The Greek Library Catalogue

Anonymous

Decem syllogismi contra Manichaeos

Edition reference
Decem syllogismi contra Manichaeos [Sp.], MPG 46: 541.
CTS identifier
urn:cts:greekLit:tlg2017.tlg061.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Digital facsimile
View facsimile ↗
Facsimile rights
Creative Commons Public Domain Mark 1.0

Αἱ θεῖαι Γραφαὶ ταῖς κολάσεσι παραδίδοσθαι οὐτοὺς ἄλλους μόνους κακοὺς, ἀλλὰ καὶ αὐτὸν τὸνδιάβολον λέγουσι· πᾶν δὲ τὸ κολάσει παραδιδόμενοντρεπτόν· οὐδὲν δὲ τρεπτὸν ἀγέννητον. Οὐδὲν ἄρα τῶνκακῶν ἀγέννητον. Τῶν δι' ὅλου ἐναντιουμένων, οὐδὲν κοινόν. Ὥστεπᾶσα ἀνάγκη τὸ [ἀγαθὸν] ὑπάρχει, μὴ ὂν ἄρα τὸκακόν. Πᾶς ὁ εὐλόγως ὀρεγόμενός τινος ἐπιτετευγμένηνἔχει τὴν ὄρεξιν, ᾗ εὐλόγως ὀρέγεται· τῶν φθαρτῶνἄρα ἐστὶν ἡ κακία· τῶν φθαρτῶν οὖσα ἀφανισθήσε-ται. Ἀφανιζομένη δὲ, οὐκ ἔστιν ἀγέννητος. Ἀγέννητον τὸ κακὸν, κατὰ φύσιν αὐτῷ ὑπάρχειτὸ κακὸν εἶναι. Οὐδεὶς δὲ κατὰ φύσιν ἐνεργῶν ἁμαρ-τάνει· τὸ ἄρα ἀγέννητον οὐχ ἁμαρτάνει. Τὸ μὴἁμαρτάνον οὐχ ὑπαίτιον· ὑπαίτιος δὲ ὁ Σατανᾶς. Οὐκἄρα ἀγέννητον.{ΤΟΥ ΑΥΤΟΥΠΕΡΙ ΘΕΟΤΗΤΟΣ ΥΙΟΥ ΚΑΙ ΠΝΕΥΜΑΤΟΣ ΛΟΓΟΣΚαὶ ἐγκώμιον εἰς τὸν δίκαιον Ἀβραάμ.} Οἷόν τι πάσχουσι πρὸς τοὺς πολυανθεῖς τῶν λειμώ-νων οἱ τῶν τοιούτων φιλοθεάμονες, οἷς οὐ πρὸς ἕν τιτῶν φαινομένων διὰ τὸ τῆς ὥρας ὁμότιμον ὁ ὀφθαλμὸςἐπερείδεται, ἀλλ' ἐπὶ πάντα ταῖς ἐπιθυμίαις χεόμε-νοι τῷ μηδενὸς ἐθέλειν διαμαρτεῖν, πολλάκις τοῦπαντὸς ἀποπίπτονται· τοιοῦτόν τι πέπονθε κἀμοῦ ἡδιάνοια πρὸς τὸν λειμῶνα τῆς Γραφῆς ἀποβλέποντος.Τὸ γὰρ ποικίλον τῆς ὥρας τῶν νοημάτων ὁμοτίμωςἐπὶ πάντα τὴν ψυχὴν ἐφελκόμενον, ἀστατεῖν ποιεῖτὴν ἐπιθυμίαν, τῷ μὴ δύνασθαι ῥᾳδίως εὑρεῖν ἐν τοῖςὁμοτίμοις τὸ προτιμότερον. Ἰδοὺ γὰρ πῶς ὑπολάμ-πει διὰ τοῦ μεγάλου Δαβὶδ τῆς προφητείας τὰ ἄνθη·οἷον δὲ ἄνθος ὁ θεῖος Ἀπόστολος τῆς τοῦ παραδείσουγεωργίας ὑποσημαίνων τὸ κάλλος, καὶ πολλὴν ἀπο-πνέων τοῦ Χριστοῦ τὴν εὐωδίαν! Τῶν δὲ εὐαγγελι-κῶν λειμώνων τὸ κάλλος τίς ἂν ὑπεξέλθοι λόγος ἀν-θρώπινος; Ἀλλά μοι δοκεῖ καλῶς ἔχειν ἐν καιρῷ μνησθῆναιτῆς παροιμιακῆς ἐπαινέσεως, καὶ ζηλῶσαι τὴν μέ-λισσαν· ἥν φησιν ἡ Γραφὴ τῇ ῥώμῃ μὲν εἶναι ἀσθενῆ(οὐ γὰρ ὤφθη ποτὲ ὅλον δρεψαμένη τὸ ἄνθος, καὶὑπὲρ νῶτον ἐπὶ σίμβλα κομίζουσα), ἀλλὰ τὸ λεπτὸνκαὶ χνοῶδες τῆς ἐν τῷ μέσῳ κόμης ἐκτιναχθὲν διὰτῶν πτερύγων ταῖς ἀγκύλαις ὑπολαβοῦσα, δι' ἐκείνωνἐργάζεται τὴν σοφὴν ἐργασίαν ἐκείνην, ταῖς ἓξ ἀγκύ-λαις ἰσαρίθμους γωνίας εἰς ὄρθιον ἀνεγείρουσα, καὶδιὰ μέσου τῇ λειότητι τῶν πτερύγων, οἷόν τισινἀλοιφαῖς, τοὺς λεπτοὺς ἐκείνους καὶ ὑμενώδεις [σ]τοί-χους ἐπιλεαίνουσα. Εἰ δὲ μέλλοι καὶ ὁ ἡμέτερος λό-γος βασιλεῦσί τε καὶ ἰδιώταις, καθώς φησιν ὁ Σολο-μὼν, εἰς ὑγίειαν ἐπιτήδειος γίνεσθαι, εὐχῇ τὴν χάρινἐπισπασώμεθα ἐγώ τε καὶ ὑμεῖς παραπλησίως.Κοινὸν γὰρ τὸ κέρδος, μᾶλλον δὲ τὸ πλέον ὑμέτερον·ἐπείπερ τὸ λαβεῖν τι καλὸν τοῦ παρασχεῖν τι κερδα-λεώτερον. Ἀπαγορεύει τὸ Εὐαγγέλιον παλαιοῖς ἀσκοῖςοἶνον νέον ἐναποτίθεσθαι· τάχα πρὸς τὸν παρόντακαιρὸν βλέπει τὸ αἴνιγμα. Ὁ γὰρ νεοθλιβὴς οἶνος,διὰ τὴν φυσικῶς ἐγγινομένην τοῦ ὑγροῦ ζέσιν, Πνεύ-ματος πλήρης ἐστὶ, διὰ τῆς φυσικῆς κινήσεως ἐξ-αφρίζων τὸν ἰλυώδη ῥύπον ἀφ' ἑαυτοῦ. Τοῦτο δὲ οὐδὲνἄλλο ἐστὶ, κατά γε τὸν ἐμὸν λόγον, ἢ ἡ περὶ τοῦἁγίου Πνεύματος διδασκαλία, καθώς φησιν ὁ Ἀπό-στολος, ὅτι Τῷ Πνεύματι ζέοντες, ἣν οἱ σαθροί τεκαὶ διεῤῥυηκότες ἀσκοὶ, καὶ ὑπὸ τῆς ἀπιστίας πε-παλαιωμένοι οὐ στέγουσιν, ἀλλὰ περιῤῥήγνυνται τῇμεγαλοφυΐᾳ τοῦ δόγματος. Διὰ τοῦτο ἐάν τι ὑψηλὸναὐτοῖς ἐκ διδασκαλίας ἐγγένηται νόημα, σχίζονταιπερὶ τὸν ὄγκον τοῦ δόγματος· καὶ αὐτοί γε ἀχρειοῦν-ται διὰ τοῦ ῥήγματος, τήν τε τοῦ Πνεύματος χάρινεἰκῆ ῥέειν παρασκευάζουσιν. Εἰς γὰρ κακότεχνονψυχὴν οὐκ εἰσελεύσεται σοφία, καθώς φησιν ἡ Γρα-φή. Μᾶλλον δὲ συγχωρήσατέ μοι μιμήσασθαι τὴντῶν πενήτων συνήθειαν· ἐπεὶ κἀκείνοις σύνηθες,ὅταν ποτὲ πλουσίας ἀξιωθῶσι τραπέζης, ἀνεπαισχύν-τως ἐκ τῶν προτεθέντων αὐτοῖς, καὶ εἰς τὴν ὑστε-ραίαν ἐπισιτίζεσθαι. Κἀγὼ τοίνυν ἐκ τῆς χθιζῆς πο-λυτελείας μικρόν τι προχειρισάμενος λείψανον, ἐκεῖθενκατὰ τὴν ἐμαυτοῦ δύναμιν ὀψοποιήσω τὸν λόγον, τὰπολλὰ τῶν σήμερον προτεθέντων τοῖς τελειοτέροιςτῶν δαιτυμόνων ταμιευσάμενος. Τί τοίνυν ἦν τὸ τῆςχθιζῆς πανδαισίας ἄβρωτόν τε καὶ ἀκατέργαστον;Ἡ τῶν ἀποστολικῶν πράξεων ἱστορία τὴν ἐν Ἀθή-ναις ἐπιδημίαν τοῦ Παύλου διηγήσατο ἡμῖν, πῶςεἰδωλομανοῦντος τοῦ τῇδε λαοῦ, καὶ ταῖς ἐπιβωμίοιςκνίσσαις προστετηκότος, τὸ Πνεῦμα τὸ ἅγιον ἐν τῷμακαρίῳ παρωξύνετο Παύλῳ, οἷόν τι ῥεῦμα πλημ-μύρον ἐν τῇ ψυχῇ τοῦ Ἀποστόλου στενοχωρούμενον,καὶ μὴ εὑρίσκον ἐν τοῖς ἀναξίοις τὴν διέξοδον. Διὰτοῦτο Στωϊκοῖς τε καὶ Ἐπικουρείοις συμπλέκεται,καὶ εἰς Ἄρειον καταστὰς πάγον, ἐκ τῶν συνήθωναὐτοὺς πρὸς τὴν θεογνωσίαν προσάγεται· βωμὸς γάρἐστιν αὐτῷ καὶ ἐπίγραμμα, τὸ τοῦ λόγου προοίμιον.Εἰς τί τοίνυν ἐμνήσθην τοῦ ἀναγνώσματος; Ὅτι καὶνῦν εἰσι κατ' ἐκείνους τοὺς Ἀθηναίους, εἰς οὐδὲνἕτερον εὐκαιροῦντες, ἢ λέγειν τι καὶ ἀκούειν καινό-τερον, χθιζοί τινες καὶ πρώϊζοι ἐκ τῶν βαναύσων ἐπι-τηδευμάτων ὁρμώμενοι, αὐτοσχέδιοί τινες τῆς θεο-λογίας δογματισταὶ, τάχα τινὲς οἰκέται καὶ μαστι-γίαι, καὶ τῶν δουλικῶν διακονημάτων δραπέται,σεμνῶς ἡμῖν περὶ τῶν ἀλήπτων φιλοσοφοῦσιν. Οὐκἀγνοεῖτε πάντως, πρὸς τίνας ὁ λόγος βλέπει. Πάνταγὰρ τὰ κατὰ τὴν πόλιν τῶν τοιούτων πεπλήρωται,οἱ στενωποὶ, αἱ ἀγοραὶ, αἱ πλατεῖαι, τὰ ἄμφοδα·οἱ τῶν ἱματίων κάπηλοι, οἱ ταῖς τραπέζαις ἐφεστη-κότες, οἱ τὰ ἐδώδιμα ἡμῖν ἀπεμπολοῦντες. Ἐὰνπερὶ τῶν ὀβολῶν ἐρωτήσῃς, ὁ δέ σοι περὶ γεννητοῦκαὶ ἀγεννήτου ἐφιλοσόφησε· κἂν περὶ τιμήματοςἄρτου πύθοιο, Μείζων ὁ Πατὴρ, ἀποκρίνεται, καὶ ὁΥἱὸς ὑποχείριος. Εἰ δὲ, Τὸ λουτρὸν ἐπιτήδειόν ἐστιν,εἴποις, ὁ δὲ ἐξ οὐκ ὄντων τὸν Υἱὸν εἶναι διωρίσατο.Οὐκ οἶδα τί χρὴ τὸ κακὸν τοῦτο ὀνομάσαι, φρενῖτινἢ μανίαν, ἤ τι τοιοῦτον κακὸν ἐπιδήμιον, ὃ τῶν λογι-σμῶν τὴν παραφορὰν ἐξεργάζεται. Διὰ τοῦτό φημι πρὸς τούτους βλέπειν τὴν κατὰτὸν Ἀπόστολον ἱστορίαν· ἃ γὰρ περὶ τῶν Ἀθηναίωνἡ Γραφὴ διεξέρχεται, ταῦτα νῦν ἔστιν ἐπὶ τούτωνἰδεῖν· μᾶλλον δὲ εἰ χρὴ τἀληθῆ λέγειν, κἀκείνωνἐστὶ τὰ κατὰ τούτους ἀσυγγνωστότερα. Οἱ μὲν γὰροἱονεὶ λήμῃ τινὶ τῇ περὶ τὰ εἴδωλα πλάνῃ τοὺςὀφθαλμοὺς τῆς ψυχῆς κατεχόμενοι, ἰδεῖν αὐτοπροσ-ώπως τὴν εὐσεβῆ περὶ τῶν ὄντων ἀδυνατοῦντεςἀλήθειαν· ὅμως οἷον ἐπαφῇ τινι τῶν λογισμῶν τοσοῦ-τον ἐνενόησαν, ὅτι οὐ πάντη καταληπτὸν τὸ Θεῖόνἐστιν, οὐδὲ οἷον ὁ λογισμὸς οἴεται, τοιοῦτον τῇ φύσειτὸ ὑπερκείμενον. Διὸ τὸν ὄντως Θεὸν ἄγνωστον εἶναιὁμολογήσαντες, βωμῷ καὶ γράμματι τιμῶσι τὸνἀγνοούμενον· ὅτι γὰρ πρὸς τὸν ὄντως ὄντα Θεὸνἔβλεπεν αὐτῶν ἡ διάνοια, μαρτυρεῖ αὐτὸς ὁ Ἀπό-στολος, ἐκεῖνον καταγγέλλων αὐτοῖς τὸν Θεὸν, εἰς ὃνεὐσεβεῖν ἐκεῖνοι διὰ τῆς τοῦ βωμοῦ τιμῆς ᾤοντο.Πῶς οὖν οὐ χαλεπώτεροι τῶν μνημονευθέντων οἱνῦν ματαιάζοντες; οἱ μὴ συγχωροῦντες ὑπὲρ τὴνκατάληψιν αὐτῶν εἶναι τὸ Θεῖον, ἀλλ' οὕτω τὸν Θεὸνγιγνώσκειν μεγαλαυχοῦντες ὡς αὐτὸς ἑαυτόν; Πῶςἄν τις κατ' ἀξίαν τὴν πήρωσιν τῶν δειλαίων κατα-θρηνήσειεν, οἳ τοσούτου φωτὸς τῆς ἀληθείας τὴνοἰκουμένην πᾶσαν ἐν τῇ καθ' ἡμᾶς ζωῇ διὰ τῆς εὐ-σεβοῦς πίστεως περιλάμποντος, μόνοι πρὸς τὴν αὐ-γὴν ἀμβλυωποῦσιν; ἢ ἀγνοεῖτε ποῖον λέγω πλεο-