De paradiso
- Edition reference
- De paradiso (recensio Λ F) [Sp.], ed. Hörner, op. cit., suppl., 75a–84a.
- CTS identifier
urn:cts:greekLit:tlg2017.tlg039.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
80a
ποδῶν βεβηκώς. τοιαῦτα μειλίχια καὶ τὰ λοιπὰ πάντα ἄλογα
ζῷα, ὅσα νῦν ἀτίθασσα παντελῶς καὶ ἀμείλικτα.
Ἐκεῖ οὖν ἔθετο ὁ θεὸς τὸν ἄνθρωπον ὃν ἔπλασεν. ἀλλαχοῦ ἔπλασε
κἀκεῖ εἰσήγαγεν. ὥσπερ γὰρ τοὺς φωστῆρας πρῶτον μὲν ἐποίησεν
ἔπειτα δὲ ἔθετο ἐν τῷ στερεώματι, οὕτω καὶ τὸν ἄνθρωπον ἔπλασε
μὲν χοῦν ἀπὸ γῆς, ἔθετο δὲ ἐν τῷ παραδείσῳ. σημείωσαι δὲ ὅτι οὐκ
εἴρηται ὃν ἐποίησεν, ἀλλ' Ὃν ἔπλασεν. ὃ γὰρ ἐποίησε, τὸ Κατ'
εἰκόνα ἐστίν· τοῦτο δὲ ἀσώματον. τὸ δὲ ἀσώματον τόπῳ ἀπερίγρα-
πτον. ὅμως μέντοι ἀκολουθεῖ ἐξ ἀνάγκης τῷ πλάσματι καὶ τὸ ποίημα,
τουτέστι τῷ σώματι ἡ ψυχή. ὁμοῦ γὰρ εἶναι δεῖ τὸ σύνθετον, ἀλλὰ
προηγουμένως μὲν τοῦ σώματος ὁ τόπος, ἡ ψυχὴ δὲ κατ' ἐπακολούθη-
σιν περικλείεται τόπῳ διὰ τῆς πρὸς τὸ σῶμα σχέσεως ἢ ἀνακράσεως,
ἀλλ' οὐκ ἐκ τῆς οἰκείας φύσεως εἴτουν τῆς νοερᾶς οὐσίας.
Ἆρά σε εὔφρανα τῇ διηγήσει τῶν τοῦ παραδείσου τερπνῶν ἢ
πλέον ἐλύπησα τῇ τῶν φθαρτῶν παραθέσει; πάντως γάρ σου ἡ
διάνοια ὑψηλὰ καὶ ὑπερκόσμια φρονοῦσα, οἷα δὴ τὸ πολίτευμα
ἔχουσα ἐν οὐρανοῖς καὶ πρὸς τὴν ἄνω ἀξίαν ἀφορῶσα, τὰ τῆς ἐπαγγε-
λίας ἐνενόει καὶ περιεσκόπει ἀκούσεσθαί τι τῶν ἐπηγγελμένων ἡμῖν
81a
ἀγαθῶν, Ἃ οὔτε ὀφθαλμὸς εἶδεν οὔτε οὖς ἤκουσεν οὔτε ἐπὶ καρδίαν
ἀνθρώπου ἀνέβη. τίς οὖν ὁ διηγούμενος, εἰ ὀφθαλμὸς οὐκ εἶδεν; εἰ
οὖς οὐκ ἤκουσεν, πῶς τὸ σὸν ὑποδέξεται; εἰ ἐπὶ καρδίαν ἀνθρώπου
οὐκ ἀνέβη, πῶς ἡ ἡμετέρα χωρήσει διάνοια; οὔτε οὖν τὰ σωματικὰ
ἐκβάλλομεν καὶ τὰ πνευματικὰ ἐπιζητοῦμεν. ὡς γὰρ ἐπὶ τοῦ νόμου
ἦν μὲν καὶ τὸ αἰσθητόν, ἀλλὰ τύπον ἐποίει τοῦ νοητοῦ, οὕτω καὶ τὸν
παράδεισον νοοῦμεν μὲν καὶ σωματικῶς, ἀλληγοροῦμεν δὲ καὶ
πνευματικῶς.
Ἐφύτευσεν ὁ θεὸς παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολάς. τὰ μὲν
ὀνόματα τῶν φυτῶν σεσιώπηται, ὁ δὲ τόπος, ἐν ᾧ ἐφύτευσε, δεδήλω-
ται, τουτέστιν ἐν τῇ τρυφῇ· Ἐδὲμ γὰρ τρυφὴ ἑρμηνεύεται. ἆρα
οὖν τρυφὴν τὴν διὰ στόματος ὀνομάζει τὴν τῇ κοιλίᾳ παραδιδομένην
καὶ ἧς τέλος ὁ ἀφεδρών, καὶ τοῦτό ἐστιν ἡ παρὰ θεοῦ χάρις περὶ τὸν
ἄνθρωπον γαστρὸς πλήρωσις καὶ σαρκὸς εὐπάθεια καὶ διάχυσις
ἡδονὴν ἐμποιοῦσα; ἢ τοῦτο μὲν εἰπεῖν οὐδὲ εὐσεβές; ἀκολασίας γάρ
που καὶ ὕβρεως καὶ πάντων ὁμοῦ τῶν ἀπηγορευμένων
ἐφόδιον ὑπερπιαίνειν τὸ σῶμα καὶ καταβαπτίζειν τῷ πλήθει
τῶν βρωμάτων τὴν ἐνοικοῦσαν ψυχὴν εὐκατάφορον ποιοῦντα
πρὸς πᾶσαν ἁμαρτίαν. οὐκοῦν ἄλλην χρὴ νοῆσαι τρυφὴν
ἀξίαν θεοῦ, ἵνα καὶ ἡ φυτεία πρέπουσα τῇ γεωργίᾳ τοῦ θεοῦ
82a
λογισθῇ. τίς οὖν δύναται γενέσθαι τρυφὴ ἁγίοις ἀρμόττουσα; ἄκουσον
τοῦ λέγοντος· Κατατρύφησον τοῦ κυρίου, καὶ δώσει σοι τὰ αἰτήματα
τῆς καρδίας σου.
Ἐπεὶ οὖν ἄπειρον τὸ ποικίλον τῆς ἀρετῆς καὶ τὸ κάλλος ἀμήχανον,
ἀπὸ τῆς πολυτρόπου τοῦ θεοῦ σοφίας τὴν ἀρχὴν εἰληφότα, διὰ τοῦτο
γέγραπται ὅτι Ἐφύτευσεν ὁ θεὸς παράδεισον οὐχὶ κατὰ ἀνατολήν,
ἀλλὰ Κατὰ ἀνατολάς. ἕκαστον γὰρ τῶν πεφυτευμένων παρὰ τοῦ
κυρίου φυτῶν ἐν ἰδίῳ φωτὶ ἀρετῆς κεκαλλωπισμένον ἐξήστραπτεν.
ἐκεῖ Τοῦ ποταμοῦ τὰ ὁρμήματα τοῦ εὐφραίνοντος τὴν πόλιν τοῦ θεοῦ.
ἀλλαχοῦ δὲ Χειμάρρους τρυφῆς ὀνομάζεται, τρέφων καὶ αὔξων τῶν
νοητῶν ἐκείνων φυτῶν τὰ κάλλη, ὅστις καὶ ἐν τοῖς ἑξῆς τῆς προκει-
μένης γραφῆς λέγεται Ποταμὸς ὁ πορευόμενος ἐξ Ἐδὲμ ποτίζειν
τὸν παράδεισον.
Ἐν μὲν οὖν τοῖς κατόπιν ἐγέγραπτο ὅτι πρότερον τὴν κτίσιν
πληρώσας οὕτως ἐπεισήγαγεν εἰς ἀρχὴν οἱονεὶ καὶ κυριότητα ταύτης
τὸν ἄνθρωπον, νῦν δὲ τὸ ἀνάπαλιν πρότερον ἔπλασε τὸν ἄνθρωπον καὶ
τότε ἐφύτευσε τὸν παράδεισον. ἡ δὲ αἰτία ὅτι ἐκεῖ μέν, ἵνα πληρώσῃ
τὸν οἶκον, τὸν οἰκοδεσπότην εὐθὺς ἐπεισήγαγε καὶ ἵνα μὴ πένητα
κτίσας ὕστερον τὴν εὐπορίαν αὐτῷ χαρίσηται, ἐνταῦθα δὲ τὴν ἐκ
προκοπῆς τελείωσιν χαρισάμενος ἀλλαχοῦ ἔκτισε καὶ ὕστερον
ἐγκατοικίζει τῷ παραδείσῳ, ἵνα τὸ διάφορον καταμαθὼν τῆς τε ἔξω
ζωῆς καὶ τῆς ἐν παραδείσῳ διαγωγῆς ἐκ τῆς συγκρίσεως ἑκατέρων
καὶ αὐτῆς τῆς πείρας γνωρίσῃ μὲν τὴν ὑπεροχὴν τοῦ ἐν αὐτῷ κάλλους,
φοβηθῇ δὲ τῆς ἐκπτώσεως τὴν ζημίαν.
83a
Ἵνα δὲ νοήσῃς φυτείαν ἀξίαν θείας χειρὸς καὶ ἐργασίας, μνήσθητι
τῶν ἐν τῷ εὐαγγελίῳ παρὰ τοῦ κυρίου πρὸς τοὺς μαθητὰς εἰρημένων
ὅτι Ὑμεῖς ἐστε τὰ κλήματα, καὶ ὁ πατήρ μου ὁ γεωργός ἐστι·
δηλονότι ὡς παρ' αὐτοῦ φυτευθέντες. ταύτης εἰσὶ τῆς φυτείας καὶ οἱ
ἐν τῷ οἴκῳ κυρίου πεφυτευμένοι, ὡς γέγραπται, καὶ ἐν ταῖς αὐλαῖς
τοῦ θεοῦ ἡμῶν ἐξανθοῦντες. τὸ δ' αὐτὸ καὶ ἐν τῷ προφήτῃ· Ἐγὼ
ἐφύτευσα ἄμπελον καρποφόρον πᾶσαν ἀληθινήν. ὁ δὲ μιμητὴς τοῦ
Χριστοῦ Παῦλος ἀποτολμᾷ καὶ λέγει ὅτι Θεοῦ συνεργοί ἐσμεν· θεοῦ
γεώργιόν ἐστε· Ἐγὼ ἐφύτευσα, Ἀπολλῶς ἐπότισεν, ὁ δὲ θεὸς ηὔξησεν.
καὶ ὁ δίκαιος δὲ ὁ παρὰ τῷ Δαβὶδ ὡμοίωται τῷ ξύλῳ τῷ πεφυτευ-
μένῳ παρὰ τὰς διεξόδους τῶν ὑδάτων, ὃ τὸν καρπὸν αὐτοῦ δώσει ἐν
καιρῷ αὐτοῦ καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀπορρυήσεται· καὶ πάλιν
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει· καὶ Ἄμπελον ἐξ Αἰγύπτου μετῆρας,
ἐξέβαλες ἔθνη καὶ κατεφύτευσας αὐτήν.
Πειράθητι τοίνυν διὰ τῶν τοιούτων διδαγμάτων ἐν περινοίᾳ
γενέσθαι τοῦ παραδείσου ἐκείνου καὶ φθάσαι καὶ αὐτὸς εἰς τὰς
αὐγὰς τοῦ θείου φωτός· ἔνθα τὸ φῶς τῆς γνώσεως ἀνατέλλει, ἔνθα ὁ
παράδεισος τῆς τρυφῆς πεφύτευται. κἂν χωρίον δέ τι νοῇς σωματικόν,
δεκτικὸν τῶν ἁγίων, ἐν ᾧ πάντες οἱ ἐπὶ γῆς διαλάμψαντες ἐν ἔργοις
ἀγαθοῖς διαιτῶνται τῆς τοῦ θεοῦ ἀπολαύοντες χάριτος κατὰ ἀξίαν
ἀμοιβὴν καὶ τῆς ἀληθινῆς καὶ μακαρίας τερπνότητος, οὐκ ἀποπίπτεις
τάχα οὐδ' οὕτως τῆς πρεπούσης περὶ αὐτοῦ εἰκασίας. ἐκεῖ γ' οὖν ἐρριζω-
μέναι εἰσὶ καὶ παγίως ἐρηρεισμέναι αἱ ἀγαθαὶ δυνάμεις, λειτουργοὶ τῶν
ἁγίων, αἷς ὁ ἄνθρωπος παρεδόθη ἀρτιγενὴς ὢν καὶ πολλῆς δεόμενος
84a
συγγυμνασίας πρὸς τὴν τελείωσιν. ἐν ᾧ τὸ σύστημα τῶν ἁγίων, ἐν
ᾧ αἱ ἀνατολαὶ τοῦ φωτός, ἐν ᾧ ἡ τρυφὴ τῆς ψυχῆς, ἐκεῖ ἔθετο
τὸν ἄνθρωπον ὁ θεός. ἂν μὲν οὖν σάρκινος ᾖς καὶ μεγάλην ἡγῇ
τὴν τῶν αἰσθητῶν ἀπόλαυσιν, ἔχεις τὴν ὑπογραφὴν τοῦ σωματικοῦ
ἐκείνου παραδείσου καὶ τὴν ἡδίστην ἐμφόρησιν, καὶ πρὸς ταῦτα
ἐπείγου ὡς ἐκεῖ εὑρήσων χορηγίαν τρυφῆς ἀδιάλειπτον. εἰ δὲ πνευ-
ματικὸς εἶ καὶ ἀνώτερα φρονεῖς τῶν σαρκικῶν ἀπολαύσεων, ἀνάβα
τῇ διανοίᾳ πρὸς τὰ κάλλη τῶν ἀγγέλων, κατάμαθε τοὺς ἐν αὐτοῖς
τῆς δικαιοσύνης καρπούς, ἐνοπτρίσθητι τὸν ποταμὸν τοῦ θεοῦ τὸν
πεπληρωμένον ὑδάτων, οὗ Τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ
θεοῦ, Ἧς τεχνίτης καὶ δημιουργὸς ὁ θεός. ἐκείνην τὴν πόλιν διαρρέει
ὁ ποταμὸς οὗτος ὁ ἀρχόμενος ἐξ Ἐδέμ, ὁ ποτίζων τὸν παράδεισον.
πάντα ταῦτα τῇ διανοίᾳ καταμαθὼν δόξαζε τὸν τούτων δημιουργὸν
τὸν τὰ τοσαῦτα καὶ τηλικαῦτα ἀγαθὰ διὰ σὲ καὶ τὴν σὴν ἀπόλαυσιν
πεποιηκότα καὶ τοιαύτης δόξης σε ἀξιώσαντα, εἰ πρὸς αὐτὸν ἀεὶ
ἐπιστρέφεις καὶ συνίεις, παρ' οὗ καὶ ἐφ' ᾧ εἰς τὸ εἶναι παρήχθης·
ὅτι αὐτῷ πρέπει ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.
{ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ ΕΓΚΩΜΙΟΝ ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΠΡΩΤΟΜΑΡΤΥΡΑ ΣΤΕΦΑΝΟΝ} Ὡς καλὴ τῶν ἀγαθῶν ἡ ἀκολουθία, ὡς γλυκεῖα ἡ τῆςεὐφροσύνης διαδοχή. ἰδοὺ γὰρ ἑορτὴν ἐξ ἑορτὴν ἐξ ἑορτῆς καὶ χάρινἀντιλαμβάνομεν χάριτος. χθὲς ἡμᾶς ὁ τοῦ παντὸς δεσπότης