρὸς εὐποιΐαν ἕτοιμον; εἶδον ἐγὼ

γυναῖκα λάθρα κλέπτουσαν καλὰ κλέμματα καὶ ἄνευ τοῦ

ἀνδρὸς τὰς εὐποιΐας ποιοῦσαν ὑπὲρ ἀνδρός, ὑπὲρ αὐξήσεως

οἴκου, ὑπὲρ τέκνων διαμονῆς διδοῦσαν καὶ λανθάνουσαν τοῦ

ἀνδρὸς τὴν γνῶσιν, ὑπὲρ αὐτοῦ ἐκβάλλουσαν καὶ αὐτὸν

36

ἀποκρύπτουσαν. ὃ γὰρ ἐποίει, ἐποίει τῷ βλέποντι ἐν

τῷ κρυπτῷ οὐ δημοσιεύουσα ἑαυτῆς τὴν εὐποιΐαν. ἡ ἀγαθὴ

γυνὴ ἔχει τὸ Κατ' εἰκόνα. μὴ πρόσεχε τῷ ἔξω ἀνθρώπῳ,

περίπλασμά ἐστι τοῦτο. ἡ ψυχὴ καθέζεται ἔνδον ὑπὸ

παραπετάσματι καὶ ἁπαλῷ τῷ σώματι. ψυχὴ μέντοι καὶ

ψυχὴ ὁμότιμος, ἐν τοῖς παραπετάσμασιν ἡ διαφορά.

Θεῷ οὖν ὅμοιος ἐγένου διὰ τῆς χρηστότητος, διὰ τῆς

ἀνεξικακίας, διὰ τῆς κοινωνίας, διὰ τοῦ φιλάδελφος καὶ

φιλάλληλος εἶναι, μισοπόνηρος, κατακρατῶν τῶν παθῶν

τῆς ἁμαρτίας, ἵνα σοι ὑπάρχῃ τὸ ἄρχειν.

Καὶ ἀρχέτωσαν τῶν ἰχθύων. ἐδόθη σοι τὸ ἄρχειν τῶν

ἰχθύων τῶν ἀλόγων, ὥστε τοῦ ἀλόγου πάθους ἐγένου ἄρχων.

Καὶ ἀρχέτωσαν τῶν θηρίων. παντὸς θηρίου ἄρχεις. τί οὖν,

ἐρεῖς, ἐγὼ θηρία ἔχω ἐν ἐμαυτῷ; καὶ μυρία καὶ πολὺν

37

ὄχλον ἐν σεαυτῷ θηρίων ἔχεις. καὶ μὴ ὕβριν εἶναι νομίσῃς

τὸ λεγόμενον. μικρὸν θηρίον ἐστὶν ὁ θυμός, ὅταν ἐνυλακτῇ

τῇ καρδίᾳ; κυνὸς παντὸς οὐκ ἔστιν ἀγριώτερος; τῇ δὲ δολερᾷ

ψυχῇ ὁ δόλος ἐμφωλεύων ἄρκου πάσης φωλάδος οὐκ ἔστι

δυσημερώτερος; οὐκ ἔστι θηρίον ἡ ὑπόκρισις; ὁ δὲ ὀξὺς

εἰς ὕβριν σκορπίος οὐκ ἔστιν; ὁ δὲ λάθρα εἰς ἄμυναν ὁρμῶν

ἐχίδνης οὐκ ἔστι χαλεπώτερος; ὁ δὲ πλεονέκτης οὐκ ἔστι

λύκος ἅρπαξ; ποῖον θηρίον ἐν ἡμῖν οὐκ ἔστιν; ὁ θηλυμανὴς

οὐκ ἔστιν ἵππος ἐπιμαινόμενος; Ἵπποι, γάρ φησι, θηλυμανεῖς

ἐγενήθησαν, ἕκαστος ἐπὶ τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ

ἐχρεμέτιζεν. οὐκ εἶπεν ἐλάλει τῇ γυναικὶ ἀλλ'· Ἐχρεμέτιζεν.

μετέθηκεν αὐτὸν ἐπὶ τὴν τῶν ἀλόγων φύσιν διὰ τοῦ πάθους ᾧ

προσῳκειώθη. πολλὰ οὖν θηρία ἐν ἡμῖν. ἐγένου τοίνυν

ἄρχων θηρίων, εἰ τῶν ἔξω ἄρχεις, τὰ δὲ ἔνδον ἀβασίλευτα

καταλείψεις; οἷος ἔσῃ τῷ λογισμῷ τοῦ λέοντος μὲν κρατῶν

38

καὶ καταφρονῶν αὐτοῦ τοῦ βρυχήματος, πρίων δὲ τοὺς

ὀδόντας καὶ τὴν φωνὴν ἄναρθρον ἀφιείς, τοῦ θυμοῦ ἔνδον

† ὅλου ὁμοῦ προπεσεῖν φιλονεικοῦντος οὐδὲ καταμένειν

ἔνδον συγχωροῦντος; τί τούτου χαλεπώτερον, ὅταν ἄνθρωπος

ὑπὸ τοῦ πάθους κρατηθῇ, ὅταν ὁ θυμὸς τὸν λογισμὸν παρωσά-

μενος αὐτὸς τὴν δυναστείαν τῆς ψυχῆς παραλάβῃ; ἄρχων

τοίνυν ἐκτίσθης, ἄρχων παθῶν, ἄρχων θηρίων, ἄρχων

ἑρπετῶν, ἄρχων πτηνῶν. μήτε λογισμοὺς ἔχε μετεωροπόρους

μήτε κοῦφος ἔσο καὶ ἄστατος τῇ διανοίᾳ. πτηνῶν ἄρχειν

ἐκρίθης. ἄτοπος εἶ τὰ μὲν πετόμενα ἰξῷ καταβάλλων, αὐτὸς

δὲ κοῦφος ὢν καὶ μετέωρος. μὴ τυφωθῇς, μὴ ὑπεραρθῇς, μὴ

μείζω φρονήσῃς τῆς ἀνθρωπίνης φύσεως, μὴ ὑπερφυσῶ

ἐπαινούμενος, μὴ δόξαζε σεαυτὸν μηδὲ μέγα τι εἶναι νόμιζε

σεαυτόν. ἔσῃ γὰρ οὕτως πτηνὸν ἄστατον ἀστηρίκτῳ τῇ φύσει

39

ὧδε καὶ ὧδε περιφερόμενος. ἄρχε τῶν ἐν σοὶ λογισμῶν,

ἵνα γένῃ ἄρχων τῶν ὄντων πάντων. οὕτως ἡ διὰ τῶν ζῴων

δεδομένη ἀρχὴ ῥυθμίζει ἡμᾶς πρὸς τὸ ἡμῶν αὐτῶν ἄρχειν.

ἄτοπον γάρ ἐστι βασιλευόμενον οἴκοι ἐθνῶν βασιλεύειν,

ὑπὸ ἑταίρας κρατούμενον ἔσω δημοσίᾳ πόλεως εἶναι προστά-

την. τὰ οἴκοι χρὴ καλῶς διατιθέμενον καὶ τῶν ἔνδον εὐταξίαν

κατακοσμήσαντα οὕτω τῶν ἄλλων λαμβάνειν τὴν ἐπιστασίαν,

ἐπεὶ περιστραφήσεται παρὰ τῶν ἀρχομένων ὁ λόγος, ἐὰν

ἄκοσμα τὰ οἴκοι καὶ ἀδιάτακτα ἔχῃ, ὅτι Ἰατρέ, θεράπευσον

σεαυτόν. ἑαυτοὺς πρῶτον θεραπεύσωμεν. οὐδεὶς μὴ θηράσας

λέοντα κατεγνώσθη· μὴ κρατήσας δὲ θυμοῦ καταγέλαστος

πάντῃ. ὥστε ὁ μὲν τοῦ ἰδίου πάθους μὴ περιγενόμενος εἰς

κατάγνωσιν ἄγεται, ὁ δὲ μὴ δυνηθεὶς ἀγρίων θηρίων περι-

γενέσθαι οὔπω μέμψεως ἄξιόν τι πεποιηκὼς φανήσεται.

Ὁ δὲ ταῦτα οἰκονομήσας γραφῆναι κύριος ὁ καὶ τὴν

μικρὰν ἡμῶν καὶ ἀσθενῆ γλῶσσαν συγχωρήσας μέχρι

40

τοσούτου ὑμῖν ὁμιλῆσαι, ὁ διὰ τῆς ἀσθενοῦς ἡμῶν διανοίας

μεγάλους ὑμῖν θησαυροὺς ἐν τοῖς ὀλίγοις ἀποσκιάσμασι τῆς

ἀληθείας παραδηλώσας δῴη ὑμῖν διὰ τῶν μικρῶν τὰ

μεγάλα, διὰ τῶν ὀλίγων σπερμάτων τὸ τέλειον τῆς γνώσεως

καὶ ἡμῖν τῆς προαιρέσεως τὸν μισθὸν ἐντελῆ καὶ ὑμῖν τῆς

ἀπολαύσεως τῶν θείων λογίων καρπὸν πεπληρωμένον, ὅτι

αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

{ΟΜΙΛΙΑ Β} {ΕΙΣ ΤΟΝ ΑΝΘΡΩΠΟΝ} Ὁ μὲν σοφὸς Σολομὼν οὐκ ἐν πειθοῖς σοφίας λόγοις ἀλλ'ἐν διδακτοῖς πνεύματος ἁγίου σοφισθείς, ἐν τοῖς ἀρτίωςἡμῖν ἀνεγνωσμένοις ἀποσεμνύνων τὸν ἄνθρωπον ἐβόα λέγων·Μέγα ἄνθρωπος καὶ τίμιον ἀνὴρ ἐλεήμων· ἐγὼ δὲ ματαίωςκατ' ἐμαυτὸν ἐσκόπουν ἅ τε εἶχον ἐν τῇ ἐμαυτοῦ διανοίᾳκαὶ ἃ παρὰ τῆς γραφῆς δεδιδαγμένος ἤμην περὶ τοῦ ἀνθρώπου.αὐτὸς μὲν γὰρ ἐλογιζόμην ὅτι πῶς μέγα ἄνθρωπος, τὸἐπίκηρον ζῷον τὸ μυρίοις πάθεσιν ὑποκείμενον τὸ ἐκ γενετῆςεἰς γῆρας μυρίων κακῶν ἑσμὸν ἐξαντλοῦν, περὶ οὗ εἴρηται·Κύριε, τί ἐστιν ἄνθρωπος, ὅτι ἐγνώσθης αὐτῷ; καὶ ὁ μὲνψαλμῳδὸς καταφρονεῖ ὡς εὐτελοῦς τοῦ ζῴου καὶ ἡ παροιμίαἀποσεμνύνει ὡς μέγα τι τὸν ἄνθρωπον. ἀλλά μοι τὴντοιαύτην διαπόρησιν ἔλυσεν ἡ ἱστορία τῆς γενέσεως τοῦἀνθρώπου ἀναγνωσθεῖσα. ἠκούομεν γὰρ νῦν ὅτι Ὁ θεὸςἔλαβε χοῦν ἀπὸ τῆς γῆς καὶ ἔπλασε τὸν ἄνθρωπον. εὗρονἐκ τοῦ ῥήματος τούτου ἀμφότερα, ὅτι οὐδὲν ἄνθρωπος καὶμέγα ἄνθρωπος· ἐὰν πρὸς τὴν φύσιν μόνον ἀποβλέψῃς,τὸ μηδὲν καὶ τοῦ μηδενὸς ἄξιος, ἐὰν δὲ πρὸς τὴν τιμὴν ἣνἐτιμήθη, μέγα ἄνθρωπος. ποία; Εἶπεν ὁ θεός Γενηθήτω φῶς,καὶ ἐγένετο φῶς. σύγκρινον ἀνθρώπου γένεσιν καὶ φωτὸςγένεσιν. ἐκεῖ εἶπε· Γενηθήτω στερέωμα. ὁ μέγας οὐρανὸςἄνωθεν ἡμῖν ὑπερτέταται ῥήματι θεοῦ γενόμενος· ἀστέρες καὶἥλιος καὶ σελήνη καὶ πάντα, ὅσα θεωροῦμεν ὀφθαλμῷ καὶ ὅσα νῷκαταλαμβάνομεν [μεγέθη], ῥήματι ἔσχε τὸ εἶναι. θάλασσα καὶγῆ καὶ ἡ ἐν αὐτοῖς διακόσμησις, ζῴων γένη παντοδαπά, φυτῶνδιάφοροι ποικιλίαι, πάντα ταῦτα τῷ ῥήματι γέγονεν. ἄνθρω-πος δέ, πῶς; οὐκ ἐλέχθη· γενηθήτω ἄνθρωπος ὡς Γενηθήτωστερέωμα, ἀλλὰ πλεῖόν τι ὁρᾷς ἐν τῷ ἀνθρώπῳ· ὑπὲρ φῶς,ὑπὲρ οὐρανόν, ὑπὲρ φωστῆρας, ὑπὲρ πάντα ἡ ἀνθρώπουγένεσις. Ἔλαβε κύριος ὁ θεός· καταξιοῖ ἰδίᾳ χειρὶ διαπλά-σαι τὸ ἡμέτερον σῶμα. οὐ προσέταξεν ἀγγέλῳ, οὐχ ἡ γῆαὐτομάτως ὥσπερ τοὺς τέττιγας ἡμᾶς ἐξέβρασεν, οὐκ εἶπετόδε καὶ τόδε ποιῆσαι λειτουργικαῖς δυνάμεσιν, ἀλλ' ἰδίᾳχειρὶ φιλοτεχνεῖ. Γῆν ἔλαβεν. ὅταν πρὸς τὸ ληφθὲν ἀπίδῃς,Τί ἐστιν ἄνθρωπος; ὅταν [πρὸς] τὸν πλάσαντα κατανοήσῃς,Μέγα ἄνθρωπος· ὡς καὶ τὸ μηδὲν διὰ τὴν ὕλην καὶ μέγα διὰτὴν τιμήν. Καὶ ἔλαβεν ὁ θεός. ἀλλὰ πῶς ἐκεῖ ἐν τοῖς κατόπιν· Καὶ