The Greek Library Catalogue

Anonymous

De virginitate

Edition reference
De virginitate, ed. M. Aubineau, Grégoire de Nysse. Traité de la virginité [Sources chrétiennes 119. Paris: Éditions du Cerf, 1966]: 246–560.
CTS identifier
urn:cts:greekLit:tlg2017.tlg043.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

1

1

γενέσθαι καὶ ἅγιον—ταῦτα δὲ τὰ ὀνόματα κυρίως καὶ

πρώτως εἰς δόξαν παραλαμβάνεται τοῦ ἀφθάρτου θεοῦ—,

τίς μείζων ἔπαινος παρθενίας ἢ τὸ ἀποδειχθῆναι διὰ τούτων

θεοποιοῦσαν τρόπον τινὰ τοὺς τῶν καθαρῶν αὐτῆς μυστη-

ρίων μετεσχηκότας, εἰς τὸ γενέσθαι αὐτοὺς κοινωνοὺς τῆς

δόξης τοῦ μόνου ὡς ἀληθῶς ἁγίου καὶ ἀμώμου θεοῦ,

διὰ καθαρότητος αὐτῷ καὶ ἀφθαρσίας οἰκειουμένους;

Ὅσοι δὲ μακροὺς ἐπαίνους ἐν διεξοδικοῖς κατατείνουσι

λόγοις, ὡς διὰ τούτων προσθήσοντές τι τῷ θαύματι τῆς

παρθενίας, λελήθασιν ἑαυτοὺς κατά γε τὴν ἐμὴν κρίσιν

ἐναντιούμενοι τῷ ἰδίῳ σκοπῷ καί, δι' ὧν ἐξαίρουσιν εἰς

μέγεθος, ὕποπτον ποιοῦντες διὰ τῶν ἐγκωμίων τὸν ἔπαινον.

Ὅσα γὰρ ἐν τῇ φύσει τὸ μεγαλεῖον ἔχει οἴκοθεν τὸ θαῦμα

ἐπάγεται οὐδὲν τῆς ἐκ τῶν λόγων συνηγορίας δεόμενα

καθάπερ ὁ οὐρανὸς ἢ ὁ ἥλιος ἢ ἄλλο τι τῶν τοῦ κόσμου

θαυμάτων, τοῖς δὲ ταπεινοτέροις τῶν ἐπιτηδευμάτων ἀντὶ

ὑποβάθρας ὁ λόγος γινόμενος μεγέθους τινὰ φαντασίαν διὰ

τῆς τῶν ἐπαίνων περινοίας προστίθησιν· ὅθεν πολλάκις τὸ

ἐκ τῶν ἐγκωμίων κατασκευαζόμενον θαῦμα ὡς σεσοφισμένον

ὑπὸ τῶν ἀνθρώπων καθυποπτεύεται. Ἔπαινος δὲ μόνος

ἱκανὸς τῆς παρθενίας ἐστὶ τὸ κρείττονα τῶν ἐπαίνων εἶναι τὴν

ἀρετὴν ἀποφήνασθαι καὶ τῷ βίῳ θαυμάσαι μᾶλλον ἢ τῷ λόγῳ

τὴν καθαρότητα. Ὁ δὲ ὑπόθεσιν ἐγκωμίων ταύτην ὑπὸ

φιλοτιμίας ποιούμενος ἔοικε τὴν σταγόνα τῶν οἰκείων

ἱδρώτων ἀξιόλογον εἰς προσθήκην νομίζειν τῷ ἀπείρῳ

πελάγει γενήσεσθαι, εἴ γε ἀνθρωπίνῳ λόγῳ δυνατὸν εἶναι

τὴν τοσαύτην χάριν ἀποσεμνῦναι πεπίστευκεν· ἢ γὰρ τὴν

ἑαυτοῦ δύναμιν ἀγνοεῖ ἢ ὃ ἐπαινεῖ οὐκ ἐπίσταται.

2

t

{Κεφάλαιον βʹ}

n

{Ὅτι ἴδιον τῆς θείας τε καὶ ἀσωμάτου φύσεως

κατόρθωμά ἐστιν ἡ παρθενία.}

1

Συνέσεως γὰρ ἡμῖν χρεία πολλῆς, δι' ἧς ἔστι γνῶναι

τὴν ὑπερβολὴν τῆς χάριτος ταύτης, ἥτις συνεπινοεῖται μὲν

τῷ ἀφθάρτῳ πατρί· ὃ δὴ καὶ παράδοξον ἐν πατρὶ παρθενίαν

εὑρίσκεσθαι τῷ καὶ υἱὸν ἔχοντι καὶ δίχα πάθους γεννήσαντι.

Τῷ δὲ μονογενεῖ θεῷ τῷ τῆς ἀφθαρσίας χορηγῷ συγκατα-

λαμβάνεται, ὁμοῦ τῷ καθαρῷ καὶ ἀπαθεῖ τῆς γεννήσεως

αὐτοῦ συνεκλάμψασα· καὶ πάλιν τὸ ἴσον παράδοξον υἱὸς

διὰ παρθενίας νοούμενος. Ἐνθεωρεῖται δὲ ὡσαύτως καὶ τῇ

τοῦ ἁγίου πνεύματος φυσικῇ καὶ ἀφθάρτῳ καθαρότητι·

τὸ γὰρ καθαρὸν καὶ ἄφθαρτον ὀνομάσας ἄλλῳ ὀνόματι τὴν

παρθενίαν ἐσήμανας. Πάσῃ δὲ τῇ ὑπερκοσμίῳ φύσει

συμπολιτεύεται διὰ τῆς ἀπαθείας συμπαροῦσα ταῖς ὑπερ-

εχούσαις δυνάμεσιν, οὔτε τινὸς τῶν θείων χωριζομένη

καὶ οὐδενὸς τῶν ἐναντίων προσαπτομένη· πάντα γὰρ ὅσα

καὶ φύσει καὶ προαιρέσει πρὸς ἀρετὴν νένευκε τῷ καθαρῷ

πάντως ἐνωραΐζεται τῆς ἀφθαρσίας, καὶ πάντα ὅσα εἰς

τὴν ἐναντίαν ἀποκέκριται τάξιν τῇ ἀποπτώσει τῆς καθα-

ρότητος τοιαῦτά ἐστι καὶ ὀνομάζεται. Τίς οὖν ἐξαρκέσει

δύναμις λόγων τῇ τοσαύτῃ χάριτι παρισωθῆναι; Ἢ πῶς

οὐ φοβεῖσθαι χρή, μὴ διὰ τῆς τῶν ἐπαίνων σπουδῆς

λυμήνηταί τις τῷ μεγαλείῳ τοῦ ἀξιώματος, ἐλάττω τὴν

περὶ αὐτοῦ δόξαν τῆς προειλημμένης τοῖς ἀκροαταῖς

ἐμποιήσας;

2

Οὐκοῦν καλῶς ἔχει τοὺς μὲν ἐγκωμιαστικοὺς λόγους

ἐπὶ ταύτης ἐᾶν, ὡς ἀμήχανον ταῖς ὑπερβολαῖς τῆς ὑποθέ-

σεως συνεπᾶραι τὸν λόγον, ὡς δέ ἔστι δυνατὸν ἀεὶ μεμνῆ-

σθαι τοῦ θείου τούτου χαρίσματος καὶ ἐπὶ γλώττης ἔχειν

τὸ ἀγαθόν, ὅπερ ἴδιον μὲν τῆς ἀσωμάτου φύσεώς ἐστι καὶ

ἐξαίρετον, ὑπὸ φιλανθρωπίας δὲ θεοῦ καὶ τοῖς διὰ σαρκὸς

καὶ αἵματος λαχοῦσι τὴν ζωὴν ἐχαρίσθη, ἵνα καταβλη-

θεῖσαν τὴν ἀνθρωπίνην φύσιν ὑπὸ τῆς ἐμπαθοῦς διαθέσεως,

ὥσπερ τινὰ χεῖρα τὴν τῆς καθαρότητος μετουσίαν ὀρέξασα,

πάλιν ὀρθώσῃ καὶ πρὸς τὰ ἄνω βλέπειν χειραγωγήσῃ.

Διὰ τοῦτο γὰρ οἶμαι καὶ τὴν πηγὴν τῆς ἀφθαρσίας αὐτὸν

τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν μὴ διὰ γάμου εἰσελθεῖν

εἰς τὸν κόσμον, ἵνα ἐνδείξηται διὰ τοῦ τρόπου τῆς ἐναν-

θρωπήσεως τὸ μέγα τοῦτο μυστήριον, ὅτι θεοῦ παρουσίαν

καὶ εἴσοδον μόνη καθαρότης ἱκανή ἐστι δέξασθαι, ἣν

ἄλλως οὐκ ἔστι πρὸς ἀκρίβειαν πᾶσαν κατορθωθῆναι,

εἰ μὴ παντελῶς τις ἑαυτὸν τῶν τῆς σαρκὸς παθημάτων

ἀλλοτριώσειεν. Ὅπερ γὰρ ἐν τῇ ἀμιάντῳ Μαρίᾳ γέγονε

σωματικῶς, «τοῦ πληρώματος τῆς θεότητος» ἐν τῷ Χριστῷ

διὰ τῆς παρθενίας ἐκλάμψαντος, τοῦτο καὶ ἐπὶ πάσης

ψυχῆς κατὰ λόγον παρθενευούσης γίνεται, οὐκέτι σωμα-

τικὴν ποιουμένου τοῦ κυρίου τὴν παρουσίαν· «Οὐ γὰρ

γινώσκομεν ἔτι», φησί, «κατὰ σάρκα Χριστόν», ἀλλὰ

πνευματικῶς εἰσοικιζομένου καὶ τὸν πατέρα ἑαυτῷ συνεισ-

άγοντος, καθώς φησί που τὸ εὐαγγέλιον.

3

Ἐπεὶ οὖν τοσαύτη ἐστὶ τῆς παρθενίας ἡ δύναμις,

ὡς καὶ ἐν τοῖς οὐρανοῖς παρὰ τῷ πατρὶ τῶν πνευμάτων

μένειν καὶ μετὰ τῶν ὑπερκοσμίων χορεύειν δυνάμεων καὶ

τῆς ἀνθρωπίνης σωτηρίας ἐφάπτεσθαι, τὸν μὲν θεὸν δι'

ἑαυτῆς πρὸς τὴν τοῦ ἀνθρωπίνου βίου κοινωνίαν κατ-

άγουσα, τὸν δὲ ἄνθρωπον ἐν ἑαυτῇ πρὸς τὴν τῶν οὐρανίων

ἐπιθυμίαν πτεροῦσα καὶ οἱονεὶ σύνδεσμός τις γινομένη

τῆς ἀνθρωπίνης πρὸς τὸν θεὸν οἰκειώσεως, τὰ τοσοῦτον

ἀλλήλων ἀφεστῶτα τῇ φύσει τῇ παρ' ἑαυτῆς μεσιτείᾳ

εἰς συμφωνίαν ἄγουσα, τίς ἂν εὑρεθείη δύναμις λόγων

συνανιοῦσα τῷ θαύματι; Ἀλλ' ἐπειδὴ παντελῶς ἄτοπον

ἀφώνοις ἢ ἀναισθήτοις ὅμοιον φαίνεσθαι καὶ τῶν δύο

τὸ ἕτερον, ἢ μὴ ἐπεγνωκέναι δοκεῖν τὰ τῆς παρθενίας

καλὰ ἢ ἄπληκτον καὶ ἀκίνητον πρὸς τὴν τῶν καλῶν

αἴσθησιν ἐπιδειχθῆναι, βραχέα τινὰ περὶ αὐτῆς εἰπεῖν

διὰ τὸ δεῖν ἐν πᾶσι πείθεσθαι τῇ ἐξουσίᾳ τοῦ ἐπιτάξαντος

ἡμῖν προεθυμήθημεν. Μηδεὶς δὲ τοὺς κομπωδεστέρους

παρ' ἡμῶν ἐπιζητείτω τῶν λόγων· ἔστι μὲν γὰρ οὐδὲ

βουλομένοις ἡμῖν ἴσως δυνατὸν τὸ τοιοῦτον, ἀμελετήτοις

οὖσι τῆς τοιαύτης λέξεως· εἰ δὲ καὶ παρῆν τοῦ κομπάζειν

ἡ δύναμις, οὐκ ἂν τοῦ κοινῇ λυσιτελοῦντος τὸ ἐν ὀλίγοις

εὐδοκιμῆσαι προετιμήσαμεν. Ζητεῖν γὰρ ἐξ ἁπάντων οἶμαι

δεῖν τόν γε νοῦν ἔχοντα οὐκ ἐξ ὧν ὑπὲρ τοὺς λοιποὺς

θαυμασθήσεται, ἀλλ' ἐξ ὧν ἂν καὶ ἑαυτὸν καὶ τοὺς λοιποὺς

ὠφελήσειεν.

3

t

{Κεφάλαιον γʹ}

n

{Μνήμη τῶν ἐκ τοῦ γάμου δυσχερῶν καὶ ἔνδειξις

τοῦ τὸν γεγραφότα τὸν λόγον μὴ ἄγαμον εἶναι.}

1

Εἴθε πως οἷόν τε ἦν κἀμοί τι γενέσθαι πλέον ἐκ

τῆς τοιαύτης σπουδῆς. Ὡς μετὰ πλείονος ἂν τῆς προθυμίας

τὸν περὶ τούτων πόνον ἐνεστησάμην, εἴπερ κατὰ τὸ γεγραμ-

μένον «ἐπ' ἐλπίδι τοῦ μετασχεῖν τῶν ἐκ τοῦ ἀρότρου καὶ

ἀλοητοῦ» γεννημάτων ἐφιλοπόνουν τὸν λόγον. Νυνὶ δὲ τρό-

πον τινὰ ματαία καὶ ἀνόνητος ἡ γνῶσις ἐμοὶ τῶν τῆς παρθε-

νίας καλῶν, ὡς τῷ βοῒ τὰ γεννήματα τῷ μετὰ κημῶν

ἐπιστρεφομένῳ τὴν ἅλωνα ἢ ὡς τῷ διψῶντι τὸ ὑπορρέον τὸν

κρημνὸν ὕδωρ, ὅταν ἀνέφικτον ᾖ. Μακάριοι δὲ οἷς ἐν

ἐξουσίᾳ τῶν βελτιόνων ἐστὶν ἡ αἵρεσις, καὶ οὐκ ἀπετει-

χίσθησαν τῷ κοινῷ προληφθέντες βίῳ, καθάπερ ἡμεῖς

οἷόν τινι χάσματι πρὸς τὸ τῆς παρθενίας καύχημα διειρ-

γόμεθα, πρὸς ἣν οὐκ ἔστιν ἐπανελθεῖν ἔτι τὸν ἅπαξ τῷ

κοσμικῷ βίῳ τὸ ἴχνος ἐναπερείσαντα. Διὰ τοῦτο θεαταὶ

μόνον τῶν ἀλλοτρίων ἐσμὲν καλῶν ἡμεῖς καὶ μάρτυρες

τῆς ἑτέρων μακαριότητος· κἄν τι δεξιὸν περὶ παρθενίας

νοήσωμεν, ταὐτὸν πάσχομεν τοῖς ὀψοποιοῖς τε καὶ ὑπηρέ-

ταις, οἳ τὴν ἐπιτραπέζιον τῶν πλουσίων τρυφὴν ἄλλοις

ἡδύνουσιν, οὐδενὸς αὐτοὶ τῶν παρεσκευασμένων μετ-

έχοντες. Ὡς μακάριόν γε ἂν ἦν, εἰ μὴ οὕτως εἶχε μηδὲ

τῇ ὑστεροβουλίᾳ τὸ καλὸν ἐγνωρίσαμεν. Νυνὶ δὲ ζηλωτοὶ

μὲν ὄντως καὶ πάσης εὐχῆς καὶ ἐπιθυμίας ἐπέκεινα πράτ-

τοντες, οἷς ἡ δύναμις τῶν ἀπολαύσεων τῶν ἀγαθῶν τούτων

οὐκ ἀποκέκλεισται. Ἡμεῖς δὲ καθάπερ οἱ τῇ πολυτελείᾳ

τοῦ πλούτου τὴν ἑαυτῶν παραθεωροῦντες πενίαν πλεῖον

ἀνιῶνται τοῖς παροῦσι καὶ δυσχεραίνουσι, τὸν αὐτὸν

τρόπον ὅσῳ πλέον τὸν τῆς παρθενίας πλοῦτον ἐπιγινώ-

σκομεν, τοσούτῳ μᾶλλον οἰκτείρομεν τὸν ἄλλον βίον διὰ

τῆς τῶν βελτιόνων παρεξετάσεως οἵων καὶ ὅσων πτω-

χεύει καταμανθάνοντες. Οὐ λέγω μόνον ὅσα εἰς ὕστερον

τοῖς κατ' ἀρετὴν βεβιωκόσιν ἀπόκειται, ἀλλὰ καὶ ὅσα

τῆς παρούσης ἐστὶ ζωῆς. Εἰ γάρ τις ἀκριβῶς ἐξετάζειν

ἐθέλοι τοῦ βίου τούτου τὸ πρὸς τὴν παρθενίαν διάφορον,

τοσαύτην εὑρήσει τὴν διαφοράν, ὅση σχεδὸν τῶν ἐπιγείων

ἐστὶ πρὸς τὰ οὐράνια· ἔξεστι δὲ γνῶναι τὴν τοῦ λόγου

ἀλήθειαν αὐτὰ διασκεψαμένους τὰ πράγματα.

2

Πόθεν δέ τις ἀρξάμενος ἐπαξίως ἂν τὸν βαρὺν τοῦτον

βίον ἐκτραγῳδήσειεν; Ἢ πῶς ἄν τις ὑπ' ὄψιν ἀγάγοι τὰ

κοινὰ τοῦ βίου κακά, ἃ πάντες μὲν οἱ ἄνθρωποι διὰ τῆς

πείρας γινώσκουσιν, οὐκ οἶδα δὲ ὅπως ἐν αὐτοῖς τοῖς

εἰδόσιν αὐτὰ λανθάνειν ἡ φύσις ἐμηχανήσατο, ἑκουσίως

τῶν ἀνθρώπων ἐν οἷς εἰσιν ἀγνοούντων; Βούλει, ἀπὸ

τῶν ἡδίστων ἀρξώμεθα; Οὐκοῦν τὸ κεφάλαιον τῶν ἐν τῷ

γάμῳ σπουδαζομένων τὸ κεχαρισμένης ἐπιτυχεῖν συμβιώ-

σεως. Καὶ δὴ ταῦθ' οὕτως ἐχέτω καὶ διὰ πάντων μακα-

ριστὸς ὑπογεγράφθω ὁ γάμος· γένος εὐδόκιμον, πλοῦτος

ἀρκῶν, ἡλικία συμβαίνουσα, τῆς ὥρας αὐτὸ τὸ ἄνθος,

φίλτρον πολύ, καὶ οἷον ἐν ἑκατέρῳ ὑπὲρ τὸν ἄλλον ὑπο-

νοεῖσθαι, ἡ γλυκεῖα ἐκείνη φιλονεικία τὸ ἑαυτὸν βούλεσθαι

νικᾶν ἐν τῇ ἀγάπῃ ἑκάτερον. Προσέστω τούτοις δόξα

καὶ δυναστεία καὶ περιφάνεια καὶ πᾶν ὅ τι βούλει. Ἀλλ' ὅρα

τὴν τοῖς ἀπηριθμημένοις χρηστοῖς ἀναγκαίως συμπαρ-

οῦσαν καὶ ὑποσμύχουσαν λύπην. Οὐ λέγω τὸν τοῖς εὐδο-

κιμοῦσιν ἐπιφυόμενον φθόνον καὶ τὸ πρόχειρον εἶναι πρὸς

ἐπιβουλὴν τῶν ἀνθρώπων τὸ δοκοῦν εὐημερεῖν ἐν τῷ βίῳ,

καὶ ὅτι πᾶς ὁ μὴ ἰσομοιρῶν ἐν τῷ κρείττονι φυσικόν τι

πρὸς τὸν ὑπερέχοντα τὸ μῖσος ἔχει· καὶ διὰ τοῦτο δι'

ὑποψίας τοῖς δοκοῦσιν εὐθυμεῖν ὁ βίος ἐστί, πλείω τῶν

ἡδέων τὰ λυπηρὰ παρεχόμενος. Παρίημι ταῦτα ὡς καὶ τοῦ

φθόνου κατ' ἐκείνων ἀργοῦντος· καίτοι γε οὐ ῥᾴδιόν ἐστιν

εὑρεῖν ὅτῳ τὰ δύο κατὰ ταὐτὸν συνηνέχθη καὶ ὑπὲρ τοὺς

πολλοὺς εὐδαιμονεῖν καὶ διαφεύγειν τὸν φθόνον. Πλὴν

ἀλλὰ πάντων τῶν τοιούτων ἐλευθέραν αὐτῶν, εἰ δοκεῖ,

τὴν ζωὴν ὑποθώμεθα, καὶ ἴδωμεν εἰ δυνατόν ἐστιν εὐθυ-

μεῖν τοὺς ἐν τοσαύτῃ διάγοντας εὐημερίᾳ.

3

Τί οὖν ἔσται τὸ λυποῦν, ἐρεῖς, εἰ μηδὲ ὁ φθόνος τῶν

εὐδαιμονούντων καθάψεται; Τοῦτο αὐτό φημι τὸ διὰ

πάντων αὐτοῖς τὸν βίον καταγλυκαίνεσθαι, τοῦτό ἐστι

τὸ τῆς λύπης ὑπέκκαυμα. Ἕως γὰρ ἂν ἄνθρωποι ὦσι, τὸ

θνητὸν τοῦτο καὶ ἐπίκηρον πρᾶγμα, καὶ τοὺς τάφους τῶν

ἀφ' ὧν γεγόνασι βλέπωσιν, ἀχώριστον ἔχουσι καὶ συνεζευγ-

μένην τῇ ζωῇ τὴν λύπην, εἰ καὶ μικρὸν μετέχοιεν τοῦ

λογίζεσθαι. Ἡ γὰρ διηνεκὴς τοῦ θανάτου προσδοκία οὐκ

ἐπὶ ῥητοῖς τισι σημείοις ἐπιγινωσκομένη, ἀλλὰ διὰ τὴν

ἀδηλίαν τοῦ μέλλοντος πάντοτε ὡς ἐνεστηκυῖα φοβοῦσα

τὴν ἀεὶ παροῦσαν εὐφροσύνην συγχεῖ, τῷ φόβῳ τῶν

ἐλπιζομένων τὰς εὐθυμίας ἐπιταράσσουσα. Εἰ γὰρ ἦν δυ-

νατὸν πρὸ τῆς πείρας τὰ τῶν πεπειραμένων μαθεῖν. Εἰ

γὰρ ἐξῆν δι' ἄλλης τινὸς ἐπινοίας ἐντὸς τοῦ βίου γενόμενον

ἐποπτεῦσαι τὰ πράγματα, πόσος ἂν ἦν ὁ δρόμος τῶν αὐτο-

μολούντων πρὸς τὴν παρθενίαν ἀπὸ τοῦ γάμου. Πόση φυ-

λακὴ καὶ προμήθεια τοῦ μήποτε ταῖς ἀφύκτοις πάγαις

ἐγκρατηθῆναι, ὧν τὴν δυσκολίαν οὐκ ἔστιν ἄλλως δι'

ἀκριβείας μαθεῖν, μὴ ἐντὸς τῶν ἀρκύων γενόμενον. Εἶδες

γὰρ ἄν, εἴπερ ἰδεῖν ἀκινδύνως ἐξῆν, πολλὴν τῶν ἐναντίων

τὴν σύγχυσιν, γέλωτα δακρύοις ἐμπεφυρμένον καὶ λύπην

εὐφροσύναις συμμεμιγμένην, πανταχοῦ τοῖς γινομένοις

συμπαρόντα διὰ τῶν ἐλπίδων τὸν θάνατον καὶ ἑκάστου

τῶν καθ' ἡδονὴν ἐφαπτόμενον. Ὅταν ἴδῃ ὁ νυμφίος τὸ ἀγα-

πώμενον πρόσωπον, εὐθὺς πάντως καὶ ὁ φόβος τοῦ χωρι-

σμοῦ συνεισέρχεται· κἂν ἀκούσῃ τῆς ἡδίστης φωνῆς, καὶ

τὸ μὴ ἀκούσεσθαί ποτε ἐννοήσει· καὶ ὅταν εὐφρανθῇ τῇ

θεωρίᾳ τοῦ κάλλους, τότε μάλιστα φρίττει τὴν προσδοκίαν

τοῦ πένθους· ἐὰν τὰ τίμια τῇ νεότητι καὶ ὅσα παρὰ τῶν

ἀνοήτων σπουδάζεται κατανοήσῃ, οἷον ὀφθαλμὸν τοῖς

βλεφάροις λάμποντα καὶ ὀφρῦν περικεχυμένην τῷ ὄμματι

καὶ παρειὰν ἐν ἡδεῖ καὶ γλαφυρῷ μειδιάματι καὶ χεῖλος

ἐπηνθισμένον τῷ φυσικῷ ἐρυθήματι, κόμην τε χρυσομιγῆ

καὶ βαθεῖαν τῷ ποικίλῳ τῆς ἐμπλοκῆς τῇ κεφαλῇ περι-

στίλβουσαν καὶ πᾶσαν τὴν πρόσκαιρον ἀγλαΐαν ἐκείνην,

τότε πάντως, κἂν μικρὸν αὐτῷ προσῇ τοῦ λογίζεσθαι

κἀκεῖνο τῇ ψυχῇ ἐννοεῖ, ὅτι τοῦτο μὲν τὸ τοιοῦτον κάλλος

οἰχήσεταί ποτε διαρρυὲν καὶ εἰς τὸ μὴ ὂν περιστήσεται,

ὀστέα βδελυρά τε καὶ εἰδεχθῆ ἀντὶ τοῦ νῦν φαινομένου

γενόμενον, οὐδὲν ἴχνος, οὐδὲν μνημόσυνον, οὐδὲν λείψανον

τοῦ παρόντος ἄνθους ἐπιφερόμενον.

4

Εἰ ταῦτα καὶ τὰ τοιαῦτα διανοοῖτο, ἆρ' ἐν εὐφροσύνῃ

βιώσεται; Ἆρα πιστεύσει τοῖς παροῦσιν αὐτῷ χρηστοῖς

ὡς ἀεὶ παραμένουσιν; Ἢ δῆλον ἐκ τούτων, ὅτι καθάπερ

ἐν ταῖς τῶν ὀνείρων ἀπάταις ἀμηχανήσει καὶ ἀπίστως

πρὸς τὸν βίον ἕξει, ὡς ἀλλοτρίοις προσέχων τοῖς φαινο-

μένοις, συνιεὶς πάντως, εἴπερ ἔχοι τινὰ τῶν ὄντων ἐπίσκεψιν,

ὅτι οὐδὲν τῶν ἐν τῷ βίῳ φαινομένων ὡς ἔστι φαίνεται,

ἀλλὰ κατὰ τὰς ἀπατηλὰς φαντασίας ἕτερα ἀνθ' ἑτέρων

ἡμῖν προδείκνυσι διαπαίζων ταῖς ἐλπίσι τοὺς πρὸς αὐτὸν

κεχηνότας, καὶ διὰ τῆς τῶν φαινομένων πλάνης συγκα-

λύπτων αὐτὸς ἑαυτόν, ἕως ἂν ἀθρόως ἐν ταῖς μεταβολαῖς

ἐλεγχθῇ ἄλλο τι ὢν παρὰ τὴν ἀνθρωπίνην ἐλπίδα τὴν διὰ

τῆς ἀπάτης τοῖς ἀνοήτοις ἐγγινομένην. Ποίας οὖν ἡδονῆς

ἄξια τῷ ταῦτα λογιζομένῳ φανεῖται τὰ ἡδέα τοῦ βίου;

Πότε ἡσθήσεται κατὰ ἀλήθειαν ὁ ταῦτα φρονῶν καὶ τοῖς

δοκοῦσιν αὐτῷ παρεῖναι χρηστοῖς εὐφρανθήσεται; Οὐκ

ἀεὶ τῷ φόβῳ τῆς μεταβολῆς ταραττόμενος ἀνεπαίσθη-

τον ἔχει τὴν τῶν παρόντων ἀπόλαυσιν;

5

Ἐῶ σημεῖα καὶ ὀνείρους καὶ κληδόνας καὶ τοὺς

τοιούτους λήρους, πάντα ὑπὸ ματαίας συνηθείας παρα-

τηρούμενα καὶ πρὸς τὸ χεῖρον ὑποπτευόμενα. Ἀλλὰ

καιρὸς ὠδίνων τὴν παῖδα καταλαμβάνει καὶ οὐχὶ παιδὸς

γένεσις, ἀλλὰ θανάτου παρουσία τὸ πρᾶγμα νομίζεται καὶ

θάνατος τῆς κυοφορούσης διὰ τοῦ τόκου ἐλπίζεται. Πολ-

λάκις δὲ καὶ τῆς πονηρᾶς ταύτης μαντείας οὐ διεψεύσθησαν,

ἀλλὰ πρὶν ἑορτάσαι τὴν γενέθλιον ἑορτήν, πρίν τινος τῶν

κατ' ἐλπίδας ἀγαθῶν ἀπογεύσασθαι, εὐθὺς εἰς θρῆνον τὴν

χαρὰν μεθηρμόσαντο. Ἔτι τῷ φίλτρῳ ζέοντες, ἄρτι τοῖς

πόθοις ἀκμάζοντες, οὔπω τῶν κατὰ τὸν βίον ἡδίστων

λαβόντες τὴν αἴσθησιν, ὥσπερ τινὸς ἐνυπνίου φαντασίᾳ,

πάντων ἀθρόως τῶν ἐν χερσὶν ἐχωρίσθησαν. Τὰ δὲ ἐπὶ τού-

τοις οἷα; Πορθεῖται μὲν ὑπὸ τῶν οἰκείων ὡς ὑπὸ πολε-

μίων ὁ θάλαμος, καλλωπίζεται δὲ ἀντὶ τοῦ θαλάμου διὰ

τοῦ τάφου ὁ θάνατος. Ἀνακλήσεις ἐπὶ τούτων ἀνόνητοι

καὶ μάταιοι χειρῶν κρότοι, ἀναμνήσεις τοῦ προτέρου

βίου, κατάραι κατὰ τῶν συμβουλευσάντων τὸν γάμον,

μέμψεις κατὰ τῶν μὴ κωλυσάντων φίλων, ἐν αἰτίᾳ πολλῇ

οἱ γονεῖς ἄν τε περιόντες τύχωσιν ἄν τε καὶ μή, ἀγα-

νάκτησις κατὰ τῆς ἀνθρωπίνης ζωῆς, κατηγορία πάσης

τῆς φύσεως, κατ' αὐτῆς τῆς θείας οἰκονομίας μέμψεις

πολλαὶ καὶ ἐγκλήματα, μάχη πρὸς ἑαυτόν, πόλεμος κατὰ

τῶν νουθετούντων, οὐδεὶς τῶν ἀτοπωτάτων ὄκνος οὔτε

ῥημάτων οὔτε πραγμάτων. Πολλάκις δέ, οἷς ἂν ὑπερανίσχῃ

τὸ πάθος καὶ περισσοτέρως καταποθῇ ὁ λογισμὸς ὑπὸ

τῆς λύπης, εἰς πικρότερον πέρας ἡ τραγῳδία κατέληξεν,

οὐδὲ τοῦ περιλειφθέντος ἐπιβιῶναι τῇ συμφορᾷ δυνηθέντος.

6

Ἀλλ' οὐχὶ τοῦτο; Ὑποθώμεθα δὲ τὰ βελτίω, ὅτι καὶ

διέφυγε τῶν ὠδίνων τὸν κίνδυνον καὶ γέγονεν αὐτοῖς

παῖς, αὐτὸ τῆς ὥρας τῶν γεννησαμένων τὸ ἀπεικόνισμα.

Τί οὖν; Ἠλαττώθη διὰ τούτων ἡ τοῦ λυπεῖσθαι ὑπόθεσις

ἢ οὐχὶ καὶ προσθήκας μᾶλλον ἐδέξατο; Τούς τε γὰρ προτέ-

ρους ἔχουσι φόβους καὶ τὸν ὑπὲρ τοῦ τέκνου προσέλαβον,

μή τι συμβῇ περὶ τὴν ἀνατροφὴν ἀηδές, μή τις πονηρὰ

συντυχία, μή τι σύμπτωμα τῶν ἀβουλήτων ἢ πάθος ἢ

πήρωσιν ἢ κίνδυνον ἐπαγάγῃ τινά. Καὶ ταῦτα μὲν

ἀμφοτέρων κοινά, τὰ δὲ τῆς γαμετῆς ἴδια τίς ἂν ἐξαριθ-

μήσαιτο; Ἵνα γὰρ ἐάσωμεν τὰ πρόχειρα ταῦτα καὶ πᾶσιν

γνώριμα, τὸ τῆς κυοφορίας ἄχθος, τὸν ἐν ταῖς ὠδῖσι κίνδυνον,

τὸν ὑπὲρ τῆς ἀνατροφῆς πόνον, τὸ τὴν καρδίαν αὐτῆς

τῷ τεχθέντι συναποσχίζεσθαι, κἂν πλειόνων γένηται

μήτηρ, εἰς τοσαῦτα κατατέμνεσθαι αὐτῆς τὴν ψυχήν,

ὅσος ὁ ἀριθμὸς τῶν τέκνων ἐστίν, ὡς τῶν συμβαινόντων

ἐκείνοις ἐν τοῖς ἰδίοις σπλάγχνοις τὴν αἴσθησιν δέχεσθαι.

Καὶ πάντα τὰ τοιαῦτα γνώριμα πᾶσιν ὄντα τί ἄν τις λέγοι;

ἀλλ' ἐπειδὴ κατὰ τὸ θεῖον λόγιον οὐχ ἑαυτῆς ἐστι κυρία,

πρὸς δὲ τὸν διὰ τοῦ γάμου κυριεύσαντα τὴν ἀποστροφὴν

ἔχει, κἂν πρὸς ὀλίγον αὐτοῦ μονωθῇ ὡς τῆς κεφαλῆς διε-

ζευγμένη, οὐ φέρει τὴν μόνωσιν, ἀλλὰ ὡς μελέτην τινὰ

τῆς ἐν τῇ χηρείᾳ ζωῆς καὶ τὴν ἐν ὀλίγῳ τοῦ ἀνδρὸς ἀναχώ-

ρησιν οἰωνίζεται. Εὐθὺς ὁ φόβος ἀπόγνωσιν ἐμποιεῖ τῶν

χρηστοτέρων ἐλπίδων, καὶ διὰ τοῦτο ὁ μὲν ὀφθαλμὸς

περὶ τὴν εἴσοδον πέπηγε γέμων ταραχῆς καὶ πτοήσεως,

ἡ δὲ ἀκοὴ τοὺς ὑπολαλοῦντας περιεργάζεται, συγκόπτε-

ται δὲ ἡ καρδία μαστιζομένη τῷ φόβῳ καί, πρίν τι προσ-

αγγελθῆναι νεώτερον, καὶ μόνον ψόφος πρὸ τῶν θυρῶν

ἢ ὑπονοηθεὶς ἢ γενόμενος, ὥσπερ τις ἄγγελος κακῶν,

ἐξαίφνης τὴν ψυχὴν διεκλόνησε. Καὶ τὰ μὲν ἔξω δεξιὰ

τυχὸν καὶ οὐδενὸς ἄξια φόβου, φθάνει δὲ ἡ λειποθυμία

τὴν ἀγγελίαν καὶ ἀναστρέφει πρὸς τὸ ἐναντίον ἀπὸ τῶν

ἡδέων τὴν γνώμην. Τοιοῦτος τῶν εὐθυμούντων ὁ βίος. Πάνυ

γε ἄξιος. Οὐ γὰρ τῇ ἐλευθερίᾳ τῆς παρθενίας ἀντεξετάζεται.

7

Καίτοι πολλὰ τῶν σκυθρωποτέρων ὁ λόγος ἐπιτρέχων

παρέλιπε. Πολλάκις γὰρ κἀκείνη ἔτι νέα τῷ σώματι, ἔτι

τῇ νυμφικῇ ἀγλαΐᾳ στίλβουσα, ἔτι τυχὸν ἐρυθριῶσα τοῦ

νυμφίου τὴν εἴσοδον καὶ μετὰ αἰδοῦς ὑποβλέπουσα, ὅτε

καὶ θερμοτέρους εἶναι συμβαίνει τοὺς πόθους ὑπ' αἰσχύνης

πρὸς τὸ ἐκφανῆναι κωλυομένους, ἐξαίφνης χήρα καὶ ἀθλία

καὶ ἔρημος καὶ πάντα τὰ φευκτὰ μεταλαμβάνει ὀνόματα

καὶ τὴν τέως λαμπρὰν καὶ λευχείμονα καὶ περίβλεπτον

ἀθρόως καταμελαίνει προσπεσοῦσα ἡ συμφορά, καὶ περι-

βάλλει τῷ πένθει τὸν νυμφικὸν κόσμον ἀποσυλήσασα. Εἶτα

ζόφος ἀντὶ τῆς ἐν παστάδι λαμπρότητος καὶ θρηνῳδοὶ τὰς

οἰμωγὰς ἐπιτείνουσαι καὶ μῖσος κατὰ τῶν ἐπιχειρούντων

πραΰνειν τὰ πάθη, ἀπέχθεια σιτίων, τηκεδὼν σώματος,

κατήφεια ψυχῆς, ἐπιθυμία θανάτου καὶ μέχρις αὐτοῦ τοῦ

θανάτου πολλάκις ἰσχύσασα. Ἐὰν δὲ καὶ πεφθῇ πως τῷ

χρόνῳ ἡ συμφορά, πάλιν ἄλλη συμφορά, εἴτε ὑπάρχει

τέκνα εἴτε καὶ μή. Ὄντα μὲν γὰρ ὀρφανὰ πάντως ἐστί,

καὶ διὰ τοῦτο ἐλεεινὰ καὶ δι' ἑαυτῶν τὸ πάθος ἀνακαινίζοντα·

εἰ δὲ μὴ εἴη, πρόρριζον οἴχεται τὸ τοῦ κατοιχομένου

μνημόσυνον καὶ τὸ κακὸν ὑπὲρ παραμυθίαν ἐστίν.

8

Ἐῶ τὰ ἄλλα τὰ τῆς χηρείας ἴδια. Τίς γὰρ ἂν πάντα

μετὰ ἀκριβείας ἀπαριθμήσαιτο; Τοὺς ἐχθρούς, τοὺς οἰ-

κείους, τοὺς μὲν ἐπεμβαίνοντας τῇ συμφορᾷ, τοὺς δὲ

φαιδρυνομένους τῇ ἐρημίᾳ καὶ μεθ' ἡδονῆς βλέποντας ἐν

πικρῷ ὀφθαλμῷ τὸν διαπίπτοντα οἶκον, καὶ τοὺς κατα-

φρονοῦντας οἰκέτας καὶ πάντα τὰ ἄλλα ὅσα πάρεστιν

ἀφθόνως ἐπὶ τῶν τοιούτων ὁρᾶν, δι' ὧν αἱ πολλαὶ καὶ

δεύτερον ὑπ' ἀνάγκης πρὸς τὴν τῶν ὁμοίων κακῶν

παρεβάλοντο πεῖραν, οὐκ ἐνεγκοῦσαι τῶν ἐπεγγελώντων

τὴν πικρίαν, ὥσπερ ἀμυνόμεναι τοὺς λυπήσαντας τοῖς

ἰδίοις κακοῖς· πολλαὶ δὲ τῇ μνήμῃ τῶν συμβεβηκότων

πᾶν ὁτιοῦν ὑπέστησαν μᾶλλον ἢ ἐμπεσεῖν ἐκ δευτέρου τῇ

τῶν συμφορῶν ὁμοιότητι. Καὶ εἰ βούλει μαθεῖν τὰ δυσχερῆ

τοῦ κοινοτέρου βίου, ἄκουσον οἷα λέγουσιν αἱ τῇ πείρᾳ

τὸν βίον γνωρίσασαι, ὅπως μακαρίζουσι τὴν ζωὴν τῶν ἐξ

ἀρχῆς τὸν ἐν παρθενίᾳ βίον προελομένων καὶ μὴ διὰ συμ-

φορᾶς μεταμαθόντων τὸ κάλλιον, ὅτι πάντων τῶν τοιούτων

κακῶν ἀνεπίδεκτός ἐστιν ἡ παρθενία· οὐκ ὀρφανίαν θρηνεῖ,

οὐ χηρείαν ὀδύρεται· ἀεὶ σύνεστι τῷ ἀφθάρτῳ νυμφίῳ,

ἀεὶ ἐπαγάλλεται τοῖς τῆς εὐσεβείας γεννήμασι· τόν τε

οἶκον τὸν ἀληθῶς ἴδιον πᾶσι τοῖς καλλίστοις ὁρᾷ διηνε-

κῶς εὐθηνούμενον διὰ τὸ παρεῖναι καὶ ἐνοικεῖν ἀεὶ τὸν

τοῦ οἴκου δεσπότην, ἐφ' ἧς ὁ θάνατος οὐ χωρισμόν, ἀλλὰ

συνάφειαν τοῦ ποθουμένου ποιεῖ· ὅταν γὰρ «ἀναλύσῃ», τότε

«σὺν Χριστῷ» γίνεται, καθώς φησιν ὁ ἀπόστολος.

9

Ἀλλὰ καιρὸς ἂν εἴη, ἐπειδὴ τὰ τῶν εὐθυμούντων ἐκ

μέρους ἐξήτασται, καὶ τοὺς ἑτέρους ἐποπτεῦσαι βίους τῷ

λόγῳ, οἷς καὶ πενίαι καὶ δυσκληρίαι καὶ αἱ λοιπαὶ τῶν

ἀνθρωπίνων παθῶν συμφοραὶ παραπεπήγασιν, οἷον πηρώ-

σεις τε καὶ νόσοι καὶ ὅσα τοιαῦτα τῇ ἀνθρωπίνῃ ζωῇ

συγκεκλήρωται. Ἐν οἷς ἅπασιν ὁ μὲν καθ' ἑαυτὸν ζῶν ἢ

διαφεύγει τὴν πεῖραν ἢ ῥᾷον διαφέρει τὴν συμφοράν,

συγκεκροτημένην ἔχων περὶ ἑαυτὸν τὴν διάνοιαν καὶ πρὸς

οὐδὲν ἄλλο ταῖς φροντίσι περιελκόμενος· ὁ δὲ πρὸς γυναῖκα

καὶ τέκνα μεμερισμένος οὐδὲ σχολὴν ἄγει πολλάκις τοῖς

ἰδίοις ἐπιστενάξαι κακοῖς, τῆς τῶν φιλτάτων φροντίδος

τὴν καρδίαν περιηχούσης. Ἢ τάχα περιττόν ἐστι τοῖς

ὁμολογουμένοις ἐνδιατρίβειν τῷ λόγῳ; Εἰ γὰρ τοῖς δοκοῦσιν

εἶναι καλοῖς τοσοῦτος πόνος καὶ ταλαιπωρία συνέζευκται,

τί ἄν τις περὶ τῶν ἐναντίων στοχάσαιτο; Ἦ που πᾶσα

λόγου ὑπογραφὴ τῆς ἀληθείας ἐλάττων ἐστὶ τὸν βίον

αὐτῶν ὑπ' ὄψιν ἀγαγεῖν ἐπιχειροῦσα, ἀλλ' ἔστιν ἴσως δι'

ὀλίγου τὸ πολὺ τῆς κατὰ τὴν ζωὴν ἀηδίας ἐνδείξασθαι,

ὅτι ἐναντίως πρὸς τοὺς εὐημερεῖν δοκοῦντας συγκεκλη-

ρωμένοι τῷ βίῳ καὶ τὰς λύπας ἀπὸ τῶν ἐναντίων ἔχουσι.

Τοῖς μὲν γὰρ εὐθυμοῦσι ταράσσει τὸν βίον ὁ προσδοκώ-

μενος ἢ καὶ παραγινόμενος θάνατος, τούτοις δὲ συμφορά

ἐστιν ἡ ἀναβολὴ τοῦ θανάτου· καὶ ὁ μὲν βίος αὐτοῖς ἐκ

διαμέτρου πρὸς τὸ ἐναντίον διέστηκεν, ἡ δὲ ἀθυμία πρὸς

τὸ αὐτὸ πέρας ἀμφοτέροις συμφέρεται.

10

Οὕτω πολύτροπός ἐστι καὶ ποικίλη τῶν ἐκ τοῦ γάμου

κακῶν ἡ χορηγία. Λυποῦσι γὰρ ὁμοίως καὶ γινόμενοι

παῖδες καὶ μὴ γινόμενοι, καὶ πάλιν ζῶντες καὶ ἀποθνῄσκον-

τες. Ὁ μὲν γὰρ εὐθηνεῖται παισὶν οὐδὲ τροφῆς ἔχων ἱκανῶς,

τῷ δὲ οὐχ ὕπεστιν ὁ τοῦ κλήρου διάδοχος ἐπὶ πολλοῖς οἷς

ἐμόχθησε καὶ ἐν ἀγαθῶν μοίρᾳ τὴν τοῦ ἑτέρου ποιεῖται

συμφοράν, ἑκάτερος ἑαυτῷ ἐκεῖνο γενέσθαι βουλόμενος

ἐφ' ᾧ δυσφοροῦντα βλέπει τὸν ἕτερον· ᾧ μὲν γὰρ τέθνηκεν

ὁ καταθύμιος παῖς, ᾧ δὲ ἐπεβίω ὁ ἄσωτος· ἐλεεινοὶ δὲ

ἀμφότεροι, ὁ μὲν τὸν θάνατον τοῦ παιδός, ὁ δὲ τὴν ζωὴν

ὀδυρόμενος. Ἐῶ ζηλοτυπίας καὶ μάχας, εἴτε ἐξ ἀληθῶν

πραγμάτων εἴτε ἐξ ὑπονοιῶν συνισταμένας, εἰς οἷα πάθη

καὶ συμφορὰς καταλήγουσι. Τίς γὰρ ἂν πάντα μετὰ ἀκρι-

βείας ἀπαριθμήσαιτο; Σὺ δ', εἰ βούλει μαθεῖν ὅπως

ἐμπέπλησται τῶν τοιούτων κακῶν ἡ ἀνθρωπίνη ζωή, μή

μοι ἀναλάβῃς τὰ παλαιὰ διηγήματα, ἃ τοῖς ποιηταῖς τῶν

δραμάτων τὰς ὑποθέσεις ἔδωκε· μῦθοι γὰρ ἐκεῖνα διὰ τὴν

ὑπερβολὴν τῆς ἀτοπίας νομίζονται, ἐν οἷς παιδοφονίαι καὶ

τεκνοφαγίαι, φόνοι τε ἀνδρῶν καὶ μητροκτονίαι καὶ

ἀδελφῶν σφαγαὶ καὶ μίξεις παράνομοι καὶ ἡ παντοδαπὴ

τῆς φύσεως σύγχυσις, ἣν οἱ τὰ ἀρχαῖα διηγούμενοι ἀπὸ

γάμων ἀρχόμενοι τῆς ἀφηγήσεως εἰς τὰς τοιαύτας συμ-

φορὰς καταλήγουσιν. Ἀλλ' ἐκεῖνα πάντα καταλιπὼν

θεώρησον ἐπὶ τῆς παρούσης τοῦ βίου σκηνῆς τὰς ἐν αὐτῷ

τραγῳδίας, ὧν χορηγὸς γίνεται τοῖς ἀνθρώποις ὁ γάμος.

Ἐλθὲ ἐπὶ τὰ δικαστήρια, ἀνάγνωθι τοὺς περὶ τούτων νό-

μους· ἐκεῖ κατόψει τὰ τῶν γάμων ἀπόρρητα. Ὥσπερ γὰρ

ὅταν ἰατρῶν ἀκούσῃς τὰ ποικίλα πάθη διεξιόντων, τὴν

ἀθλιότητα μανθάνεις τοῦ ἀνθρωπίνου σώματος, οἵων καὶ

ὅσων κακῶν δεκτικόν ἐστι διδασκόμενος, οὕτως ἐπειδὰν

τοῖς νόμοις ἐντύχῃς καὶ γνῷς τὰς πολυτρόπους τοῦ γάμου

παρανομίας, καθ' ὧν ἐκεῖνοι τὰς τιμωρίας ὁρίζουσιν,

ἀκριβῶς διδάσκῃ τὰ τοῦ γάμου ἴδια· οὔτε γὰρ ἰατρὸς

τὰ μὴ ὄντα θεραπεύει πάθη, οὔτε νόμος τὰ μὴ γινόμενα

τιμωρεῖται κακά.

4

t

{Κεφάλαιον δʹ}

n

{Ὅτι πάντα τὰ κατὰ τὸν βίον ἄτοπα τὴν ἀρχὴν ἀπὸ τοῦ

γάμου ἔχει· ἐν ᾧ καὶ οἷος ὁ κατὰ ἀλήθειαν

ἀποταξάμενος τῷ βίῳ ἐστίν.}

1

Μᾶλλον δὲ τί χρὴ μικρολόγως τοῦ τοιούτου βίου

τὴν ἀτοπίαν ἐλέγχειν, ἐν μόναις μοιχείαις καὶ διαστάσεσι

καὶ ἐπιβουλαῖς περιορίζοντας τὴν τῶν συμφορῶν ἀπα-

ρίθμησιν; Δοκεῖ γάρ μοι τῷ ὑψηλοτέρῳ καὶ ἀληθεστέρῳ

λόγῳ πᾶσα ἡ τοῦ βίου κακία ἡ πᾶσι πράγμασι καὶ ἐπιτηδεύ-

μασιν ἐνθεωρουμένη μηδεμίαν εὑρίσκειν ἀρχὴν κατὰ τῆς

τοῦ ἀνθρώπου ζωῆς, εἴ τις ἑαυτὸν μὴ ὑπαγάγοι τῇ ἀνάγκῃ

τοῦ βίου τούτου. Οὕτω δὲ ἡμῖν ἡ ἀλήθεια τοῦ λόγου φανε-

ρωθήσεται· ὁ τὴν τοῦ βίου τούτου ἀπάτην κατανοήσας κα-

θαρῷ τῷ τῆς ψυχῆς ὀφθαλμῷ καὶ ὑψηλότερος τῶν ἐνταῦθα

σπουδαζομένων γενόμενος καί, καθώς φησιν ὁ ἀπόστολος,

καθάπερ τινὰ δυσώδη σκύβαλα τὰ πάντα περιορῶν καὶ

τρόπον τινὰ τοῦ βίου παντὸς διὰ τῆς τοῦ γάμου ἀναχω-

ρήσεως ἑαυτὸν ἐξοικίσας οὐδεμίαν ἔχει κοινωνίαν πρὸς

τὰ κακὰ τὰ ἀνθρώπινα, πλεονεξίαν λέγω καὶ φθόνον ὀργήν

τε καὶ μῖσος καὶ κενῆς δόξης ἐπιθυμίαν καὶ τὰ ἄλλα ὅσα

τοῦ τοιούτου γένους ἐστί. Πάντων δὲ τῶν τοιούτων τὴν

ἀτέλειαν ἔχων καὶ διὰ πάντων ἐλευθεριάζων καὶ εἰρηνεύων

τῷ βίῳ, οὐκ ἔστιν ἐφ' ᾧτε καὶ φιλονεικήσει περὶ τοῦ

πλείονος ἢ ἐπὶ τίνι καθ' ἑαυτοῦ κινήσει τοῖς γειτνιῶσι τὸν

φθόνον ὁ μηδενὸς τῶν τοιούτων ἁπτόμενος, οἷς ὁ φθόνος

ἐν τῇ ζωῇ περιφύεται; παντὸς γὰρ τοῦ κόσμου τὴν ἑαυτοῦ

ψυχὴν ὑπεράρας καὶ μόνον τίμιον ἑαυτῷ κτῆμα νομίζων

τὴν ἀρετήν, ἄλυπόν τινα καὶ εἰρηνικὸν καὶ ἄμαχον βιοτεύσει

βίον. Τῆς γὰρ ἀρετῆς ἡ κτῆσις, κἂν πάντες μετέχωσιν

αὐτῆς ἄνθρωποι κατὰ τὴν ἑαυτοῦ δύναμιν ἕκαστος, ἀεὶ

πλήρης τοῖς ἐπιθυμοῦσίν ἐστιν, οὐ κατὰ τὴν ἐπὶ τῆς γῆς

κτῆσιν, ἣν οἱ διαιροῦντες εἰς τμήματα, ὅσον ἂν προσθῶσι

τῇ μιᾷ μερίδι, τοσοῦτον ὑφείλοντο τῆς ἑτέρας, καὶ ὁ

πλεονασμὸς τοῦ ἑνὸς ἐλάττωσίς ἐστι τοῦ συμμετέχοντος·

ὅθεν καὶ αἱ περὶ τοῦ πλείονος μάχαι διὰ τὸ πρὸς τὸ ἐλατ-

τοῦσθαι μῖσος τοῖς ἀνθρώποις συνίστανται. Ἐκείνου δὲ

ἀνεπίφθονός ἐστιν ἡ πλεονεξία τοῦ κτήματος καὶ ὁ τὸ

πλεῖον ἁρπάσας οὐδεμίαν ἤνεγκε ζημίαν τῷ συμμετασχεῖν

ἀξιοῦντι τῶν ἴσων, ἀλλ' ὅσον ἐστί τις χωρητικός, αὐτός

τε πληροῦται τῆς ἀγαθῆς ἐπιθυμίας καὶ ὁ πλοῦτος τῶν

ἀρετῶν ἐν τοῖς προλαβοῦσιν οὐκ ἀναλίσκεται.

2

Ὁ τοίνυν πρὸς τοῦτον ἀποβλέπων τὸν βίον καὶ τὴν

ἀρετὴν ἑαυτῷ θησαυρίζων, ἣν οὐδεὶς ὅρος ἀνθρώπινος περι-

γράφει, ἆρα καταδέξεταί ποτε πρός τι τῶν ταπεινῶν καὶ πε-

πατημένων τὴν ἑαυτοῦ ψυχὴν ἐπικλῖναι; Ἆρα θαυμάσεται

τὸν γήϊνον πλοῦτον ἢ δυναστείαν ἀνθρωπίνην ἢ ἄλλο τι τῶν

ὑπὸ ἀνοίας σπουδαζομένων; Εἰ μὲν γάρ τις ἔτι περὶ ταῦτα

διάκειται ταπεινῶς, ἔξω τοῦ τοιούτου ἂν εἴη χοροῦ καὶ

οὐδὲν πρὸς τὸν ἡμέτερον ἕξει λόγον· εἰ δὲ τὰ ἄνω φρονεῖ

καὶ συμμετεωροπορεῖ τῷ θεῷ, ὑψηλότερος πάντως τῶν

τοιούτων ἐστὶν οὐκ ἔχων τὴν κοινὴν ἀφορμὴν τῆς περὶ

τὰ τοιαῦτα πλάνης, τὸν γάμον λέγω. Τὸ γὰρ ὑπὲρ τοὺς

ἄλλους θέλειν εἶναι, τὸ χαλεπὸν τοῦτο πάθος ἡ ὑπερηφανία,

ὃ δὴ μάλιστα σπέρμα τις εἰπὼν ἢ ῥίζαν πάσης τῆς κατὰ

τὴν ἁμαρτίαν ἀκάνθης τοῦ εἰκότος οὐχ ἁμαρτήσεται, τοῦτο

μάλιστα ἐκ τῆς αἰτίας τοῦ γάμου τὴν ἀρχὴν ἔχει.

3

Οὐ γὰρ ἔστιν ὡς ἐπὶ τὸ πολὺ τὸν πλεονέκτην μὴ

τοὺς παῖδας ἐπαιτιᾶσθαι ἢ τὸν δοξομανῆ καὶ φιλότιμον

μὴ εἰς τὸ γένος ἀνενεγκεῖν τοῦ κακοῦ τὴν αἰτίαν, ὡς ἂν

μὴ ἐλάττων δοκοίη τῶν πρὸ αὐτοῦ γεγονότων, καὶ ἵνα

μέγας τοῖς μετὰ ταῦτα νομίζοιτο καταλιπών τινα τοῖς

ἐξ αὐτοῦ διηγήματα· ὡσαύτως δὲ καὶ τὰ λοιπὰ ὅσα

ψυχῆς ἐστιν ἀρρωστήματα, φθόνος καὶ μνησικακία καὶ

μῖσος καὶ εἴ τι τοιοῦτον ἕτερον, τῆς αὐτῆς αἰτίας ἤρτηται.

Πάντα γὰρ ταῦτα τοῖς περὶ τὸν βίον τοῦτον ἐπτοημένοις

συμπολιτεύεται, ὧν ὁ ἔξω γενόμενος, καθάπερ ἐπί τινος

ὑψηλῆς σκοπιᾶς πόρρωθεν ἐποπτεύων τὰ ἀνθρώπινα πάθη,

οἰκτείρει τῆς τυφλότητος τοὺς τῇ τοιαύτῃ ματαιότητι

δεδουλωμένους καὶ μέγα κρίνοντας τὴν τῆς σαρκὸς

εὐπραγίαν. Ὅταν γάρ τινα τῶν ἀνθρώπων ἐπί τινι τῶν κατὰ

τὸν βίον ἴδῃ περίβλεπτον, ἀξιώμασιν ἢ πλούτοις ἢ δυνα-

στείαις κομῶντα, καταγελᾷ τῆς ἀνοίας τῶν διὰ ταῦτα

πεφυσημένων καὶ ἀριθμεῖ τὸν μήκιστον χρόνον τοῦ ἀν-

θρωπίνου βίου κατὰ τὴν εἰρημένην ὑπὸ τοῦ ψαλμῳδοῦ

προθεσμίαν. Εἶτα παραμετρῶν τοῖς ἀπείροις αἰῶσι τὸ

ἀκαριαῖον τοῦτο διάστημα, ἐλεεῖ τῆς χαυνότητος τὸν ἐπὶ τοῖς

οὕτω γλίσχροις καὶ ταπεινοῖς καὶ προσκαίροις τὴν ψυχὴν

ἐπαιρόμενον. Τί γὰρ ἄξιόν ἐστι μακαρισμοῦ τῶν ἐνταῦθα;

Ἡ τιμή, τὸ παρὰ πολλῶν σπουδαζόμενον; —Ἐπειδὴ τί

πλέον τοῖς τετιμημένοις προστίθησι; Διαμένει γὰρ θνητὸς

ὁ θνητός, κἂν τιμᾶται κἂν μή. —Ἢ τὸ πολλὰ πλέθρα

κεκτῆσθαι γῆς; Τοῦτο δὲ εἰς τί πέρας χρηστὸν καταλήγει

τοῖς κτησαμένοις, ἐκτὸς τοῦ οἴεσθαι τὸν ἀνόητον ἑαυτοῦ

εἶναι τὰ μηδὲν προσήκοντα; Ἀγνοεῖ γάρ, ὡς ἔοικεν, ὑπὸ τῆς

πολλῆς λαιμαργίας, ὅτι «τοῦ κυρίου μέν ἐστιν ἀληθῶς

ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς»—«βασιλεὺς γὰρ πάσης τῆς

γῆς ὁ θεός»—, τοῖς δὲ ἀνθρώποις τὸ τῆς πλεονεξίας πάθος

ψευδώνυμον τῆς κυριότητος τὴν προσηγορίαν δίδωσι τῶν

οὐδὲν προσηκόντων. «Ἡ μὲν γὰρ γῆ», καθώς φησιν ὁ σοφὸς

ἐκκλησιαστής, «εἰς τὸν αἰῶνα ἕστηκε» πάσαις ὑπηρετοῦσα

ταῖς γενεαῖς καὶ ἄλλοτε ἄλλους τοὺς κατ' αὐτὴν γινο-

μένους ἐκτρέφουσα· οἱ δὲ ἄνθρωποι, οὐδὲ ἑαυτῶν ὄντες

κύριοι, ἀλλὰ πρὸς τὸ τοῦ ἄγοντος βούλημα ὅτε οὐκ ἴσασιν

εἰς τὴν ζωὴν παριόντες, καὶ ὅτε μὴ βούλονται πάλιν

αὐτῆς χωριζόμενοι, ὑπὸ τῆς πολλῆς ματαιότητος κυριεύειν

οἴονται αὐτῆς, οἱ κατὰ καιροὺς γινόμενοί τε καὶ ἀπολλύ-

μενοι τῆς ἀεὶ μενούσης.

4

Ὁ οὖν ἐπεσκεμμένος ταῦτα καὶ διὰ τοῦτο περιφρονῶν

ὅσα τίμια τοῖς ἀνθρώποις νομίζεται, μόνης δὲ τῆς θείας

ζωῆς ἔχων τὸν ἔρωτα, ὁ εἰδὼς ὅτι «Πᾶσα σὰρξ χόρτος καὶ

πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου», πότε σπουδῆς

ἄξιον τὸν χόρτον οἰήσεται τὸν σήμερον ὄντα καὶ αὔριον

οὐκ ἐσόμενον; Οἶδε γὰρ ὁ ἐπεσκεμμένος τὰ θεῖα καλῶς,

ὅτι οὐ τὰ ἀνθρώπινα μόνον οὐκ ἔχει τὸ πάγιον, ἀλλ' ὡς

οὐδὲ τοῦ κόσμου παντὸς εἰς τὸ διηνεκὲς ἠρεμήσαντος.

Διὰ τοῦτο ὡς ἀλλοτρίας καὶ προσκαίρου ταύτης ὑπερορᾷ

τῆς ζωῆς, ἐπειδὴ «Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται», κατὰ

τὴν τοῦ σωτῆρος φωνήν, καὶ πάντα τὴν μεταστοιχείωσιν

ἀναγκαίως ἐκδέχεται. Διὰ τοῦτο, ἕως ἐστὶν «ἐν τῷ σκήνει»,

καθώς φησιν ὁ ἀπόστολος τὸ πρόσκαιρον ἐνδεικνύμενος,

βαρούμενος τῇ παρούσῃ ζωῇ τὸ μακρύνεσθαι αὐτῷ τὴν

παροικίαν ταύτην ὀδύρεται, ὥσπερ καὶ ὁ ψαλμῳδὸς ἐν

ᾠδαῖς θείαις λέγων πεποίηται. Ὄντως γὰρ ἐν σκότῳ

βιοτεύουσιν οἱ «μετὰ τῶν σκηνωμάτων τούτων» τῇ ζωῇ

παροικοῦντες· οὗ χάριν στενάξας ὁ προφήτης πρὸς τὴν

παράτασιν τῆς παροικίας, «Οἴμοι, φησίν, ὅτι ἡ παροικία

μου ἐμακρύνθη.» Σκότῳ δὲ τὴν αἰτίαν τῆς κατηφείας ταύτης

ἀνέθηκε. Τὸ γὰρ σκότος τῇ Ἑβραίων φωνῇ «κηδὰρ» ὀνο-

μάζεσθαι παρὰ τῶν σοφῶν μεμαθήκαμεν. Ἦ γὰρ οὐκ

ἀληθῶς, καθάπερ ἀορασίᾳ τινὶ νυκτερινῇ κεκρατημένοι

οἱ ἄνθρωποι, οὕτω πρὸς τὴν τῆς ἀπάτης ἐπίγνωσιν ἀμ-

βλυωποῦσιν οὐκ εἰδότες ὅτι πάντα ὅσα τίμια ἐν τῇ ζωῇ

ταύτῃ νενόμισται, ἢ καὶ ὅσα πρὸς τὸ ἐναντίον ὑπείληπται,

ἐν μόνῃ τῇ ὑπολήψει τῶν ἀνοήτων ὑφέστηκεν; Αὐτὰ δὲ

ἐφ' ἑαυτῶν ἐστιν οὐδαμοῦ οὐδέν· οὐ δυσγένειά τις, οὐκ εὐδο-

κίμησις γένους, οὐ δόξα, οὐ περιφάνεια, οὐ τὰ παλαιὰ

διηγήματα, οὐχ ὁ ἐπὶ τοῖς ἐνεστῶσι τῦφος, οὐ τὸ κρατεῖν

ἑτέρων, οὐ τὸ ὑποχείριον εἶναι. Πλοῦτοί τε καὶ τρυφαὶ

καὶ πενίαι καὶ ἀπορίαι καὶ πᾶσαι αἱ τοῦ βίου ἀνωμαλίαι,

τοῖς μὲν ἀπαιδεύτοις πάμπολυ διαφέρειν δοκοῦσιν, ὅταν

ἡδονὴν ποιῶνται τῶν τοιούτων κριτήριον· τῷ δὲ ὑψηλῷ

τὴν διάνοιαν πάντα ὁμότιμα φαίνεται καὶ οὐδὲν προτι-

μότερον τοῦ ἑτέρου τὸ ἕτερον, τῷ ὁμοίως διὰ τῶν ἐναντίων

τὸν τῆς ζωῆς δρόμον ἀνύεσθαι καὶ ἴσην ἐν ἑκατέρᾳ τῶν

λήξεων τὴν πρὸς τὸ εὖ ἢ κακῶς ζῆν δύναμιν ἐνυπάρχειν,

«διὰ τῶν δεξιῶν ὅπλων καὶ ἀριστερῶν», φησὶν ὁ ἀπόστο-

λος, «διὰ δόξης καὶ ἀτιμίας». Δι' ὧν ὁ μὲν κεκαθαρμένος

τὸν νοῦν καὶ ἐπεσκεμμένος τὴν τῶν ὄντων ἀλήθειαν ὀρθῶς

ὁδεύσει τὴν πορείαν, ἀπὸ γενέσεως μέχρι τῆς ἐξόδου τὸν

τεταγμένον αὐτῷ χρόνον διεξερχόμενος, οὔτε ὑπὸ τῶν

ἡδέων θρυπτόμενος οὔτε ὑπὸ τῶν αὐστηρῶν ταπεινούμενος,

ἀλλὰ κατὰ τὴν τῶν ὁδοιπόρων συνήθειαν τοῦ πρόσω

ἐχόμενος ὀλίγον ποιεῖται τῶν προφαινομένων τὸν λόγον.

Σύνηθες γὰρ τοῖς ὁδοιποροῦσιν ἐπὶ τὸ τῆς ὁδοῦ πέρας

ὁμοίως ἐπείγεσθαι, ἄν τε διὰ λειμώνων καὶ συμφύτων

χωρίων ἄν τε διὰ τῶν ἐρημοτέρων καὶ τραχυτέρων τόπων

διέρχωνται, καὶ οὔτε τὸ ἡδὺ παρακατέσχεν οὔτε τὸ ἀηδὲς

ἐνεπόδισεν. Οὕτω καὶ αὐτὸς ἀμεταστρεπτὶ πρὸς τὸν προ-

κείμενον σκοπὸν ἑαυτῷ ἐπειχθήσεται, πρὸς οὐδὲν τῶν

παροδίων ἐπιστρεφόμενος, ἀλλὰ πρὸς μόνον τὸν οὐρανὸν

βλέπων διαπεράσει τὸν βίον, καθάπερ τις ἀγαθὸς κυβερ-

νήτης πρὸς τὸν ἄνω σκοπὸν διευθύνων τὸ σκάφος.

5

Ὁ δὲ παχὺς τὴν διάνοιαν καὶ κάτω βλέπων καὶ συγ-

κεκυφὼς τῇ ψυχῇ πρὸς τὰ ἡδέα τοῦ σώματος καθάπερ

πρὸς τὴν νομὴν τὰ βοσκήματα, μόνῃ τῇ γαστρὶ καὶ τοῖς

μετὰ γαστέρα ζῶν, «ἀπηλλοτριωμένος δὲ τῆς ζωῆς τοῦ

θεοῦ» καὶ «ξένος τῶν διαθηκῶν τῆς ἐπαγγελίας»,

οὐδὲν ἕτερον ἀγαθὸν εἶναι νομίζων ἢ τὸ ἡσθῆναι διὰ τοῦ

σώματος. Οὗτός ἐστι καὶ πᾶς ὁ τοιοῦτος ὁ ἐν σκότει διαπο-

ρευόμενος, καθώς φησιν ἡ γραφή, ὁ τῶν ἐν τῷ βίῳ τούτῳ

«κακῶν ἐφευρετής»· ἐν τούτοις γὰρ καὶ πλεονεξία καὶ

παθῶν ἀκολασία καὶ ἡ πρὸς τὰς ἡδονὰς ἀμετρία, φιλαρχία τε

πᾶσα καὶ κενῆς δόξης ἐπιθυμία καὶ ὁ λοιπὸς ὅμιλος τῶν

συνοικούντων παθῶν τοῖς ἀνθρώποις. Ἔχεται γάρ πως ἐν

τοῖς κακοῖς τοῦ ἑτέρου τὸ ἕτερον, καὶ ᾧπερ ἂν τὸ ἓν παρα-

γένηται, καὶ τὰ λοιπὰ καθάπερ ὑπό τινος φυσικῆς ἀνάγκης

ἑλκόμενα συνεισέρχεται πάντως, οἷον ἐν ἁλύσει γίνεται

τῆς ἀρχῆς ἐπισπασθείσης· οὐ δὲ τὰς λοιπὰς ἠρεμεῖν

τῆς ἁλύσεως ἀγκύλας δυνατόν ἐστιν, ἀλλ' ἡ κατὰ τὸ ἕτερον

πέρας τῆς ἁλύσεως ἀγκύλη συνεκινήθη τῇ πρώτῃ κατὰ τὸ

ἀκόλουθον ἀεὶ καὶ προσεχὲς ἀπὸ τοῦ πρώτου διὰ τῶν παρα-

κειμένων τῆς κινήσεως προϊούσης. Οὕτως ἐμπέπλεκται καὶ

συμπέφυκεν ἀλλήλοις τὰ ἀνθρώπινα πάθη, καὶ δι' ἑνὸς τοῦ

ἐπικρατήσαντος καὶ ὁ λοιπὸς τῶν κακῶν ὁλκὸς συνεισέρχεται

τῇ ψυχῇ. Καὶ εἰ χρή σοι διαγράψαι τὴν πονηρὰν ταύτην

ἅλυσιν, ὑπόθου τινὰ διά τινος ἡδονῆς τοῦ κατὰ τὴν

κενοδοξίαν ἡττηθῆναι πάθους· ἀλλὰ τῇ κενοδοξίᾳ καὶ

ἡ τοῦ πλείονος ἔφεσις συνηκολούθησεν. Οὐ γὰρ ἔστι

πλεονέκτην γενέσθαι, μὴ ἐκείνης ἐπὶ τὸ πάθος χειραγω-

γούσης. Εἶτα ἡ τοῦ πλεονεκτεῖν καὶ προέχειν ἐπιθυμία

ἢ ὀργὴν ἐξάπτει πρὸς τὸ ὁμότιμον ἢ πρὸς τὸ ὑποχείριον

τὴν ὑπερηφανίαν ἢ πρὸς τὸ ὑπερέχον τὸν φθόνον, φθόνου δὲ

ἀκόλουθος ἡ ὑπόκρισις γίνεται, ἐκείνης ἡ πικρία, ταύτης

ἡ μισανθρωπία, τούτων ἁπάντων τὸ τέλος κατάκρισις

εἰς γέενναν καὶ σκότος καὶ πῦρ καταλήγουσα. Ὁρᾷς τὸν

ὁλκὸν τῶν κακῶν, ὅπως ἑνὸς τὰ πάντα τοῦ καθ' ἡδονὴν

πάθους ἐξέχεται;

6

Ἐπειδὴ οὖν ἅπαξ εἰσῆλθεν εἰς τὸν βίον ἡ ἀκολουθία

τῶν τοιούτων παθῶν μίαν ὁρῶμεν ἐκ τῆς τῶν θεοπνεύστων

γραφῶν συμβουλῆς τὴν διέξοδον τούτων, τὸ χωρισθῆναι

τοῦ τοιούτου βίου τοῦ συνημμένην ἔχοντος μεθ' ἑαυτοῦ

τὴν τῶν ἀνιαρῶν ἀκολούθησιν. Οὐκ ἔστι γὰρ ἐν Σοδόμοις

φιλοχωρήσαντα διαφυγεῖν τὴν τοῦ πυρὸς ἐπομβρίαν, οὐδὲ

τὸν ἔξω Σοδόμων γενόμενον εἶτα πάλιν ἐπιστραφέντα

πρὸς τὴν ἐρήμωσιν ταύτης μὴ παγῆναι στήλην ἁλός,

ἀλλ' οὐδὲ τῆς Αἰγυπτίων δουλείας ἀπαλλαγήσεται ὁ μὴ

καταλιπὼν τὴν Αἴγυπτον, τὴν ὑποβρύχιον λέγω ταύτην

ζωήν, καὶ διαβὰς οὐχὶ τὴν Ἐρυθρὰν ἐκείνην, ἀλλὰ τὴν

μέλαιναν ταύτην καὶ ζοφώδη τοῦ βίου θάλασσαν. Εἰ δέ,

καθώς φησιν ὁ κύριος, ἐὰν μὴ «ἐλευθερώσῃ ἡμᾶς ἡ ἀλή-

θεια», τῷ κακῷ τῆς δουλείας ἐναπομένομεν, πῶς ἔστιν ἐν

τῇ ἀληθείᾳ γενέσθαι τὸν ζητοῦντα τὸ ψεῦδος καὶ «ἐν τῇ

πλάνῃ τοῦ βίου ἀναστρεφόμενον»; Πῶς δέ τις τὴν δουλείαν

ἀποδράσεται ταύτην ὁ ταῖς ἀνάγκαις τῆς φύσεως ὑπο-

χείριον δοὺς τὴν ἰδίαν ζωήν; Γνωριμώτερος δ' ἂν γένοιτο

ἡμῖν διά τινος παραδείγματος ὁ περὶ τούτων λόγος.

Ὥσπερ τις ποταμὸς χειμερίοις ῥεύμασι τραχυνόμενος καὶ

κατὰ τὴν ἑαυτοῦ φερόμενος φύσιν ξύλα τε καὶ λίθους καὶ

πᾶν τὸ παρατυχὸν ὑπολαμβάνων τῷ ῥείθρῳ μόνοις τοῖς

κατ' αὐτὸν γινομένοις σφαλερὸς καὶ κινδυνώδης ἐστί, τοῖς

δὲ πόρρωθεν αὐτὸν φυλασσομένοις εἰκῆ ῥεῖ, οὕτω καὶ τὴν

τοῦ βίου ταραχὴν ὁ κατ' αὐτὴν γεγονὼς μόνος ὑφίσταται

καὶ μόνος ἀναδέχεται καθ' ἑαυτοῦ τὰ πάθη, ἅπερ ἂν ἡ

φύσις ἀκολούθως ἑαυτῇ ῥέουσα τοῖς δι' αὐτῆς πορευο-

μένοις ἀναγκαίως ἐπάγηται διὰ τῶν τοῦ βίου κακῶν ἐπι-

κλύζουσα. Εἰ δέ τις καταλίποι «τὸν χειμάρρουν τοῦτον»,

ὥς φησιν ἡ γραφή, «καὶ τὸ ὕδωρ τὸ ἀνυπόστατον» ἔξω

πάντως ἔσται, κατὰ τὴν τῆς ᾠδῆς ἀκολουθίαν, τῆς θήρας

τῶν ὀδόντων τοῦ βίου, καθάπερ στρουθίον τῷ τῆς ἀρε-

τῆς πτερῷ διαπτὰς τὴν παγίδα.

7

Ἐπειδὴ γὰρ κατὰ τὸ ῥηθὲν ἡμῖν ἐπὶ τοῦ χειμάρρου

ὑπόδειγμα παντοίαις ταραχαῖς καὶ ἀνωμαλίαις πλημμυρῶν

ὁ ἀνθρώπινος βίος ἀεὶ φέρεται κατὰ τοῦ πρανοῦς τῆς φύ-

σεως προχεόμενος καὶ οὐδὲν ἕστηκε τῶν ἐν αὐτῷ σπουδαζο-

μένων οὐδὲ ἀναμένει τὴν πλησμονὴν τῶν ἐπιθυμούντων,

πάντα δὲ τὰ προσπίπτοντα ὁμοῦ τε προσήγγισε καὶ

θιγόντα παρέδραμε, καὶ τὸ ἀεὶ παρὸν τῷ σφοδρῷ τῆς

παρόδου διαφεύγει τὴν αἴσθησιν, ὑπὸ τῆς κατόπιν ἐπιρροῆς

τῶν ὀφθαλμῶν ἁρπαζομένων· διὰ τοῦτο λυσιτελὲς ἂν εἴη

πόρρω τοῦ τοιούτου ῥεύματος ἑαυτοὺς ἀνέχειν, ὡς ἂν μὴ

τῶν ἀστάτων περιεχόμενοι τῶν ἀεὶ ἑστώτων ὀλιγωρήσαι-

μεν. Πῶς γὰρ ἔστι τὸν προσπαθοῦντά τινι τῶν ἐν τῷ βίῳ

τούτῳ διὰ τέλους ἔχειν τὸ ποθούμενον; Τί τῶν μάλιστα

σπουδαζομένων εἰσαεὶ παραμένει τοιοῦτον; Ποία νεότητος

ἀκμή; Τίς δυνάμεως ἢ μορφῆς εὐμοιρία; Τίς πλοῦτος;

Ποία δόξα; Τίς δυναστεία; Οὐ πάντα τὰ τοιαῦτα μικρὸν

ἀνθήσαντα χρόνον πάλιν ἀπερρύη καὶ πρὸς τὴν ἐναντίαν

ἐπωνυμίαν μετέπεσε; Τίς ἐνεβίω διὰ παντὸς τῇ νεότητι;

Τίνι διήρκεσε διὰ τέλους ἡ δύναμις; Τὸ δὲ τοῦ κάλλους

ἄνθος ἆρ' οὐχὶ καὶ αὐτῶν τῶν κατὰ τὸ ἔαρ προφαινομένων

ὠκυμορώτερον ἡ φύσις ἐποίησε; Τὰ μέν γε ὥρας ἐπι-

λαβούσης ἐβλάστησε, καὶ μικρὸν ἀπανθήσαντα χρόνον πάλιν

ἀνήβησε, καὶ πάλιν ἀπερρύη, καὶ πάλιν ἐκόμησε, καὶ τὸ

νῦν κάλλος καὶ εἰς νέωτα ἔδειξε. Τὸ δὲ ἀνθρώπινον ἄνθος

ἅπαξ ἡ φύσις κατὰ τὸ ἔαρ τῆς νεότητος δείξασα εἶτα ἀπέ-

σβεσε, τῷ χειμῶνι τοῦ γήρως ἐναφανίσασα. Ὡσαύτως καὶ

τὰ ἄλλα πάντα πρὸς καιρόν τινα τὴν τῆς σαρκὸς αἴσθησιν

ἀπατήσαντα εἶτα παρέδραμε καὶ συνεκαλύφθη τῇ λήθῃ.

8

Ἐπεὶ οὖν αἱ τοιαῦται μεταβολαὶ κατά τινα τῆς φύσεως

ἀνάγκην συμβαίνουσαι λυποῦσι πάντως τὸν ἐν προσπα-

θείᾳ γινόμενον, μία τῶν τοιούτων ἐστὶ κακῶν ἀποφυγή,

τὸ μηδὲν τῶν μεταβαλλομένων τῇ ψυχῇ προστεθῆναι,

ἀλλ' ὡς ἔστι δυνατὸν χωρισθῆναι τῆς πρὸς πάντα τὸν

βίον τὸν ἐμπαθῆ τε καὶ σάρκινον ὁμιλίας, μᾶλλον δὲ καὶ

τῆς πρὸς τὸ σῶμα τὸ ἑαυτοῦ συμπαθείας ἔξω γενέσθαι,

ὡς ἂν μὴ κατὰ σάρκα βιοὺς ὑπεύθυνος γένηται ταῖς ἐκ

τῆς σαρκὸς συμφοραῖς. Τοῦτο δέ ἐστι τὸ μόνῃ τῇ ψυχῇ

ζῆν καὶ μιμεῖσθαι κατὰ τὸ δυνατὸν τὴν τῶν ἀσωμάτων

δυνάμεων πολιτείαν, ἐν ᾗ «οὔτε γαμοῦσιν οὔτε γαμίσκον-

ται», ἀλλ' ἔργον αὐτοῖς καὶ σπουδὴ καὶ κατόρθωμα τὸ

θεωρεῖν τὸν πατέρα τῆς ἀφθαρσίας ἐστὶ καὶ πρὸς τὸ ἀρχέτυ-

πον κάλλος τὴν ἰδίαν καλλωπίζειν μορφὴν…

μ…

The complete text is available when the reading interface loads.