Ad imaginem dei et ad similitudinem
- Edition reference
- Ad imaginem dei et ad similitudinem [Sp.], MPG 44: 1328–1345.
- CTS identifier
urn:cts:greekLit:tlg2017.tlg055.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital facsimile
- View facsimile ↗
- Facsimile rights
- Creative Commons Public Domain Mark 1.0
44
1329
ἀναιτίου καὶ ἀγεννήτου Ἀδὰμ τύπον καὶ εἰκόνα
ἔχοντος τοῦ ἀναιτίου καὶ πάντων αἰτίου παντοκρά-
τορος Θεοῦ καὶ Πατρός· τοῦ δὲ γεννητοῦ υἱοῦ αὐτοῦ
εἰκόνα προδιαγράφοντος τοῦ γεννητοῦ Υἱοῦ καὶ Λό-
γου τοῦ Θεοῦ· τῆς δὲ ἐκπορευτῆς Εὔας σημαινούσης
τὴν τοῦ ἁγίου Πνεύματος ἐκπορευτὴν ὑπόστασιν;
Διὸ οὐδὲ ἐνεφύσησεν αὐτῇ ὁ Θεὸς πνοὴν ζωῆς, διὰ τὸ
τύπον αὐτὴν εἶναι τῆς τοῦ ἁγίου Πνεύματος πνοῆς
καὶ ζωῆς, καὶ διὰ τὸ μέλλειν αὐτὴν δι' ἁγίου Πνεύ-
ματος δέξεσθαι Θεὸν τὸν ὄντως ὄντα πάντων πνοὴν
καὶ ζωήν. Ὅθεν ἔστιν ἰδέσθαι καὶ θαυμάσαι ὅτι ὁ
μὲν ἀγέννητος Ἀδὰμ, ἄλλον ἀγέννητον ἢ ἀναίτιον ἐν
ἀνθρώποις οὐκ ἔσχεν ὅμοιον, ὥσπερ οὐδὲ ἡ ἐκπορευτὴ
Εὔα, ὡς τύποι ἀληθεῖς ὑπάρχοντες τοῦ ἀγεννήτου
Πατρὸς καὶ τοῦ ἁγίου Πνεύματος· ὁ δὲ γεννητὸς υἱὸς
πάντας ἀνθρώπους, γεννητοὺς υἱοὺς ὄντας, ἀδελφοὺς
1332
ὁμοίους ἔσχεν· ὡς κατ' εἰκόνα καὶ ὁμοίωσιν τυπικὴν
ὑπάρχων Χριστοῦ τοῦ γεννητοῦ Υἱοῦ, ὃς ἐγένετο ἄν-
θρωπος πρωτότοκος ἄνευ σπορᾶς ἐν πολλοῖς ἀδελφοῖς.
Εἰ δὲ μὴ οὕτω, μηδὲ κατὰ τοῦτο τὸ κατ' εἰκόνα, τί
δήποτε μὴ τέσσαρες, ἢ δύο ἢ πλείονες ὑποστάσεις
τῶν προπατόρων γεγόνασι παρηλλαγμένας ἔχουσαι
τὰς ὑποστατικὰς αὐτῶν ἰδιότητας; λέγω δὴ τὸ ἀγέν-
νητον καὶ τὸ γεννητὸν, καὶ τὸ ἐκπορευτὸν, ἀλλὰ
τρεῖς καὶ μόνας; Οὐκοῦν ἔχεις κατ' εἰκόνα καὶ καθ'
ὁμοίωσιν τυπικὴν τριάδα ἐν μονάδι ἐν τρισὶν ὑπο-
στάσεσιν· ἀκόλουθόν σε λοιπὸν μαθεῖν καὶ μονάδα
ἐν τριάδι. Πῶς δὲ τοῦτο καλῶς διαγνῶναι δυνήσῃ,
ἄκουσόν τινος τῶν σοφῶν σοι παραινοῦντος, καὶ λέ-
γοντος· Εἰ βούλει γνῶναι Θεὸν, προλαβὼν γνῶθι
σεαυτόν· ἐκ τῆς σαυτοῦ συνθέσεως, ἐκ τῆς σαυτοῦ
κατασκευῆς, φησὶν, ἐκ τῶν ἐντὸς σεαυτοῦ. Εἴσιθι
ὑποδὺς ἐν σαυτῷ, διάβλεψον ὡς ἐν ἐσόπτρῳ τινὶ ἐν
τῇ ψυχῇ ἑαυτοῦ, διάκρινον τὴν ταύτης κατασκευὴν,
καὶ ὄψει σεαυτὸν κατ' εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ τυγ-
χάνοντα. Ἀνώνυμός σου καὶ ἄγνωστος ἡ νοερὰ καὶ
ἀθάνατος τῆς ψυχῆς οὐσία κατ' εἰκόνα τυπικὴν τοῦ
ἀνωνύμου καὶ ἀγνωρίστου καὶ ἀθανάτου Θεοῦ καθ-
έστηκεν. Οὔτε γὰρ Θεοῦ, οὔτε ψυχῆς λογικῆς οὐσίαν
ἔγνω τῶν ἐξ αἰῶνός τις γεγενημένων ἀνθρώπων.
Ζωοποιὸς καὶ συστατικὴ καὶ προνοητικὴ ἡ ψυχὴ
ὑπάρχει τῆς τετραστοίχου τοῦ σώματος φύσεως, κατ'
εἰκόνα Θεοῦ τοῦ προνοητοῦ πάσης τετραπεράτου καὶ
τῆς ἄνω κτίσεως. Διόπερ οὔτε τὸν τοῦ Θεοῦ τόπον
ἔγνωμεν ἔνθα κατοικεῖ, ἀλλὰ μόνον πιστεύομεν, ὅτι
πάντη ἐστὶν, οὔτε μὴν τὸν τόπον τῆς ψυχῆς ἔνθα
οἰκεῖ ἐν σώματι, ἐπιστάμεθα· ἀλλὰ μόνον οἴδαμεν
ὅτι ἐν τῷ παντὶ σώματι ἔστι καὶ ἐνεργεῖ.
Ἔχει σου καὶ ἕτερόν τι κατ' εἰκόνα Θεοῦ ἡ ψυχὴ,
λέγω δὴ τὸ ἑτεροούσιον αὐτὴν εἶναι πάσης τῆς κτι-
στῆς φύσεως. Τὸ δὲ πάντων παραδοξότερον τοῦ ἐν
ἡμῖν κατ' εἰκόνα ἐκεῖνό ἐστιν, ὅτι οὔτε τῆς τοῦ Θεοῦ
ὑπάρξεως τοὺς λόγους, οὔτε μὴν τὴν τῆς ψυχῆς ἡμῶν
οὐσίαν, πῶς εἰς ὕπαρξιν πέφυκέ τε καὶ παραγίνεται
ἀνθρώπινος νοῦς καταλαβέσθαι δύναται. Ὅθεν οἱ ταύ-
την καταλαβεῖν κακῶς δογματίσαντες οὕτω προσέκο-
ψαν· οἵτινες ἐξ οὐρανοῦ φάσκουσι τὰς ψυχὰς ἐν τοῖς
σώμασι καταπέμπεσθαι· οἱ δὲ σὺν τῷ σώματί φασιν
αὐτὰς εἰς ὕπαρξιν ἔρχεσθαι ὑπὸ Θεοῦ δημιουργουμέ-
νας· ἕτεροι δὲ τὸν ἄνθρωπον λέγουσιν ὡς κατ' εἰκόνα
ὄντα τοῦ Δημιουργοῦ, γεννητικὸν εἶναι σὺν τῇ σπορᾷ
καὶ τῆς ψυχῆς· ἄλλοι ἐξ ἀμφοτέρων τῶν μερῶν τοῦ
ἄῤῥενος καὶ τῆς θήλεός φασι τὴν ψυχὴν ἀποτίκτεσθαι,
ὥσπερ λίθου τινὸς καὶ σιδήρου προσκρουομένων, καὶ
τῇ πυρώσει τὸ πῦρ ἀπογεννώντων. Καὶ οἱ μὲν φασὶν
αὐτῇ τῇ ἀκαριαίᾳ ῥοπῇ τῆς συλλήψεως τοῦ σώματος
καὶ τὴν ψυχὴν ὑφίστασθαι· οἱ δὲ τῇ τεσσαρακοστῇ
1333
ἡμέρᾳ μετὰ τὴν σύλληψιν φέροντές τινα, ὡς οἴονται,
νομικὴν περὶ τούτου σύστασιν· καὶ οἱ μὲν ὁμοούσιον
αὐτὴν τῶν ἀγγέλων ἐφαντάσθησαν, οἱ δὲ κάτω, οἱ δὲ
ἐν τῷ ἀέρι, οἱ δὲ ἐν τῷ παντὶ ὡς θείαν τινὰ περιεῖ-
ναι οὐσίαν. Διὸ καὶ σώματι ἑνουμένη καὶ ὡς κατ'
εἰκόνα Θεοῦ οὖσα, καὶ τοῦτο ζωοποιοῦσα, ἀπαθὴς μέ-
νει τῶν σωματικῶν παθῶν καὶ φθορῶν τῶν τοῦ σώ-
ματος, μήτε ὁρωμένη, μήτε ἑρμηνευομένη, μήτε κα-
ταλαμβανομένη τῇ φύσει, οὔτε τῷ εἴδει, οὐ σχήματι,
οὐ μορφῇ, οὐ ποιότητι, οὐ ποσότητι, οὐχ ὑπάρξει,
οὐ συστάσει, οὐ κάλλει. Ὅθεν καί φησι τὴν ψυχὴν ἐν
τῷ Συμποσίῳ ὁ Μεθόδιος ἀμήχανον καὶ ἀδιήγητον
κάλλος ἔχειν, καὶ τούτου χάριν ὥσπερ ζηλοτυπεῖσθαι
καὶ ἐρᾶσθαι αὐτὴν ὑπὸ τῶν ἐναντίων πνευμάτων, ὡς
κρείττονα αὐτῶν τῶν νοερῶν περικειμένην μορφήν.
Πᾶσα δὲ ἡ περὶ αὐτὴν ἀκαταληψία καὶ ἀσάφεια καὶ
ἀδηλία, οὐδὲν ἕτερον αἰνίττεται εἰ μὴ τὸ κυρίως καὶ
ἀληθῶς εἰκόνα αὐτὴν εἶναι τοῦ ἀκαταλήπτου Θεοῦ.
Ὅθεν πάντα τὰ κατ' αὐτὴν ἀγνοοῦντες, ἐκ μόνων
τῶν ἐν τῷ σώματι ταύτης ἐνεργειῶν τὴν ὕπαρξιν
αὐτῆς πιστούμεθα· καθὰ καὶ τὸν Θεὸν ἐκ τῶν ἐν τῇ
ὁρωμένῃ κτίσει αὐτοῦ ἐνεργημάτων τὴν αὐτοῦ βε-
βαιούμεθα ὕπαρξιν. Ἀλλά γε δὴ ἐπ' αὐτὸ τὸ καιριώ-
τατον τοῦ κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν ἔλθωμεν,
ὅπως κατὰ τὰς ὑποσχέσεις δείξωμεν τὸ μοναδικὸν τῆς
ἐν Τριάδι Θεότητος. Ποῖον δέ ἐστι τοῦτο; εὔδηλον ὅτι
ἡ ἡμετέρα πάλιν ψυχὴ, καὶ ὁ ταύτης νοερὸς λόγος,
καὶ ὁ νοῦς, ὅντινα ὁ Ἀπόστολος πνεῦμα προσηγό-
ρευσεν, ὅτε διακελεύεται ἁγίους ἡμᾶς εἶναι τῇ ψυχῇ
καὶ τῷ σώματι καὶ τῷ πνεύματι. Ἀγέννητος μὲν γὰρ
πάλιν ἐστὶν ἡ ψυχὴ καὶ ἀναίτιος, εἰς τύπον τοῦ ἀγεν-
νήτου καὶ τοῦ ἀναιτίου Θεοῦ καὶ Πατρός· οὐκ ἀγέν-
νητος δὲ ὁ νοερὸς αὐτῆς λόγος, ἀλλ' ἐξ αὐτῆς γεννώ-
μενος ἀῤῥήτως καὶ ἀοράτως καὶ ἀνερμηνεύτως καὶ
ἀπαθῶς. Ὁ δὲ νοῦς οὐδὲ ἀναίτιός ἐστιν, οὐδὲ ἀγέν-
νητος, ἀλλ' ἐκπορευτὸς παντὶ διατρέχων καὶ τὰ πάντα
διασκοπῶν, καὶ ἀοράτως ψηλαφῶν κατ' εἰκόνα καὶ
ὁμοίωσιν τοῦ παναγίου καὶ ἐκπορευτοῦ Πνεύματος,
περὶ οὗ εἴρηται, ὅτι Τὸ Πνεῦμα πάντα ἐρευνᾷ, καὶ
τὰ βάθη τοῦ Θεοῦ. Οὐκ ἔστιν ἐκπορευτὴ ἡ ψυχὴ ἕως
οὗ ἐστιν ἐν τῷ σώματι, ἐπεὶ εἰ ἐκπορευτὴ ἦν, ἄρα
ἂν καθ' ὥραν ἀπεθνήσκομεν. Οὐκ ἔστιν ἀγέννητος ὁ
λόγος ἡμῶν, ἐπεὶ ἄλογοί τινες καὶ κτηνώδεις ὑπήρ-
χομεν. Τὸ δὲ παραδοξότερον τῶν παραδόξων τούτων
ἐκεῖνό ἐστιν, ὅτι ψυχὴν μὲν ἁπλῆν τινα ἔχομεν, ὁμοίως
καὶ νοῦν μοναδικὸν, καὶ ἀσύνθετον· λόγον δὲ διπλοῦν
ἔχοντες τὸν αὐτὸν τὴν γέννησιν καὶ ἕνα καὶ ἀμέριστον
φυλαττόμενον. Γεννᾶται γὰρ ὁ λόγος ἐν τῇ καρδίᾳ
γέννησίν τινα ἀκατάληπτον καὶ ἀσώματον, καὶ μέ-
νει ἔνδον ἀγνώριστος, καὶ γεννᾶται δευτέραν γέν-
νησιν σωματικὴν διὰ χειλέων, καὶ τότε τοῖς πᾶσι
γνωρίζεται· τῆς δὲ γεννησαμένης αὐτὸν ψυχῆς οὐ
χωρίζεται, ἵνα διὰ τοῦ λόγου τῶν δύο ἡμῶν γεννήσεων
σαφῶς τὰς δύο τοῦ Θεοῦ Λόγου γεννήσεις κατ' εἰκόνα
καὶ ὁμοίωσιν μάθωμεν.
1336
Γεγέννηται γὰρ ἀοράτως καὶ ἀνερμηνεύτως καὶ
ἀκαταλήπτως ἐκ Πατρὸς πρὸ τῶν αἰώνων. Καὶ ἦν
ἄγνωστος ὡς ἔν τινι ψυχῇ πρὸς τὸν Πατέρα, ἕως
ὥσπερ ἐκ καρδίας τινὸς τῆς ἁγίας Παρθένου ἀφθόρως
καὶ ἀσπόρως γεγέννηται κατὰ σάρκα, καὶ ἐνεφανίσθη
τῷ κόσμῳ, μὴ χωρισθεὶς τῆς πατρικῆς κρυφίας οὐ-
σίας τοῦ γεννήτορος Θεοῦ. Ὥστε δέδεικται ἐν τῷ
μοναδικῷ τῆς ἀθανάτου ἡμῶν καὶ νοερᾶς ψυχικῆς
οὐσίας ἐν εἰκόνι, τρεῖς τινες ὑποστατικαὶ ἰδιότητες,
ἀγεννησία ψυχῆς, καὶ γέννησις λόγου, καὶ ἐκπόρευ-
σις πνεύματος, ἤγουν τοῦ νοός. Καὶ καταθαῤῥῶ καὶ
ἀποτολμῶ, καὶ λέγω ὅτι κατὰ ταύτην τὴν ἀόρατον
τριαδικὴν τῆς ψυχῆς θεωρίαν, εἶπεν ὁ θεῖος Ἀπόστο-
λος τὸν ἄνθρωπον εἶναι κατ' εἰκόνα Θεοῦ τοῦ ἀοράτου.
Εἰ δὲ μὴ ταῦτα οὕτω, διὰ τί μὴ μᾶλλον διμερὴς ἢ
τετραμερὴς ὑπὸ Θεοῦ γέγονεν, ἀλλὰ τριμέρειάν τινα
καὶ μόνην ἔχει ἀσύγχυτον ἡ ἡμετέρα ψυχὴ, κατ' εἰκόνα
τῆς ἁγίας καὶ ὁμοιουσίου [ὁμοουσίου] καὶ ζωοποιοῦ
Τριάδος, ὥστε, εἰ θέμις εἰπεῖν ὅτι καὶ ἐν τῷ ἀνθρώπῳ,
καὶ μάλιστα τῷ δικαίῳ, κατοικεῖ πᾶν τὸ πλήρωμα
τῆς θεότητος τυπικῶς, ἀλλ' οὐ φυσικῶς, σκιαγραφῶν
ἀμυδρῶς πως τὸν ἐν Τριάδι Θεόν; Ὅθεν καὶ τριμερῆ
πάλιν αὐτὴν τὴν ἡμετέραν ψυχὴν καθ' ἕτερόν τινα
τρόπον οἱ ἔξω σοφοὶ εἶναι ὡρίσαντο, ἐπιθυμητικὸν
αὐτὴν φάσκοντες ἔχειν καὶ λογιστικὸν καὶ θυμικὸν,
ὅπως διὰ μὲν τοῦ ἐπιθυμητικοῦ πρὸς τὴν τοῦ Θεοῦ
ἀγάπην συνάπτηται, διὰ δὲ τοῦ λογιστικοῦ τὴν παρ'
αὐτοῦ γνῶσιν καὶ σοφίαν εἰσδέχηται, διὰ δὲ τοῦ
θυμοῦ πρὸς τὰ πνεύματα τῆς πονηρίας ἀντιτάττηται,
καὶ ἐν τούτοις πάλιν αὐτοῖς τοῖς τρισὶ τὸ κατ' εἰκόνα
Θεοῦ διαγράφουσα. Τρισὶ γὰρ τρόποις ὁ ἐν Τριάδι
Θεὸς τρία μέρη διοικεῖ καὶ διέπει, καὶ τὰ ἐπουράνια
λέγω, καὶ τὰ ἐπίγεια, καὶ τὰ καταχθόνια, τῇ δημιουρ-
γικῇ αὐτοῦ δυνάμει καὶ τῇ προνοητικῇ καὶ τῇ κρι-
τικῇ· καὶ πᾶν γὰρ ὃ Θεὸς διαπράττεται, καθ' ἕνα τῶν
τριῶν τούτων τρόπων αὐτὸ κατεργάζεται, ἢ δημιουρ-
γῶν, ἢ προνοούμενος, ἢ παιδεύων. Καὶ τοῦ μὲν δη-
μιουργικοῦ τοῦ Θεοῦ τὸ κατ' εἰκόνα ἐστὶ τὸ τῆς ψυχῆς
ἐπιθυμητικόν· ἡ γὰρ ἐπιθυμία εἰς πρᾶξιν ἄγει· τοῦ
δὲ προνοητικοῦ αὐτοῦ πάλιν σύμβολον τῆς ψυχῆς τὸ
λογιστικόν· τοῦ δὲ παιδευτικοῦ τὸ θυμικὸν καθέστηκε
σύσσημον. Καὶ ἴσως ἴδιον μὲν τῆς ψυχῆς ἡ ἐπιθυμία.
Πρὸ γὰρ πάσης λαλιᾶς τὰ νήπια ἔμψυχα γενόμενα
εὐθέως ὀρέγονται τοῦ μαζοῦ καὶ τοῦ ὕπνου· τὸ δὲ
λογιστικὸν εὔδηλον ὅτι τοῦ λογικοῦ τυγχάνει ἴδιον· τὸ
δὲ θυμικὸν περὶ τὸν νοῦν συνίστασθαι πέφυκεν, ὃν
καὶ ταράττεται ὁ παρὰ φύσιν θυμούμενος. Εἴ τις τοί-
νυν τὸ πῶς κατ' εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ ὁ ἄνθρωπος
βούλοιτο μαθεῖν, ταῦτα ψηλαφάτω, ἐν τούτοις καὶ τοῖς
τοιούτοις ἀδύτοις τῶν νοημάτων εἰσίτω, καὶ τὴν ἑαυτοῦ
κατασκευὴν τῆς φύσεως διασκοπείτω τὴν τῆς νοερᾶς
ψυχῆς· ἅπαντα λεπτῶς τε καὶ ἰσχνῶς μανθανέτω τὰ ταύ-
της μέρη, τὰ μέρη τῶν μερῶν, τοὺς λόγους, τοὺς τρό-
πους καὶ προόδους, τὰς ἑνώσεις, τὰς διακρίσεις, τὸ ταύ-
της μονοειδὲς, τὸ τριμερὲς, τὸ ἑνιαῖον, τὸ δυϊκὸν, τὸ
τριαδικὸν, πῶς καὶ μία ἐστὶ, καὶ ἐν τρισὶ θεωρεῖται,
κατ' εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ μονὰς ἐν τριάδι, καὶ
τριὰς ἐν μονάδι τυπικῶς γνωριζομένη. Ὅτι γὰρ καὶ μία
ἐστὶ τῇ οὐσίᾳ, καὶ οὐ μία τῇ θεωρίᾳ τῶν ἑαυτῆς με-
1337
ρῶν, ἐδήλωσε σαφῶς ὁ εἰπὼν, Ψαλῶ τῷ πνεύματι,
ψαλῶ καὶ τῷ νοΐ· προσεύξομαι τῷ πνεύματι, προσ-
εύξομαι καὶ τῷ νοΐ. Μᾶλλον δὲ σαφέστερον ἡμᾶς
διδάσκουσι ταύτην τὴν ἐν ἡμῖν κατ' εἰκόνα τυπικὴν
Θεοῦ τριάδα τινὲς τῶν ἀνθρώπων, ἔκ τινος πολλάκις
αἰτίας ψυχὴν μὲν ἔσθ' ὅτε ἔχοντες, νοῦν δὲ ἢ λόγον
μὴ ἔχοντες· ἕτεροι δὲ πάλιν ψυχῆς καὶ λόγου εὐπο-
ροῦντες, νοῦ δὲ καθ' ὅλου ἀποροῦντες· ἄλλοι πάλιν
νοῦν καὶ ψυχὴν ἔχοντες, τοῦ δὲ λόγου ἐστερημένοι.
Ὅθεν καὶ ἡ τῶν νηπίων φύσις, ὡς ἐκ σκότους εἰς
φῶς τικτομένη καὶ προσερχομένη, εὐθέως τὴν μὲν
ψυχὴν φανεροῖ ἔχειν εἰς τύπον τοῦ Θεοῦ καὶ Πατρὸς,
δυνάμει μὲν νοερὰν οὖσαν, καὶ ἐν αὐτῇ ἔχουσαν τὸν
λόγον, καὶ τὸν νοῦν· κατὰ πρόβασιν δὲ προκόπτοντος
καὶ αὔξοντος τοῦ σώματος δεύτερον ἐμφανίζει τὸν
λόγον, καὶ τοῦτον οὐκ ἀθρόως οὐδὲ ἐξαίφνης, ἀλλὰ
προψελλίζουσα, καὶ οἱονεὶ σκιαγραφοῦσα καὶ προμη-
νύουσα τὴν τοῦ Λόγου διὰ σαρκὸς γέννησιν καὶ τοῦ
νοῦ δηλοῦται ἡ παρουσία, ὅτε εἰς ἄνδρα τέλειον προ-
κόψῃ τὸ νήπιον.
Ἀλλὰ τί, φησὶ, ταῦτα συντείνει εἰς τὴν προκειμέ-
νην τοῦ ἀνθρώπου ὑπόθεσιν; Καὶ πάνυ μὲν, ὦ ἄνθρωπε,
διὰ τούτων μανθάνομεν τὸν τρόπον τῆς τοῦ Θεοῦ,
ὥσπερ ἔν τινι σώματι, ἐν τῷ κόσμῳ φανερώσεώς τε
καὶ ἀναδείξεως, καὶ πῶς κατὰ πρόβασιν ἡ ἡμετέρα
φύσις τὸ τῆς Τριάδος ἐπέγνω μυστήριον. Συνελήφθη
γὰρ ὑπὸ τοῦ σπόρου τοῦ πονηροῦ ὥσπερ ἐν γαστρί
τινι τῆς πλάνης ὁ ἄνθρωπος, ἐν σκοτεινοῖς καὶ ἐν
σκιᾷ θανάτου καθήμενος· εἶτα εἰς φῶς θεογνωσίας
ὥσπερ νήπιος ἐν ἀρχῇ προερχόμενος, διὰ τῆς τοῦ
νόμου χειραγωγίας ἐδείχθη ἔμψυχος, ἐπιγνοὺς τὸν
Πατέρα καὶ Θεὸν ἐν ἑαυτῷ μὲν ἔχοντα, καθάπερ καὶ
ἡ ψυχὴ, ἐνούσιον τὸν Λόγον καὶ τὸ Πνεῦμα. Μὴ χω-
ροῦντα δὲ τὸν ἄνθρωπον διὰ πολλὴν γνώμης ἀσθέ-
νειάν τε καὶ νηπιότητα τὴν τοῦ λόγου καὶ τοῦ νοῦ
φανέρωσιν, ἵνα μὴ εἰς πολυθεΐαν διὰ θεοσεβείας ἐξ-
ολισθήσῃ, εἶτα τοῦ χρόνου προκόπτοντος ἐσοφίζετο
λοιπὸν, ὥσπερ νήπιον αὐξανόμενον ἡ ἡμετέρα τοῦ
κόσμου φύσις, καθάπερ ἀπὸ ψυχῆς τινος διδασκο-
μένη ὑπὸ Θεοῦ καὶ Πατρὸς ἐπιγινώσκειν ἀμυδρῶς,
ὥσπερ διά τινων ἀσαφῶν ψελλισμάτων, τῶν προφη-
τικῶν διδαγμάτων τὴν πεῖραν, καὶ προφορὰν, καὶ
ἐπιφάνειαν τοῦ ἐνουσίου καὶ ἀποκρύφου τοῦ Πατρὸς
Λόγου. Μεθ' ἃ ψελλίσματα, λέγω δὴ Μωσαϊκὰ καὶ
προφητικὰ τοῦ λόγου αἰνίγματα, προελθόντος τρα-
νῶς καὶ ἐνάρθρως, ὥσπερ ἔκ τινων χειλέων τῆς
παρθενικῆς νηδύος τοῦ τελείου τοῦ Θεοῦ Λόγου, γνω-
ρίζει λοιπὸν μετὰ τούτων καὶ διὰ τούτου τὸ ἐντελὲς
πλήρωμα αὐτῆς τὸ τριαδικὸν ἡ ἀνθρωπίνη τοῦ κό-
σμου φύσις, ὥσπερ νοῦν τινα δεξαμένη τὸ Πνεῦμα τὸ
ἅγιον, οὐκ ἐκ τῶν ἐκτὸς μεταβατικῶς ἐν αὐτῇ ἐνδη-
μῆσαν, ἀλλ' ἐκ τῶν ἐντὸς ἑαυτῆς, τουτέστι, τῆς ψυ-
1340
χῆς καὶ τοῦ λόγου, ἤγουν τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ
αὐτῇ φανερωθὲν, οὐ κτιστῶς, οὐδ' ἐπεισάκτως, οὐδ'
ἀλλογενῶς, ἀλλ' οὐσιωδῶς ἐκ τῆς ἐμφύτου αὐτῆς καὶ
συμφυοῦς ὑποστατικῆς ὑπάρξεως ἡ ψυχὴ τὸν ἐνού-
σιον αὐτῆς λόγον ἀποτίκτουσα, καὶ τὸ ὁμοφυὲς αὐτῇ
τοῦ νοῦ πνεῦμα προβάλλουσα, καὶ ὥσπερ τι σῶμα ἡ
ἀσώματος τὰ συνασώματα αὐτῇ μέλη συμφυῆ ἔχουσα,
δι' ὧν ὥσπερ τύπων χαρακτηρίζεται καὶ μορφοῦται
καὶ συνίσταται ἡ ὑπὲρ μορφὴν καὶ σχῆμα ὑπάρχουσα,
ὥσπερ πνοὴν σωματικήν τινα ἔχουσα τὸ πνεῦμα τοῦ
νοῦ, καὶ ὡς ζωὴν τὸν σύζωον αὐτῇ λόγον φέρουσα· ὧν
κατὰ στέρησιν οὔτε εἶναι οὔτε γνωρίζεσθαι ἡ κατ'
εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ ψυχὴ λογικὴ καὶ νοερὰ δύ-
ναται· ὅπως διὰ τούτων τῶν ἐν αὐτῇ μάθωμεν καὶ
παιδευθῶμεν, ὡς οὔτε Πατὴρ, οὔθ' Υἱὸς προϋπῆρχον
τοῦ παναγίου Πνεύματος· ἀλλ' ὥσπερ ἐπὶ τῆς ψυχῆς
ἅμα ψυχὴ λογικὴ, ἅμα σὺν αὐτῇ ὁ λόγος ἐν αὐτῇ, καὶ
ἅμα, καὶ συνάμα ἐν αὐτῇ τὸ πνεῦμα τὸ ζωτικὸν καὶ
συστατικὸν καὶ συμπληρωτικόν· οὕτως ἅμα Πατὴρ,
ἅμα Θεὸς Λόγος σὺν Πατρὶ, ἅμα Υἱὸς σὺν Πατρὶ,
συνάμα τὸ Πνεῦμα σὺν Υἱῷ καὶ Πατρί. Εἰ δὲ χωρί-
ζεις καὶ ἀποστερεῖς τὸν λόγον ἐκ τῆς ψυχῆς, ἄλογός
σου λοιπὸν ἡ ψυχή· ἵνα διὰ τούτου τοῦ κατ' εἰκόνα
Θεοῦ μάθῃς, ὅτι ἐὰν ἀρνήσῃ τὸν Θεὸν Λόγον, λέγων
μὴ εἶναι σὺν τῷ Θεῷ καὶ Πατρὶ, ἄλογον λοιπὸν καὶ
κτηνώδη κηρύττεις τὸν Θεόν· καὶ ἐὰν χωρίσῃς τὸ
Πνεῦμα ἐκ τοῦ Θεοῦ, νεκρὸν λοιπόν τινα καὶ οὐ ζῶντα
λέγεις Θεόν· εἰ φιλοσοφεῖν περὶ τοῦ κατ' εἰκόνα καὶ
ὁμοίωσιν Θεοῦ βούλει, οὕτω φιλοσόφησον, οὐκ ἐκ τῶν
ἐκτὸς, ἀλλ' ἐκ τῶν ἐντός σου τὸν κρυπτὸν Θεὸν γνώ-
ρισον ἐκ τῆς ἐν σοὶ τριάδος, τὴν Τριάδα ἐπίγνωθι
δι' ἐνυποστάτων πραγμάτων· ὑπὲρ γὰρ πᾶσαν ἄλλην
νομικὴν καὶ γραφικὴν μαρτυρίαν βεβαιοτέρα αὕτη
καὶ πιστοτέρα.
Διὰ γὰρ ταύτην καὶ μόνην τὴν αἰτίαν τοιοῦτον
ζῶον ὁ Θεὸς κατεσκεύασεν, ἐπειδὴ ἔμελλεν ἐν κόσμῳ
κηρυχθῆναι τὸ τῆς ἁγίας Τριάδος μυστήριον, ὡς δυσ-
ερμήνευτόν τε καὶ ἀκατάληπτον· ἵνα ἔχῃς ἐν ἑαυτῷ
ὁ κατ' εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ, τὴν εἰκόνα καὶ
ὁμοίωσιν καὶ τοὺς τύπους καὶ τὰ παραδείγματα τῆς
ἁγίας Τριάδος· ἵνα εἰς τὴν εἰκόνα τῆς ψυχικῆς κατα-
σκευῆς βλέπων μηκέτι διστάσῃς ἐν τῷ τριαδικῷ μυ-
στηρίῳ· μηκέτι εἴπῃς καὶ περιεργάζῃ λέγων· Εἰ
Τριάς ἐστιν ὁ Θεὸς, πῶς ἐστι μονάς; εἰ δὲ εἷς ἐστιν,
ὡς λέγεται, πῶς Τριάς; καὶ εἰ Υἱός ἐστιν ὁ Λόγος,
πῶς γέννημα δυνατὸν εἶναι συνάναρχον τῷ γεννήτορι;
καὶ εἰ ἐκ Πατρός ἐστι τὸ Πνεῦμα, πῶς οὐκ ἔστι γεν-
νητὸν, ἀλλ' ἐκπορευτόν; ἢ ποῖον προήγαγεν ὁ Πατὴρ
πρότερον, τὸν Υἱὸν ἢ τὸ Πνεῦμα; Εἰ δὲ τὰ ἀμφότερα
ἅμα, ἆρα ἂν ἀδελφοθεΐα καὶ διδυμοτοκία ἐστὶν ἐν τῇ
Τριάδι; πῶς δὲ καὶ διαγνωσόμεθα ἐπὶ τῶν ἀσωμάτων
καὶ ἀκινήτων καὶ ἀμεταστάτων τὸ διάφορον γεννή-
σεως καὶ ἐκπορεύσεως; πῶς δὲ καὶ δυνατὸν ὁμόδοξον
εἶναι τὸ γέννημα τῷ γεννήτορι; θέλων δὲ ἄρα τέτο-
1341
κεν ὁ Πατὴρ ἢ μὴ θέλων; Τίς δὲ ὁ μάρτυς, ὅτι μιᾶς
οὐσίας ὁ Πατὴρ, καὶ ὁ Υἱὸς, καὶ τὸ Πνεῦμα; καὶ εἰ
τελεία ὑπόστασίς ἐστιν ὁ Θεὸς καὶ Πατὴρ, καὶ εἰ
τελεία ὑπόστασις ὁ Λόγος τοῦ Θεοῦ, καὶ εἰ τελεία
πάλιν ὑπόστασις τὸ Πνεῦμα τοῦ Θεοῦ, τίς μὴ λέγει
ὅτι καὶ ὁ νοῦς τοῦ Θεοῦ οὐκ ἔστιν ἄλλη ὑπόστασις θεία
Θεοῦ, καὶ ὁ βραχίων ἄλλος Θεὸς, καὶ ὑπόστασις Θεοῦ
ἑτέρα ὁ δάκτυλος; ὁμοίως καὶ ἡ δεξιὰ καὶ τὰ λοιπὰ
πάντα τὰ λεγόμενα μέλη Θεοῦ ἐν τῇ θείᾳ Γραφῇ; Ἵνα
μὴ τοίνυν ταῦτα λέγῃς καὶ διαλογίζῃ, εἰς ἅπερ οἱ
αἱρετικοὶ προσκόψαντες καὶ λογισάμενοι ἔπεσον,
ἐποίησέ σε ὁ Θεὸς κατ' εἰκόνα καὶ ὁμοίωσιν τῆς ἑαυ-
τοῦ τριαδικῆς ὑπάρξεως, τριάδα τινὰ τυπικὴν ὁμοού-
σιον μονάδα γνωριζομένην, ἐν ᾗ καλῶς ἀποβλέπων,
καλῶς ὡς ἐν ἐσόπτρῳ τινὶ καὶ τύπῳ εὑρήσεις πάντα
τὰ περὶ Θεοῦ εὐσεβῶς κηρυττόμενα· λέγω δὴ τὸ
τριαδικὸν τῶν ὑποστάσεων, τὸ μοναδικὸν τῆς φύσεως,
τὸ σύγχρονον, τὸ ἀδιαίρετον, τὸ ἀκατάληπτον, τὸ
ἀσχημάτιστον, τὸ ἀθεώρητον, τὸ ἀγέννητον, τὸ γεν-
νητὸν, τὸ ἐκπορευτὸν, τὸ δημιουργικὸν, τὸ προνοητι-
κὸν, τὸ κριτικὸν, τὸ ἀψηλάφητον, τὸ ἀσώματον, τὸ
ἄφθαρτον, τὸ ἀνώλεθρον, τὸ ἀθάνατον, τὸ αἰώνιον, τὸ
ἀνερμήνευτον, τὸ ὡραιότατον, καὶ συντόμως εἰπεῖν,
πάντων τῶν ἐν τῇ Θεότητι λεγομένων εὐσεβῶς, τοὺς
τύπους καὶ τὰς εἰκόνας, καὶ τὰ ἀποσκιάσματα εὑρή-
σεις ἐν τῇ ψυχῇ σου σκιαγραφούμενα. Καὶ διὰ τοῦτο
εἴρηται ὑπὸ τοῦ Θεοῦ τὸ, Ποιήσωμεν ἄνθρωπον
κατ' εἰκόνα ἡμετέραν, καὶ καθ' ὁμοίωσιν.
Ἀλλὰ ταῦτα οἱ αἱρετικοὶ καὶ οἱ νῦν ἄπιστοι οὐκ
ἔγνωσαν, οὐδὲ διενοήθησαν. Εἰ γὰρ καλῶς τὸ κατ' εἰ-
κόνα καὶ ὁμοίωσιν ἀνθρώπου ἐσκόπησαν, οὐκ ἂν περὶ
τὸ μυστήριον τὸ τριαδικὸν ἐδίστασαν, οὐκ ἂν φυσι-
καῖς ἀποδείξεσι τὸ ὑπὲρ φύσιν ὑπέβαλον. Οὐκ ἂν
ἐσκοτίσθησαν λέγοντες, ἀδύνατον εἶναι Θεὸν τρισ-
υπόστατον Τριάδα. Εἰ τὸ κατ' εἰκόνα ἑαυτοῦ ἔμαθεν
Ἄρειος, οὐκ ἂν ἑτεροούσιον τοῦ Πατρὸς τὸν Λόγον
ἐδίδαξεν. Εἰ τὸ κατ' εἰκόνα εὐσεβῶς ἐσκόπησε Μακε-
δόνιος, οὐκ ἂν κτίσμα τὸ Πνεῦμα τὸ ἅγιον ἔφασκεν·
ἀλλὰ τυφλωθέντες ταὐτὰ πεπόνθασι τοῖς ἔνδον ἐν τῷ
κόλπῳ ἑαυτῶν τὸν μαργαρίτην ἔχουσι, τοῦτον δὲ ἀγνο-
οῦσι, καὶ ἐν τῇ ἀβύσσῳ αὐτὸν πλανώμενοι ἐπιζητοῦ-
σιν. Ὅρα γοῦν ὅτι οὐ μόνον ἐν πράγμασι τυπικῶς τὸ
κατ' εἰκόνα Θεοῦ ἡμετέρα ψυχὴ κέκτηται, τυπικῶς
λέγω, οὐκ ἰσοφυῶς. Πῶς δὲ τοῦτο; Εὐθέως τὸ λεγό-
μενον ποιήσω σαφές. Ἀπερίγραπτον εἶναι τὸν Θεὸν
Πατέρα, ὁμοίως καὶ τὸν Υἱὸν καὶ τὸ ἅγιον Πνεῦμα
πιστεύομεν· διὸ ὡς ἀπεριόριστοι φεραλλήλους καὶ
ἀλληλενδέτους καὶ τὰς οἰκείας προσηγορίας ἔχουσιν.
Ἐπὰν γὰρ ὀνομάσῃ Πατέρα, πρόδηλον ὅτι Υἱοῦ αὐτοῦ
τινος ἐμήνυσεν ἔμφασιν. Πῶς γὰρ ἂν καὶ κληθήσεται
Πατὴρ μὴ γνωριζομένου Υἱοῦ; Ὡσαύτως καὶ ἐπὰν
εἴπῃ Πνεῦμα, Θεὸν ἐδήλωσε· Πνεῦμα γὰρ ὁ Θεὸς,
ὥς φησιν ἡ Γραφή. Εἶτα ἐλθὲ ἀπὸ ταύτης τῆς ἁγίας
Τριάδος ἐπὶ τὴν εἰκόνα αὐτῆς, τὴν ἐν ἡμῖν λέγω ἔνδον
ὑπάρχουσαν τριάδα, καὶ ὄψει καὶ τὰς τρεῖς προσηγο-
1344
ρίας αὐτῆς φεραλλήλους καὶ ἡνωμένας ὑπαρχούσας.
Ἐπὰν γὰρ εἴπῃς ψυχὴν λογικὴν καὶ νοερὰν, εὔδηλον
ὅτι καὶ λόγον καὶ νοῦν ἐσήμανας· καὶ ἐπὰν ὀνομάσῃς
λόγον, πάντως ὅτι καὶ τὴν λογικὴν ψυχὴν τὴν τούτου
γεννητικὴν ἐδήλωσας. Ὡσαύτως καὶ ἐπὰν εἴπῃς νοῦν,
ἐκ παντὸς τρόπου ὅτι καὶ τὴν ψυχὴν καὶ τὸν λόγον
ἐδήλωσας. Τίνος γὰρ καὶ ἔσται νοῦς εἰ μὴ ψυχῆς καὶ
λόγου; Διὰ δὴ τοῦτο ὥσπερ φεράλληλον καὶ ἀλληλέν-
δετον ἔχουσι τὴν προσηγορίαν, οὕτω κοινὴν καὶ ἀδιαί-
ρετον ἔχουσι καὶ τὴν οὐσιώδη ἐνέργειαν. Μία γὰρ
καὶ ὁμοία ἡ ἐνέργεια Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου
Πνεύματος, μία ἰσχὺς, καὶ μία δύναμις, μία θέλησις,
μία γνώμη. Ὅσα γὰρ ἂν πράττοι ὁ Πατὴρ, ἀχώρι-
στός ἐστι καὶ συμπράκτωρ καὶ ὁ Υἱός· καὶ ὅσα ἂν
ἐπιτελῇ ὁ Υἱὸς, ἢ τὸ πανάγιον Πνεῦμα, συνεργεῖ
πάντως ἀδιαιρέτως ὁ Πατήρ· οὐδὲ γὰρ ὁ Υἱὸς δίχα
Πατρὸς ἀφ' ἑαυτοῦ καθ' ἑαυτὸν ποιεῖ τι, οὐδὲ ὁ Πα-
τὴρ πάντως χωρὶς τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος,
οὔτε πάλιν τὸ Πνεῦμα ἄνευ τοῦ Υἱοῦ καὶ Πατρὸς ἐρ-
γάζεταί τι. Δεῦρο λοιπὸν πάλιν ἀπὸ τῶν πρωτοτύπων
ἐπὶ τὸν τύπον τὸν κατ' εἰκόνα Θεοῦ καὶ καθ' ὁμοίω-
σιν τὸν τῆς ἡμετέρας ψυχῆς, καὶ ὄψει μίαν καὶ ὁμοίαν
τὴν ἐνέργειαν ἐν ἡμῖν. Οὔτε γὰρ ἡ ψυχὴ δίχα λόγου
ἐπιτελεῖ τι, οὔτε ὁ λόγος δίχα ψυχῆς, οὔτε μὴν ὁ νοῦς
πάλιν καθ' ἑαυτὸν χωρὶς τῆς ψυχῆς καὶ τοῦ λόγου
κατεργάζεταί τι, διὰ τὴν ὁμοφυῆ καὶ συμφυῆ καὶ
ἀλληλένδετον αὐτῶν κοινὴν δύναμίν τε καὶ ἐνέργειαν,
τὴν κατ' εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ. Εἰ δὲ λέγεις μοι,
ὅτι οὐδὲν καθ' ἑαυτὴν ἐνεργεῖ ἡ ψυχὴ χωρὶς τοῦ σώ-
ματος, ἤδη τοῦτο καὶ ἡμεῖς προειρήκαμεν, ὅτι καὶ
ἐν τούτῳ κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν οὖσα διὰ τῆς
ὕλης ὁρωμένης τὰς ἀοράτους αὐτῆς δείκνυσι δυνάμεις·
πλὴν ὅτι καὶ χωριζομένη τοῦ σώματος ἡ κατὰ φύσιν
καθαρὰ ψυχὴ καὶ οὐσία, τότε μάλιστα διορατικωτέρα
καὶ ἁπλῆ, καὶ ἀπαρενόχλητος, καὶ φωτεινοτέρα εὑρι-
σκομένη, κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν Θεοῦ ἀληθέ-
στερον δύναται προσαγορεύεσθαι καὶ εἶναι. Εἰ δὲ, ὡς
εἰκὸς, διαπαίζει τὰ εἰρημένα ὁ δι' ἐναντίας, ὡς μὴ
δείξαντας ἡμᾶς τρεῖς κυρίως ἀπηρτισμένας ἐπὶ τῆς
ψυχῆς ὑποστάσεις κατ' ἰσότητα τῆς παναγίας Τριά-
δος, μανθανέτω ὁ ἄφρων, ὅτι κατ' εἰκόνα ἐστὶν ἡ ψυχὴ
τυπικήν τινα, καὶ οὐ κατ' ἰσότητα τῆς ἁγίας Τριάδος·
πλὴν καὶ ἐπὶ τῆς Θεότητος, εἰ μὴ φοβερόν ἐστι τὸ
εἰπεῖν, τοπικὴν διαίρεσιν καὶ ἐπιγεγραμμένην διά-
στασιν ἐξ ἀλλήλων ἔχειν τὸν Πατέρα ἀπὸ τοῦ Υἱοῦ,
καὶ τὸ ἅγιον Πνεῦμα ἐξ αὐτοῦ· μὴ παραδράμῃς εἰς
τὴν κατ' εἰκόνα σου πρὸς Θεὸν ὁμοίωσιν μηδὲ τοῦτο,
λέγω δὴ ὅτι διὰ τῆς τοῦ λόγου σωματικῆς ἐκ χειλέων
γεννήσεως ἡ ἀρετὴ καὶ ἡ σοφία, καὶ ἡ φρόνησις,
καὶ ἡ δύναμις, καὶ τὸ βάθος, καὶ ἡ γνῶσις τῆς ψυχῆς
σου, καὶ τοῦ νοὸς τοῖς πᾶσι γνωρίζεται καὶ δημο-
σιεύεται· δηλοῦντός σοι καὶ τούτου τοῦ ὑποδείγματος
κατ' εἰκόνα καὶ ὁμοίωσιν ὑπάρχειν Θεοῦ. Διὰ γὰρ τῆς
κατὰ σάρκα γεννήσεως τοῦ Θεοῦ Λόγου ἐφανερώθη ἐν
κόσμῳ ἡ ἀρετὴ καὶ ἡ δύναμις, καὶ ἡ γνῶσις, καὶ ἡ
σοφία, καὶ πάντα τὰ λοιπὰ ἀγαθὰ τοῦ Πατρὸς καὶ τοῦ
ἁγίου Πνεύματος.
1345
Ὅρα γὰρ πόσα καὶ οἷα τοῦ λόγου, εἰς τύπον τοῦ Θεοῦ
Λόγου, ἐν κόσμῳ τὰ κατορθώματα, καὶ πῶς διὰ λόγου τὰ
πάντα δημιουργοῦνται καὶ συνίστανται· λόγῳ ὑπέστη-
σαν ἄγγελοι· λόγῳ τὸν Δημιουργὸν γεραίρουσι· λόγῳ τὰ
ὁρώμενα γεγόνασι· λόγῳ ἡ κτίσις φωτίζεται· λόγῳ τὰ
ὄντα ἐγνώσθησαν· λόγῳ μόνῳ ἐξεφάνθησαν· λόγῳ ἐδεί-
χθησαν τὰ πέρατα· λόγῳ τὸν Κτίστην γεραίρομεν·
λόγῳ θεογνωσία κεκήρυκται· διὰ λόγου τὸν Θεὸν ἐπ-
εγνώκαμεν· διὰ λόγου τὰ πάντα συνίστανται· καὶ
ὥσπερ τὸ ἄλαλον νήπιον ἀνόητόν ἐστιν ἀνθρώποις
ἄχρι τῆς διὰ χειλέων τοῦ λόγου γεννήσεως, οὕτω διὰ
τῆς τοῦ Θεοῦ Λόγου κατὰ σάρκα γεννήσεως πᾶσα ἡ
ἀλογία παρῆλθε τῆς ἡμετέρας φύσεως, τοῦ Θεοῦ Λό-
γου δηλώσαντος τρανῶς τῇ κτίσει τὸν Πατέρα καὶ
τὸ ἅγιον Πνεῦμα. Ὅθεν ὡς θεότμητος ἡμῶν ἡ ψυχὴ
οὐδὲ ἀποστέλλεται εἰς διακονίαν μετὰ τὴν ἀπαλλαγὴν
τοῦ σώματος, καθὼς οἱ ἄγγελοι ἀποστέλλονται. Ἐπειδὴ
ἐκεῖνα μέν εἰσι λειτουργικὰ πνεύματα· αἱ δὲ τῶν
ἁγίων μάλιστα ψυχαὶ κατ' εἰκόνα Θεοῦ δεσποτικὰ
πνεύματα. Εἰ γὰρ καὶ ἠλάττωται ὁ ἄνθρωπος μετὰ
τὴν παρακοὴν βραχύ τι παρ' ἀγγέλους, διὰ γοῦν τῆς
Θεοῦ Λόγου καθ' ὑπόστασιν ἑνώσεως ἐν αὐτῷ μεῖζόν
τι γεγένηται· ὁ γάρ ποτε κατ' εἰκόνα Θεοῦ νῦν γέ-
γονε τὸ ἅμα Θεῷ· καὶ ὁ πρὶν μεταληπτικὸς τῆς εἰκό-
νος Θεοῦ γέγονε μεταδοτικὸς τῆς ἑαυτοῦ εἰκόνος·
αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
{ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝΓΡΗΓΟΡΙΟΥΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣΠΕΡΙ ΨΥΧΗΣ ΚΑΙ ΑΝΑΣΤΑΣΕΩΣ Ο ΛΟΓΟΣΟ ΛΕΓΟΜΕΝΟΣΤΑ ΜΑΚΡΙΝΙΑ.} Ἐπειδὴ τοῦ ἀνθρωπίνου βίου πρὸς Θεὸν μετέστη ὁπολὺς ἐν ἁγίοις Βασίλειος, καὶ κοινὴ πένθους ἀφορμὴταῖς Ἐκκλησίαις ἐγένετο, περιῆν δὲ ἔτι τῷ βίῳ ἡἀδελφὴ καὶ διδάσκαλος, ἐγὼ μὲν ᾔειν κατὰ σπου-δὴν κοινωνήσων ἐκείνῃ τῆς ἐπὶ τῷ ἀδελφῷ συμφορᾶς.Καί μοι περιώδυνος ἦν ἡ ψυχὴ, πρὸς τοιαύτηνζημίαν ὑπεραλγοῦσα, καί τινα τῶν δακρύων κοινω-νὸν ἐπεζήτουν τὸν ἶσον ἔχοντά μοι τῆς λύπης ἄχθος.Ὡς δὲ ἐν ὀφθαλμοῖς ἦμεν ἀλλήλων, ἐμοὶ μὲνἀνεκίνει τὸ πάθος προφανεῖσα τοῖς ὀφθαλμοῖς ἡ δι-δάσκαλος· καὶ γὰρ ἤδη καὶ αὐτὴ τῇ πρὸς θάνατονἀῤῥωστίᾳ συνείχετο. Ἡ δὲ κατὰ τοὺς τῆς ἱππικῆςἐπιστήμονας ἐνδοῦσά μοι πρὸς ὀλίγον παρενεχθῆναιτῇ ῥύμῃ τοῦ πάθους, ἀναστομοῦν ἐπεχείρει μετὰταῦτα τῷ λόγῳ, καθάπερ χαλινῷ τινι τῷ ἰδίῳ λογισμῷτὸ ἀτακτοῦν τῆς ψυχῆς ἀπευθύνουσα, καὶ ἦναὐτῇ τὸ ἀποστολικὸν λόγιον προφερόμενον,τὸ μὴ δεῖν ἐπὶ τῶν κεκοιμημένων λυπεῖσθαι· μόνωνγὰρ τοῦτο τῶν οὐκ ἐχόντων ἐλπίδα τὸ πάθοςεἶναι. {Λ.} Κἀγὼ περιζεούσης ἔτι μοι τῆς καρδίας τῇ λύπῃΠῶς ἔστιν, εἶπον, ἐν ἀνθρώποις τοῦτο κατορθωθῆ-ναι, οὕτως ἐν ἑκάστῳ φυσικοῦ τινος πρὸς τὸν θάνατοντῆς διαβολῆς ὑπαρχούσης, καὶ οὔτε τῶν ὁρώντωντοὺς ἀποθνήσκοντας εὐκόλως καταδεχομένων τὴνθέαν, οἷς τε ἂν προσίῃ ὁ θάνατος ἀποφευγόντωνἐφ' ὅσον οἷόν τε; Ἀλλὰ καὶ τῶν ἐπικρατούντων νόμονἔσχατον ἐν ἀδικίαις καὶ ἔσχατον ἐν τιμωρίαις τοῦτοκρινόντων, τίς μηχανὴ τὸ μηδὲν ἡγεῖσθαι τὴν τοῦ ζῇνἀναχώρησιν, καὶ ἐπὶ τῶν ἔξω τινὸς μὴ ὅτι γε τῶνἐπιτηδείων, ὅταν τοῦ βίου λήγωσιν; Ὁρῶμεν δὲ, εἶπον,καὶ πᾶσαν τὴν ἀνθρωπίνην σπουδὴν πρὸς τοῦτοβλέπουσαν, ὅπως ἂν ἐν τῷ ζῇν διαμένοιμεν. Διὰτοῦτο γὰρ καὶ οἶκοι πρὸς διαγωγὴν ἡμῖν ἐπινενόην-ται, ὡς ἂν μὴ τῷ περιέχοντι διὰ ψύξεως ἢθερμότητος καταπονοῖτο τὰ σώματα. Γεωπονία δὲ τίἄλλο καὶ οὐχὶ τοῦ ζῇν ἐστι παρασκευή; Ἡ δὲ τῆς ζωῆςφροντὶς πάντως διὰ τὸν τοῦ θανάτου φόβον γίνεται.Ἡ δὲ ἰατρικὴ πόθεν τιμία τοῖς ἀνθρώποις ἐστίν; Οὐκἐπειδὴ μάχεσθαί πως διὰ τῆς τέχνης δοκεῖ πρὸς τὸνθάνατον; Θώρακες δὲ, καὶ θυρεοὶ, καὶ κνημῖδες,καὶ κράνη, καὶ τὰ ἀμυντήρια τῶν ὅπλων, καὶ αἱτῶν τειχῶν περιβολαὶ καὶ σιδηρόδετοι πύλαι, καὶ ἡτῶν τάφρων ἀσφάλεια καὶ τὰ τοιαῦτα, τί ἄλλο πλὴνδιὰ τὸν τοῦ θανάτου γίνεται φόβον; Οὕτως οὖνὄντος φοβεροῦ φυσικῶς τοῦ θανάτου, πῶς ἔστιῥᾳδίως πεισθῆναι τῷ κελεύοντι ἄλυπον διαμέ-νειν ἐπὶ τοῦ κατοιχομένου τὸν περιόντα; —{Μ.} Τί δὲ,φησὶν ἡ διδάσκαλος, τί σοι μάλιστα λυπηρὸν αὐτὸἐφ' ἑαυτοῦ, τὸ τοῦ θανάτου δοκεῖ; οὐ γὰρ ἱκα-νὸν εἰς διαβολὴν ἡ τῶν ἀλογωτέρων συνήθεια. —{Γ.}Τί μὲν οὖν οὐκ ἔστι λύπης ἄξιον, πρὸς αὐτὴν εἶπονἐγὼ, ὅταν βλέπωμεν τὸν τέως ζῶντά τε καὶφθεγγόμενον, ἄπνουν καὶ ἄναυδον καὶ ἀκίνητονἀθρόως γενόμενον, καὶ πάντα αὐτῶν σβεσθέντα τὰφυσικὰ αἰσθητήρια, οὐκ ὄψεως, οὐκ ἀκοῆς ἐνεργού-σης, οὐκ ἄλλου τινὸς ὧν ἡ αἴσθησις τὴν ἀντίληψινἔχει; Ὧ| κἂν πῦρ προσενέγκῃς, κἂν σίδηρον,κἂν ἀνατέμῃς διὰ ξίφους τὸ σῶμα, κἂν τοῖςσαρκοβόροις προθῇς, κἂν ἐγκρύψῃς χώματι,πρὸς ἅπαντα ὁμοίως ὁ κείμενος ἔχει. Ὅτανοὖν ἐν τούτοις βλέπηται ἡ μεταβολὴ, τὸ δὲζωτικὸν ἐκεῖνο αἴτιον, ὅ τί ποτε ἦν, ἀφανές τε καὶἄδολον ἀθρόως γένηται, καθάπερ ἐπὶ λύχνουσβεσθέντος τῆς τέως ἐξαπτομένης ἐφ' ἑαυτοῦφλογὸς οὔτε ἐπὶ τῆς θρυαλλίδος μενούσης, οὔτε ἑτέ-ρωθί που μεθισταμένης, ἀλλ' εἰς ἀφανισμὸν παντελῆμεταχωρούσης, πῶς ἂν γένοιτο τὴν τοσαύτην μετα-βολὴν ἐνεγκεῖν ἀλύπως μηδενὶ, προδήλως ἐπερειδό-μενον; Ἔξοδον γὰρ ψυχῆς ἀκούσαντες, τὸμὲν ὑπολειφθὲν ὁρῶμεν, τὸ δὲ χωρισθὲν ἀγνοοῦ-μεν, αὐτό τε ὅ τί ποτε κατὰ τὴν φύσιν ἐστὶ,καὶ εἰς ὅ τι μετακεχώρηκεν, οὐ γῆς, οὐκ ἀέρος, οὐχὕδατος, οὐκ ἄλλου τινὸς τῶν στοιχείων ἐν ἑαυτῷδεικνύντος ἐκείνην τὴν δύναμιν τὴν τοῦ σώμα-τος ἐκχωρήσασαν· ἧς ὑπεξελθούσης νεκρόν ἐστι τὸὑπολειφθὲν καὶ πρὸς διαφθορὰν ἤδη ἐκκεί-μενον. {Γ.} Ταῦτα δέ μου διεξιόντος μεταξὺ κατασεί-σασα τῇ χειρὶ ἡ διδάσκαλος—{Μ.} Μή τίς σε τοιοῦ-τος, φησὶ, φόβος ὑποταράσσει καὶ συνέχειτὴν διάνοιαν, ὡς οὐ διαμενούσης εἰς ἀεὶ τῆς ψυ-χῆς, ἀλλὰ συγκαταληγούσης τῇ διαλύσει τοῦ σώμα-τος; —{Γ.} Ἐγὼ δὲ (καὶ γὰρ οὔπω τοῦ πάθους τὸν λογι-σμὸν ἀνεδεξάμην) θρασύτερόν πως ἀπεκρινάμην,οὐ πάνυ περισκεψάμενος τὸ λεγόμενον. Εἶπον γὰρἐπιτάγμασιν ἐοικέναι τὰς θείας φωνὰς, δι' ὧν τὸ μὲνδεῖν πεπεῖσθαι τὴν ψυχὴν εἰσαεὶ διαμένειν ἀναγκα-ζόμεθα, οὐ μὴν λόγῳ τινὶ τῷ τοιούτῳ προσήχθημενδόγματι. Ἀλλ' ἔοικεν ἡμῖν δουλικῶς ἔνδοθεν ὁνοῦς φόβῳ τὸ κελευόμενον δέχεσθαι, οὐχ ἑκουσίᾳτινὶ ὁρμῇ τοῖς λεγομένοις συντίθεσθαι. Ὅθεν καὶβαρύτεραι ἡμῖν ἐπὶ τῶν κατοιχουμένων αἱ λύπαιγίνονται [οὐκ] ἀκριβῶς ἐπισταμένων ἡμῶν, εἴτ' ἔτιἐστὶ καθ' αὑτὸ τοῦτο τὸ ζωοποιὸν αἴτιον, καὶὅπη, καὶ ὅπως, εἴτε οὐκ ἔστιν οὐδαμῆ οὐδαμῶς.Ἴσας γὰρ ποιεῖ τοῦ ἀληθῶς ὄντος ἀδηλίατὰς ἐφ' ἑκάτερον ὑπολείψεις. Καὶ πολλοῖς μὲν τοῦτο,πολλοῖς δὲ τὸ ἐναντίον δοκεῖ. Καὶ εἰσί γέ τινεςπαρὰ τοῖς Ἕλλησιν οὐ μικρὰν ἔχοντες ἐπὶ φιλοσο-φίᾳ τὴν δόξαν, οἳ ταῦτα ᾠήθησάν τε καὶ ἀπ-εφήναντο. —{Μ.} Ἔα, φησὶ, τοὺς ἔξωθεν λήρους, ἐνοἷς ὁ τοῦ ψεύδους εὑρέτης ἐπὶ βλάβῃ τῆς ἀληθείαςπιθανῶς τὰς ἠπατημένας ὑπολήψεις συντίθησιν· σὺδὲ πρὸς τοῦτο βλέπε, ὅτι τὸ οὕτως περὶ ψυχῆς ἔχειν,οὐδὲν ἄλλο ἐστὶν ἢ ἀλλότριον πρὸς τὴν ἀρετὴνἔχειν, καὶ πρὸς τὸ παρὸν ἡδὺ μόνον βλέπειν· τὴν δὲτοῖς αἰῶσιν ἐνθεωρουμένην ζωὴν ἀπ' ἐλπίδοςποιεῖσθαι, καθ' ἣν μόνη ἡ ἀρετὴ τὸ πλεῖον ἔχει.—{Γ.} Καὶ πῶς, ἔφην, γένοιτ' ἂν ἡμῖν παγία τιςκαὶ ἀμετάθετος ἡ περὶ τοῦ διαμένειν τὴν ψυχὴν δόξα;Αἰσθάνομαι γὰρ καὶ αὐτὸς, ὅτι τοῦ καλλίστου