The Greek Library Catalogue

Anonymous

De paradiso

Edition reference
De paradiso [Sp.], ed. Hörner, op. cit., suppl., 75–84.
CTS identifier
urn:cts:greekLit:tlg2017.tlg036.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

77

στάτην καὶ ἀπόλαυσιν ἡδίστην δι' ἑαυτῶν χαριζόμενα. πῶς σοι

δυνηθῶ ὑπ' ὄψιν ἐναργῶς ἀγαγεῖν τὴν πατρίδα, ἵνα σεαυτὸν

ἐκ τῆς ἐξορίας ταύτης ἀνακαλέσῃ; οἱ λειμῶνες εὐανθεῖς

ἥδιστον θέαμα· τὸ τούτων χαριέστερον τῇ διανοίᾳ φαντάσθητι.

ἐνταῦθα τὸ ῥόδον μετὰ τῆς ἀκάνθης ἐστί, κεκραμένην ἔχον

τὴν ἀηδίαν τῇ χάριτι, μονονουχὶ διαμαρτυρόμενον ἡμῖν

ὅτι τὰ τερπνὰ ὑμῖν, ὦ ἄνθρωποι, τοῖς λυπηροῖς ἀναμέμικται.

78

τῷ ὄντι γὰρ οὐδὲν τῶν ἀνθρωπίνων ἀγαθῶν ἀκραιφνές,

ἀλλ' εὐθὺς αἱ λῦπαι ταῖς εὐφροσύναις παραπεπήγασι· τῷ

γάμῳ ἡ χηρεία, τῇ παιδοτροφίᾳ ἡ μέριμνα, ταῖς εὐπαιδίαις

αἱ ἀποβολαί, ταῖς περιφανείαις αἱ ἀτιμίαι, ταῖς εὐημερίαις

αἱ ζημίαι, ταῖς τρυφαῖς αἱ πλησμοναί, ταῖς ὑγείαις αἱ

ἀρρωστίαι. ἀνθηρὸν τὸ ῥόδον, ἀλλ' ἐμοὶ κατήφειαν ἐμποιεῖ·

ὁσάκις γὰρ ἂν ἴδω τὸ ἄνθος, τῆς ἁμαρτίας ὑπομιμνήσκομαι

τῆς ἐμῆς, δι' ἣν ἀκάνθας ἡ γῆ καὶ τριβόλους ἀνατέλλειν

κατεδικάσθη. καὶ ἐνταῦθα μὲν ὀλιγοχρόνιος τῶν ἠρινῶν

ἀνθῶν ἡ χάρις ἐπιποθοῦντας ἡμᾶς ἐπιλείπουσα· οὐ γὰρ

ἔφθημεν δρεψάμενοι καὶ ἐν ταῖς χερσὶν ἡμῶν ἀπεμαράνθη.

ἐκεῖ μέντοι τὸ ἄνθος οὐ πρὸς βραχὺ διαλάμπον, ἀλλὰ διαρκὲς

τὸ τερπνὸν ἔχον· χαρίεσσαν τὴν ὄψιν, ἀτέλεστον τὴν ἀπό-

λαυσιν, τὴν εὐωδίαν ἀκόρεστον, τὴν εὔχροιαν ἐξαστράπτου-

σαν. οὐ βίαι ἀνέμων παραλυποῦσιν, οὐ νεομηνίαι ἀπομαραί-

νουσιν, οὐ παγετὸς ἀποπήγνυσιν, οὐχ ἡλίου φλόγωσις

καταφρύσσει, ἀλλὰ πνεῦμα μέτριον, λεπτὴν καὶ ἡδεῖαν

ἀναπνοὴν παρεχόμενον, κούφως αὐτοῖς καὶ προσηνῶς ἐπι-

πνέον, ἀδάμαστον χρόνῳ τὴν χάριν αὐτῶν διασῴζει. τὰ δὲ τῶν

φυτῶν κάλλη ἄξια καὶ αὐτὰ τῆς δημιουργίας καὶ τῆς φυτείας

τοῦ κτίσαντος· ὅσα φρυγανικὰ καὶ ὅσα ἔνθαμνα, τὰ μονοστέ-

λεχα, τὰ πολύκλαδα, τὰ ὑψίκομα, τὰ ἀμφιθαλῆ, τὰ φυλλοβόλα,

τὰ ἀείφυλλα, τὰ γυμνούμενα, τὰ ἀειθαλῆ, τὰ κάρπιμα, τὰ

79

ἄκαρπα· τὰ μὲν † τῆς χρείας ὁρώμενα, τὰ δὲ πρὸς ἀπόλαυσιν

συμβαλλόμενα· πάντα μεγέθει καὶ κάλλει διαφέροντα,

κατάσκια τοῖς κλάδοις, ἀμφιθαλῆ ταῖς κόμαις, βρύοντα τοῖς

καρποῖς, ἄλλοις ὁμοῦ ἄλλην χρείαν καὶ τέρψιν πεποιημένα.

ἑκάστου γὰρ τῶν καρπῶν πολὺ μὲν τὸ χαρίεν, πλέον δὲ

πάλιν τοῦ τερπνοῦ τὸ χρειῶδες.

Πῶς σοι παραστήσω τῆς ἡδονῆς ἐκείνης τὸ ὑπερβάλλον;

ἐὰν συγκρίνω τοῖς ὧδε, καθυβρίζω μᾶλλον τῇ παραθέσει ἤ

τινά σοι ἐνάργειαν ἐκ τῆς εἰκόνος παρίστημι. πάντα τέλεια,

πάντα ὥριμα, οὐ κατὰ μικρὸν αὐξηθέντα· οὐ γὰρ ἀπὸ

ἄνθους ἐπὶ τὴν ἀκμὴν αὔξεται, ἀλλ' ἐπὶ τῆς οἰκείας ἀκμῆς

ἐκφανέντα, φύσεως ἀποτελέσματα οὐκ ἀνθρωπίνης ἐπιτεχνή-

σεως. ἐκεῖ καὶ ὀρνίθων παντοδαπῶν γένη τῷ τε τῶν πτερῶν

ἄνθει καὶ τῇ ἐκ φύσεως μουσικῇ ἀπόλαυσίν τινα θαυμαστὴν

δι' ἑαυτῶν παρεχόμενα· ὥστε διὰ πασῶν τῶν αἰσθήσεων

εὐωχεῖσθαι τὸν ἄνθρωπον τὰ μὲν ὁρῶντα, τῶν δὲ ἀκούοντα,

ἄλλων ἁπτόμενον, ἄλλων ὀσφραινόμενον, ἑτέρων ἀπογευό-

μενον. καὶ ζῴων ποικίλων θεάματα πάντων ἡμέρων, πάντων

ὁμοήθων ἀλλήλοις καὶ ἀκουόντων καὶ φθεγγομένων εὐσύνετα.

οὐ φρικτὸς ὁ ὄφις τότε, ἀλλὰ προσηνὴς καὶ ἥμερος, οὐχὶ

φοβερὸν ἐπικυμαίνων τῇ γῇ καὶ ἐφέρπων, ἀλλ' ὑψηλὸς ἐπὶ

80

ποδῶν βεβηκώς.

Ἐκεῖ ἔθετο τὸν ἄνθρωπον ὃν ἔπλασεν. ἀλλαχοῦ ἔπλασε

κἀκεῖ εἰσήγαγεν. ὡς τοὺς φωστῆρας ἐποίησεν ὁ θεὸς καὶ

ἔθετο αὐτοὺς ἐν τῷ στερεώματι, οὕτω καὶ τὸν ἄνθρωπον

ἔπλασε μὲν χοῦν ἀπὸ τῆς γῆς, ἔθετο δὲ ἐν τῷ παραδείσῳ.

σημείωσαι δὲ ὅτι οὐκ εἴρηται ὃν ἐποίησεν, ἀλλ' Ὃν ἔπλασεν.

ὃν μὲν γὰρ ἐποίησεν, ὁ κατ' εἰκόνα ἐστίν· οὗτος δὲ ἀσώματος.

τὸ δὲ ἀσώματον τόπῳ οὐ περιγράφεται. ἀκολουθεῖ μὲν γὰρ

τῷ πλάσματι τὸ ποίημα, τουτέστι τῷ σώματι ἡ ψυχή. ὁμοῦ

γάρ ἐστι τὸ σύνθετον, ἀλλὰ προηγουμένως μὲν τῶν σωμάτων

ὁ τόπος, ἡ δὲ ψυχὴ κατ' ἐπακολούθημά ἐστιν ἐν τόπῳ διὰ τῆς

πρὸς τὸ σῶμα σχέσεως, οὐκ ἐκ τῆς οἰκείας φύσεως ἐμπεριγρα-

φομένη τόποις [τῷ σώματι].

Ἆρά σε εὔφρανα ἐκ τῶν ἐν τῷ παραδείσῳ τερπνῶν ἢ

ἐλύπησα πλέον τῇ τῶν φθαρτῶν παραδόσει; πάντως γάρ που

ἡ διάνοια ὑψηλὰ καὶ μετέωρα καὶ ὑπερκόσμια φρονοῦσα, οἷα

δὴ τὸ πολίτευμα ἔχουσα ἐν οὐρανοῖς καὶ πρὸς τὴν ἄνω

βλέπουσα ἀξίαν, τῆς ἐπαγγελίας ἐνενόει καὶ περιεσκόπει

ἀκούσεσθαί τι τῶν ἐπηγγελμένων [ταῖς ἐπαγγελίαις] ἡμῖν

81

ἀγαθῶν, Ἃ οὔτε ὀφθαλμὸς εἶδεν οὔτε οὖς ἤκουσεν οὔτε ἐπὶ

καρδίαν ἀνθρώπου ἀνέβη. εἰ ὀφθαλμὸς οὐκ εἶδεν, τίς ὁ

διηγούμενος; εἰ οὖς οὐκ ἤκουσεν, πῶς τὸ σὸν ὑποδέξεται;

εἰ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, πῶς ἡ διάνοια ἡμῶν

λάβῃ; οὔτε τὰ σωματικὰ ἐκβάλλομεν καὶ τὰ πνευματικὰ

ἐπιζητοῦμεν. ὡς γὰρ ἐπὶ τοῦ νόμου ἦν μὲν καὶ τὸ αἰσθητόν,

ἀλλὰ τύπον ἐποίει τοῦ νοητοῦ, οὕτω καὶ τὸν παράδεισον

νοοῦμεν μὲν σωματικῶς, ἀλληγοροῦμεν δὲ πνευματικῶς.

Ἐφύτευσεν ὁ θεὸς παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολάς.

τὰ ὀνόματα τῶν φυτῶν σεσιώπηται, ὁ δὲ τόπος ἐν ᾧ ἐφύτευσε

παραδέδοται· Ἐν Ἐδέμ, φησίν, ἐφύτευσεν, τουτέστιν ἐν

τρυφῇ· Ἐδὲμ γὰρ τρυφὴ ὀνομάζεται. ἆρα οὖν τρυφὴν τὴν

διὰ στόματος ἀπόλαυσιν ὀνομάζει τῇ κοιλίᾳ παραδεδομένην

ἧς τέλος ὁ ἀφεδρών, καὶ τρυφὴν παραδέδωκε τὴν ἀπολλυ-

μένην καὶ τοῦτό ἐστιν ἡ παρὰ θεοῦ χάρις, γαστρὸς πλήρωσις

καὶ εὐπάθεια σώματος καὶ διάχυσις ἡδονὴν ἐμποιοῦσα; ἢ

τοῦτο μὲν οὐδὲ εἰπεῖν εὐσεβές. ἀκολασίας γάρ που καὶ

ὕβρεως καὶ πάντων ὁμοῦ τῶν ἀπηγορευμένων ἐφόδιον

ὑπερπιαίνειν τὸ σῶμα καὶ καταβαπτίζειν τὴν ψυχὴν εὐκατά-

φορον ποιοῦντα πρὸς ἁμαρτίαν. οὐκοῦν τρυφὴν νοήσωμεν

ἀξίαν θεοῦ, ἵνα καὶ τὴν φυτείαν πρέπουσαν τῇ γεωργίᾳ θεοῦ

82

διδαχθῶμεν. τίς οὖν δύναται γενέσθαι τρυφὴ ἁγίοις ἁρμόζου-

σα; Κατατρύφησον τοῦ κυρίου, καὶ δώσει σοι τὰ αἰτήματα

τῆς καρδίας σου.

Ἐπεὶ οὖν ἄπειρον τὸ κάλλος τῆς ἀρετῆς ἀπὸ τῆς πολυποικί-

λου σοφίας τοῦ θεοῦ τὴν ἀρχὴν ἔχον, διὰ τοῦτο γέγραπται ὅτι

Ἐφύτευσεν ὁ θεὸς παράδεισον οὐχὶ κατὰ ἀνατολήν, ἀλλὰ

Κατὰ ἀνατολάς. ἕκαστον γὰρ τῶν πεφυτευμένων παρὰ τοῦ

κυρίου φυτῶν ἐν ἰδίῳ φωτὶ κεκαλλωπισμένον ἐξήστραπτεν.

ἐκεῖ Τοῦ ποταμοῦ τὰ ὁρμήματα τοῦ εὐφραίνοντος τὴν πόλιν

τοῦ θεοῦ· ἀλλαχοῦ Χειμάρρους τρυφῆς ὀνομάζεται, τρέφων

καὶ αὔξων τῶν φυτῶν τὰ οὐράνια κάλλη, ὅστις ἐν τοῖς ἑξῆς

λέγεται Ποταμὸς ὁ πορευόμενος ἐξ Ἐδὲμ ποτίζειν τὸν

παράδεισον.

Ἐν μὲν οὖν τοῖς κατόπιν ἐλέγετο ὅτι πρότερον τὴν κτίσιν

πληρώσας οὕτως ἐπεισήγαγεν εἰς ἀρχὴν καὶ δεσποτείαν

τὸν ἄνθρωπον, νῦν δὲ τὸ ἐναντίον πρότερον ἔπλασε τὸν

ἄνθρωπον καὶ τότε ἐφύτευσε τὸν παράδεισον. ἡ δὲ αἰτία ὅτι

ἐκεῖ μέν, ἵνα πλήρει τῷ οἴκῳ τὸν οἰκοδεσπότην ἐπεισαγάγῃ

καὶ μὴ πένητα κτίσας ὕστερον αὐτῷ τὴν εὐπορίαν χαρίσηται,

ἐνταῦθα δὲ τὴν ἐκ προκοπῆς τελείωσιν αὐτῷ χαριζόμενος

ἀλλαχοῦ ἔκτισε καὶ ὕστερον ἐγκατοικίζει τῷ παραδείσῳ, ἵνα

τὸ διάφορον καταμαθὼν τῆς τε ἔξω ζωῆς καὶ τῆς ἐν παρα-

δείσῳ διαγωγῆς ἐκ τῆς συγκρίσεως ἑκατέρων γνωρίσῃ μὲν

τοῦ κάλλους τὴν ὑπεροχήν, φοβηθῇ δὲ τῆς ἐκπτώσεως τὴν

ζημίαν.

83

Ἵνα δὲ νοήσῃς φυτείαν ἀξίαν τῆς τοῦ θεοῦ χειρός, μνήσθητι

τῶν ἐν τῷ εὐαγγελίῳ παρὰ τοῦ κυρίου εἰρημένων ὅτι Πᾶσα

φυτεία ἣν οὐκ ἐφύτευσεν ὁ πατήρ μου ὁ οὐράνιος ἐκριζωθή-

σεται. ἐξ ἐκείνης εἰσὶ τῆς φυτείας οἱ Πεφυτευμένοι ἐν τῷ

οἴκῳ κυρίου καὶ ἐν ταῖς αὐλαῖς τοῦ θεοῦ ἐξανθοῦντες. καὶ

πάλιν ἐν τῷ προφήτῃ· Ἐγὼ ἐφύτευσά σε ἄμπελον καρποφόρον

πᾶσαν ἀληθινήν. ἀποτολμᾷ καὶ λέγει ὁ μιμητὴς τοῦ Χριστοῦ

ὅτι Θεοῦ συνεργοί ἐσμεν· θεοῦ γεώργιόν ἐστε· Ἐγὼ ἐφύτευσα,

Ἀπολλῶς ἐπότισεν, ὁ δὲ θεὸς ηὔξανεν. καὶ ὁ δίκαιος ὡμοίωται

τῷ ξύλῳ τῷ πεφυτευμένῳ παρὰ τὰς διεξόδους τῶν ὑδάτων,

ὃ τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ καὶ τὸ φύλλον

αὐτοῦ οὐκ ἀπορρυήσεται· καὶ Δίκαιος ὡς φοῖνιξ ἀνθήσει·

καὶ Ἄμπελον ἐξ Αἰγύπτου μετῆρας, ἐξέβαλες ἔθνη καὶ

κατεφύτευσας αὐτήν.

Πειράθητι τοίνυν διὰ τῶν τοιούτων διδαγμάτων ἐν περινοίᾳ

γενέσθαι ἐκείνου, ἵνα γένῃ κατὰ τὰς αὐγὰς τοῦ θείου φωτός,

ἐν οἷς τὸ φῶς τῆς γνώσεως ἀνατέλλει ὡς ὁ παράδεισος τῆς

τρυφῆς φυτευόμενος. κἂν χωρίον δέ τι νοῇς δεκτικὸν τῶν

ἁγίων, ἐν ᾧ πάντες οἱ ἐπὶ γῆς διαλάμψαντες ἐν ἔργοις ἀγαθοῖς

ἀπολαύοντες τῆς τοῦ θεοῦ χάριτος καὶ τῆς θείας καὶ νοητῆς

τερπνότητος διαιτῶνται, οὐκ ἀποπίπτεις τῆς πρεπούσης περὶ

αὐτοῦ εἰκασίας. ἐκεῖ γ' οὖν ἐρριζωμέναι τινὲς καὶ παγίως

ἐρηρεισμέναι ἀγαθαὶ δυνάμεις, λειτουργοὶ τῶν ἁγίων, αἷς

ὁ ἄνθρωπος παρεδόθη ἀρτιγενὴς ὢν καὶ πολλῆς δεόμενος

84

συγγυμνασίας πρὸς τὴν τελείωσιν. ἐν ᾧ τὸ σύστημα τῶν

ἁγίων, ἐν ᾧ αἱ ἀνατολαὶ τοῦ φωτός, ἐν ᾧ ἡ τρυφὴ τῆς

ψυχῆς, ἐκεῖ ἔθετο ὁ θεὸς τὸν ἄνθρωπον. εἰ σάρκινος εἶ, ἔχεις

τὴν ὑπογραφὴν τοῦ σωματικοῦ ἐκείνου καὶ τὴν ἡδίστην

ἐμφόρησιν· εἰ μεγάλην ἡγῇ τὴν ἀπόλαυσιν τῶν αἰσθητῶν,

ἐπείγου πρὸς ταύτην, ἐν ᾗ χορηγία τρυφῆς ἀδιάλειπτος. εἰ

πνευματικὸς εἶ καὶ ὑψηλότερα φρονεῖς τῶν σωματικῶν

ἀπολαύσεων, ἀνάβηθι τῇ διανοίᾳ πρὸς τὰ κάλλη τῶν ἀγγέλων

καὶ κατάμαθε τοὺς ἐν αὐτοῖς τῆς δικαιοσύνης καρπούς,

θέασαι τὸν ποταμὸν τοῦ θεοῦ τὸν πεπληρωμένον ὑδάτων, οὗ

Τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ θεοῦ, ἐκείνην τὴν

πόλιν, Ἧς τεχνίτης καὶ δημιουργὸς ὁ θεός. ἐκείνην τὴν

πόλιν διαρρέει ὁ ποταμὸς τοῦ θεοῦ οὗτος ὁ ἀρχόμενος ἐξ

Ἐδὲμ ὁ ποτίζων τὸν παράδεισον. πάντα ταῦτα τῇ διανοίᾳ

καταμαθὼν δόξαζε τὸν θεόν, ὅτι αὐτῷ πρέπει ἡ δόξα εἰς τοὺς

αἰώνας τῶν αἰώνων. ἀμήν.

Παλαιοῦ χρέους ἔκτισιν ἀποπληρώσων ἥκω, οὗ τὴν ἀπόδοσινἀνεβαλόμην οὐκ ἀγνωμοσύνῃ προαιρέσεως ἀλλ' ἀσθενείᾳ σώματος,χρέος ἀναγκαιότατον καὶ ὀφειλόμενον ὑμῶν τῇ ἀκροάσει. καὶ γὰρἂν εἴη ἄδικον τὰ περὶ θηρίων καὶ νηκτῶν καὶ κτηνῶν καὶ πτηνῶν,οὐρανοῦ τε καὶ τῶν κατ' οὐρανόν, περί τε γῆς καὶ τῶν ἐν τῇ γῇδιδαχθέντας ἡμᾶς μὴ καὶ τὰ περὶ τῆς ἡμετέρας γενέσεως ἐκ τῆςθεοπνεύστουγραφῆς φωτισθῆναι. ὥσπερ γὰρ οἱ ὀφθαλμοὶ ἡμῶν τὰ ἔξω βλέ-ποντες ἑαυτοὺς οὐχ ὁρῶσιν, ἐὰν μή που λείου τινὸς ἅψωνται στε-ρεοῦ κἀκεῖθεν ἀνακλασθεῖσα ἡ ὄψις ὥσπερ ἀπὸ παλιρροίας ὁρᾶν αὐτοὺςποιήσῃ τὰ ἑαυτῶν κατόπιν, οὕτως καὶ ὁ νοῦς ὁ ἡμέτερος ἄλλως ἑαυτὸνοὐ βλέπει, ἐὰν μὴ ταῖς γραφαῖς ἐγκύψῃ. τὸ γὰρ ἐνταῦθα φῶςἀνακλώμενον τοῦ καθορᾶσθαι ἕκαστον ἡμῶν αἴτιον γίνεται,ἐπεὶ ἀσύνετοί ἐσμεν ἑαυτῶν καὶ ἀπερίοπτοι ἔτι τῆς ἡμετέρας κατα-σκευῆς ὅπερ ἐσμὲν καὶ τί ἐσμεν ἀγνοοῦντες. ἀμελέστατα γὰρἑαυτῶν διακείμεθα τῶν προχείρων τῆς κτίσεως καὶ τῶν μικροτάτωντῶν ἐν ἡμῖν γνῶσιν οὐκ ἔχοντες. καίτοι πολλαὶ πραγματεῖαι περὶ τὸσῶμα τὸ ἡμέτερον καὶ οὐκ ὀλίγοι τῶν πρὸ ἡμῶν περὶ τοῦτο τὴνπᾶσαν ἑαυτῶν σπουδὴνκατηνάλωσαν, κἂν ἰατρικὴν ἐπέλθῃς, ἑυρήσεις ὅσα περὶ τῆς χρείας τῶνἡμετέρων μορίων ἡμῖν διηγεῖται, ὅσας περὶ τῆς ἔνδοθεν ἡμῶν κατα-σκευῆς ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσιν ἐξεῦρε κεκρυμμένας ὁδοὺςσυνυπαρχούσας ἐν τῷ ἀφανεῖ καὶ διαφόρους ἐνεργείας πρὸς μίαν σύμ-πνοιαν τὴν τοῦ σώματος· ὀχετοὺς πνεύματος, ὑδραγωγίας αἵματος,ἀναπνοῆς ὁλκήν, οἴκησιν ἑστίας τοῦ θερμοῦ ἐπὶ τῆς καρδίας, κίνησινδιαρκῆ τοῦ περικαρδίου πνεύματος. μυρία ἄλλα παρ' ἐκείνοις πεφι-λοσόφηται, ὧν οὐδεὶς ἡμῶν ἐστιν ἔμπειρος τῷ μηδεμίαν σχολὴνἀπονεῖμαι τῷ μέρει τούτῳ τῆς ἐξετάσεως μηδὲ γνῶναι ἑαυτὸν ἕκαστοςὅστις ἐστίν. εὔκολοί ἐσμεν γνῶναι οὐρανὸν μᾶλλον ἢ ἑαυτούς. ὥστεμὴ καταφρόνει τοῦ ἐν σοὶ θαύματος· μικρὸς μὲν γὰρ εἶ,ὡς νομίζεις, μέγαν δὲ ἐπερχόμενος ὁ λόγος εὑρήσει σε. διὰ τοῦτοὁ σοφὸς Δαβὶδ εἰδὼς ἀκριβῶς ἑαυτὸν ἐξετάζειν Ἐθαυμαστώθη, φησίν,ἡ γνῶσίς σου ἐξ ἐμοῦ, τουτέστι τὴν γνῶσιν τὴν περὶ τῶν σῶν θαυμα-σίων ἐξευρεῖν ἠδυνήθην. πόθεν; Ἐξ ἐμοῦ· τὴν γὰρ τέχνην τὴν ἐνἐμοί, ὅσῃ σοφίᾳ κατεσκευάσθη μου τὸ σῶμα, κατανοήσας ἐκ τοῦ μικροῦμὲν θαυμαστοῦ δὲ τούτου κατασκευάσματος τὸν μέγαν δημιουργὸνἐνενόησα. Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν.ἐδείχθη πρώην ἐν παραδρομῇ καὶ ἀρκούντως ἐδείχθη τίς ὁ λόγοςκαὶ πρὸς τίνα ὁ λόγος. ἔχει ἡ ἐκκλησία τὰς περὶ τούτων ἀποδείξεις,μᾶλλον δὲ ἔχει πίστιν ἀποδείξεως βεβαιοτέραν. Ποιήσωμεν ἄνθρω-πον. κατάμαθε σεαυτὸν ἐντεῦθεν ἀρξάμενος. οὔπω περὶ ἄλλου τῶνκατασκευασμάτων ἡ φωνὴ αὕτη ἀνάγραπτος. φῶς ἐγένετο, καὶ ἁπλῷπροῆλθε προστάγματι· εἶπε γὰρ ὁ θεός· Γενηθήτω φῶς. οὐρανός, καὶἄνευ βουλῆς ὑπέστη· φωστῆρες, καὶ οὐδὲν προεβουλεύσατο περὶαὐτῶν θάλασσα καὶ πελάγη ἄπειρα τῇ προσταγῇ παρήχθη εἰς τὸ εἶναι.ἰχθύων γένη παντοδαπὰ τῇ κελεύσει ἐγένετο. θηρία καὶ κτήνη,νηκτὰ καὶ πετεινά· Εἶπε καὶ ἐγένετο. ἐνταῦθα δὲ οὔπω ὁ ἄνθρωποςκαὶ βουλὴ περὶ ἀνθρώπου. οὐκ εἶπεν ὡς περὶ τῶν ἄλλων πάντων·γενηθήτω ἄνθρωπος. ἐντεῦθεν κατάμαθε σεαυτοῦ τὸ τίμιον· οὐπροσέρριψέ σου τὴν γένεσιν προστάγματι, ἀλλὰ βουλευτήριον συνέστητῷ θεῷ περὶ σοῦ πῶς μέλλει τὸ τίμιον ζῷον ἐν τῷ βίῳ παράγεσθαι·Ποιήσωμεν γάρ φησιν. ὁ σοφὸς βουλεύεται, ὁ τεχνίτης ἐνθυμεῖται.ἆρά τι λείπει αὐτοῦ τῇ τέχνῃ καὶ ἐκ τῆς μερίμνης βούλεται ἀπηρτισμέ-νον αὐτοῦ ποιῆσαι τὸ φιλοτέχνημα; οὐχί· ἀλλ' ἵνα σοι δείξῃ μόνονὅτι τέλειος εἶ παρὰ θεῷ. Ἔμαθες μὲν οὖν ὅτι δύο τέως πρόσωπα ἐπὶ θεοῦ, ὁ λέγων καὶ πρὸς ὃνὁ λόγος. διὰ τί δὲ οὐκ εἶπε· ποιήσω ἄνθρωπον, ἀλλά· Ποιήσωμεν; ἵνανοήσῃς τὴν ἴσην δεσποτείαν, ἵνα μὴ τὸν πατέρα ἐπιγινώσκων τὸν υἱὸνἀγνοῇς, ἵνα εἰδῇς ὅτι πατὴρ ἐποίησε διὰ υἱοῦ καὶ υἱὸς ἔκτισε πατρῴῳθελήματι, καὶ δοξάσῃς πατέρα ἐν υἱῷ καὶ υἱὸν ἐν πνεύματι ἁγίῳ.οὕτω κοινὸν γέγονας ἔργον, ἵνα καὶ κοινὸς προσκυνητὴς ἀμφοτέρωνᾖς μὴ σχίζων τὴν προσκύνησιν, ἀλλ' ἑνῶν τὴν θεότητα. ὁρᾷς ἱστορίανμὲν ἁπλῆν τῷ σχήματι, θεολογίαν δὲ ἀκραιφνῆ τῷ νοήματι. μετὰγὰρ τὸ Ποιήσωμεν ἐπήγαγε· Καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον.οὐκ εἶπεν· ἐποίησαν τὸν ἄνθρωπον, ἵνα μὴ πολυθεΐας λάβῃς ἀφορμάς.εἰ γὰρ πληθυντικῶς παρεισήχθη καὶ ἡ ποίησις, ἀφειδεῖς ἂν ἐγένοντοοἱ ἄνθρωποι πρὸς τὸ πολλὰ πλήθη θεῶν ἑαυτοῖς ἐπιγράψαι. πρῶτονμὲν γάρ· Ποιήσωμεν ἄνθρωπον, ἵνα γνωρίσῃς πατέρα καὶ υἱὸν καὶἅγιον πνεῦμα· ἔπειτα δέ· Καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, ἵναθεὸν ἕνα τὰ τρία πρόσωπα νοήσῃς οὐ τὰς ὑποστάσεις ἑνοποιῶν, ἀλλὰτὴν μίαν οὐσίαν καὶ δύναμιν λογιζόμενος καὶ μίαν δόξαν ἔχῃςμὴ μεριζόμενος περὶ τὴν προσκύνησιν μηδὲ εἰς πολυθεΐαν ἐμπίπτων.οὐ γὰρ εἶπε· καὶ ἐποίησαν οἱ θεοὶ τὸν ἄνθρωπον, ἀλλά· Ἐποίησενὁ θεός. εἰ γὰρ καὶ ἰδία μὲν ὑπόστασις πατρὸς ἰδία δὲ υἱοῦ καὶἰδία πνεύματος ἁγίου, ἀλλ' οὐχὶ καὶ τρεῖς θεοί, ὅτι μία καὶ ἡαὐτὴ ἡ ἐν τοῖς τρισὶ νοουμένη οὐσιώδης θεότης. ἣν γὰρ βλέπωἐν πατρὶ θεότητα, ταύτην καὶ ἐν υἱῷ, καὶ ἣν ἐν υἱῷ, ταύτην