The Greek Library Catalogue

Anonymous

De creatione hominis sermo alter

Edition reference
De creatione hominis sermo alter (recensio C) [Sp.], ed. Hörner, op. cit., suppl., 41a–72a.
CTS identifier
urn:cts:greekLit:tlg2017.tlg038.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

43a

ἧς κατεσκεύασται, ὡς οὐδέν τι κατὰ τὴν ἰδίαν φύσιν λογιζόμενος,

τὸ δὲ διὰ τὴν τιμήν, ἣν τετίμηται, ὡς μέγα ἐν ἀληθείᾳ διὰ τὸ Κατ'

εἰκόνα καὶ τὸ Καθ' ὁμοίωσιν κρινόμενος.

Καὶ ἔλαβεν ὁ θεός. ἀλλὰ πῶς ἐκεῖ μὲν ἐν τοῖς κατόπιν· Καὶ

ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, ἐνταῦθα δὲ ἄνωθεν πάλιν

ἀνθρώπου γένεσις ἱστορεῖται, ὡς μήπω μηδὲν περὶ ἀνθρώπου

δεδιδαγμένων τάχα ἡμῶν; λέγει γάρ· Καὶ ἔλαβεν ὁ θεὸς χοῦν

ἀπὸ τῆς γῆς καὶ ἔπλασε τὸν ἄνθρωπον. ἤδη τινὲς ἔφασαν τὸ μὲν

Ἔπλασεν ἐπὶ τοῦ σώματος εἰρῆσθαι, τὸ δὲ Ἐποίησεν ἐπὶ τῆς

44a

ψυχῆς, καὶ ἴσως οὐκ ἔξω τῆς ἀληθείας ὁ λόγος. ὅπου μὲν γὰρ ἡ

τοῦ τελείου ἀνθρώπου ποίησις εἴρηται καὶ ὅτι Κατ' εἰκόνα θεοῦ

ἐποίησεν αὐτόν, τὸ Ἐποίησε γέγραπται· ὅπου δὲ λοιπὸν περὶ τῆς

σωματικῆς ἡμῶν ὑποστάσεως καὶ τῆς πλάσεως διηγεῖται, τὸ

Ἔπλασεν εἴρηται. διαφορὰν δὲ ποιήσεως καὶ πλάσεως καὶ ὁ

ψαλμῳδὸς ἐδίδαξεν εἰπών· Αἱ χεῖρές σου ἐποίησάν με καὶ ἔπλασάν

με. ἐποίησαν τὸν ἔσω ἄνθρωπον, ἔπλασαν τὸν ἔξω. καὶ γὰρ πρέπει ἡ

μὲν πλάσις πηλῷ, ἡ δὲ ποίησις τῷ Κατ' εἰκόνα· ὥστε ἐπλάσθη

μὲν ἡ σάρξ, ἐποιήθη δὲ ἡ ψυχή. πρῶτον μὲν εἰπὼν περὶ ψυχῆς ὑποστά-

σεως νῦν περὶ τῆς τοῦ σώματος διαπλάσεως ἡμῖν διαλέγεται. ἔχε καὶ

τοῦτον τὸν λόγον. τίς δὲ ἕτερος; ὅτι τὰ μὲν ἐν κεφαλαίῳ λέγεται, τὰ

δὲ κατὰ τὸν τρόπον ὃν γέγονεν ἡμῖν παραδίδοται. ἄνωθεν μὲν οὖν ὅτι

45a

ἐποίησεν, ὧδε δὲ καὶ πῶς ἐποίησεν. εἰ γὰρ ἁπλῶς εἶπεν ὅτι ἐποίησεν,

οὐκ ἐνδιέτριψε δὲ τῷ τρόπῳ τῆς ποιήσεως, ἐλογίζετο ἂν 〈ἄνθρωπος〉

ὡς τὰ κτήνη, ὡς τὰ θηρία, ὡς τὰ φυτά, ὡς ὁ χόρτος. ἵνα οὖν φύγῃς

τὴν πρὸς τὰ ἀλογώτερα καὶ ἀναισθητότερα κοινωνίαν, τὴν

ἰδιάζουσαν περὶ σὲ τοῦ θεοῦ φιλοτέχνησιν ὁ λόγος παρέδωκεν.

Ἔλαβεν ὁ θεὸς χοῦν ἀπὸ τῆς γῆς καὶ ἔπλασε ταῖς ἰδίαις χερσίν.

ἐνθυμήθητι πῶς ἐπλάσθης· χείρ ἐστι θεοῦ ἡ κατασκευάσασά σε.

τὸ οὖν παρὰ θεοῦ πλασθὲν μὴ μιανθήτω διὰ πονηρίας, μὴ ἀλλοιω-

θήτω διὰ κακίας, μὴ ἐκπέσῃς βίᾳ τῆς συνεχούσης σε χειρὸς τοῦ θεοῦ.

σκεῦος εἶ θεόπλαστον παρὰ θεοῦ γενόμενον· δόξαζε τὸν ποιήσαντα.

οὐδὲ γὰρ ἄλλου τινὸς ἕνεκεν ἐγένου ἢ ἵνα ὄργανον ᾖς ἐπιτή-

δειον τῆς δόξης τοῦ θεοῦ. καὶ ὁ κόσμος οὗτος ὅλος ὥσπερ

τι βιβλίον ἔγγραφον ὑπαγορευόμενον τὴν τοῦ θεοῦ δόξαν τὴν ἀπό-

46a

κρυφον καὶ ἀόρατον καὶ τὴν μεγαλωσύνην αὐτοῦ διαγγέλλον σοι τῷ νοῦν

ἔχοντι εἰς κατανόησιν ἀληθείας. πάντως γὰρ μέμνησαι τῶν εἰρημένων.

Καὶ εὐλόγησεν αὐτοὺς ὁ θεὸς καὶ εἶπεν Αὐξάνεσθε καὶ πληθύνεσθε

καὶ πληρώσατε τὴν γῆν. διπλῆ γὰρ ἡ αὔξησις, ἡ μὲν σώματος, ἡ δὲ

ψυχῆς. σώματος μὲν γὰρ αὔξησις ἡ ἀπὸ μικροῦ εἰς τὸ καθῆκον μέτρον

ἀποκατάστασις, ψυχῆς δὲ αὔξησις ἡ διὰ τῶν μαθημάτων εἰς τελείωσιν

προσθήκη. τὸ οὖν Αὐξάνεσθε ἐπὶ πάντων λεγόμενον τοῖς μὲν ἀλόγοις

ζῴοις κατὰ τὴν τοῦ σώματος τελείωσιν καὶ τὸν ἀπαρτισμὸν τῆς φύσεως

εἴρηται, ἡμῖν δὲ τοῖς λογικοῖς τὸ Αὐξάνεσθε κατὰ τὸν ἔσω ἄνθρωπον κα-

τὰ τὴν προκοπὴν τὴν εἰς θεὸν ἀνάγουσαν. οἷος ἦν Παῦλος τοῖς μὲν ἔμ-

47a

προσθεν ἐπεκτεινόμενος, τῶν δὲ ὄπισθεν ἐπιλανθανόμενος. αὕτη

ἐστὶν ἡ αὔξησις, ἡ τῶν θεωρημάτων τῆς εὐσεβείας ἀνάληψις,

ἡ τοῦ πλείονος ἐπέκτασις, τὸ ἀεὶ ὀρέγεσθαι ἡμᾶς τῶν ὑπὲρ ἡμᾶς

καὶ τὰ προγενόμενα μὲν κατόπιν ἀφιέναι, τὰ λείποντα δὲ τῆς εὐσεβείας

ταῦτα ὅση δύναμις ἐπιζητεῖν. οἷος ἦν ὁ Ἰσαάκ, περὶ οὗ ἡ μαρτυρία

ἐκείνη ἀναγέγραπται ὅτι Προβαίνων ὑψοῦτο, μέχρις οὗ μέγας

ἐγένετο. οὐ γὰρ ἀπέστη οὐδὲ μικρὸν αὐξηθεὶς ἀπέμεινεν, ἀλλὰ

προέβαινεν ἀεὶ διαβήμασι μεγάλοις ἀναβαίνων ἐπὶ τῆς ἀρετῆς·

διέβη μεγάλῳ βήματι τὴν σωφροσύνην, ἐπέβη τῆς δικαιοσύνης,

ἐκεῖθεν ἐπὶ τὴν ἀνδρείαν ἀνέβη. οὕτω διαβαίνων ἐπὶ τὸ ἄκρον τοῦ

ὕψους τοῦ ἀγαθοῦ κορυφοῦται ὁ δίκαιος. Αὐξάνεσθε οὖν αὔξησιν τὴν

κατὰ θεόν, τελείωσιν τὴν κατὰ τὸν ἐντὸς ἄνθρωπον.

Πληθύνεσθε· ἐκκλησίας ἡ εὐλογία. μὴ ἐν ἑνί, φησί, καὶ δυσὶ περιγραφήτω

48a

ἡ θεολογία, ἀλλ' εἰς πᾶσαν τὴν γῆν κηρυχθήτω τὸ εὐαγγέλιον τῆς

σωτηρίας. Πληθύνεσθε. τίνες; οἱ κατὰ τὸ εὐαγγέλιον γεννώμενοι.

Πληρώσατε τὴν γῆν. τὴν σάρκα τὴν δεδομένην ὑμῖν εἰς ὑπηρεσίαν

πληρώσατε ἀγαθῶν ἔργων· ὀφθαλμὸς πλήρης ἔστω τοῦ ὁρᾶν τὰ

δέοντα· χεὶρ πλήρης ἔστω τῶν ἀγαθῶν ἔργων· πόδες βαδιζέσθωσαν

εἰς ἐπίσκεψιν ἀσθενούντων πορευτικοὶ ὄντες ἐφ' ἃ προσήκει. πᾶσα ἡ

τῶν μελῶν ἡμῶν κατάστασις πλήρης ἔστω τῶν κατὰ τὰς ἐντολὰς

ἐργασιῶν. τοῦτο γάρ ἐστι τὸ Πληρώσατε τὴν γῆν. κοιναὶ μὲν γὰρ

τυχὸν καὶ τοῖς ἀλόγοις αἱ τοιαῦται φωναί, ἰδιάζουσαι δὲ πρὸς τὸν

ἄνθρωπον γίνονται, ὅταν ἡμεῖς τῷ Κατ' εἰκόνα καὶ ᾧ ἐτιμήθημεν

τούτῳ ἀδιαλείπτως χρησώμεθα. ἐκεῖνα μὲν γὰρ σωματικῶς αὔξει,

ἡμεῖς δὲ πνευματικῶς· καὶ τὰ μὲν τῷ πλήθει πληροῖ τὴν γῆν,

ἡμεῖς δὲ ταῖς ἀγαθαῖς ἐργασίαις πληροῦμεν τὴν συνεζευγμένην ἡμῖν

γῆν, τουτέστι τὴν σωματικὴν διάπλασιν.

Ἰδοὺ δέδωκα ὑμῖν πᾶν ξύλον ὃ ἔχει καρπὸν ἐν ἑαυτῷ, ὑμῖν ἔσται

εἰς βρῶσιν. μηδὲν παρατρεχέτω ἡ ἐκκλησία· πάντα νόμιμά ἐστιν.

οὐκ εἶπε· δέδωκα ὑμῖν τοὺς ἰχθύας

49a

εἰς βρῶσιν, δέδωκα ὑμῖν τὰ κτήνη, τὰ πετεινά, τὰ τετράποδα. οὐ

γὰρ τούτου ἕνεκεν ἐκτίσθησαν, ἀλλ' ἡ πρώτη νομοθεσία καρπῶν

ἀπόλαυσιν συνεχώρησεν. ἔτι γὰρ ἐνομιζόμεθα ἄξιοι εἶναι τοῦ

παραδείσου καὶ τῆς ἐν αὐτῷ διαίτης. οἷον δέ ἐστι καὶ τὸ ἐν

τῷ λανθάνοντι παρακείμενον μυστήριον, ὅτι οὐ μόνον ἡμῖν ἀλλὰ

καὶ τοῖς ἀλόγοις πᾶσι ζῴοις ἡ αὐτὴ ἐκ τῶν καρπῶν τῆς γῆς καὶ

τῶν σπερμάτων ὡρίσθη τῷ τότε τροφή. Ἰδού, γάρ φησι,

δέδωκα ὑμῖν πάντα χόρτον σπόριμον σπεῖρον σπέρμα, ὅ ἐστιν

ἐπάνω τῆς γῆς, καὶ πᾶν ξύλον, ὃ ἔχει ἐν ἑαυτῷ καρπὸν σπέρματος

σπορίμου, ὑμῖν ἔσται εἰς βρῶσιν καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς

καὶ πᾶσι τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ παντὶ ἑρπετῷ ἕρποντι

ἐπὶ τῆς γῆς. καὶ μὴν 〈ἂν〉 εἴποι τις· ὁρῶμεν ἀρτίως τὰ πλείονα τῶν

θηρίων καρποῖς μὴ τρεφόμενα. ποίῳ γὰρ καρπῷ ἀνέχεται πάρδαλις

τρέφεσθαι; τίς δὲ καρπὸς δύναται λέοντα θρέψαι; ἀλλ' ἴστω, ὅτι καὶ

50a

ταῦτα τῷ νόμῳ τῆς φύσεως ὑποτεταγμένα καρποῖς τὸ πρὶν

διετρέφετο· ἐπειδὴ δὲ ὁ ἄνθρωπος ἐξεδιῃτήθη καὶ ἐξέβη τοὺς ὅρους

τοὺς δεδομένους αὐτῷ, μετὰ τὸν κατακλυσμὸν εἰδὼς ὁ κύριος

ἀφειδεῖς τοὺς ἀνθρώπους πάντων τὴν ἀπόλαυσιν συνεχώρησε·

φάγεσθε γὰρ ταῦτα ὡς λάχανα χόρτου. ταύτῃ τῇ συγχωρήσει καὶ τὰ

λοιπὰ ζῷα εὐθὺς ἔλαβε τὴν τοῦ σαρκοφαγεῖν ἄδειαν. ἐξ ἐκείνου

λοιπὸν αἱμοβόρος ὁ λέων, ἐξ ἐκείνου καὶ γῦπες † ὁμοῦ τῷ γεννηθῆναι

ζῷα περιεσκόπουν τὴν γῆν· οὔπω γάρ τι ἀπέθανε τῶν παρὰ

θεοῦ σημαινομένων ἢ γενομένων, ἵνα γῦπες τραφῶσιν· οὔτε φύσις

διεχώριζεν, ἀκμαία γάρ· οὔτε θηραταὶ ἀνάλωσαν, οὔπω

γὰρ ἐπιτήδευσις ἀνθρώπων· οὔτε θηρία διέσπα, οὔπω γὰρ ἦν

αἱμοβόρα. (γυψὶ δὲ σύνηθες ἀπὸ νεκρῶν διαιτᾶσθαι.) ὥστε οὔπω ἦν

51a

νεκρά, οὔπω δυσωδία, οὔπω τοιαύτη τροφὴ γυπῶν, ἀλλὰ

πάντες τὰ κύκνων διῃτῶντο καὶ πάντα τοὺς λειμῶνας ἐπενέμετο.

καὶ οἷα ὁρῶμεν κύνας θεραπείας ἕνεκεν πολλάκις ἄγρωστιν

ἐσθίοντας (οὐκ ἐπειδὴ συμφυὴς αὐτοῖς ἐστιν ἡ τροφή, ἀλλ' ἐπειδὴ

ἀδιδάκτῳ τινὶ φύσεως διδασκαλίᾳ ἐπὶ τὸ συμφέρον ἔρχεται τὰ

ἄλογα), τοιαῦτα λόγισαι καθεστάναι καὶ τότε τὰ νῦν ὠμοβόρα τῶν

ζῴων χόρτον ἑαυτοῖς τροφὴν ἐπινοεῖν οὐκ ἀλλήλοις ἐπιβουλεύοντα.

ὁποία γὰρ μέλλει εἶναι μετὰ ταῦτα ἡ ἀποκατάστασις, τοιαύτη

πάντως ἦν καὶ ἡ πρώτη γένεσις. ἐπανέρχεται δὲ ὁ ἄνθρωπος ἐπὶ

τὴν παλαιὰν αὐτοῦ καὶ πρώτην κατάστασιν τῆς πονηρίας ἀφέμενος,

τῆς περὶ τὴν γεηρὰν ταύτην καὶ ὀδυνηρὰν ζωὴν μοχθηρίας, τῶν περὶ

τὰ βιωτικὰ ταῦτα τὰ τὴν ψυχὴν συνθολοῦντα φροντίδων καὶ μεριμνῶν.

ταῦτα οὖν πάντα ἀποθέμενος ἐπὶ τὸν ἐν παραδείσῳ ὑποστρέφει βίον

ἐκεῖνον τὸν ἀδούλωτον τοῖς πάθεσι τῆς σαρκός, τὸν ἐλεύθερον, τὸν

ἀγγέλοις σύντροφον, τὸν οἰκεῖον θεῷ.

Ταῦτα δὲ εἴρηται ἡμῖν, οὐκ ἐπειδὴ τὸν ἄνθρωπον ἀποκλείειν θέλομεν

τῆς συγκεχωρημένης παρὰ θεοῦ χρήσεως τῶν βρωμάτων, ἀλλ'

ἵνα τὸν πρώην μακαρίσωμεν χρόνον. οἵα ἦν ἡ τότε ζωή,

ὅπως ἀπροσδεής, ὅπως ὀλιγαρκής. πῶς βραχέα πάνυ καὶ

εὐπόριστα τὰ πρὸς τὴν τοῦ βίου διαγωγὴν τοῖς ἀνθρώποις

συντείνοντα καὶ πῶς τὸ ποικίλον τῆς διαίτης ἡμῖν ὕστερον ἡ τῆς

52a

ἁμαρτίας συνεισήνεγκεν αἰτία. ἐπειδὴ γὰρ τῆς ἀληθινῆς τρυφῆς

τῆς ἐν τῷ παραδείσῳ ἐξεπέσαμεν, νενοθευμένας τρυφὰς ἑαυτοῖς

ἐπενοησάμεθα· καὶ ἐπειδὴ οὐκέτι βλέπομεν τὸ ξύλον τῆς ζωῆς οὐδὲ

τῷ κάλλει ἐκείνου ἐναβρυνόμεθα, ἐδόθησαν ἡμῖν εἰς ἀπόλαυσιν

μάγειροι λοιπὸν καὶ ἀρτοποιοὶ καὶ πεμμάτων ποικιλίαι καὶ θυμια-

μάτων καὶ τοιαῦτά τινα παραμυθούμενα ἡμῶν τὴν ἐκεῖθεν ἔκπτωσιν.

ὥσπερ οἱ νοσοῦντες, ὅταν καταβληθῶσιν ὑπὸ χαλεπῆς ἀρρωστίας,

μὴ δυνάμενοι μετέχειν τῆς συνήθους τῶν βρωμάτων ἀπολαύσεως

ὀσφραντοῖς καὶ τοιούτοις τισὶ παρὰ τῶν ἰατρῶν δεξιώμασι τὰς παρη-

γορίας λαμβάνουσιν· ἐπειδὴ γὰρ τῶν στερεωτέρων ἐκπεπτώκασιν,

εἰς ἀπόλαυσιν σύμμετρον τῇ ἀσθενείᾳ τούτων οἱ κολακεύοντες αὐτῶν

τὰς αἰσθήσεις περινοοῦσι τὴν θεραπείαν. πλὴν ἀλλὰ καὶ νῦν οἱ βουλό-

μενοι κατὰ μίμησιν τῆς ἐν τῷ παραδείσῳ ζωῆς ἄγειν ἑαυτοὺς φεύγωμεν

ὁλοσχερῶς ταύτην τὴν πολύυλον τῶν βρωμάτων ἀπόλαυσιν, ἐπ' ἐκεῖνον

δὲ τὸν πρότερον βίον, καθ' ὅσον ἐστὶ δυνατόν, ἀναγώμεθα καρποῖς

καὶ σπέρμασι καὶ ἀκροδρύοις χρώμενοι πρὸς ἀρκοῦσαν διατροφήν,

εἴ τι δὲ περιττὸν τούτων ὡς οὐκ ἀναγκαῖον ἀποπεμπόμενοι. οὐχ ὅτι

53a

βδελυκτά· ἐκ θεοῦ γὰρ πάντα γεγένηται· ἀλλ' ὅτι βλαβερὰ διὰ τὴν

σαρκικὴν εὐπάθειαν.

Καὶ κατέπαυσεν ὁ θεὸς ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ τῇ ἡμέρᾳ τῇ

ἑβδόμῃ. λεγέτωσαν ἀριθμητικοὶ καὶ οἱ περὶ τὰ τοιαῦτα ἐσχολακότες

καὶ τὴν τοιαύτην σοφίαν ἀντὶ μεγάλου τινὸς κατορθώματος προβεβλη-

μένοι, οἱ μὲν ὅτι συγγενὴς τῇ τοῦ κόσμου κτίσει ὁ ἓξ ἀριθμός, οἱ δὲ ὅτι

πολύγονός ἐστι καὶ πολλὰ σχήματα ἀριθμῶν τίκτων ἀφ' ἑαυτοῦ καὶ

ὅτι τέλειος τοῖς ἑαυτοῦ μέρεσι καὶ ὅσα ἄλλα περὶ τῆς ἑξάδος ἐν ταῖς

σχολικαῖς διαλέξεσιν ἀριθμητικοὶ διηγοῦνται. λεγέτωσαν καὶ περὶ τῆς

ἑβδομάδος, ὅτι στείρωσίς ἐστιν ἐν τῷ ἑβδόμῳ· οὔτε γὰρ γεννᾷ ἄλλον ἀφ'

ἑαυτοῦ οὔτε παρ' ἑτέρου γεννᾶται ὁ ἑπτὰ ἀριθμός. ἡμεῖς δέ, ἵνα μὴ εἰς

πολύυλον μετενεχθέντες λόγον ἔξω γενώμεθα τῆς πρὸς ὑμᾶς διαλέξεως,

ἐπὶ τὰ εὐγνωμονέστερα χωρήσομεν καὶ ἀναγκαιότερα. εἰ δέ τις καὶ περὶ

ἐκεῖνα ἔχει τινὰ ἐμπειρίαν, ἴστω ὅτι καὶ παρ' ἡμῖν ὁ τούτων θησαυρὸς

54a

ἐναπόκειται. οὐ φρονοῦμεν δὲ τούτοις μέγα διὰ τὸ ἐκ τῆς

τοῦ κόσμου ταῦτα εἶναι σοφίας, ἃ περιφρονεῖν μᾶλλον ἡμεῖς

ὡς μικρὰ καὶ ἀσυντελῆ πρὸς ἀρετὴν ἀλλ' οὐκ ἐπιδείκνυσθαι ἐντετάλ-

μεθα. ἵνα γοῦν δείξωμεν αὐτοῖς ὅτι τὰ ἐκείνων περισπούδαστα

ἡμῖν ἐστιν εὐκαταφρόνητα, τοὺς μὲν τοιούτους λόγους σιωπῇ παραδρά-

μωμεν, τοῖς δὲ μετὰ χεῖρα καὶ ὠφελιμωτέροις ἐμφιλοχωρήσωμεν.

ἅμα δὲ καὶ οὐδὲ τῷ κοινῷ καὶ ἰδιώτῃ λαῷ εὔληπτος ἡ τῶν τεχνικῶν

ἐκείνων καὶ σοφιστικῶν λόγων θεωρία. πάρεστι δὲ ἡ ἐκκλησία οὐ

παραδόξων λόγων ἀκρόασιν ἐκδεχομένη, ἀλλὰ τῶν ἐπ' οἰκοδομῇ

οἰκείᾳ θεωρημάτων ἐπιζητοῦσα τὰς λύσεις.

Τετίμηται τοίνυν ἡ ἑβδόμη ἡμέρα, τὸ σάββατον, κἀντεῦθεν ὁ

ἕβδομος παρὰ Ἰουδαίοις ἀριθμὸς τίμιος· ἐν ᾧ αἱ σκηνοπηγίαι, αἱ

σάλπιγγες, ἡ ἡμέρα τοῦ ἱλασμοῦ. καὶ ἐνιαυτὸς δὲ ὁ ἕβδομος

55a

παρ' ἐκείνοις τίμιος ὁ τῆς ἀφέσεως λεγόμενος. ἐξῆν μὲν γὰρ αὐτοῖς ἓξ

ἔτη ἐργᾶσθαι τὴν γῆν, τῷ δὲ ἑβδόμῳ ἐνιαυτῷ τοῖς αὐτομάτοις ἀρκεῖ-

σθαι, ὅτε εἶχον τὴν γῆν τῆς ἐπαγγελίας. ἓξ ἔτη ἐδούλευεν ὁ Ἑβραῖος

καὶ τῷ ἑβδόμῳ ἀφεῖτο τῆς δουλείας. ἑβδομηκοστῷ ἔτει ἐλύθη παρ'

αὐτοῖς ἡ αἰχμαλωσία. ὡσαύτως ἔστιν ἰδεῖν καὶ τὰ ἡμέτερα. Ἑπτάκις,

φησί, πεσεῖται ὁ δίκαιος καὶ ἀναστήσεται. οὕτως οἰκειούμεθα καὶ

ἡμεῖς τὴν ἑβδομάδα. ἕβδομος ἀπὸ γενέσεως οὐκ εἶδε θάνατον·

μυστήριον τοῦτο ἐκκλησίας. ἕβδομος ἀπὸ Ἀβραὰμ Μωυσῆς

νόμον ἔλαβε. τοῦτο μεταβολὴ βίου, ἀνομίας ἀνάλυσις, δικαιοσύνης

εἴσοδος, θεοῦ ἐπιδημία, εὐταξία εἰς κόσμον, νομοθέτησις τῶν

πρακτέων. ἑβδομηκοστῇ καὶ ἑβδόμῃ γενεᾷ ἀπὸ Ἀδὰμ ὁ Χριστὸς

ἐφάνη. οἶδε τὸ μυστήριον τῆς ἑβδομάδος Πέτρος· Ποσάκις

ἁμαρτήσει ὁ ἀδελφός μου εἰς ἐμὲ καὶ ἀφήσω αὐτῷ; ἕως ἑπτάκις;

56a

ἀπεκρίθη ὁ διδάσκαλος καὶ οὐδ' αὐτὸς ἀπέστη τοῦ ἑπτά, ἀλλ' εἶπε μὲν ὡς

ᾔδει ὁ μαθητής, ὑπερέβαλε δὲ τῷ πλούτῳ ὁ δεσπότης· Ποσάκις ἁμαρτή-

σει καὶ ἀφήσω; οὐκ εἶπεν· ἕως ἑξάκις ἢ ἕως ὀκτάκις. εἶτα ἐπήγαγεν Ἕως

ἑβδομηκοντάκις ἑπτά. οὐκ εἰς ἄλλον μετέπεσε τῇ αὐξήσει ἀριθμόν. οὐκ

εἶπεν· ἑκατοντάκις ἑκατόν, ἀλλὰ τὸν ἑπτὰ ἐπολυπλασίασεν. οὔτε ὁ

Πέτρος ἄλλον ἠρώτησεν ἀριθμὸν οὔτε ὁ κύριος ἐξέβη τοῦ κανόνος

τοῦ ἑβδοματικοῦ. παρετήρησεν ὁ Πέτρος ὅ τι κανὼν παραδόσεως

ἀρχαῖός ἐστι, τὴν ἑβδομάδα ἔμφασιν ἔχειν τινὸς ἀφέσεως ἁμαρτη-

μάτων, ἀναπαύσεως τελείας, οὗ σημεῖον τὸ σάββατόν ἐστιν, ἡ ἑβδόμη

ἀπὸ γενέσεως ἡμέρα. ὁ Πέτρος ἑπτάκις, ὁ κύριος ἑβδομηκοντάκις

ἑπτά.

Ἀλλὰ καὶ αἱ ἁμαρτίαι τὸ παλαιὸν κατὰ τοῦτον ἐκδικοῦνται τὸν

ἀριθμόν. Οὐχ οὕτως, φησὶν ὁ θεός, πᾶς ὁ ἀποκτείνας Κάϊν ἑπτὰ

ἐκδικούμενα παραλύσει. οὐδὲ ἐκεῖ ὀκτὼ ἀλλὰ ἑπτά. διὰ τί; μικρὸν

ἀνάμεινον καὶ εὑρήσεις τὸ μυστήριον. ἡ πρώτη ἁμαρτία ἑπτάκις

ἐκδικεῖται, ὁ δεύτερος φόνος τοῦ Λάμεχ ἑβδομηκοντάκις ἑπτά.

ὁμοίως οὖν κἀνταῦθα ἄφεσις παρὰ Πέτρῳ ἑβδόμη ἀναλογοῦσα τῇ

57a

ἐκδικήσει τοῦ Κάϊν καὶ συγχώρησις παρὰ κυρίου ἑβδομηκοντάκις

ἑπτὰ ὡς ἡ κατάκρισις τοῦ Λάμεχ. ὅσον τὸ παράπτωμα, τοσοῦτον καὶ

τὸ χάρισμα· ὅπου ὀλίγη ἡ ἁμαρτία, ὀλίγη καὶ ἡ ἄφεσις· Ὧι γὰρ ἀφῆ-

κεν ὀλίγον, ὀλίγον καὶ ἀγαπᾷ· Ὅπου ἐπλεόνασεν ἡ ἁμαρτία,

ὑπερεπερίσσευσεν ἡ χάρις.

Τί οὖν ἐστι τὸ μυστήριον; ὀγδόη λέγεται ἡμέρα αἰὼν ὁ τῆς κρίσεως,

ἐν ᾧ ὁ ἁμαρτωλὸς ἑπτάκις, ὁ καθ' ὑπερβολὴν ἑβδομηκοντάκις ἑπτὰ

ἐκδικηθήσεται· καὶ ἔμπαλιν ὁ δίκαιος τιμηθήσεται ἑπτάκις, ὁ καθ'

ὑπερβολὴν δίκαιος ἑβδομηκοντάκις ἑπτά. ἡ γὰρ τοῦ θεοῦ φιλανθρωπία

νῦν μὲν δι' αἰνιγμάτων ἡμῖν παραφαίνει τὰ μέλλοντα, τότε δὲ

ἐπὶ τῆς δευτέρας αὐτοῦ παρουσίας ἐναργῆ καὶ τετρανωμένην

παριστᾷ τὴν ἀλήθειαν. δείξει γὰρ τηνικαῦτα τίς τίνων ἐστὶν ἄξιος.

ἑπταπλάσιον ἡμῖν τοίνυν τὴν ἀντίδοσιν χρεωστουμένην τοῖς ἁμαρ-

τωλοῖς συγχωρήσει ὁ κύριος, ἐνταῦθα εἰ διὰ μετανοίας καὶ ἐξομολο-

58a

γήσεως ἐξιλεωθείη παρ' ἡμῶν. ὥστε εἰδότες τὴν φοβερὰν ἐκείνην

ἡμέραν, ἐν ᾗ τεταμίευται τοῖς ἐνταῦθα ἡμαρτηκόσιν ἡ πρὸς ἀξίαν

τῶν ἁμαρτημάτων ἀντιμέτρησις καὶ ἀντισήκωσις, προλαβόντες διὰ

τῆς μετανοίας ἐν ζωῇ ἀναλύσωμεν τὰ ἁμαρτήματα, ἵν' ἐκεῖ τὸν

πολυπλασιασμὸν τῆς ἐπιπόνου καὶ ὀδυνηρᾶς ἀντιδόσεως ἐκφυγεῖν

δυνηθείημεν.

Ἑβδόμην τοίνυν ταύτην ἡμέραν λογισώμεθα ἐκείνης τῆς ὀγδόης

τῆς συντελείας τοῦ αἰῶνος ἀντίτυπον. Καὶ κατέπαυσεν ὁ θεὸς ἀπὸ

τῶν ἔργων αὐτοῦ. οὐκέτι γὰρ ἔργα τοῦ κόσμου ἐν τῇ ἡμέρᾳ ἐκείνῃ,

οὐκέτι γάμοι, οὐκέτι συναλλάγματα, ἐμπορίαι, γεωργίαι οὐκέτι,

ἀλλὰ πᾶσα ἡ κτίσις ἐπτοημένη καὶ ἔντρομος ἕστηκε καὶ ἱδρὼς ἀπὸ

πάντων ἀκατάσχετος καὶ πάντες ὁμοίως ἐναγώνιοι καὶ αὐτοὶ οἱ

παρ' ἡμῖν δίκαιοι, τίς ποτε ἄρα περὶ αὐτῶν ἡ ψῆφος ἐξενεχθήσεται.

κύριος ἐξ οὐρανῶν καὶ οἱ οὐρανοὶ ῥήγνυνται, δύναμις ἀποκαλύπτεται,

59a

πᾶσα ἡ κτίσις ἐν τρόμῳ καὶ συστολῇ. καὶ αὐτοὶ δὲ οἱ ἄγγελοι περι-

δεεῖς τάχα παρίστανται, οὐχ ὅτι περὶ ἁμαρτημάτων οἰκείων δεδίασιν,

ἀλλ' ὅτι ἡ ἔνδοξος καὶ μεγαλοδύναμος τοῦ Χριστοῦ ἐπιφάνεια πᾶσιν

ὁμοίως τοῖς γεννητοῖς τὸν ἐξ ἑαυτῆς ἐμβάλλει φόβον. οὐκ ἀκούεις

τοῦ Ἡσαΐου λέγοντος· Ἐὰν ἀνοίξῃς τὸν οὐρανόν, τρόμος λήψεται

ἀπὸ σοῦ ὄρη· περὶ τῆς ἡμέρας ἐκείνης αἰνιττομένου, ἐν ᾗ θάλασσα

πέπηγεν, ἐν ᾗ ἡ κτίσις σχολάζει, ἡ φύσις νενέκρωται, πᾶσα μέθοδος

διὰ λόγων ἀργὴ πρὸς τὴν ἐξ οὐρανῶν τοῦ θεοῦ ἐπιδημίαν; τότε

ἁρπάζονται μὲν οἱ δίκαιοι ἐπὶ τὰ ἄνω πρὸς οὐρανόν· ὀχήματα γὰρ

αὐτοῖς αἱ νεφέλαι καὶ προπομποὶ τὰ νοερὰ πνεύματα· 〈οἱ〉 ἁμαρτωλοὶ

δὲ κάτω πεσοῦνται τῷ βάρει τῶν ἰδίων πλημμελημάτων πεπεδημένοι

καὶ αὐτοκατάκριτοι ὑπὸ τῆς πονηρᾶς συνειδήσεως.

Ἐκείνην γοῦν τὴν ὀγδόην ἡμέραν αὕτη ἡ ἑβδόμη διασχηματίζει·

Κατέπαυσε, γάρ φησιν, ὁ θεὸς ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ.

οὐκέτι τὰ τοῦ βίου τούτου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ οὐδὲ τὰ παρακολου-

θοῦντα ἐνταῦθα ταῖς σαρκικαῖς καὶ ἀλόγοις ὀρέξεσιν· ἐκοιμήθησαν

ἐπιθυμίαι νεωτερικαί, γάμων μελέται, παιδοποιΐας ἐλπίδες,

60a

πραγμάτων ἢ κτημάτων φροντὶς οὐδεμία. ἐπελάθετο τοῦ βαλαντίου ὁ

φιλάργυρος, τοῦ ἁρπάζειν καὶ βιάζεσθαι ὁ πλεονέκτης. ἀπέσβη

τοῖς ἐπηρμένοις ὁθενδήποτε τῶν κοσμικῶν τούτων προτερημάτων

τὴν διάνοιαν ἡ κενὴ καὶ κατάπτυστος δόξα. οὐκ ἐνοχλεῖ θυμὸς πρὸς

ἄμυναν τοῦ λυπήσαντος. πάντα ἐκεῖνα ἐκλέλοιπε τηνικαῦτα τοῦ

λογισμοῦ. ἡ ψυχὴ δὲ πρὸς τῷ φοβοῦντί ἐστι, πρὸς τῇ προσδοκίᾳ τῶν

ἐπηρτημένων δεινῶν. ὅντινα δὴ φόβον θεοῦ εἰ καὶ ἐνταῦθα δυνηθείη

τις εἰσοικίσαι τῇ ἰδίᾳ ψυχῇ ἀνέκλειπτον, ἢ οὐδὲν ἢ βραχέα τυχὸν

ἁμαρτήσεται.

Καὶ ἔπλασεν ὁ θεὸς τὸν ἄνθρωπον χοῦν λαβὼν ἀπὸ τῆς γῆς. οὐκ

ἐπανάληψιν τοῦτον τὸν περὶ τῆς κατασκευῆς τοῦ ἀνθρώπου λόγον

ἡγητέον, εἰ καί τισι φαίνεται, ἀλλ' ἀκολουθίαν μᾶλλον ἀδιάκοπον

τῆς προτέρας περὶ τούτου ἐπιχειρήσεως καὶ συνημμένην οἱονεὶ τῇ

προκατάρξει [τὴν] συμπλήρωσιν τῆς διηγήσεως. εἰπὼν γὰρ ὅτι Ἐποίη-

σεν ὁ θεὸς τὸν ἄνθρωπον καὶ τὰ ἑξῆς περὶ τούτου αὐτοῦ, καὶ δηλώσας

ὅτι ἐν τῇ ποιήσει τοῦ ἀνθρώπου συνετέλεσεν ὁ θεὸς πάντα τὰ τοῦ

κόσμου ἔργα, τῆς αὐτῆς καὶ πάλιν ἔχεται περὶ τοῦ ἀνθρώπου διηγή-

σεως συνημμένως καὶ ἀμεσολαβήτως ἐπεργαζόμενος οἱονεὶ καὶ

λεπτολογῶν τὸν τρόπον τῆς τούτου ποιήσεως. πρῶτον μὲν γὰρ

εἶπεν ἁπλῶς· Ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον· νυνὶ δὲ προστίθησι καὶ

πῶς ἐποίησε· Χοῦν λαβὼν ἀπὸ τῆς γῆς. ὅταν οὖν ἀκούσῃς χοῦν, παιδεύου

61a

μετριοφρονεῖν, μὴ οἴου μεγάλα περὶ σεαυτοῦ. ὅταν προσβάλ-

λωσί σοι λογισμοὶ ἐπαίροντες τὴν σὴν καρδίαν καὶ δίκην

φλεγμονῆς ἐξοιδοῦντες πρὸς κενοδοξίαν ἢ ἐκ τύχης ἁπλῶς ἢ καὶ ἀπὸ

προτερημάτων τε καὶ κατορθωμάτων τινῶν, ἀντεισαχθήτω σοι

παρευθὺ ἡ τῆς πλάσεώς σου ὑπόμνησις καὶ σύνες, ὅπως ἐκτίσθης καὶ

ὡς χοῦς εἶ τὸ ὅλον καὶ τῆς ὑπὸ σοῦ πατουμένης γῆς ἀπογέννημα.

εἴ τι γοῦν ἐν αὐτῇ διάγων ἐκτελεῖς κἂν μέγα κἂν μικρόν, ἐξ ὑπογύου

ἔχεις τὸ ὑπόμνημα τῆς σεαυτοῦ ταπεινώσεως. εἰ θυμὸς ἐνοχλεῖ σοι

τυχὸν διὰ τὸ ὑβρισθῆναι, δυσγενῆ σε εἰπόντος τινός, καὶ διεγείρει σε

πρὸς τὸ ἀνθυβρίσαι καὶ τραχύτερα ὧν ἤκουσας κατειπεῖν τοῦ ὑβρίσαν-

τος, κατάγαγέ σου τὸ βλέμμα πρὸς γῆν καὶ ἐνθυμήθητι ὅθεν προῆλθες,

καὶ ἀπέσβεσται αὐτίκα ὁ θυμός, συνιέντος ταχέως τοῦ λογισμοῦ ὅτι

ὁ δυσγενῆ σε εἰπὼν οὐχ ὅπως ὕβρισέ σε τῷ λόγῳ, ἀλλὰ μᾶλλον καὶ

ἐτίμησεν ἐπὶ τὸ εὐφημότερον καὶ ἐντιμότερον μεταγαγών σου τὴν

γένεσιν. ἄνθρωπος γὰρ ἔμψυχος ὁ δυσγενὴς ἐκεῖνος, κἂν δοῦλος εἴη

62a

τυγχάνων, σὺ δὲ ἀπὸ τῆς ἀψύχου γῆς καὶ ἀναισθήτου κυρίως καὶ

γεγένησαι καὶ ὑπάρχεις. ὥστε οὐχ ὕβρις τὸ λεχθὲν κατὰ σοῦ, ἀλλὰ

πλέον τιμή. πάλιν ὅταν ἐπιθυμία τις σαρκικὴ κατακρατήσῃ σου τῆς

διανοίας καὶ πείθῃ μελετᾶν τὸ τῆς ὀρέξεως ἀποτέλεσμα, ὅρα ταχέως

ἐπὶ τὴν γῆν. μνήσθητι ὅτι ὥσπερ ἐκ ταύτης προῆλθες, οὕτω καὶ εἰς

ταύτην μετ' οὐ πολὺ ἀναλυθήσῃ, καὶ τὰ νῦν σφύζοντα μέλη καὶ ἡ

ἄλογος ἐπιθυμία καὶ ὁ γαργαλισμὸς τῆς σαρκὸς αὔριον οὐκ ἔσται τῶν

μελῶν ἀπονεκρωθέντων καὶ τῆς ὀρέξεως ἀποπτάσης. οὕτως ἡ πρὸς

τὴν γῆν τὴν μητέρα ἡμῶν διηνεκὴς σύννευσις καὶ ἐπίγνωσις αἰτία

καθίσταται ἀποχῆς καὶ ἐλευθερίας πάντων τῶν ἐνοχλούντων ἡμῖν ἑκά-

στοτε χαλεπῶν καὶ δυσιάτων παθῶν. Χοῦν, εἶπε, λαβὼν ἀπὸ τῆς γῆς. εἰ

63a

ἀπ' οὐρανοῦ ἐπλάσθημεν, ὡς μὴ δυνάμενοι ἀεὶ βλέπειν ἐκεῖνον

οὐκ ἂν συνεχῶς τῆς οἰκείας ὑπεμιμνησκόμεθα φύσεως· νῦν δὲ

ἐκ τοῦ προχείρου πάρεστιν ἡμῖν καὶ ἀδιάλειπτον τὸ τῆς ἡμετέ-

ρας καὶ εὐτελείας καὶ ἀσθενείας ὑπόμνημα ἐξ ὧν πατοῦμεν, ἐξ

ὧν ἁπτόμεθα, ἐξ ὧν θεώμεθα, ἐξ ὧν τρεφόμεθα, ἐξ ὧν διηνεκῶς

συμφυρόμεθα. τί τῆς γῆς καὶ τοῦ πηλοῦ βδελυκτότερον καὶ ἀποβλη-

τότερον, ὅθεν σὺ ἐκμεμόρφωσαι; τί μεῖζον αἴτιον τοῦ μετριοφρονεῖν

ἡμᾶς καὶ τοῦ μηδενὸς ἀξίους νομίζειν ἑαυτούς;

Ὁπόταν οὖν ἴδῃς τινὰ μέγα φρονοῦντα ἐφ' ἑαυτῷ, ἐσθῆτα

ἀνθηρὰν περιβεβλημένον, δακτυλίῳ τὴν χεῖρα περιλαμπόμενον,

σφενδόνην τὴν τῶν πολυτίμων φέροντα, οἰκέτας ἐφελκόμενον

περισσούς, κόμην περιβεβλημένον μεγάλην καὶ ἀνειμένην καὶ

ταύτην ξανθήν τε καὶ ἑλικτὴν καὶ σοβοῦντα κατεπιτηδεύμασιν,

μανιάκας χρυσοῦς περιφέροντα, ἐπὶ χρυσῆς καθέδρας ἐνιδρυ-

όμενον, σεμνοπροσωποῦντα, σεμνολογούμενον, ὑψηλοφρονοῦντα,

64a

σοβαρευόμενον ἐπὶ τῷ πλήθει τῶν προπομπῶν, τῶν ἀκολούθων,

τῶν κολάκων οὓς ἐπισύρεται, τῶν περὶ τὰς πολυτελεῖς τραπέζας

παρασίτων, ἐπὶ ταῖς εὐφημίαις καὶ τοῖς ἀσπασμοῖς, οὓς πάντες

αὐτῷ προσάγουσι περὶ τὴν ἀγοράν, οἱ μὲν ἐξανιστάμενοι τῶν βάθρων

οἱ δὲ προϋπαντῶντες, οἱ δὲ προπομπεύοντες, ἄλλος ἄλλο τι τῶν εἰς

τιμὴν καὶ δόξαν ἐκείνου ἐπιδεικνύμενοι· ὅταν ἴδῃς τοὺς ἄρχοντας

τούτους τοὺς ὑπὸ κήρυκι προαγομένους ὑψηλῇ τῇ φωνῇ τὸν δεῖνα

μὲν σοβοῦντας τὸν δεῖνα δὲ ξέοντας, ἄλλον δημεύοντας κἀκεῖνον

θανάτῳ παραδιδόντας, μὴ μεγάλα ἡγήσῃ τὰ ὁρώμενα, μὴ καταπέ-

σῃς τὴν διάνοιαν μηδὲ ξενίσῃ σε ἡ φαντασία. ἐνθυμήθητι ὅτι

Ἔπλασεν ὁ θεὸς τὸν ἄνθρωπον χοῦν λαβὼν ἀπὸ τῆς γῆς. κἂν μὲν

ἄλλο τί ἐστι τὸ ὁρώμενον παρὰ τὸν ἄνθρωπον, φοβήθητι καὶ θαύμασον

τὰ πραττόμενα, εἰ δὲ χοῦς ἀπὸ τῆς γῆς ὁ ταῦτα ἐπιδεικνύμενος,

καταφρόνησον.

Καὶ ἔπλασεν ὁ θεὸς τὸν ἄνθρωπον. ἡ μὲν φωνὴ τοῦ Ἔπλασε

τεχνικήν τινα ὑποφαίνει εὐθὺς ἐνέργειαν τοῦ θεοῦ περὶ τὸν ἄνθρωπον.

65a

ἆρα δὲ οὕτω καὶ αὐτὸς τὴν ἡμετέραν ἐτεχνήσατο πλάσιν ὡς οἱ τὰ

πήλινα πλάσσοντες ἢ τὰ γύψινα διασκευάζοντες ἢ τοὺς ἀνδριάντας

χαλκεύοντες ἢ ἄλλο τι τῶν τεχνητῶν ἀποτελοῦντες, οἷς ἄχρι τῆς

ἐπιφανείας τὰ τῆς μιμήσεως περιίσταται, ὥσπερ ὁρῶμεν πολλάκις

ἄνδρα μὲν πεπλασμένον καὶ ἦθος ἔξω ἐμφαίνοντα ἢ θυμοῦ τυχὸν καὶ

ἀνδρείας ἢ φόβου καὶ δειλίας, γυναῖκα δὲ πάλιν ἢ ἐρωτιῶσαν ἢ

αἰδουμένην, ἢ ἄλλο τι παρεπόμενον τῇ ταύτης φύσει πάθος ὁ πλάστης

γνωρίζων ἐξειργάσατο; θεοῦ δὲ πλάσις οὐ τοιαύτη, ἀλλ' αὐτὰ

ἐκεῖνα τὰ πρωτότυπα ἤθη τοῦ ἀνθρώπου ἡ δημιουργικὴ ἐνέργεια

ἐπὶ τὸ βάθος χωρήσασα ἔνδον ἕκαστα διωργάνωσε πολλῶν καὶ

παντοδαπῶν καὶ διαφόρων παθῶν καὶ γνωμῶν εἰς ταὐτὸν μίξιν καὶ

σύγκρασιν ἐν ἀκαρεῖ ἐκτελέσασα. εἴθε μοι τοσοῦτον σχολῆς, ὥστε

κατὰ λεπτὸν καὶ ἠκριβολογημένως ὑποδεῖξαί σοι τὴν τοῦ ἀνθρώπου

κατασκευήν. ἔμαθες γὰρ ἂν ἀπὸ σεαυτοῦ τὴν περὶ σὲ σοφίαν τοῦ θεοῦ καὶ

οἰκονομίαν. τῷ ὄντι γὰρ μικρὸς διάκοσμός ἐστιν ὁ ἄνθρωπος καὶ ὀρθῶς

ἐστοχάσαντο οἱ τούτῳ τῷ ὀνόματι αὐτὸν ἀποσεμνύναντες. πόσαι γοῦν καὶ

παρὰ πόσων ἐκ παλαιοῦ περὶ τὸ θαυμαστὸν τοῦτο πλάσμα πραγματεῖαι

66a

κατηναλώθησαν. αἱ φυσιολογίαι τῶν ἰατρῶν, τῶν γυμναστῶν αἱ

παρατηρήσεις, ἡ περὶ ἀναλογίας, ἡ περὶ τῆς τῶν μελῶν πρὸς ἄλληλα

συμμετρίας, ἡ περὶ πλήθους πολυσαρκίας· ταῦτα πάντα περὶ τὴν τοῦ

ἀνθρώπου διάπλασιν συνεισέρχεται. καὶ πόθεν ἐμοὶ λόγος τοσοῦτος,

ὥστε δυνηθῆναι εἰπεῖν μετὰ ἀκριβείας, ὅσα ἐν μιᾷ φωνῇ τοῦ Ἔπλασε

περιέχεται; τὰ μέντοι πρόχειρα, κἂν ἐγὼ μὴ λέγω, σὺ οἶδας.

Ἔπλασε γάρ σε ὁ θεός, ὡς ὁρᾷς, ὄρθιον καὶ ταύτην σοι τὴν διάπλασιν

ἐξαίρετον δέδωκε παρὰ τὰ λοιπὰ πάντα ζῷα. διὰ τί; ἐπειδὴ ἐξαίρετόν

σοι καὶ τὴν ὀφειλομένην καὶ ἀναγκαίαν ἐνέργειαν προσεπιδοῦναι ἔμελλε.

τὰ μὲν ἄλογα πάντα ζῷα βοσκήματα μόνον ἐστὶ καὶ πρὸς ὃ πέφυκε,

πρὸς τοῦτο ἔχει καὶ τὴν κατασκευήν. ὁποῖόν ἐστι καὶ τὸ πρόβα-

τον· ἐπειδὴ γὰρ ἐγενήθη νέμεσθαι, κάτω ἔχει συννεύουσαν καὶ τὴν

κεφαλήν, ὥστε τῇ γαστρὶ ἐνορᾶν καὶ τοῖς ὑπὸ γαστέρα· τέλος γὰρ

αὐτοῖς εὐεξίας πλήρωσις γαστρὸς καὶ ἀπόλαυσις ἡδονῆς. ἀνθρώπῳ δὲ

67a

ἡ κεφαλὴ ἐπὶ τὰ ἄνω ἐξ αὐτῆς τῆς πλάσεως ἀναδεδράμηκε καὶ

ὑψηλοτέρα τῶν ἄλλων ἁπάντων τοῦ σώματος μερῶν καθέστηκεν,

ἵνα τὴν ἄνω βλέπῃ συγγένειαν. μὴ τοίνυν μεταποίει σεαυτὸν εἰς τὸ

παρὰ φύσιν μηδὲ τὰ γήϊνα κύψας περισκόπει, ἀλλὰ τὰ οὐράνια διη-

νεκῶς κατόπτευε καὶ ἐνοπτρίζου, ἔνθα σου καὶ τὸ πολίτευμα προευ-

τρέπισται. οὕτω σοι καὶ τὸ σῶμα διαπέπλασται καὶ τὸ διάπλασμα

διδασκάλιόν ἐστι τοῦ τέλους πρὸς ὃ γέγονας. οὐ γὰρ ἵνα ἐπὶ γῆς

σύρηταί σου ἡ ζωὴ ὡς τῶν ἑρπετῶν, κατεσκευάσθης ὄρθιος, ἀλλ'

ἵνα οὐρανὸν βλέπῃς καὶ τὸν ἐν τούτῳ θεόν, οὐδὲ ἵνα τὴν κτηνώδη καὶ

γήϊνον μεταδιώκῃς ἀπόλαυσιν, ἀλλ' ἵνα τὴν οὐράνιον ἐν τῇ δεδομένῃ

σοι διανοίᾳ ἐπιτελῇς πολιτείαν. διὰ τοῦτο· Τοῦ σοφοῦ οἱ ὀφθαλμοὶ

ἐν τῇ κεφαλῇ αὐτοῦ, ὁ σοφός φησιν Ἐκκλησιαστής. τίνος δὲ ἕνεκεν

οὐ περὶ τὰ κάτω τοῦ σώματος οἱ ὀφθαλμοὶ ἀλλ' ἐν τῇ κεφαλῇ; ἵνα

τὰ ἐν ὕψει περισκοπῶσιν. ὁ δὲ τὰ ὑψηλὰ μὴ βλέπων ἀλλ' εἰς τὰ

γήϊνα ἐπικύπτων κατήγαγεν εἰς ἑρπετοῦ φύσιν τοὺς ὀφθαλμοὺς ἐπὶ

τῆς γῆς ὡς ἐκεῖνα συρόμενος.

68a

Ἡ μὲν οὖν κεφαλὴ τοῦ ὅλου σώματος ὑπερανέχουσα τοῖς ὤμοις

ἐπίκειται, οὐκ ἐνδεδυκυῖα τούτοις, ἵνα μὴ κρύπτηται, ἀλλ' ἐρείσματι

ἀξιολόγῳ καὶ οἷον ἐπιβάθρᾳ τινὶ τῷ τοῦ αὐχένος ἀνεστηκότι ἐπανα-

παυομένη. ἐν ταύτῃ δὲ τῶν ὀφθαλμῶν ἐμπεπήγασι δίδυμοι βολαί.

οὐκ ἤρκει γὰρ ὁ εἷς, ἀλλὰ δύο ἐγενέσθην ἀλλήλοις βοηθώ, ἵνα ἡ τοῦ

ἑνὸς κατὰ τύχην διάλυσις τὴν τοῦ ἀβλαβοῦς ἑτέρου παραμυθίαν ἔχῃ.

καὶ ἄλλως δὲ ἀπὸ ἑνὸς τόπου προερχόμενον τὸ ὁρατικὸν ἀσθενέστερον

πάντως, ἐκ δὲ δύο πηγῶν συμβαλλόμενος ὁ ὁλκὸς εὐτονώτερος

γίνεται. προϊοῦσα γὰρ ἑκατέρωθεν τῆς ῥινὸς ἡ ὄψις ὁμοῦ μὲν

προσαναπαύεται τῷ μέσῳ τούτου διατειχίσματι, ὁμοῦ δὲ προκύπτουσα

ἐπὶ τὸ ἔμπροσθεν ἑνοῦται ἡ μία τῇ ἑτέρᾳ, οἷον ἐκ δύο τινῶν ὀχετῶν

ἀφ' ἑκατέρας ὄψεως ὥσπερ πηγῆς ἐξιόντων καὶ μετὰ βραχὺ μιγνυ-

μένων εἷς ἀποτελούμενος ποταμὸς ὁπότε δὴ καὶ ἰσχυρότερος

γίνεται εἴτουν ἐνεργέστερος. καὶ τούτου ἀπόδειξις οἱ γέροντες τῶν

ἀνθρώπων, οἳ τὰ μὲν ἐγγὺς πάνυ ἥκιστα βλέπουσι, τὰ δὲ πορρώτερον

ἀποδιϊστάμενα τῶν ὀφθαλμῶν ἐναργέστερον καθορῶσιν, ἐπειδὴ διῃρη-

μένως μὲν τοῦ ὁρατικοῦ προϊόντος ἐξ ἀρχῆς ἀσθενὴς ἡ ἑκατέρου ὄψις,

69a

μετὰ δὲ τὴν συμβολὴν ἀμφοτέρων καὶ ἕνωσιν οἷον ἐπὶ πλημμύρας

τινὸς πολυπλασιαζομένη εὐτονωτέρα γίνεται καὶ δραστικωτέρα

περὶ τὴν τῶν ὁρατῶν ἀνάληψιν.

Φυλακαὶ δὲ περὶ τὸν ὀφθαλμὸν οὐκ ὀλίγαι. χιτὼν ἔνδοθεν, καὶ

οὐκ ἀρκεῖ οὗτος. οὐ γὰρ ἐνεδέχετο παχὺς κατασκευασθῆναι· ἦ γὰρ

ἂν ἐμπόδισμα καθειστήκει τῆς ὄψεως. ἔδει δὲ διαφανὲς εἶναι καὶ

ἐλαφρὸν τὸ προκάλυμμα. οὐκοῦν εἷς μὲν διαυγὴς εἷς δὲ ἀραιός,

ὁ μὲν κρυσταλλοειδὴς ὁ δὲ κερατοειδής, ὁ προκεκαλυμμένος

στερεώτερος, ὁ ἔνδοθεν ἀραιότερος, ἵνα μὴ κωλύῃ τὴν παράδοσιν,

ὁ τρίτος πάλιν κρυσταλλοειδής, ἵνα ἐν αὐτῷ τὴν ἔμφασιν καὶ τὴν

διαύγειαν ἑκατέρα ἔχῃ. προβολὴ τὸ βλέφαρον·

70a

τοῦτο γὰρ προκάλυμμα τοῦ ὀφθαλμοῦ καὶ σκέπασμα καὶ οἷον

οἰκητήριόν ἐστιν. ἠδύνατο μὲν γὰρ σκέπειν καὶ ἡ χείρ, ἀλλ'

ἕως ἐκείνη ἀνήρχετο, ἔφθανε πολλάκις ἀμαυρωθῆναι ὁ ὀφθαλ-

μός. νῦν δὲ ἐκεῖθεν παράκειται ἡ προφυλακή· ὁμοῦ τε γὰρ

ᾔσθετο τῆς βλάβης καὶ προεβάλετο τὸ προκάλυμμα. διὰ γὰρ τοῦτο

καὶ ἡ κόρη τοῦ ὀφθαλμοῦ ἀνεπιχείρητος ὡς τὰ πολλὰ ταῖς ἔξωθεν

ἐπερχομέναις βλάβαις ἅτε ὑπὸ παραπετάσματι καθεζομένη τῷ

βλεφάρῳ καὶ μόνη σχεδὸν τῶν ἐν ἡμῖν πάντων μελῶν διατηρουμένη

ἀνέπαφος. προβέβληνται δὲ τοῖς βλεφάροις καὶ ἀκίδες τριχῶν. διὰ τί;

ἵνα ἀκριβεστέρα γένηται ἡ τούτων περιπλοκὴ τοῦ ἄνω πρὸς τὸ κάτω

διὰ τῶν τοιούτων προσαρμοζομένου τριχῶν. οἷον γὰρ σύνδεσμοι

καθεστᾶσιν αἱ τρίχες ἀλλήλαις περιπλεκόμεναι· εἶτα καὶ τὰ λεπτὰ

τῶν ζῴων πόρρωθεν ἀπείργουσι καὶ τὰ χνοώδη οὐκ ἐῶσι πλησιάσαι

τῇ κόρῃ εὐπαθεῖ οὔσῃ καὶ τῷ παρατυχόντι ἀμαυροῦσθαι δυνα-

μένῃ. ἑτέρα δὲ πάλιν ἐστί τις φυλακὴ ἄνωθεν ἐπικειμένη

ἑκατέρῳ τῶν ὀφθαλμῶν διὰ τῶν τριχῶν, ὁμοῦ μὲν τῇ περιγραφῇ

εὐπρέπειαν χαριζομένη, ὁμοῦ δὲ καὶ τὴν ἀσφάλειαν παρεχομένη,

71a

ἥτις ἐστὶν ἡ ὀφρὺς ἄνωθεν προβεβλημένη, ἵνα κατευθύνῃ τὸ ὁρατικόν.

καὶ τούτου ἀπόδειξις· ὅταν βουληθῇς πόρρωθέν τι κατασκοπεῦσαι καὶ

κοιλάνας τὴν χεῖρα ὑπερτείνῃς τῶν ὀφρύων, εἰς τί γὰρ τοῦτο ποιεῖς; ἵνα

τὸ ἐπὶ τὸ ἄνω διαφορούμενον τῆς ὄψεως μὴ εἰκῇ σκεδαννύηται τῷ πλάτει

τοῦ ἀέρος ἐγκαταχεόμενον, ἀλλ' ἔκ τε τῆς κάτωθεν ἀνοχῆς τῆς

χειρὸς ἔκ τε τῆς ἄνωθεν προβολῆς τῶν ὀφρύων κατευθυνόμενον καὶ

πρὸς τὸ ἔμπροσθεν συνωθούμενον ἀκριβεστέραν σχοίη τοῦ ὁρατοῦ τὴν

μετάληψιν. διὰ τοῦτο ὀφρύες ὁμοῦ μὲν τὸ ὀπτικὸν τῶν ὀφθαλμῶν

κατευθύνουσαι, ὁμοῦ δὲ καὶ τὸν ἄνωθεν καταρρέοντα ἱδρῶτα ἐπέχουσαι

καὶ οὐκ ἐῶσαι καταχεῖσθαι τῶν αἰσθητηρίων καὶ ἐμποδίζειν ταῖς

ὄψεσιν οἷόν τι διατείχισμα ἱκανὸν πρὸς τὴν τῆς ἔξωθεν ἐπιούσης

βλάβης ἀποτροπήν. ποῖος ἀμπελουργὸς οὕτω δύναται ἀσφαλῶς

τὴν οἰκείαν ἄμπελον περικλεῖσαι καὶ θριγκὸν αὐτῇ τοιοῦτον

περιβαλεῖν ὡς ἀνεπίβατον πάντῃ καθεστάναι τὸν χῶρον

ταῖς παρακειμέναις χαράδραις, ὡς ὁ θεὸς ἐξειργάσατο

72a

τὴν τῶν ὀφρύων περιβολὴν εἰς τὴν τῶν ὀφθαλμῶν φυλακὴν

μηνοειδῶς αὐτὰς ἐν ἡμῖν περιγράψας ἀπὸ μιᾶς συμβολῆς τῆς κατὰ

τὴν ῥῖνα ἐφ' ἑκάτερα τὰ μέρη διατεινομένας, ἵνα ὁ ἱδρὼς τῇδε

κἀκεῖσε περιρρέων μηδεμίαν ἀσχολίαν παρέχῃ τῷ πονοῦντι ἀνθρώπῳ

περὶ τὸ προκείμενον ἔργον καὶ τῇ τούτου χειρὶ ἀνιούσῃ συνεχῶς ἐπὶ

τοὺς ὀφθαλμοὺς καὶ τὰς καταφερομένας νοτίδας ἀπομασσομένῃ,

ἀλλ' ὁμοῦ μὲν διαρρέοι ὁ ἱδρὼς αὐτομάτως ἐπὶ τὰ ἑκατέρωθεν πλάγια

μεταφερόμενος διὰ τῶν ἰδίων ὀχετῶν ἄνωθεν τῶν ὀφρύων, ὁμοῦ δὲ

οἱ ὀφθαλμοὶ ἀνενοχλήτως τὴν ἰδίαν ἐπιτελοῖεν ἐνέργειαν.

Εἰ μὲν οὖν κατὰ μέρος καὶ περὶ τῶν λοιπῶν μελῶν τοῦ σώματος βουλη-

θείημεν λεπτολογήσασθαι καὶ τὴν ἐφ' ἑκάστῳ σοφίαν τοῦ θεοῦ διατραν-

ῶσαι καὶ ἐξυμνῆσαι, ἐπιλείψει πάντως ἡμᾶς ἡ ἡμέρα. ὑμεῖς δὲ καὶ ἐξ

ἑνὸς μόνου μορίου κατενοήσατε πάντως τὸ τῆς θείας προνοίας περὶ

τὸν ἄνθρωπον καὶ τεχνικῆς οἰκονομίας ἀπειροδύναμον. ἡμᾶς δ'

ἐπειγομένους ἐπί τινα ὁδὸν ἀναγκαίαν μετ' εὐχῶν προπέμψατε, ἵνα

ἐν τάχει ἀποσωθέντες καὶ τῶν λειπομένων ἀποδώσομεν τὸ χρέος

χάριτι τοῦ πάντα οἰκονομήσαντος περὶ ἡμᾶς κυρίου τοῦ κτίσαντος

ἡμᾶς τῇ αὐτοῦ χάριτι· ὅτι αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ἀμήν.

Καὶ ἐφύτευσεν ὁ θεὸς παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολὰς καὶἔθετο ἐκεῖ τὸν ἄνθρωπον, ὃν ἔπλασεν. Νοήσωμεν, ἀκροαταί, ἀξίανθεοῦ φυτείαν καὶ παράδεισον πρέποντα τῇ φιλοκαλίᾳ τοῦ τοιούτουκαὶ τηλικούτου δημιουργοῦ. ἐν μὲν γὰρ τοῖς κατόπιν εἴρηταιΒλαστησάτω ἡ γῆ βοτάνην χόρτου, ξύλον κάρπιμον σπεῖρον σπέρμα,ποιοῦν καρπόν· καὶ ἐγένετο οὕτως. ἐνταῦθα δὲ πάλιν λέγει Καὶἐφύτευσεν ὁ θεὸς παράδεισον ἐν Ἐδέμ. εἰ ἀπὸ τῶν κοινῶν ξύλωνἐνεπέπληστο ὁ παράδεισος, εἶχεν ἂν τὴν οἰκείαν σύστασιν ἀπὸ τῆςπρώτης γενέσεως τῶν φυτῶν, καὶ οὐκ ἐδεῖτο ἐξαιρέτου φυτείας τοῦθεοῦ τὰ ἐν αὐτῷ ὕστερον ἀναφυέντα δένδρα. νῦν δὲ ἕτερα πολὺδιαφορώτερα καὶ τῷ εἴδει καὶ τῇ γεύσει τῶν προαναδοθέντωνἐκ τῆς γῆς αὐτομάτως τὰ ἐν τῷ παραδείσῳ ὕστερον ὑπ' αὐτοῦ τοῦθεοῦ φιλοτεχνηθέντα παντοῖα γένη φυτῶν καθειστήκει, καὶ ὑπ'αὐτῆς δηλοποιεῖται σαφῶς τῆς γραφῆς. Καὶ ἐξανέτειλε, γάρ φησιν,ὁ θεὸς ἔτι ἐκ τῆς γῆς πᾶν ξύλον ὡραῖον εἰς ὅρασιν καὶ καλὸν εἰςβρῶσιν. ὥσπερ γὰρ τὸν ἄνθρωπον ἐξαιρέτου τῆς πλάσεως παρὰ τὰλοιπὰ ζῷα ἠξίωσεν, οὕτω καὶ τὸ ἐνδιαίτημα τοῦ ἀνθρώπουτῆς ἰδίας αὐτοῦ χειρὸς ἔργον ἐποίησε, τόπον ἐπιλεξάμενοςὑπερφέροντα τῆς ὅλης κτίσεως καὶ διὰ τὸ ὕψος ἀνεπισκότητον,θαυμαστὸν τῷ κάλλει, ἀσφαλῆ τῇ θέσει, λαμπρὸν τῇ κατὰ πάντωνὑπεροχῇ καὶ τῷ καταλάμπεσθαι πάσαις ταῖς τῶν ἄστρων ἀνατολαῖς,ἀέρι διαυγεστάτῳ περιχεόμενον καὶ τὴν ἐκ τῶν ὡρῶν εὐκρασίανἡδίστην τε ἅμα καὶ βελτίστην ἔχοντα. ἐκεῖ οὖν ἐφύτευσεν ὁ θεὸς τὸνπαράδεισον, ὅπου οὐκ ἀνέμων βία, οὐκ ἀμετρία ὡρῶν, οὐ χάλαζα, οὐπρηστῆρες, οὐ λαίλαπες, οὐ σκηπτοί, οὐ χειμερινὴ πῆξις, οὐχ ὑγρότηςἠρινή, οὐ θερινὴ πύρωσις, οὐ φθινοπωρινὴ ξηρότης, ἀλλ' εὔκρατοςκαὶ εἰρηνικὴ συμφωνία τῶν ὡρῶν ἑκάστης τῷ ἰδίῳ κάλλει κεκοσμη-μένης καὶ μὴ ἐπιβουλευομένης παρὰ τῆς γείτονος. οὔτε γὰρ τοῖςἠρινοῖς κάλλεσι τὸ θέρος προτρέχον τυχὸν τοῦ ἰδίου καιροῦ ἐλυμαίνετοοὔτε πάλιν οἱ θερινοὶ καὶ μετοπωρινοὶ καρποὶ τῇ τοῦ ἀέρος ἀταξίᾳπολλάκις προκαταφλεχθέντες ἐρρυΐσκοντο καὶ ἀπώλοντο· πᾶσαι δὲ τὸντόπον ἐκεῖνον εὐτάκτως αἱ ὧραι περιεχόρευον ἀλλήλαις ὁμαλῶς καὶἀλύπως περιπλεκόμεναι καὶ συνδούμεναι, καὶ τὰ παρ' ἑαυτῆς ἑκάστηκατὰ τὸν ἴδιον καιρὸν δωροφοροῦσα ἐξαίρετα καὶ ἀνεπιβούλευτα.καὶ ἡ γῆ δὲ ἐκεῖσε πίων καὶ μαλακὴ καὶ ὅλως ῥέουσα γάλα καὶ μέλικαὶ πρὸς πᾶσαν καρπογονίαν ἐπιτηδεία, ὕδασι γονιμωτάτοις κατάρρυ-τος· περικαλλῆ δὲ καὶ ἠδέα τὰ ὕδατα καὶ σφόδρα λεπτὰ καὶ διαφανῆ,πολὺ μὲν ἐκ τῆς ὄψεως ἔχοντα τὸ τερπνὸν πλέον δὲ τοῦ τερπνοῦτὸ ὠφέλιμον παρεχόμενα. Πρότερον μὲν οὖν αὐτὸν ἐδημιούργησε τὸν τόπον ἄξιον τῆςὑποδοχῆς τῶν τοῦ θεοῦ φυτευμάτων, ἔπειτα δὲ ἐνεφύτευσεν αὐτῷπαντοδαπὰ κάλλη δένδρων ὄψιν τε ὁμοῦ χαριεστάτην καὶ ἀπόλαυσινἡδίστην τῷ ἀνθρώπῳ χαριζόμενα. πῶς σοι δυνηθῶ ὑπ' ὄψιν ἐναργῶςἀγαγεῖν τὰ κάλλη τῆς πατρίδος, ὅθεν ἐκπέπτωκας, ἵνα περιαλγήσαςἀξίως ἐπὶ τῇ τούτων στερήσει δυνηθῇς ὀψέ ποτε 〈ἐκ〉 τῆς ἐξορίαςἀνακαλέσασθαι σεαυτὸν καὶ πρὸς ἐκεῖνα παλινδρομῆσαι τὰ βέβαιακαλὰ καὶ τερπνὰ καὶ ἀμιγῆ τῶν φαύλων καὶ λυπηρῶν; εἰσὶ μὲν γὰρκἀνταῦθα λειμῶνες εὐανθεῖς καὶ τὴν θέαν περικαλλεῖς, ἀλλὰ τὸτούτων χαριέστατον τῇ διανοίᾳ φαντάσθητι. πῶς τὸ ῥόδον μετὰτῆς ἀκάνθης ἐστὶν ὧδε κεκρυμμένον, ἔχον τὴν ἀηδίαν τῇ χάριτισύνδρομον καὶ μονονουχὶ διαμαρτυρόμενον ἡμῖν ὅτι τὰ τερπνὰπάντα τοῦ τῇδε βίου, ὦ ἄνθρωποι, τοῖς λυπηροῖς ἀναμέμικται.τῷ ὄντι γὰρ οὐδὲν τῶν ἀνθρωπίνων ἀγαθῶν ἀκραιφνές, ἀλλὰ πάσῃ κο-σμικῇ εὐφροσύνῃ εὐθὺς ἡ λύπη συμπαραπέπηγε· τῷ γάμῳ ἡ χηρεία, τῇπαιδοτροφίᾳ ἡ μέριμνα, τῇ εὐτεκνίᾳ ἡ ἀποβολή, ταῖς περιφανείαις αἱἀτιμίαι, ταῖς εὐημερίαις αἱ ζημίαι, ταῖς τρυφαῖς αἱ παρέσεις, ταῖς ὑγείαιςαἱ ἀρρωστίαι. ἀνθηρὸν τὸ ῥόδον, ἀλλ' ἐμοὶ κατήφειαν ἐμποιεῖ·ὁσάκις γὰρ ἂν ἴδω τὸ ἄνθος, τῆς ἁμαρτίας ἀναμιμνήσκομαι τῆςἐμῆς, δι' ἧς ἀκάνθας ἡ γῆ καὶ τριβόλους ἀνατέλλειν κατεδικάσθη.ἐνταῦθα μὲν οὖν ὀλιγοχρόνιος τῶν ἠρινῶν ἀνθέων ἡ χάρις ἔτι ποθοῦνταςἡμᾶς ἐπιλείπουσα· οὐ γὰρ ἔφθημεν δρεψάμενοι καὶ ἐν ταῖς χερσὶνἡμῶν ἀπεμαράνθη. ἐκεῖ δὲ τὸ ἄνθος οὐ πρὸς βραχὺ διαλάμπον εἶταἐκλεῖπον, ἀλλὰ διαρκὲς τὸ τερπνὸν ἔχον καὶ ἀΐδιον, χαρίεσσαν τὴνὄψιν καὶ ἀθάνατον, ἀσυντέλεστον τὴν ἀπόλαυσιν· ἡ εὐωδία ἀκόρεστος,ἡ εὔχροια διηνεκῶς ἐξαστράπτουσα. οὐ βίαι ἀνέμων παραλυποῦσιν,οὐ νεομηνίαι ἀπομαραίνουσιν, οὐ παγετοὶ ἀποπνίγουσιν, οὐχ ἡλίουφλόγωσις καταφρύσσει· ἀλλὰ πνεῦμα μέτριον, λεπτὴν καὶ ἡδεῖάντινα παρεχόμενον αὔραν καὶ κούφως αὐτοῖς καὶ προσηνῶς ἐπιπνέον,ἀδάμαστον χρόνῳ καὶ ἀμάραντον τὴν χάριν αὐτῶν διασῴζει.τὰ δὲ τῶν φυτῶν κάλλη ἄξια καὶ αὐτὰ τῆς δημιουργίας καὶφυτείας τοῦ κτίσαντος· ὅσα φρυγανικὰ καὶ ὅσα ἔνθαμνα, τὰμονοστέλεχα, τὰ πολύκλαδα, τὰ ὑψίκομα, τὰ ἀμφιθαλῆ, τὰ φυλ-λοβόλα, τὰ ἀείφυλλα, τὰ γυμνούμενα, τὰ ἀειθαλῆ, τὰ κάρπιμα, τὰἄκαρπα· τὰ μὲν τῇ χρείᾳ ὑπηρετούμενα, τὰ δὲ πρὸς ἀπόλαυσιν συμβαλ-λόμενα· πάντα μεγέθει καὶ κάλλει διαφέροντα, κατάσκια τοῖς κλάδοις,βρύοντα τοῖς καρποῖς, ἄλλοις ἄλλην χρείαν ὁμοῦ καὶ τέρψιν ἀφθόνωςἀποπληροῦσιν. ἑκάστου γὰρ τῶν καρπῶν τούτων πολὺ μὲν τὸ χαρίεν,πλέον δὲ πάλιν τοῦ τερπνοῦ τὸ χρειῶδες. Ποῖος λόγος παραστήσει σοι τῆς ἡδονῆς ἐκείνης τὸ ὑπερβάλλον;ἐὰν γὰρ συγκρίνῃ τοῖς ὧδε τὰ ἐκεῖ, καθυβρίζει μᾶλλον τῇ παραθέσειἀποπιπτούσης πολὺ τῆς εἰκόνος πρὸς τὴν τοῦ πρωτοτύπου ἀλήθειαν.πάντα τέλεια, πάντα ὥριμα, οὐ κατὰ μικρὸν αὐξηθέντα· οὐ γὰρ ἀπὸἄνθους ἐπὶ τὴν ἀκμὴν τῷ χρόνῳ προέρχεται, ἀλλ' αὐτόθεν μετὰ τῆςοἰκείας ἀκμῆς ἐκφυέντα, καὶ ἀποτελέσματα φύσεως οὐκ ἀνθρωπίνηςἐπιτεχνήσεως. ἐκεῖ καὶ ὀρνίθων παντοδαπῶν γένη τῷ τε τῶν πτερῶνἄνθει καὶ τῷ τῆς φωνῆς λιγυρῷ ἀπόλαυσίν τινα θαυμαστὴν προστι-θέντα τοῖς ὁρωμένοις· ὥστε διὰ πασῶν τῶν αἰσθήσεων εὐωχεῖσθαι τὸνἄνθρωπον τὰ μὲν ὁρῶντα, τὰ δὲ ἀκούοντα, ἄλλων ἁπτόμενον, ἄλλωνὀσφραινόμενον, ἑτέρων ἀπογευόμενον. σὺν τοῖς ὄρνισι δὲ καὶ χερ-σαίων ζῴων παντοδαπῶν θεάματα, πάντων ἡμέρων, πάντωνσυνήθων ἀλλήλοις καὶ ἀκουόντων καὶ φθεγγομένων εὐσύνοπτα.οὐ φρικτὸς ὁ ὄφις τότε, ἀλλὰ προσηνὴς καὶ ἥμερος, οὐκ ἄγριονἐπικυμαίνων καὶ ἕρπων κατὰ πρόσωπον τῆς γῆς, ἀλλ' ὑψηλὸς ἐπὶ