De virginitate
- Edition reference
- De virginitate (recensio altera), ed. Aubineau, SC 119 (1966) 258–260, 508, 514–516, 546–548.
- CTS identifier
urn:cts:greekLit:tlg2017.tlg044.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
σοι σκοπὸς τῆς θείας ζωῆς, καθάπερ τοῖς κυβερνήταις οἱ ἀειφανεῖςτῶν ἀστέρων. Μίμησαι τούτου καὶ πολιὰν καὶ νεότητα, μᾶλλον δὲμίμησαι αὐτοῦ τὸ ἐν μειρακίῳ γῆρας καὶ τὴν ἐν τῷ γήρᾳ νεότητα.Οὔτε γὰρ τὸ ῥωμαλέον αὐτοῦ τῆς ψυχῆς καὶ δραστήριον ἤδη πρὸς γῆραςἐπικλιθείσης τῆς ἡλικίας ὁ χρόνος ἠμαύρωσεν, οὔτε ἡ νεότης ἐνεργὸςἦν ἐν οἷς νεότης ἐνεργοῦσα γνωρίζεται, ἀλλά τις ἦν μίξις θαυμαστὴτῶν ἐναντίων ἐν ἑκατέρᾳ τῇ ἡλικίᾳ, μᾶλλον δὲ ὑπαλλαγὴ τῶν ἰδιωμά-των, ἐν γήρᾳ μὲν τῆς δυνάμεως πρὸς τὸ ἀγαθὸν νεαζούσης, ἐνμειρακίῳ δὲ τῆς νεότητος πρὸς τὸ κακὸν ἀπρακτούσης. Εἰ δὲ καὶτοὺς ἔρωτας τῆς ἡλικίας ἐκείνης ἀναζητήσεις, μίμησαι τὸ σφοδρὸνκαὶ διάπυρον τοῦ θείου τῆς σοφίας ἔρωτος, ᾧ ἐκ νηπίου συνηυξήθηκαὶ μέχρι γήρως διήρκεσεν. Εἰ δὲ ἀδυνατεῖς πρὸς αὐτὸν ὁρᾶν,καθάπερ πρὸς τὸν ἥλιον οἱ τοὺς ὀφθαλμοὺς ἐμπαθέστεροι, σὺ δὲἀπόβλεψον εἰς τὸν ὑπ' αὐτῷ τεταγμένον τῶν ἁγίων χορόν, τοὺςπρὸς μίμησιν τῶν καθ' ἡλικίας γενομένων τῷ βίῳ λάμποντας· τοῦτοντέθεικε σκοπὸν ὁ θεὸς τῇ ἡμετέρᾳ ζωῇ.{ΛΟΓΟΣ ΚΑΤΗΧΗΤΙΚΟΣ.}{Πρόλογος.} Ὁ τῆς κατηχήσεως λόγος ἀναγκαῖος μέν ἐστι τοῖςπροεστηκόσι τοῦ μυστηρίου τῆς εὐσεβείας, ὡς ἂν πλη-θύνοιτο τῇ προσθήκῃ τῶν σωζομένων ἡ ἐκκλησία, τοῦκατὰ τὴν διδαχὴν πιστοῦ λόγου τῇ ἀκοῇ τῶν ἀπίστωνπροσαγομένου. οὐ μὴν ὁ αὐτὸς τῆς διδασκαλίας τρόποςἐπὶ πάντων ἁρμόσει τῶν προσιόντων τῷ λόγῳ, ἀλλὰ κατὰτὰς τῶν θρησκειῶν διαφορὰς μεθαρμόζειν προσήκει καὶτὴν κατήχησιν, πρὸς τὸν αὐτὸν μὲν ὁρῶντας τοῦ λόγουσκοπόν, οὐχ ὁμοιοτρόπως δὲ ταῖς κατασκευαῖς ἐφ' ἑκάστουκεχρημένους. ἄλλαις γὰρ ὑπολήψεσιν ὁ ἰουδαίζωνπροείληπται καὶ ὁ τῷ ἑλληνισμῷ συζῶν ἑτέραις, ὅ τεἈνόμοιος καὶ ὁ Μανιχαῖος καὶ οἱ κατὰ Μαρκίωνα καὶΟὐαλεντῖνον καὶ Βασιλείδην καὶ ὁ λοιπὸς κατάλογοςτῶν κατὰ τὰς αἱρέσεις πλανωμένων ἰδίαις ἕκαστος ὑπο-λήψεσι προειλημμένοι ἀναγκαίαν ποιοῦσι τὴν πρὸς τὰςἐκείνων ὑπονοίας μάχην· κατὰ γὰρ τὸ εἶδος τῆς νόσου καὶτὸν τρόπον τῆς θεραπείας προσαρμοστέον. οὐ τοῖς αὐτοῖςθεραπεύσεις τοῦ Ἕλληνος τὴν πολυθείαν καὶ τοῦ Ἰουδαίουτὴν περὶ τὸν μονογενῆ θεὸν ἀπιστίαν, οὐδὲ ἀπὸ τῶν αὐτῶντοῖς κατὰ τὰς αἱρέσεις πεπλανημένοις ἀνατρέψεις τὰςἠπατημένας περὶ τῶν δογμάτων μυθοποιίας· οὐ γὰρ δι'ὧν ἄν τις ἐπανορθώσαιτο τὸν Σαβέλλιον, διὰ τῶναὐτῶν ὠφελήσει καὶ τὸν Ἀνόμοιον, οὐδὲ ἡ πρὸς τὸνΜανιχαῖον μάχη καὶ τὸν Ἰουδαῖον ὀνίνησιν, ἀλλὰ χρή,καθὼς εἴρηται, πρὸς τὰς προλήψεις τῶν ἀνθρώπων βλέ-πειν καὶ κατὰ τὴν ἐγκειμένην ἑκάστῳ πλάνην ποιεῖσθαιτὸν λόγον, ἀρχάς τινας καὶ προτάσεις εὐλόγους ἐφ' ἑκάστηςδιαλέξεως προβαλλόμενον, ὡς ἂν διὰ τῶν παρ' ἀμφοτέ-ροις ὁμολογουμένων ἐκκαλυφθείη κατὰ τὸ ἀκόλουθον ἡἀλήθεια. οὐκοῦν ὅταν πρός τινα τῶν ἑλληνιζόντων ἡδιάλεξις ᾖ, καλῶς ἂν ἔχοι ταύτην ποιεῖσθαι τοῦ λόγουτὴν ἀρχήν. πότερον εἶναι τὸ θεῖον ὑπείληφεν, ἢ τῷ τῶνἀθέων συμφέρεται δόγματι; εἰ μὲν οὖν μὴ εἶναι λέγοι, ἐκτῶν τεχνικῶς καὶ σοφῶς κατὰ τὸν κόσμον οἰκονομουμέ-νων προσαχθήσεται πρὸς τὸ διὰ τούτων εἶναί τιναδύναμιν τὴν ἐν τούτοις διαδεικνυμένην καὶ τοῦ παντὸςὑπερκειμένην ὁμολογῆσαι· εἰ δὲ τὸ μὲν εἶναι μὴ ἀμφι-βάλλοι, εἰς πλῆθος δὲ θεῶν ταῖς ὑπονοίαις ἐκφέροιτο,τοιαύτῃ χρησώμεθα πρὸς αὐτὸν τῇ ἀκολουθίᾳ. πότεροντέλειον ἢ ἐλλιπὲς ἡγεῖται τὸ θεῖον; τοῦ δὲ κατὰ τὸ εἰκὸςτὴν τελειότητα προσμαρτυροῦντος τῇ θείᾳ φύσει, τὸ διὰπάντων αὐτὸν τῶν ἐνθεωρουμένων τῇ θεότητι τέλειονἀπαιτήσωμεν, ὡς ἂν μὴ σύμμικτον ἐκ τῶν ἐναντίωνθεωροῖτο τὸ θεῖον, ἐξ ἐλλιποῦς καὶ τελείου. ἀλλ' εἴτεκατὰ τὴν δύναμιν, εἴτε κατὰ τὴν τοῦ ἀγαθοῦ ἐπίνοιαν,εἴτε κατὰ τὸ σοφόν τε καὶ ἄφθαρτον καὶ ἀίδιον καὶ εἴτι ἄλλο θεοπρεπὲς νόημα τῇ θεωρίᾳ προσκείμενον τύχοι,ἐν παντὶ τὴν τελειότητα θεωρεῖσθαι περὶ τὴν θείαν φύσινκατὰ τὸ εὔλογον τῆς ἀκολουθίας ταύτης συγκαταθήσεται.τούτου δὲ δοθέντος οὐκέτ' ἂν εἴη χαλεπὸν τὸ ἐσκεδασμένοντῆς διανοίας εἰς πλῆθος θεῶν πρὸς μιᾶς θεότητος περι-αγαγεῖν ὁμολογίαν. εἰ γὰρ τὸ τέλειον ἐν παντὶ δοίη περὶτὸ ὑποκείμενον ὁμολογεῖσθαι, πολλὰ δὲ εἶναι τὰ τέλειαδιὰ τῶν αὐτῶν χαρακτηριζόμενα λέγοι, ἀνάγκη πᾶσα ἐπὶτῶν μηδεμιᾷ παραλλαγῇ διακρινομένων ἀλλ' ἐν τοῖςαὐτοῖς θεωρουμένων ἢ ἐπιδεῖξαι τὸ ἴδιον ἤ, εἰ μηδὲνἰδιαζόντως καταλαμβάνοι ἡ ἔννοια ἐφ' ὧν τὸ διακρῖνονοὐκ ἔστι, μὴ ὑπονοεῖν τὴν διάκρισιν. εἰ γὰρ μήτε παρὰτὸ πλέον καὶ ἔλαττον τὴν διαφορὰν ἐξευρίσκοι, διότι τὴνἐλάττωσιν ὁ τῆς τελειότητος οὐ παραδέχεται λόγος, μήτετὴν παρὰ τὸ χεῖρον καὶ προτιμότερον· οὐ γὰρ ἂν ἔτιθεότητος ὑπόληψιν σχοίη οὗ ἡ τοῦ χείρονος οὐκ ἄπεστιπροσηγορία· μήτε κατὰ τὸ ἀρχαῖον καὶ πρόσφατον· τὸγὰρ μὴ ἀεὶ ὂν ἔξω τῆς περὶ τὸ θεῖόν ἐστιν ὑπολήψεως·ἀλλ' εἷς καὶ ὁ αὐτὸς τῆς θεότητος λόγος, οὐδεμιᾶς ἰδιό-τητος ἐν οὐδενὶ κατὰ τὸ εὔλογον εὑρισκομένης, ἀνάγκηπᾶσα πρὸς μιᾶς θεότητος ὁμολογίαν συνθλιβῆναι τὴνπεπλανημένην περὶ τοῦ πλήθους τῶν θεῶν φαντασίαν.εἰ γὰρ τὸ ἀγαθὸν καὶ τὸ δίκαιον, τό τε σοφὸν καὶ τὸδυνατὸν ὡσαύτως λέγοιτο, ἥ τε ἀφθαρσία καὶ ἡ ἀιδιότηςκαὶ πᾶσα εὐσεβὴς διάνοια κατὰ τὸν αὐτὸν ὁμολογοῖτοτρόπον, πάσης κατὰ πάντα λόγον διαφορᾶς ὑφαιρουμένηςσυνυφαιρεῖται κατ' ἀνάγκην τὸ τῶν θεῶν πλῆθος ἀπὸ τοῦδόγματος, τῆς διὰ πάντων ταὐτότητος εἰς τὸ ἓν τὴν πίστινπεριαγούσης. Ἀλλ' ἐπειδὴ καὶ ὁ τῆς εὐσεβείας λόγος οἶδέ τιναδιάκρισιν ὑποστάσεων ἐν τῇ ἑνότητι τῆς φύσεως βλέπειν,ὡς ἂν μὴ τῇ πρὸς τοὺς Ἕλληνας μάχῃ πρὸς τὸν Ἰουδα-ισμὸν ἡμῖν ὁ λόγος ὑπενεχθείη, πάλιν προσήκει διαστολῇτινὶ τεχνικῇ καὶ τὴν περὶ τοῦτο πλάνην ἐπανορθώσασθαι.οὐδὲ γὰρ τοῖς ἔξω τοῦ καθ' ἡμᾶς δόγματος ἄλογον εἶναι τὸθεῖον ὑπείληπται· τοῦτο δὲ παρ' ἐκείνων ὁμολογούμενονἱκανῶς διαρθρώσει τὸν ἡμέτερον λόγον. ὁ γὰρ ὁμολογῶνμὴ ἄλογον εἶναι τὸν θεὸν πάντως λόγον ἔχειν τὸν μὴἄλογον συγκαταθήσεται. ἀλλὰ μὴν καὶ ὁ ἀνθρώπινοςὁμωνύμως λέγεται λόγος. οὐκοῦν εἰ λέγοι καθ' ὁμοιότητατῶν παρ' ἡμῖν καὶ τὸν τοῦ θεοῦ λόγον ὑπονοεῖν, οὕτωμεταχθήσεται πρὸς τὴν ὑψηλοτέραν ὑπόληψιν. ἀνάγκηγὰρ πᾶσα κατάλληλον εἶναι πιστεύειν τῇ φύσει τὸν λόγον,ὡς καὶ τὰ ἄλλα πάντα. καὶ γὰρ δύναμίς τις καὶ ζωὴ καὶσοφία περὶ τὸ ἀνθρώπινον βλέπεται· ἀλλ' οὐκ ἄν τις ἐκτῆς ὁμωνυμίας τοιαύτην καὶ ἐπὶ τοῦ θεοῦ τὴν ζωὴν ἢ τὴνδύναμιν ἢ τὴν σοφίαν ὑπονοήσειεν, ἀλλὰ πρὸς τὸ τῆςφύσεως τῆς ἡμετέρας μέτρον συνταπεινοῦνται καὶ αἱ τῶντοιούτων ὀνομάτων ἐμφάσεις. ἐπειδὴ γὰρ φθαρτὴ καὶἀσθενὴς ἡμῶν ἡ φύσις, διὰ τοῦτο ὠκύμορος ἡ ζωή, ἀνυπό-στατος ἡ δύναμις, ἀπαγὴς ὁ λόγος. ἐπὶ δὲ τῆς ὑπερκει-μένης φύσεως τῷ μεγαλείῳ τοῦ θεωρουμένου πᾶν τὸ περὶαὐτῆς λεγόμενον συνεπαίρεται. οὐκοῦν κἂν λόγος θεοῦλέγηται, οὐκ ἐν τῇ ὁρμῇ τοῦ φθεγγομένου καὶ τὴν ὑπόστασινἔχειν νομισθήσεται, καθ' ὁμοιότητα τοῦ ἡμετέρου μετα-χωρῶν εἰς ἀνύπαρκτον· ἀλλ' ὥσπερ ἡ ἡμετέρα φύσιςἐπίκηρος οὖσα καὶ ἐπίκηρον τὸν λόγον ἔχει, οὕτως ἡἄφθαρτος καὶ ἀεὶ ἑστῶσα φύσις ἀίδιον ἔχει καὶ ὑφεστῶτατὸν λόγον. εἰ δὴ τοῦτο κατὰ τὸ ἀκόλουθον ὁμολογηθείητὸ ὑφεστάναι τὸν τοῦ θεοῦ λόγον ἀιδίως, ἀνάγκη πᾶσα ἐν