In annuntiationem
- Edition reference
- In annuntiationem [Sp.], ed. D. Montagna, "La lode alla theotokos nei testi greci dei secoli iv–vii," Marianum 24 (1962) 536–539.
- CTS identifier
urn:cts:greekLit:tlg2017.tlg051.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
59
πρώην πάλιν “χαῖρε κεχαριτωμένη” ἡσπάσατο, ἐπειδὴ μετ' αὐτῆς ὅλος ὁ θησαυρὸς
60
τῆς χάριτος πολιτεύεται. Ἐκ πασῶν γενεῶν μόνη γεννῆσαι θεὸν κατηξιώται· μόνη
61
φέρει τὸν τὰ πάντα φέροντα τῷ ῥήματι. Καὶ οὐ μόνον θαυμάζειν ἔνεστι τῆς θεοτόκου
62
τὸ κάλλος, ἀλλὰ καὶ τῆς ψυχῆς τὸ ἐνάρετον, διὸ καὶ τό “χαῖρε κεχαριτωμένη, ὁ κύριος
63
μετά σου” προεφώνησεν αὐτῇ ὁ ἄγγελος, ξενείαν γὰρ τῷ θεῷ τὴν ψυχὴν ἡ ἁγία εὐ-
64
τρεπήσασα, ξενίων καὶ θείων μυστηρίων δοχεῖον γέγονε. Δεῦρο τοίνυν καὶ ἡμεῖς ἀγα-
65
πητοὶ τὴν κατὰ δύναμιν ὀφειλὴν ἀποτίσωμεν, τῇ φωνῇ τοῦ ἀγγέλου συνεπόμενοι κε-
66
κράζωμεν· “χαῖρε κεχαριτωμένη, ὁ κύριος μετά σου”, σὸν γὰρ τὸ χαίρειν ὡς ἀληθῶς,
67
ἐπειδὴ ὁ κύριος τῶν ἁπάντων μετά σου, ὡς οἶδεν, ἐσκήνωσε. “Χαῖρε κεχαριτωμένη,
68
ὁ κύριος μετά σου”, οὐ γήϊνος νυμφίος, ἀλλὰ αὐτὸς ὁ κύριος ὁ τῆς ἁγνείας πατήρ, ὁ τῆς
69
παρθενίας φύλαξ καὶ τοῦ ἁγιασμοῦ κύριος, ὁ τῆς ἀφθαρσίας κτίστης καὶ τῆς ἐλευθερίας
70
δωτήρ, ὁ τῆς σωτηρίας κηδεμὼν καὶ τῆς ἀληθοῦς εἰρήνης ταμείας χορηγός· αὐτὸς ὁ
71
κύριος μετά σου, ἐπειδὴ ἐν σοὶ ἡ θεῖα χάρις ἐπανεπαύσατο. “Χαῖρε κεχαριτωμένη,
72
ὁ κύριος μετά σου”, οὐκ ἔτι Ἀδὰμ φοβεῖται τὸν ὄφιν τὸν δόλιον, ὁ γὰρ ἐκ σοῦ γεννώ-
73
μενος πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ κατήργησε, οὐκ ἔτι τὸ γένος τῶν ἀνθρώπων
74
τὴν πλάνην καὶ τὸν δόλον τοῦ ὄφεως φοβεῖται, ὁ γὰρ κύριος συνέτριψεν τὰς κεφαλὰς
75
τοῦ δράκοντος ἐν τῷ ὕδατι τοῦ βαπτίσματος, οὐκ ἔτι φοβοῦμαι ἐγὼ ἀκούειν “γῆ εἴ,
76
καὶ εἰς γῆν ἀπελεύσῃ”, ὁ γὰρ κύριος ἐν τῷ ἁγίῳ βαπτίσματι τὸν ῥύπον τῆς ἁμαρτίας
77
ἀπέσμιξεν ἀπ' ἐμοῦ, οὐκ ἔτι κλαίω, οὐκ ἔτι πενθῶ, οὐκ ἔτι λέγω “ἐστράφην εἰς ταλαιπωρίαν
78
ἐν τῷ ἐμπαγῆναί μοι ἄκανθαι”, ὁ γὰρ κύριος τὴν τῶν ἁμαρτιῶν ἡμῶν ἐκριζώσας ἄκανθαν
79
τὴν ἑαυτοῦ κεφαλὴν ἐστεφάνωσεν. Λέλυταί μου ἡ ἁμαρτία, λέλυταί μου ἡ ἀρχαία κα-
80
τάρα ἡ λέγουσα “ἄκανθας καὶ τριβόλους ἡ γῆ ἀνατελεῖ σοι”· ἐξεριζώθη ἡ ἄκανθα,
81
ἐξηράνθη ἡ τρίβολος, ἤνθησεν ἐκ τῆς ἁγίας παρθένου τὸ δένδρον τῆς ζωῆς καὶ τῆς
82
χάριτος. Οὐκ ἔτι ἡ Εὔα φοβεῖται τὸ ὄνειδος, οὔτε τοῦ τόκου τὴν ὠδῖνα ἐν γὰρ τῇ ἁγίᾳ
83
παρθένῳ τὸ ἐκείνης πταῖσμα ἀνασέσωσται. Πηγὴ γὰρ ζωῆς ἡ ἁγία παρθένος ἡμῖν
84
γέγονε, πηγὴ φωτὸς τοῖς ἐν Χριστῷ πιστεύουσι, ἀνατολὴ τοῦ νοεροῦ φωτὸς τυγχά-
85
νουσα. “Χαῖρε κεχαριτωμένη, ὁ κύριος μετά σου”, καὶ ἐκ σοῦ, ὁ ἐν θεότητι τέλειος,
86
ἐν ᾧ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος. “Χαῖρε κεχαριτωμένη, ὁ κύριος μετά
87
σου”, μετὰ τῆς δούλης ὁ βασιλεύς, μετὰ τῆς ἀμιάντου ὁ ἁγιάζων τὰ σύμπαντα, μετὰ
88
τῆς ὡραίας ὁ ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων, ἵνα σώσῃ ὃν κατεικόνα
89
ἐποίησεν ἄνθρωπον, οὗ θείας πίστεως καὶ χάριτος εὐφραινόμεθα καὶ φωτὶ τρισηλίῳ
90
καταυγαζόμεθα. Ῥόδα καὶ κρίνα καὶ εὐωδίας νοητῆς μυρίσματα· τὸ ἄφραστον ἡμῶν
91
ἔαρ Χριστὸς παραγέγονε, ὁ τερπνὸς καὶ περικαλλὴς τῶν ἐκκλησιῶν παράδεισος ἐκ
92
τῶν θείων ἀρωμάτων καὶ οὐρανίων χαρισμάτων τὸ τῆς ψυχῆς ἡμῶν τριμερὲς ἐπλή-
93
ρωσεν. Καρδίᾳ τοίνυν καθαρᾷ προσέλθωμεν καὶ εὑρήσωμεν τὴν χρυσαυγοῦσαν καὶ
94
καρποὺς ἀθανασίας ἐπ' αὐτῇ ἀρωματίζοντας. Ἐκ γὰρ τῆς ἀφθόρου Μαρίας ἐβλάστη-
95
σεν ἡμῖν τὸ ἀείζωον δένδρον τῆς χάριτος, σοφίας γὰρ πνευματικῆς κατὰ πάντα ἐπε-
96
πλήρωτο ἡ μακαρία ἐκ πασῶν τῶν γενεῶν .... Ἐν μόνῃ τῇ ἀχράντῳ ἀειπαρθένῳ Μα-
97
ρίᾳ τὸ φυτὸν τῆς ζωῆς ἡμῖν ἤνθησεν, αὕτη γὰρ μόνη ἁγνὴ ψυχῇ καὶ σώματι γέγονε
98
καὶ θαρσαλέῳ φρονήματι τὸν ἄγγελον προσδιελέγετο· “Πόθεν ὁ ἀσπασμὸς οὗτος; καὶ
99
πῶς ἔσται μοι τοῦτο μαθεῖν ἐθέλῳ· πῶς ἡ μεγαλοπρεπὲς ἐξουσία ὁμοιοπαθεὶς γίνεται
100
τῇ ἡμετέρᾳ πτωχείᾳ; πῶς ὁ ἔχων τῆς δυνάμεως οὐρανῶν τὴν ἐξουσίαν ἀναλαμβάνει εἰ-
101
κόνα τῆς ἡμετέρας εὐτελείας καὶ ὁ προαιώνιον ὑπάρχων θεὸς μέλλει παιδίον γίνεσθαι
102
καὶ σαρκοῦσθαι ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον;”. Καὶ ὁ ἄγγελος πρὸς αὐτὴν λέγει·
103
“Ναὶ ταῦτα οὕτως εὐδόκησεν, ἵνα σώσῃ τὸ πλάσμα τὸ ἴδιον”. Τοιοῦτον μυστήριον
104
ἡ ἁγία παρθένος ἐζήτει τὸ ἀκατάληπτον καὶ τῶν θείων μυστηρίων δοχεῖον γέγονε,
105
τοῦ ἁγίου πνεύματος ἐπισκιάσαντος. Καὶ προσελήφθη ἡ ἀλήθεια τοῦ σώματος καὶ
106
ἡ σοφία ᾠκοδόμησεν οἶκον· ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, τοῦτ' ἔστιν
107
ἐν αὐτῷ τῷ σώματι ὅπερ ἔλαβεν ἐξ ἀνθρώπου καὶ πνεῦμα ψυχῆς λογικῆς ἐψύχωσεν.
108
Καὶ ὁ ἀναλλοίωτος θεὸς τὴν τοῦ δούλου μορφὴν ἀνεδέξατο, ἵνα τοῖς μὲν ἀπίστοις νο-
109
μισθῇ ὡς ἄνθρωπος, τοῖς δὲ πιστοῖς φανερωθῇ ὡς θεός· υἱὸς γὰρ θεοῦ καὶ θεὸς προ-
110
αιώνων ὑπάρχων, υἱὸς γυναικὸς ἁγίας κατηξίωσεν γενέσθαι καὶ ἀόρατος ὁρᾶται καὶ
111
ὁ πλούσιος δι' ἡμᾶς πτωχεύει καὶ ὁ ἀπαθὴς καὶ ἀθάνατος πάσχει ὡς ἄνθρωπος. Ἡ-
112
νώθη σώματι καὶ οὐκ ἠλλοιώθη πνεύματι· εἰς θνητὸν σῶμα κεχώρηκεν ὁ ἀχώρητος,
113
ἵνα αὐτῷ ποιήσῃ ἀθάνατον συνεξαθανατήσας αὐτὸν τῇ θεότητι. Φῶς ἦλθεν ἐν κόσμῳ
114
Χριστὸς ὁ θεὸς ἡμῶν, φωτίζων τὰ πάντα φωτὶ ἀεννάῳ, φωνῆς πατρὸς ἀοράτου μαρ-
115
τυρούσης· “Οὗτος ὁ υἱός μου καὶ λόγος πρὸ τῶν αἰώνων ὑπάρχει”. Ἡ δὲ Μαρία τῷ
116
μὲν λόγῳ ἐτειχίζετο τοῦ ἀγγέλου, τὸν δὲ τόκον τοῦ δεσπότου διελογίζετο εἰς ἀνισότερα
117
λογισμῶν ἀνδρωπίνων περιτυγχάνουσα· ποτὲ μὲν εἰς τὸ ὕψος τῆς θεότητος ἀναγομένη,
118
ποτὲ δὲ τὸ ταπεινὸν τῆς ἀνθρωπότητος ἐνθυμουμένη. Καὶ οὗτος τῆς διανοητικῆς πλά-
119
στιγγος ἐφ' ἑκατέρων φερομένης, τότε τῆς ἡκριβομένης τοῦ θεοῦ ῥοπῆς ἠξιοῦται. Ὁ
120
γὰρ τὸ καθαρὸν τῆς παρθενίας ἐργαστήριον φυλάξας ἀβλαβές, καὶ τὸ τῆς καρδίας
121
διακριτικὸν πεποίηκεν ἀκλινές. Χαρᾶς οὖν ἡ ἁγία ἔσωθεν ἐπληροῦτο, διὰ τὸν ἐξ αὐ-
122
τῆς σάρκα ἀναλαβόντα. Χάρις ἡμῖν ἦλθεν Χριστὸς ὁ τοῦ θεοῦ υἱός, ὁ ἐκ τῆς παρθέ-
123
νου Μαρίας ἀφράστως τεχθείς· χάριτι ἡμᾶς σώζει ὁ κτίσας τὰ σύμπαντα. Χορεύει
124
πᾶσα ἡ κτίσις Χριστοῦ ἐν κόσμῳ τεχθέντος καὶ ἡμεῖς οὖν ἔτι ὄντες ἐν σώματι τῷ θεῷ
125
ἀγγελικαῖς ὑμνῳδίαις ἐξευμενίζειν σπουδάσομεν, ἐρευνημένῳ τύπῳ τὴν τῶν θείων
126
δογμάτων ἀλήθειαν πιστῶς ἐν τῇ διανοίᾳ κατασπείρωμεν. Ὑπάρχει γὰρ τὸ μυστήριον
127
ἀκατάληπτον καὶ ἀόρατον, ἀναλλοίωτον καὶ ἀπερίγραπτον· σιωπῇ προσκυνούμενον καὶ
128
τῷ νῷ καταπληττόμενον. Καὶ γὰρ ἡ ἁγία τὸν τρόπον ἐθαύμαζε πῶς τοῦ φωτὸς τὸ
129
ἀπαύγασμα γυναικὸς γέννημα γίνεται· τὸν θησαυρὸν τῆς ζωῆς περιεπτύσσετο καὶ τὸν
130
ἀσπασμὸν τοῦ ἀγγέλου διελογίζετο, ἕως ἐτελεσφόρησε τὸν καρπὸν τῆς σωτηρίας. Ὧδε
131
λοιπὸν τὰ καλλίμορφα ἄνθη τῆς τοῦ Χριστοῦ διδασκαλίας τοὺς καρποὺς τῆς εὐλογίας
132
προσφέρουσιν· ὧδε πᾶσα ἁγνεία καὶ εὐωδία τὸ τῆς προσευχῆς θυμίαμα, καθαρᾷ συ-
133
νειδήσει θεῷ προσκομίζει· ὧδε παρθενία καὶ σοφροσύνη χορεύουσα τὸν ζωηφόρον
134
βότρυν ἐκαρποφόρησε· ὧδε τὰ ἔπαθλα τῆς νικηφόρου δυνάμεως τοὺς θησαυροὺς ἡμῖν
135
τῆς ἀγάπης κυπρίζουσι· ὧδε τῆς ἁγίας Τριάδος μυστήριον ὑπὸ τοῦ ἀρχαγγέλου τῇ
136
παρθένῳ πεφανέρωται κατὰ τὸ εὐαγγέλιον, “Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπί σε καὶ
137
δύναμις ὑψίστου ἐπισκιάσει σοι, δι' ὃ καὶ τὸ γεννώμενον ἐκ σοῦ ἅγιον κληθήσεται υἱὸς
138
θεοῦ”.
139
Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος καὶ προσκύνησις εἰς τοὺς αἰῶνας. Ἀμήν.