De deitate filii et spiritus sancti
- Edition reference
- De deitate filii et spiritus sancti, MPG 46: 553–576.
- CTS identifier
urn:cts:greekLit:tlg2017.tlg062.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital facsimile
- View facsimile ↗
- Facsimile rights
- Creative Commons Public Domain Mark 1.0
46
560
νάζειν φῶς ἐν τῇ ἡμετέρᾳ ζωῇ; Ἀριθμήσατέ μοι
τοὺς βασιλικοὺς φωστῆρας, οἳ τοῖς Εὐαγγελικοῖς
ἰσάριθμοι πάντα μικροῦ δεῖν τὸν κόσμον διαλαβόν-
τες, δι' εἰρήνης καὶ εὐσεβείας καταφωτίζουσιν· ὅτε
μιμεῖται ὁ Θεὸς, ὁ τοῦ παντὸς ποιητὴς, τὴν πρώτην
τῆς κοσμογενείας θαυματουργίαν, οὐ μόνον τὸν μέ-
γαν φωστῆρα εἰς τὴν τῶν ὁρωμένων τάξας ἀρχὴν,
ἀλλὰ καὶ συμπαραζεύξας αὐτῷ καὶ τὸν ἐλάσσω φω-
στῆρα, τὸν ταῖς πατρικαῖς ἀκτῖσι συμπαραλάμ-
ποντα. Εἶτα τοιούτων ἡμῖν ἐν τῷ κοινῷ τῶν ἀγαθῶν
προκειμένων, ὥσπερ ὑπὸ δαιμόνων πληγῆς ἐνθου-
σιῶντες, ἀναιδῶς πρὸς τὴν ἀλήθειαν τῶν δογμάτων
ἀντικαθίστανται, κατὰ τοὺς Στωϊκούς τε καὶ Ἐπι-
κουρείους ἐκείνους, πρὸς οὓς ὁ Παῦλος παρ' Ἀθη-
ναίοις συμπλέκεται; Καὶ ἵνα μὴ νομίσητε κατατρέ-
χειν ἐν συκοφαντίᾳ τὸν λόγον, αὐτὰ τὰ δόγματα τῶν
μνημονευθέντων ἐπισκοπήσωμεν· Ὑλικὸν τοῖς Στωϊ-
κοῖς τὸ Θεῖον εἶναι ὑπονοεῖται, κτιστὸν καὶ οὗτοι τὸν
μονογενῆ Υἱὸν εἶναι κατασκευάζουσιν. Ἴστε δὲ πάν-
τως, ὅση ἐστὶ τοῦ κτιστοῦ πρὸς τὸ ὑλικὸν ἡ συγγέ-
νεια. Πάλιν τοῖς Ἐπικουρείοις οὐδὲν ὑπερκεῖσθαι
δοκεῖ τῆς τῶν ὄντων συστάσεώς τε καὶ διοικήσεως,
ἀλλ' αὐτομάτως τὰ πάντα φέρεσθαι, μηδεμιᾶς προ-
νοίας διὰ τῶν πραγμάτων ἡκούσης· καὶ ὡς ἂν συν-
τομώτερον εἴποιμεν τὴν πλάνην αὐτῶν, πρὸς ἀθεΐαν
αὐτοῖς βλέπει τὰ δόγματα. Σκοπήσωμεν τοίνυν εἰ
μὴ μιμηταὶ τῶν Ἐπικουρείων οἱ τὸν Υἱὸν ἀθετοῦν-
τες εἰσί. Καὶ μηδεὶς ἀνθυπενέγκῃ τῷ λόγῳ, ὅτι
Ἐπίκουρος οὐδὲ τὸν Πατέρα οἶδεν, οὐδὲ ὁμολογεῖ
αὐτοῦ τὴν θεότητα, καὶ πῶς κατὰ τὸ ἴσον ἀσεβοῦσιν
οὗτοι, οἱ μὴ ἀθετοῦντες τοῦ Πατρὸς τὴν θεότητα;
Μικρὸν γὰρ ἐπισχὼν, εὑρήσεις καὶ τὸν Ἀνόμοιον
ἄλλον Ἐπίκουρον. Οὑτωσὶ δὲ σκοπήσωμεν· Ἀπαύ-
γασμα τῆς δόξης εἶπε τὸν Υἱὸν ὁ Ἀπόστολος, καὶ
χαρακτῆρα τῆς ὑποστάσεως, καὶ δύναμιν Θεοῦ καὶ
σοφίαν, καὶ ὅσα τοιαῦτα· ὧν ἕκαστον καθάπερ ἐν
συζυγίαις τισὶν ἀναγκαίαις, οὐδὲν ἀφ' ἑαυτοῦ κα-
ταμόνας νοεῖται, ἀλλὰ συνημμένως ἀμφότερα, καὶ
μετ' ἀλλήλων καταλαμβάνεται. Τὸ γὰρ ἀπαύγασμα
πάντως τινός ἐστιν ἀπαύγασμα, καὶ ὁ χαρακτὴρ,
τινὸς χαρακτὴρ πάντως ἐστίν. Ὥσπερ τοίνυν οὐκ ἂν
ἀπαύγασμα εἴη τὸ φῶς, μὴ οὔσης τῆς καταυγαζού-
σης αἰτίας, οὕτως ἡ ἀπαυγάζουσα φύσις οὐκ ἂν καθ'
ἑαυτὴν νοηθείη, μὴ συνεπινοουμένου τοῦ ἀπαυγά-
σματος. Ὁμοίως δὲ καὶ ὁ χαρακτὴρ τὴν ὑπόστασιν
δείκνυσι, καὶ ὑπόστασις διὰ χαρακτῆρος γνωρίζεται·
οὕτω καὶ ἡ τοῦ Θεοῦ δύναμις χωρὶς Θεοῦ εἶναι
οὐ δύναται, καὶ ὁ Θεὸς χωρὶς τῆς δυνάμεως νοηθῆναι
φύσιν οὐκ ἔχει. Ὁ τοίνυν ἕν τι τῶν κατὰ τὴν συζυ-
γίαν ταύτην σημαινομένων μὴ εἶναι λέγων, συνανεῖλε
πάντως τῇ δυνάμει καὶ τὸ λειπόμενον. Ἀλλὰ μὴν
λέγουσιν οἱ τῆς ἀσεβείας προστάται, ὅτι ὁ Υἱός ποτε
οὐκ ἦν. Εἰ οὖν οὐκ ἦν ὁ Υἱὸς, πάντως οὐδὲ ὁ Πατὴρ
ἦν εἰ οὐκ ἦν τὸ ἀπαύγασμα, οὐδὲ τὸ ἀπαυγάζον ἦν·
εἰ οὐκ ἦν ὁ χαρακτὴρ, πάντως οὐδὲ ἡ ὑπόστασις
ἦν· εἰ οὐκ ἦν ἡ δύναμις, οὐκ ἦν ἡ σοφία· εἰ δὲ ταῦτα
561
οὐκ ἦν, ὧν ἄνευ Θεὸς οὐκ ἔστιν, ὁ ἐπὶ πάντων Θεὸς
πῶς ἦν; κατασκευάζεται γὰρ διὰ τούτων τὸ εἶναι
Θεόν. Οὐ γὰρ ἔστιν ἐννοῆσαι δόξαν ἀλαμπῆ, οὐχ
ὑπόστασιν ἀχαρακτήριστον, οὐκ ἄνευ σοφίας σοφὸν,
οὐκ ἄνευ δυνάμεως δυνατὸν, οὐκ ἄπαιδα Πατέρα.
Οὐκοῦν ἀποδέδεικται διὰ τῶν εἰρημένων, ὅτι ὁ τὸν
Υἱὸν ἀθετῶν, συναθετεῖ καὶ τὸν Πατέρα· ὅπου δὲ
οὔτε ὁ Υἱὸς δοξάζεται, οὔτε ὁ Πατὴρ εἶναι πιστεύεται,
καθόλου ἡ θεότης ἠθέτηται· τὸ δὲ ἀθετεῖν τὴν θεό-
τητα, οὐδενὸς ἄλλου ἢ Ἐπικούρου ἐστίν.
Οὐκοῦν Ἐπικούρειοι οἱ νῦν δογματισταὶ τῆς ἀπά-
της ἀναπεφήνασιν, οἱ διὰ τῆς εἰς τὸν μονογενῆ Υἱὸν
ὕβρεως, τὰς ὑπεροχὰς τῷ Πατρὶ χαριζόμενοι, καὶ
λέγοντες ὅτι ὁ μὲν μείζων, ὁ δὲ ἐλάττων· ὁ μὲν πέμ-
πει, ὁ δὲ ἀποστέλλεται, εἰ καί τινας ῥήσεις ἐκ τῆς
Γραφῆς περὶ τούτου παράγοντες οἱ ἀνόητοι προτεί-
νονται, καί φασιν αὐτὸν ὁμολογεῖν τὸν Κύριον, ὅτι
ἐπέμφθη παρὰ τοῦ Πατρός. Εἶτα ὅτι μὲν ἐπέμφθη
γινώσκεις, ὅτι δὲ ὁ πέμψας μετ' αὐτοῦ ἐστιν οὐκ
ἀκήκοας; Ὁ πέμψας με, φησὶ, μετ' ἐμοῦ ἐστιν
καὶ οὐκ ἐδιδάχθης διὰ τῶν εἰρημένων, ὅτι καὶ ἀπο-
στέλλεται καὶ οὐ χωρίζεται; ἀποστέλλεται μὲν γὰρ
διὰ φιλανθρωπίαν, οὐ χωρίζεται δὲ διὰ τὸ τῆς φύ-
σεως ἄτμητον. Φασὶ δὲ πάλιν παρὰ τοῦ Μονογενοῦς
ὡμολογῆσθαι, τὸ μείζονα εἶναι αὐτοῦ τὸν Πατέρα, ἐν
τῷ λέγειν, ὅτι Ὁ Πατήρ μου μείζων μου ἐστίν. Οὐκ-
οῦν ἐξετάσωμεν, ἀδελφοὶ, ἆρα μὴ ψεύδεται ὁ εἰπὼν,
ὅτι Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί. Εἰ
μείζων ὁ Πατὴρ τοῦ Υἱοῦ, πῶς χωρεῖται τὸ μεῖζον ἐν
τῷ ἐλάττονι; Εἰ ἐλάττων ὁ Υἱὸς τοῦ Πατρὸς, πῶς
πληροῦται τὸ μεῖζον ὑπὸ τοῦ λείποντος; Ὅ τε γὰρ
μείζων στενοχωρεῖται πάντως ἐν τῷ ἐλάττονι, καὶ ὁ
ἐλάττων ἐπεκταθῆναι πρὸς τὸ ὑπερβάλλον οὐ δύνα-
ται· ὥστε ἀνάγκην εἶναι λείπειν μὲν ἐν τῷ Πατρὶ
τὸν Υἱὸν, περισσεύειν δὲ ἐν τῷ Υἱῷ τὸν Πατέρα. Καὶ,
ψεύδεται ὁ εἰπὼν, ὅτι Ἐγὼ ἐν τῷ Πατρὶ (δέον
εἰπεῖν, εἴπερ ἐλάττων ἐστὶν, ὅτι Ἐγὼ ἐν τῷ μέρει
τοῦ Πατρὸς), καὶ Ὁ Πατὴρ ἐν ἐμοί. Ἀληθέστερον
γὰρ ἦν εἰπεῖν, εἴπερ μείζων ὁ Πατὴρ, ὅτι Μέρος τι
τοῦ Πατρὸς ἐν ἐμοί· εἰ δὲ ὅλος ὁ Πατὴρ ἐν ὅλῳ τῷ
Υἱῷ, καὶ ὅλος ὁ Υἱὸς ἐν ὅλῳ τῷ Πατρὶ, ποῦ τὸ πλέον
καὶ ποῦ τὸ λεῖπον; καὶ τί χρὴ πολλὰ λέγειν, δέον
μιᾷ φωνῇ πᾶσαν αὐτῶν περιγράψαι τὴν φλυαρίαν;
«Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο
τὸ εἶναι ἶσα Θεῷ.» Εἰπέ μοι, τὸ ἶσον ἀκούσας τὸ μὴ
ἶσον ἐνόησας; Ὢ καινῆς διδασκαλίας διὰ τοῦ ἴσου τὸ
ἄνισον ἑρμηνευούσης! Ἀλλ' ἴσως εἰκός ἐστι καὶ τῶν
πολυμαθεστέρων τινὰ τὸν περὶ τούτων λόγον ἐπιζη-
τεῖν, Πῶς καὶ μείζων ὁ Πατὴρ τοῦ Υἱοῦ, καὶ ἶσος ὁ
Υἱὸς τοῦ Πατρός; Δοκεῖ γάρ πως μὴ συμβαίνειν ἀλ-
λήλοις ταῦτα. Οὐκοῦν ἀφεὶς τὸ πρὸς τοὺς πολλοὺς
ἀντιπάλους διαπληκτίζεσθαι, πατρικῶς ὑμῖν περὶ
τῶν προκειμένων διαλεχθήσομαι. Οὐ πάσας ὁμοτί-
μους οἶδα τὰς τοῦ Εὐαγγελίου φωνὰς, ὅσαι τὰ περὶ
τοῦ Κυρίου διδάσκουσιν, οὐδὲ ἀπὸ τῆς αὐτῆς δηλου-
564
μένας ἀξίας· αἱ μὲν γὰρ τὸ ὕψος τῆς θεότητος τοῦ
Υἱοῦ τοῦ Θεοῦ μεγαλοφώνως κηρύσσουσιν· αἱ δὲ
πρὸς τὸ ταπεινὸν τῆς ἀνθρωπίνης συγκαταβαίνουσι
φύσεως. Ὅταν μὲν γὰρ λέγῃ ὁ Κύριος· Ἐγὼ ἐπι-
τάσσω σοι· καὶ, Θέλω, καθαρίσθητι· καὶ, Ὁ
Πατὴρ ἐν ἐμοὶ, κἀγὼ ἐν τῷ Πατρί· καὶ, Ὁ ἑωρα-
κὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα· καὶ, Ἐγὼ καὶ ὁ
Πατὴρ ἕν ἐσμεν· καὶ, Οὐδεὶς οἶδε τὸν Υἱὸν, εἰ
μὴ ὁ Πατήρ· καὶ, Πάντα τὰ ἐμὰ σά ἐστι, καὶ τὰ
σὰ ἐμά· καὶ, Δεδόξασμαι ἐν αὐτοῖς· καὶ ὅσα
τοιαῦτα τὴν ἐπέκεινα πάσης φύσεώς τε καὶ ἐξουσίας
ἐνδείκνυται δύναμιν. Ἐπειδὰν δὲ πρὸς τὸ ἀσθενὲς
τῆς ἡμετέρας φύσεως ἐπικλίνῃ τὸν λόγον, ἐκεῖνα
φθέγγεται· Περίλυπός ἐστιν ἡ ψυχή μου· Εἰ δυ-
νατὸν, παρελθέτω τὸ ποτήριον· Οὐ δύναται ὁ
Υἱὸς ἀφ' ἑαυτοῦ τι ποιεῖν· Ἐντολὴν ἔλαβον τί
εἴπω, καὶ τί λαλήσω· Πορεύομαι πρὸς τὸν Πατέρα
μου καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν
ὑμῶν. Ἐν τούτοις τίθει καὶ τὸ ἐπὶ Λαζάρου δάκρυον,
καὶ τὸν ἐκ τῆς ὁδοιπορίας κόπον, καὶ τὴν τῆς τροφῆς
ἔφεσιν, καὶ τὴν τοῦ ὕδατος αἴτησιν, καὶ τὸν ἐπὶ τῆς
συκῆς δρόμον, καὶ τῆς τοῦ φυτοῦ ἀκαρπίας τὴν
ἄγνοιαν, καὶ τὸν ἐπὶ τοῦ πλοίου ὕπνον. Ταῦτα γὰρ
πάντα, καὶ ὅσα τοιαῦτα, οὐχὶ τοῦ ἐν ἀρχῇ ὄντος
Λόγου Θεοῦ τὴν ἀξίαν, ἀλλὰ τοῦ ταπεινώσαντος ἑαυ-
τὸν ἐν τῇ τοῦ δούλου μορφῇ τὴν πρὸς τὸ ἀσθενὲς τῆς
φύσεως ἡμῶν παραδηλοῖ συγκατάβασιν.
Εἴρηται τοίνυν, ὅτι Ὁ πέμψας με, μείζων μου
ἐστίν. Οὐκοῦν σκοπήσωμεν παρὰ τίνος ὁ λόγος.
Πῶς ἐπέμφθη; Ἐν μορφῇ Θεοῦ ὑπάρχων, ἢ μορφὴν
δούλου λαβών; Ἐν τῷ πληρώματι ὢν τῆς θεότητος,
ἢ κενώσας ἑαυτὸν ἐν τῇ τοῦ δούλου μορφῇ; Πάντη
γὰρ οἶμαι πρόδηλον εἶναι, ὅτι ἡ θεία δύναμίς τε καὶ
φύσις πανταχοῦ οὖσα, καὶ διὰ πάντων διήκουσα, καὶ
τοῦ παντὸς περιδεδραγμένη, οὐκ ἂν εἰκότως πέμ-
πεσθαι λέγοιτο. Οὐ γάρ ἐστί τι κενὸν ἔξω ταύτης, ἐν
ᾧ πρότερον μὴ οὖσα, ὅταν πεμφθῇ, παραγένηται·
ἀλλὰ τῇ συντηρητικῇ δυνάμει διακρατοῦσα τὸ πᾶν,
οὐκ ἔχει εἰς ὃ μεταχωρήσει, αὐτὴ τοῦ παντὸς οὖσα
πλήρωμα.
Ἡ τοίνυν πρὸς τὸ ἡμέτερον ταπεινόν τε καὶ ἀσθε-
νὲς τοῦ Υἱοῦ τοῦ Θεοῦ κάθοδος, κατὰ γνώμην τοῦ
Πατρὸς γεγενημένη, ἀποστολὴ λέγεται. Ἡ γὰρ ἐκ
τῆς ἀκηράτου φύσεως πρὸς τὴν ἡμετέραν ζωὴν μετά-
στασις οὐ τοπικὴν ποιεῖται τοῦ Κυρίου τὴν κίνησιν,
ἀλλὰ τὴν ἀπὸ τοῦ ὕψους τῆς δόξης πρὸς τὸ ταπεινὸν
τῆς σαρκὸς ἐνδείκνυται κάθοδον. Κατέβη τοίνυν καὶ
ἐφάνη οὐ γυμνὸς ὁ Λόγος, ἀλλὰ σὰρξ γενόμενος· οὐχ
ἡ τοῦ Θεοῦ μορφὴ καθ' ἑαυτὴν, ἀλλ' ἐν τῇ τοῦ δούλου
μορφῇ θεωρούμενος. Οὗτος οὖν ἐστιν, ὁ εἰπὼν μὴ
δύνασθαί τι ἀφ' ἑαυτοῦ ποιεῖν, δῆλον ὅτι καθὸ γέγονε
σάρξ· τὸ γὰρ μὴ δύνασθαι, ἀσθενείας ἐστίν. Ὡς γὰρ
τῷ φωτὶ τὸ σκότος, καὶ ὁ θάνατος τῇ ζωῇ, οὕτω τῇ
565
δυνάμει ἀντιδιαστέλλεται ἡ ἀσθένεια· ἀλλὰ μὴν Χρι-
στὸς Θεοῦ δύναμις, καὶ Θεοῦ σοφία· οὐκ ἀδυνατεῖ οὖν
πάντως ἡ δύναμις. Εἰ γὰρ ἡ δύναμις ἀσθενοίη, τί τὸ
δυνάμενον; Ὅταν οὖν ἀποφήνηται ὁ Λόγος, ὅτι οὐ
δύναται ποιεῖν, δῆλον ὅτι οὐχὶ τῇ θεότητι τοῦ Μονο-
γενοῦς τὴν ἀδυναμίαν προστίθησιν, ἀλλὰ τῇ ἀσθενείᾳ
τῆς ἡμετέρας φύσεως προσμαρτυρεῖ τὸ ἀδύνατον.
Ἀσθενὴς δὲ ἡ σὰρξ, καθὼς γέγραπται, ὅτι Τὸ μὲν
Πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής. Οὐκοῦν δι'
ἀμφοτέρων ἀληθεύει ἡ θεία Γραφὴ, καὶ τὸ μεῖζον
ὁμολογοῦσα, καὶ τὸ ἶσον μὴ ἀρνουμένη. Ὅταν γὰρ
πρὸς τὸ ἀνθρώπινον ὁ Λόγος βλέπῃ, μείζονα ὁμολο-
γεῖ τοῦ διὰ σαρκὸς ὁρωμένου τὸν μὴ ὁρώμενον· ὅταν
δὲ πρὸς τὸ Θεῖον χειραγωγῇ τὴν διάνοιαν, ἀργεῖ τοῦ
μείζονος καὶ τοῦ ἐλάττονος ἡ συγκριτικὴ αὕτη ἀντι-
παράθεσις, καὶ ἀντὶ τούτων ἑνότης κηρύττεται, Ἐγὼ
καὶ ὁ Πατὴρ ἕν ἐσμεν. Τὰ δὲ παρηλλαγμένα κατὰ τὸ
ἄνισον, ἓν εἶναι οὐ δύναται. Ἆρα ὑμῖν ὁ λόγος ἡμῶν
ἱκανῶς ἀπολελόγηται, τὴν αἱρετικὴν ἀνισότητα τῶν
τῆς εὐσεβείας ἀφορίζων δογμάτων; Ἢ ζητεῖτε,
καθάπερ ἐν δικαστηρίῳ, διὰ πλειόνων μαρτύρων βε-
βαιωθῆναι τὸν λόγον; Οὐκοῦν δότε μοι κατ' ἐξουσίαν
ὑπανιέναι τοῦ λόγου τὸ σύντομον, μνήμῃ τινὸς τῶν
κατὰ τὴν παλαιὰν ἱστορίαν. Ἔσται δὲ ἡμῖν ἴσως οὐκ
ἀπὸ σκοποῦ τὸ διήγημα. Ἀκούσατε τῆς ἀποστολι-
κῆς ἀναγνώσεως τὴν κατὰ τὸν Ἀβραὰμ ἱστορίαν ἐν
ὀλίγῳ διηγουμένης, ἐν οἷς φησι· Τῷ Ἀβραὰμ ἐπαγ-
γειλάμενος ὁ Θεὸς, ἐπεὶ κατ' οὐδενὸς εἶχε μείζονος
ὀμόσαι, καθ' ἑαυτοῦ ὤμοσε λέγων ἃ εἴρηκεν.
Ἐπειδὴ τοίνυν εἰκὸς ἄγνωστα εἶναι τοῖς πολλοῖς τὰ
τῆς ἱστορίας, δι' ὀλίγων ὑμῖν, ὡς ἂν οἷός τε ὦ, δι-
ηγήσομαι. Ἀποικίζει τὸν Ἀβραὰμ τῶν οἰκείων συγ-
γενῶν τε καὶ τόπων διὰ προστάγματος ὁ Θεός· καὶ
ἦν ἐπὶ τῆς ἀλλοδαπῆς ὁ πατριάρχης, ἐγκαρτερῶν τῇ
ἐλπίδι τῆς ὑποσχέσεως. Βάσανος προσάγεται τῷ ἀν-
δρὶ τῆς πρὸς τὸν Θεὸν βεβαιότητος, ἡ χρονία τῶν ἐλ-
πιζομένων παράτασις· ἡ δὲ ὑπόσχεσις ἦν, πατέρα
ἔθνους γενέσθαι τὸν Ἀβραάμ. Χρόνος διέβη πολὺς,
καὶ ἡ φύσις τὸ ἴδιον ἔπασχεν, ἤδη πρὸς τὸ γηραιὸν
αὐτῷ τῆς ἡλικίας ἐπικλιθείσης, καὶ ἔτι ἡ ἐλπὶς παρ-
ετείνετο· ἀπέσβη κατὰ τὸ εἰκὸς ἐν τῷ γηραιῷ τῆς
ἡλικίας αὐτῷ τε καὶ τῇ ὁμοζύγῳ ἡ πρὸς παιδοποιίαν
ἰσχύς. Καὶ τοῦτο ἀνεπαισχύντως ἡ ἱστορία παραση-
μαίνεται, ἐκλελοιπέναι φάσκουσα τῆς Σάῤῥας τὰ
γυναικεῖα, δι' ὧν ἐνεργεῖται ἡ σύλληψις. Καὶ τὸ μὲν
σῶμα τῇ φύσει ὑπήκουε τῆς νεότητος ὑπαναλω-
θείσης καὶ τῷ γήρᾳ ἐκάμπτετο, ἡ δὲ πρὸς τὸν Θεὸν
ἐλπὶς ἀγήρως τις ἦν ἐν αὐτοῖς καὶ ἀκμάζουσα. Ἐν
τούτῳ τίκτεται αὐτοῖς ὁ Ἰσαὰκ ἵνα φανῇ οὐχὶ φύσεως
ἔργον ὁ τόκος, ἀλλὰ θείας δυνάμεως ἀποτέλεσμα. Ἐμ-
περιχαρεῖς ἦσαν, ὡς εἰκὸς, τῇ τοῦ Θεοῦ δωρεᾷ
ἀνήβησεν αὐτοῖς διὰ τοῦ παιδὸς πάλιν ἡ πολιὰ, δα-
ψιλεῖς αἱ τοῦ γάλακτος πηγαὶ τῇ παρήλικι πρὸς τὴν
χρείαν ἐπιῤῥέουσαι· ἐπεῖχεν ἡ γεγηρακυῖα τῷ παιδὶ
τὴν θηλὴν πλημμυροῦσαν. Ἐπηγάλλετο τῷ παρὰ φύ-
σιν θαύματι λέγουσα· Τίς εἴπῃ τῷ Ἀβραὰμ ὅτι θη-
568
λάζει τέκνον ἡ Σάῤῥα; Εἶτα ἡδρύνετο τὸ νήπιον
κατ' ὀλίγον, καὶ εἰς τὴν τῶν μειρακίων ἡλικίαν ἔτρε-
χεν, καὶ ἤδη παῖς ἦν ἐν ἄνθει τῆς ἡλικίας, ἐν ἀκμῇ
τῆς ὥρας, γλυκὺ θέαμα τοῖς γεννησαμένοις, εἰς ὥραν
ἐπιδιδοὺς, εἰς ἀκμὴν προϊὼν, τὰς τῆς ψυχῆς ἀρετὰς
συναύξων τῷ κάλλει τοῦ σώματος. Ὅπως ἔχειν εἰκὸς
ἐπ' αὐτῷ τοὺς γεννήσαντας, ὑμεῖς τὸ πρᾶγμα τοῖς
λογισμοῖς ὑποθέντες, ἐν ἑαυτοῖς ἐξετάσατε· ὅπως
διατίθεται πατὴρ παίζοντα βλέπων υἱὸν, καὶ σπου-
δάζοντα ἐν παλαίστραις, ἐν παιδιαῖς, ἐν μαθήμασιν
ἢ ἐν ταῖς ἡδίσταις τῶν ἡλικιωτῶν συνουσίαις. Ἐν
τούτοις πεῖρα προσάγεται τῷ πατριάρχῃ καὶ βάσα-
νος, τίνι τὸ πλέον νέμει, τῇ πρὸς τὸν Θεὸν ἀγάπῃ, ἢ
τῇ περὶ τὴν φύσιν ῥοπῇ. Φρίττω μεταξὺ διηγούμενος
τὸ τῆς πείρας ἀπότομον. Χρηματίζει πάλιν ὁ Θεὸς,
καὶ προσκαλεῖται τὸν αὐτὸν ἐξ ὀνόματος· ὁ δὲ προ-
θύμως ὑπακούει τῇ κλήσει, ἐξ ὧν ἤδη τετυχήκει
πάντως προσθήκην δευτέρας χάριτος ἐκδεχόμενος.
Ἀλλὰ τὸ ἐπίταγμα, τί;
Λάβε μοι, φησὶ, τὸν υἱόν σου. Οὔπω πλήσσει
τάχα τοῦ πατρὸς τὴν καρδίαν ὁ λόγος· πάντως γὰρ
τοιοῦτον ὑπολογίζεται, ὅτι γάμῳ συναρμόσαι δια-
κελεύεται καὶ ἐπισπεῦσαι τὸν θάλαμον, ὡς ἂν εἰς πέ-
ρας ἔλθοι ἡ ἐπὶ τοῦ σπέρματος εὐλογία. Ἀλλ' ἴδωμεν
τὴν προσθήκην τοῦ λόγου· Λάβε μοι, φησὶ, τὸν υἱόν
σου τὸν ἀγαπητὸν, τὸν μονογενῆ. Ὅρα τὰ κέντρα
τοῦ λόγου, πῶς κεντεῖ τοῦ πατρὸς τὰ σπλάγχνα· πῶς
ἀναῤῥιπίζει τὴν τῆς φύσεως φλόγα· πῶς ἀνεγείρει
τὸ φίλτρον, καὶ υἱὸν ἀγαπητὸν καὶ μονογενῆ καλῶν·
ὡς ἂν διὰ τῶν τοιούτων ὀνομάτων τὸ φίλτρον τὸ πρὸς
αὐτὸν ἀναζέσειεν. Εἶτα λαβὼν τί ποιήσω; Ἀνένεγκέ
μοι, φησί. Μὴ ἱερέα καταστῆσαι κελεύεις, ὃν ἀν-
ενεγκεῖν προσέταξας; Οὐχ ἱερέα, ἀλλὰ θῦμα καὶ ἱε-
ρεῖον διὰ θυσίας ὁλοκαυτούμενον. Ἀνένεγκέ μοι,
φησὶν, εἰς ὁλοκάρπωσιν ἐπὶ τοῦ ὄρους, οὗ ἐάν σοι
δείξω. Τί πεπόνθατε ἀκούοντες τοῦ διηγήματος, ὅσοι
πατέρες ἐστὲ, καὶ τὴν πρὸς τοὺς παῖδας στοργὴν
παρὰ τῆς φύσεως ἐδιδάχθητε; Οἴδατε πάντως ὅπως
δέχεται πατρὸς ἀκοὴ μονογενοῦς τέκνου σφαγήν. Τί-
νος οὐκ ἦν καταπλαγῆναι πρὸς τὴν φωνήν; ἀπο-
στρέψαι τὴν ἀκοήν; ἐναποθανεῖν τῷ προστάγματι
μᾶλλον ἢ τῇ καρδίᾳ τὸν λόγον δέξασθαι; Οὐκ ἂν ἐδι-
καιολογήθη πρὸς αὐτὸν, αὐτὴν τὴν φύσιν συνήγορον
ἑαυτοῦ προστησάμενος, Τί ταῦτα προστάσσεις, λέ-
γων, ὦ Κύριε; Διὰ τοῦτο πατέρα ἐποίησας, ἵνα παι-
δοκτόνον ἀπεργάσῃ; Διὰ τοῦτό με τῆς γλυκείας ταύ-
της ἔγευσας δωρεᾶς, ἵνα μῦθόν με ποιήσῃς τῷ βίῳ;
Ταῖς ἐμαυτοῦ χερσὶ κατασφάξω τὸν παῖδα, καὶ τοῦ
συγγενοῦς αἵματος σπείσω σοι; Καὶ σὺ ταῦτα κε-
λεύεις, καὶ τοιαύταις ἐπιτέρπῃ θυσίαις; Ἀποκτείνω
τὸν υἱὸν, ὑφ' οὗ ταφήσεσθαι προσεδόκησα; Τοιοῦτον
αὐτῷ πήξω τὸν θάλαμον; Τοιαύτην αὐτῷ τὴν εὐφρο-
σύνην παρασκευάσω τοῦ γάμου; Καὶ ἅψω ἐπ' αὐτῷ
οὐχὶ λαμπάδα γαμήλιον, ἀλλὰ πῦρ ἐπιτάφιον; Οὐκ-
οῦν ἐπὶ τούτοις καὶ στεφανώσομαι; Οὕτως ἔσομαι
569
πατὴρ ἐθνῶν, ὁ μηδὲ παιδὸς συγχωρούμενος; Ἆρά
τι τοιοῦτον εἶπεν ὁ Ἀβραὰμ, ἢ ἐνενόησεν; Οὐμεν-
οῦν. Ἀλλ' ἐπειδὴ τὸν σκοπὸν εἶδε τοῦ ἐπιτάγματος,
πρὸς τὴν θείαν ἀναβλέψας ἀγάπην, εὐθὺς τὴν φύσιν
ἠγνόησεν, καὶ οἷόν τι γεῶδες ἄχθος τὰς ἐμπαθεῖς τῆς
φύσεως διαθέσεις ἀποδυσάμενος, ὅλον ἔδωκεν ἑαυτὸν
τῷ Θεῷ, καὶ τοῦ προστάγματος ἦν· καὶ οὔτε τῇ
γαμετῇ περὶ τούτου ἀνεκοινώσατο, καλῶς γε ποιῶν
καὶ λυσιτελῶς ἑαυτῷ, ἀναξιόπιστον εἰς συμβουλὴν
κρίνας τὸ θῆλυ. Οὐδὲ γὰρ τῷ Ἀδὰμ συνήνεγκε τὴν
συμβουλὴν δεξαμένῳ τῆς Εὔας. Διὰ τοῦτο ὡς ἂν μὴ
πάθῃ τι γυναικεῖον καὶ μητρῷον ἡ Σάῤῥα, καὶ τὸ
σφοδρόν τε καὶ ἀκραιφνὲς τῆς πρὸς τὸν Θεὸν ἀγάπης
τοῦ Ἀβραὰμ ἐπικλάσειεν, λαθεῖν ἐπετήδευσε τὴν
ὁμόζυγον. Πόσα γὰρ ἦν εἰκὸς, εἴ τι τοιοῦτον ἔγνω
γινόμενον, ἢ δράσαι τὴν Σάῤῥαν, ἢ πρὸς αὐτὸν ἀπο-
δύρασθαι; οἷα δ' ἂν ἔπαθε περιχυθεῖσα τῷ παιδὶ καὶ
ταῖς ἀγκάλαις ἐμπλεξαμένη, εἰ πρὸς τὴν σφαγὴν
ἔβλεπεν αὐτὸν βιαίως ἑλκόμενον; οἵοις δ' ἂν ἐχρή-
σατο λόγοις; Φεῖσαι τῆς φύσεως, ἄνερ, μὴ γένῃ πο-
νηρὸν τοῦ βίου διήγημα· μονογενής μοι ὁ τόκος οὗ-
τος, μονογενὴς ἐν ὠδῖσιν ὁ Ἰσαὰκ, ἐν ἀγκάλαις μό-
νος· οὗτός μοι τόκος καὶ πρῶτος καὶ ὕστατος. Τίνα
μετὰ τοῦτον ἐπὶ τραπέζης ὀψόμεθα; Τίς προσερεῖ
μοι τὴν γλυκεῖαν φωνήν; Τίς ὀνομάσει μητέρα; Τίς
θεραπεύσει τὸ γῆρας; Τίς περιστελεῖ μετὰ τὸν θά-
νατον; Τίς ἐπιχώσει τάφον τῷ σώματι; Ὁρᾷς τὸ
ἄνθος τοῦ νέου, ὃ καὶ ἐν ἐχθρῷ τις βλέπων, πάντως
ἂν τὴν ὥραν ἠλέησεν. Οὗτος τῆς μακρᾶς εὐχῆς ὁ
καρπὸς, οὗτος τῆς διαδοχῆς ὁ κλάδος, οὗτος τοῦ γέ-
νους τὸ λείψανον, οὗτος ἡ βακτηρία τοῦ γήρως. Εἰ
κατὰ τούτου φέρεις τὸ ξίφος, ταύτην μοι δὸς τῇ δει-
λαίᾳ τὴν χάριν· κατ' ἐμοῦ πρῶτον χρῆσαι τῷ ξίφει,
καὶ τότε ποίησον τὸ δοκοῦν ἐπὶ τούτου· κοινὸν ἀμ-
φοτέρων ἔστω τὸ χῶμα, κοινὴ κόνις ἐπικαλυψάτω τὰ
σώματα, κοινὴ στήλη διηγείσθω τὰ πάθη· μὴ ἴδῃ
Σάῤῥας ὁ ὀφθαλμὸς μήτε Ἀβραὰμ παιδοκτονοῦντα,
μήτε Ἰσαὰκ χερσὶ πατρῴαις παιδοκτονούμενον.
Ταῦτα πάντως ἂν καὶ τὰ τοιαῦτα παρὰ τῆς Σάῤ-
ῥας ἐγένετο τῷ Ἀβραὰμ τὰ ῥήματα, εἴπερ τῶν γινο-
μένων προῄσθετο. Ἀλλ' ὡς ἂν μηδὲν ἐμπόδιον πρὸς
τὴν ἐγχείρησιν γένοιτο, ὄνῳ τὰς σχίδακας ἐπιθεὶς, καί
τινας τῶν παίδων ἐπαγόμενος, ὅλος τοῦ θείου θελή-
ματος ἦν· εἶτα καταλιπὼν τοὺς παῖδας, ὡς ἂν μή τι
ἀγεννέστερον καὶ ἀνδραποδῶδες ἐκεῖνοι βουλεύσοιντο,
κωλύσαντες τοῦ παιδὸς τὴν ἱερουργίαν, μόνον ἐπ-
άγεται τὸν υἱὸν, ἱκανῶς ἤδη πρὸς τὰ βαρύτερα τῶν
ἔργων ὑφ' ἡλικίας ἀνδριζόμενον. Μετατάξας γὰρ ἀπὸ
τῆς ὄνου ἐπὶ τὸν παῖδα τὸ ἄχθος, ἐκεῖνον ὑπήγαγε
τῷ φόρτῳ τῶν ξύλων. Πάλιν δριμύσσει τὰ τοῦ πα-
τρὸς σπλάγχνα ἡ φωνὴ τοῦ παιδός· ἄλλος οὗτος πει-
ρασμὸς οὐδὲν τοῦ προλαβόντος φιλανθρωπότερος.
Προσκαλεῖται τὸν πατέρα ὁ Ἰσαὰκ τῇ γλυκείᾳ ταύτῃ
φωνῇ, καί φησι, Πάτερ. Ὁ δὲ οὐ καταπνίγεται δά-
κρυσι, τῷ μικρὸν ὕστερον μηκέτι ἀκούσεσθαι τῆς
572
τοιαύτης φωνῆς ἐννοήσας, οὐδ' ἐποιμώζει τῷ λόγῳ
οὐδέ τι θρηνῶδες καὶ γοερὸν ἀποφθέγγεται, ἀλλ'
ἑστώσῃ καὶ ἀκλινεῖ τῇ ψυχῇ, καὶ δέχεται τοῦ παιδὸς
τὴν φωνὴν, καὶ τὴν ἰδίαν προΐεται. Φησὶ γὰρ πρὸς
αὐτόν· Τί ἐστι, τέκνον; Ἐνταῦθά μοι κατανόησον
τὸ συνετὸν ἅμα καὶ λελογισμένον τοῦ νέου, πῶς τὸ
δοκοῦν παρῶφθαι παρὰ τοῦ πατρὸς, ἀπροσκρούστως
εἰς ὑπόμνησιν ἄγει, οὔτε παράνοιαν, οὔτε λήθην τῷ
πατρὶ ὀνειδίζων· ἀλλ' ἐν προσποιήσει δῆθεν τοῦ θε-
λῆσαι μαθεῖν, τοῦ παροράματος ὑπομιμνήσκων. Ἰδοὺ
γὰρ, φησὶ, τὰ ξύλα, τὸ πῦρ, ἡ μάχαιρα· τὸ ἱερεῖον
ποῦ; Ὁ δὲ, εἴτε παραθαῤῥύνων τὸν παῖδα, εἴτε ὡς
προφήτης τὸ μέλλον διεγγυώμενος, Ὁ Θεὸς, φησὶν,
ὄψεται ἑαυτῷ πρόβατον εἰς ὁλοκάρπωσιν, τέκνον.
Καὶ ἐπὶ τούτοις ἔτι ἡ πεῖρα τῆς τοῦ πατριάρχου ψυ-
χῆς παρετείνετο. Καταλαμβάνει τὸν προῤῥηθέντα
χῶρον αὐτῷ, οἰκοδομεῖ τῷ Θεῷ τὸ θυσιαστήριον, ὁ
παῖς παρετίθη τῷ πατρὶ τὰς ὕλας· ἡτοιμάζετο ἡ
πυρὰ, καὶ οὔπω τὸ ἔργον κωλύεται· ὡς ἂν μή τις
τῶν μικροψυχοτέρων εἴποι, εἰ μέχρις ἐκείνου συνέβη
στῆναι τὴν πεῖραν, οὐκ ἂν αὐτὸς διέμεινεν ὁμοίως,
εἰ μᾶλλον τῷ πάθει ἤγγισεν.
Ἅπτεται μετὰ ταῦτα τοῦ παιδὸς ὁ πατὴρ, καὶ οὐκ
ἀντιβαίνει τῷ γινομένῳ ἡ φύσις· δίδωσιν ἑαυτὸν τῷ
πατρὶ ὁ παῖς, χρήσασθαι ὅ τι βούλεται. Τίνα πλέον
ἐξ ἀμφοτέρων θαυμάσω; τὸν ἐπιβαλόντα διὰ τὴν
πρὸς Θεὸν ἀγάπην τῷ παιδὶ τὰς χεῖρας, ἢ τὸν μέχρι
θανάτου τῷ πατρὶ ὑπακούσαντα; Φιλοτιμοῦνται πρὸς
ἀλλήλους, ὁ μὲν τῆς φύσεως ἑαυτὸν ὑπεραίρων, ὁ δὲ
χαλεπώτερον τοῦ θανάτου τὸ ἀντιτεῖναι τῷ πατρὶ λο-
γιζόμενος. Ἐντεῦθεν δεσμοῖς πρότερον διαλαμβάνει
ὁ πατὴρ τὸν παῖδα. Εἶδον πολλάκις ἐπὶ γραφῆς εἰ-
κόνα τοῦ πάθους, καὶ οὐκ ἀδακρυτὶ τὴν θέαν παρῆλ-
θον, ἐναργῶς τῆς τέχνης ὑπ' ὄψιν ἀγούσης τὴν ἱστο-
ρίαν. Πρόκειται ὁ Ἰσαὰκ τῷ πατρὶ παρ' αὐτῷ τῷ
θυσιαστηρίῳ, ὀκλάσας ἐπὶ γόνυ, καὶ περιηγμένας
ἔχων εἰς τοὐπίσω τὰς χεῖρας· ὁ δὲ ἐπιβεβηκὼς κατό-
πιν τὼ πόδε τῆς ἀγκύλης, καὶ τῇ λαιᾷ χειρὶ τὴν κό-
μην τοῦ παιδὸς πρὸς ἑαυτὸν ἀνακλάσας, ἐπικύπτει
τῷ προσώπῳ, ἐλεεινῶς πρὸς αὐτὸν ἀναβλέποντι, καὶ
τὴν δεξιὰν καθωπλισμένην τῷ ξίφει πρὸς τὴν σφα-
γὴν κατευθύνει, καὶ ἅπτεται ἤδη τοῦ σώματος ἡ τοῦ
ξίφους ἀκμὴ, καὶ τότε αὐτῷ γίνεται θεόθεν φωνὴ τὸ
ἔργον κωλύουσα. Ἡ δὲ φωνὴ τοιαύτη τις ἦν. Μόγις
γὰρ καθάπερ πῶλόν τινα δυσπειθῆ καὶ δυσήνιον, τῆς
εὐθείας παρατραπέντα, καὶ πολλοῖς κύκλοις ἐκ πλα-
γίων διασκιρτήσαντα, πάλιν εἰς τὴν εὐθεῖαν τὸν λόγον
ἠγάγομεν. Τουτὶ γὰρ ἦν τὸ προκείμενον ἡμῖν, δεῖξαι
τὸν Ἀπόστολον μαρτυροῦντα τῷ λόγῳ, ὅτι μείζων
τοῦ Υἱοῦ ὁ Πατὴρ οὐκ ἔστιν. Ἐνταῦθα γὰρ ἄγγελον
τοῦ λόγου τοῦ Θεοῦ ἡ γραφὴ προτάξασα, ἐπάγει φωνήν·
ἐφώνησε γὰρ αὐτὸν ἄγγελος Κυρίου καὶ εἶπεν, ὅτι
Ἀνθ' ὧν ἐποίησας τὸ ῥῆμα τοῦτο, καὶ οὐκ ἐφείσω
τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ, κατ' ἐμαυτοῦ ὤμοσα,
ποιῆσαι ἅπερ καὶ ἐν τῇ ἐπαγγελίᾳ τοῦ λόγου ἔστι
μαθεῖν. Τίς οὖν ἐστιν ὁ χρηματίσας τῷ Ἀβραάμ;
Ἆρα μὴ ὁ Πατήρ; Ἀλλ' οὐκ ἂν εἴποις ἄγγελόν τινος
573
εἶναι τὸν Πατέρα. Οὐκοῦν ὁ μονογενὴς Θεὸς, περὶ οὗ
ὁ Προφήτης φησὶν, ὅτι Καλεῖται τὸ ὄνομα αὐτοῦ με-
γάλης βουλῆς Ἄγγελος. Τοῦτο δὲ οὐκ ἀγνοεῖ πάν-
τως ὁ Παῦλος ὁ ἐν παραδείσῳ μυηθεὶς τὰ ἀπόῤῥητα,
ὅτι παρὰ τοῦ Μονογενοῦς ἡ ἔνορκος αὕτη ὑπόσχεσις.
Λέγει δὲ ὁ Παῦλος, ὅτι Τῷ Ἀβραὰμ ἐπαγγειλάμε-
νος, ὁ Θεὸς Λόγος, ἐπεὶ κατ' οὐδενὸς εἶχε μείζονος
ὀμόσαι, ὤμοσε καθ' ἑαυτοῦ.
Πῶς οὖν οὗτοι λέγουσι μείζονα τοῦ Υἱοῦ τὸν Πα-
τέρα, τοῦ Παύλου λέγοντος ὅτι οὐκ ἔχει τὸ μεῖζον;
Ἀλλ' ἐπανέλθωμεν πάλιν ἐπὶ τὸν εὐαγγελικὸν οἶνον
τὸν νέον, ὡς ἂν δεξάμενοι διὰ τῆς διδασκαλίας καὶ
αὐτοὶ τὴν ζέσιν τοῦ Πνεύματος, ἐπιτήδεια δοχεῖα τοῦ
τοιούτου οἴνου γενοίμεθα, μήτε αὐτοὶ διασχιζόμενοι,
μήτε τὴν ἐγκεκρυμμένην ἡμῖν χάριν ἐκχέοντες.
Ἤκουον τῆς ψαλμῳδίας περὶ τῶν παρόντων, οἶμαι,
κακῶν προφητευούσης· λέγει γὰρ περὶ τῶν ἁμαρ-
τωλῶν, ὅτι Ἀπηλλοτριώθησαν ἀπὸ μήτρας, καὶ
ἐπλανήθησαν ἀπὸ γαστρός. Μήτραν οἶμαι τῶν
κατὰ Θεὸν γεννωμένων, τὴν Ἐκκλησίαν λέγεσθαι·
αὕτη γὰρ κυοφοροῦσα τῇ ἰδίᾳ νηδύϊ τοὺς ἐν αὐτῇ τε-
λεσφορουμένους, εἰς φῶς διὰ τῆς πίστεως ἄγει. Ἀλλ'
οἱ ἁμαρτωλοὶ κατὰ τὰ ἀμβλωθρίδια τῶν γεννημάτων,
τῆς μήτρας ἠλλοτριώθησαν, καὶ τῆς γαστρὸς τῆς
γνησίας ἀπεπλανήθησαν· οὐχ ὁρῶ γὰρ ἐν τοῖς μη-
τρῴοις κόλποις τοὺς ἀποστάτας τῆς πίστεως, καὶ
λέγω τὴν προφητείαν περὶ τούτων λέγειν, τῶν διὰ
τῆς ἀπάτης πεπλανημένων, ὅτι ἐπλανήθησαν ἀπὸ
γαστρός· ἐπλανήθησαν τῷ λαλῆσαι ψευδῆ. Θυμὸς
αὐτοῖς, φησὶ, κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως, οὐχ
ἁπλῶς ὄφεως, ὡς ἂν μὴ πρὸς τὸ θηρίον τοῦτο τὴν
εἰκασίαν σχοῖεν· ἀλλ' ἡ τοῦ ἄρθρου προσθήκη τὸ ἀρ-
χέτυπον κακὸν δι' αἰνιγμάτων δείκνυσιν. Ἀλλ' οὐκ
ἄκαιρος ἴσως ἡμῖν ἡ μνήμη τοῦ ὄφεως, εἰς ἔλεγχον
τῶν θρασυστομούντων κατὰ τοῦ Πνεύματος. Ἐπειδὴ
γὰρ οἴονται ταύτην ἰσχυρὰν ἔχειν κατὰ τοῦ Πνεύμα-
τος λαβὴν, τὸ μὴ προσειρῆσθαι Θεὸν τὸ Πνεῦμα παρὰ
τῆς ἁγίας Γραφῆς (ὡς αὐτοί γε νομίζουσιν· οὐ γὰρ
ἡμεῖς συντιθέμεθα)· καί φασι φύσεως μὲν εἶναι ση-
μαντικὴν τὴν θεότητα, τοῦ δὲ ὀνόματος τούτου μὴ
ἐπικειμένου τῷ Πνεύματι, τὸ μὴ τῆς αὐτῆς φύσεως
εἶναι τῷ Πατρὶ καὶ τῷ Υἱῷ τὸ Πνεῦμα κατασκευά-
ζουσιν· λαβέτωσαν τῆς ἀνοήτου αὐτῶν βλασφημίας
τὸν ὄφιν κατήγορον. Ὡς γὰρ ἡμεῖς φαμεν ὅτι ἡ θεία
φύσις ὄνομα σημαντικὸν ἢ οὐκ ἔχει ἑαυτῆς ἢ ἡμῖν
οὐκ ἔχει· ἀλλ' εἴ τι καὶ λέγεται εἴτε παρὰ τῆς ἀν-
θρωπίνης συνηθείας, εἴτε παρὰ τῆς ἁγίας Γραφῆς,
τῶν τι περὶ αὐτὴν ἀποσημανθέντων ἐστίν· αὐτὴ δὲ ἡ
θεία φύσις ἄφραστός τε καὶ ἀνεκφώνητος μένει,
ὑπερβαίνουσα πᾶσαν τὴν διὰ φωνῆς σημασίαν· εὔ-
καιρον οἶμαι τοῦτο τῆς Γραφῆς ὑμῖν παραθέσθαι τὸ
μέρος, ὃ πρὸς τὴν Εὔαν διεξῆλθεν ὁ ὄφις, δεικνὺς ὅτι
τὸ τῆς θεότητος ὄνομα τῆς ὁρατικῆς ἐνεργείας τὴν
σημασίαν ἔχει. Συμβουλεύων γὰρ ἅψασθαι τῶν ἀπ-
576
ηγορευμένων, τοῦτο τῆς παρακοῆς αὐτοῖς τὸ κέρδος
κατεπαγγέλλεται, ὅτι Ἀνοιγήσονται ὑμῶν οἱ ὀφθαλ-
μοὶ, καὶ ἔσεσθε ὡς θεοί. Ὁρᾷς ὅτι θεατικὴν
ἐνέργειαν προσμαρτυρεῖ τῇ φωνῇ τῆς θεότητος. Οὐ
γὰρ ἔστι θεάσασθαί τι μὴ τῶν ὀφθαλμῶν ἀνοιγέντων.
Οὐκοῦν οὐχὶ τὴν φύσιν, ἀλλὰ τὴν θεατικὴν δύναμιν
ἡ τῆς θεότητος προσηγορία παρίστησιν. Ἆρ' οὖν οὐχ
ὁμολογοῦσι θεάσασθαι τὸ Πνεῦμα τὸ ἅγιον; Ἢ καὶ
περὶ τούτου ζυγομαχήσουσιν; Εἰ μὲν γὰρ τεθέαται,
τῇ ἐνεργείᾳ πάντως ἐπονομάζεται· εἰ δὲ καὶ τοῦτο
ζητοῦσι λόγῳ μαθεῖν, περιττὸν μὲν τοῖς ὁμολογουμέ-
νοις ἐνδιατρίβειν· πλὴν ἀλλὰ προσθῶμεν τοῖς ἀγνοοῦσι
καὶ τοῦτον ἐν μακροθυμίᾳ τὸν λόγον· Τίς τοῦ Ἀνα-
νίου τὴν ἱεροσυλίαν ἐφώρασεν; Πῶς ἔγνω Πέτρος
αὐτὸν ἑαυτοῦ τὸν Ἀνανίαν κλέπτην γενόμενον, ἣν
ἐν παραβύστῳ μετὰ τῆς ὁμοζύγου μόνος εἰργάσατο;
Οὐ τὸ Πνεῦμα τὸ ἅγιον καὶ ἐν Πέτρῳ ἦν, καὶ τῷ
Ἀνανίᾳ ὁ Σατανᾶς παρῆν; Διὰ τοῦτό φησιν ὁ Πέ-
τρος· Εἰς τί ἐπλήρωσεν ὁ Σατανᾶς τὴν καρδίαν σου
ψεύσασθαί σε τὸ Πνεῦμα τὸ ἅγιον; Οὐκ ἐψεύσω
ἀνθρώποις, ἀλλὰ τῷ Θεῷ. Ὥσπερ τοίνυν ὁ λέγων
ὅτι τὸ λογικὸν ὑβρίσας, τὸν ἄνθρωπον ὕβρισεν, οὐκ εἰς
δύο τινὰς φέρει τὴν ὕβριν, ἀλλὰ πρὸς ἕν ἐστι πρόσωπον
ἡ ἀναφορὰ διαφόροις ἰδιώμασι γνωριζόμενον· οὕτω καὶ
ὁ Πέτρος, καὶ Πνεῦμα καὶ Θεὸν εἰπὼν παρὰ τοῦ
Ἀνανίου διεψευσμένον, ταὐτὸν τὰ δύο τοῖς νοοῦσιν
εὐσεβῶς ἀποδείκνυσιν. Ἀλλὰ γενοίμεθα καὶ ἡμεῖς
διορατικοὶ τῆς ἀληθείας, καὶ μέτοχοι τῆς θεότητος,
κατὰ τὴν δωρεὰν τοῦ ἁγίου Πνεύματος ἐν Χριστῷ
Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς
τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
{ΤΟΥ ΑΥΤΟΥΛΟΓΟΣ ΕΙΣ ΤΟ ΑΓΙΟΝ ΠΝΕΥΜΑ.} Πᾶσαν ἑορτῆς ὑπόθεσιν φαιδροτέραν ὁ Δαβὶδ δι'ἑαυτοῦ ἀπεργάζεται, τὴν πολυαρμόνιον ἐκείνην κιθά-ραν προσφόρως ἀεὶ τῇ χρείᾳ μεθαρμοζόμενος. Οὐκ-οῦν καὶ τὴν μεγάλην τῆς Πεντηκοστῆς ἑορτὴν φαι-δρυνέτω ἡμῖν ὁ αὐτὸς Προφήτης, τῷ πλήκτρῳ τοῦΠνεύματος ἐν ταῖς χορδαῖς τῆς σοφίας τὸ μέλοςἀνακρουόμενος. Εἰπάτω τοίνυν ἐκ τῆς ἐνθέου μελ-ῳδίας ἐκείνης, τὸ τῇ παρούσῃ χάριτι πρόσφορον,ὅτι Δεῦτε, ἀγαλλιασώμεθα τῷ Κυρίῳ. Πρότερονχρὴ γνῶναι τὴν χάριν, ἥτις ἐστὶν, εἶθ' οὕτως τὴνκατάλληλον ἐκ τῆς προφητείας ἐφαρμόσαι τῇ ὑποθέ-σει φωνήν· καί μοι δότε, καθὼς ἂν ᾖ δυνατὸν, διάτινος ἀκολούθου τάξεως διασαφῆσαι τὸν περὶ τούτωνλόγον· Πεπλάνητο κατ' ἀρχὰς τὸ ἀνθρώπινον, πρὸςτὴν τοῦ Θεοῦ κατανόησιν, καὶ καταλιπόντες τὸν τῆςκτίσεως Κύριον, οἱ μὲν τοῖς τοῦ κόσμου στοιχείοιςδι' ἀπάτην ὑπέκυπτον, ἄλλοι δὲ τὴν τῶν δαιμό-νων φύσιν ἐποιοῦντο σεβάσμιον, πολλοῖς δὲ τὸ Θεῖονἐδόκει καὶ ἡ χειροποίητος τῶν εἰδώλων μορφὴ, οἷςβωμοί τε, καὶ ναοὶ, καὶ τελεταὶ, καὶ θυσίαι, καὶ τε-μένη, καὶ ἀφιδρύματα, καὶ πάντα τὰ τοιαῦτα παρ'αὐτῶν ἀνετίθετο εἰς θεραπείαν τῶν ψευδωνύμωνθεῶν. Εἶδε τοίνυν τῷ τῆς φιλανθρωπίας ὀφθαλμῷ τὴντῆς φύσεως τῶν ἀνθρώπων διαφθορὰν ὁ Δεσπότης τῆςφύσεως, καὶ διά τινος ἀκολουθίας ἀπὸ τῆς πλάνηςἐπανάγει τὴν ἀνθρωπίνην ζωὴν πρὸς τὴν τῆς ἀλη-θείας ἐπίγνωσιν. Ὥσπερ γὰρ οἱ τοὺς ἐν λιμῷ χρονίῳσυντετηκότας, μετά τινος ἰατρικῆς ἐπιστήμης ἀνα-λαμβάνοντες, οὐκ ἀθρόως ἐπὶ τὸν κόρον προάγου-σι, φειδοῖ τῆς ἀσθενείας αὐτῶν· ἀλλὰ διὰ τῆςσυμμέτρου τροφῆς ἀναληφθείσης αὐτοῖς τῆς δυνά-μεως, τότε συγχωροῦσι κατ' ἐξουσίαν ἐμφορεῖσθαιτοῦ κόρου· κατὰ τὸν αὐτὸν τρόπον τῷ φοβερῷ λιμῷτῆς ἀνθρωπίνης φύσεως δαπανηθείσης, τεταμιευμένηγίνεται αὐτοῖς παρὰ τῆς οἰκονομίας ἡ τῆς τῶν μυστη-ρίων τροφῆς μετουσία· ὥστε διά τινος ἀκολούθουτάξεως ἀεὶ τὸ τέλειον προσλαμβάνοντας, οὕτως ἐπὶτὸ πέρας φθάσαι τῆς τελειότητος. Τὸ μὲν γὰρ σῶζονἡμᾶς ἡ ζωοποιός ἐστι δύναμις, ἐν ὀνόματι Πατρὸς,καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος πιστευομένη. Οἱ δὲτοῦ παντὸς ἀχώρητοι διὰ τὴν γεγενημένην αὐτοῖς ἐκτοῦ λιμοῦ τῶν ψυχῶν ἀσθένειαν, πρότερον ἐκ τῆςπολυθεΐας ὑπὸ τῶν προφητῶν τε, καὶ τοῦ νόμου με-τατεθέντες, εἰς μίαν θεότητα βλέπειν ἐθίζονται, καὶἐν τῇ μιᾷ θεότητι μόνην τὴν τοῦ Πατρὸς δύναμιν κα-τανοοῦσιν, ἀχώρητοι, καθὼς εἶπον, ὄντες τῆς τελείαςτροφῆς. Εἶτα διὰ τοῦ Εὐαγγελίου καὶ ὁ μονογενὴςΥἱὸς τοῖς διὰ τοῦ νόμου προτετελειωμένοις ἀπο-καλύπτεται, μετὰ τοῦτο παραγίνεται ἡμῖν ἡ τελείατῆς φύσεως ἡμῶν τροφὴ, τὸ Πνεῦμα τὸ ἅγιον, ἐν ᾧἐστιν ἡ ζωή. Αὕτη τῆς ἑορτῆς ἡ ὑπόθεσις· διὰ ταῦτακαλῶς ἔχει, χορευτὰς ἡμᾶς γενομένους τοῦ Πνεύμα-τος, πείθεσθαι τῷ κορυφαίῳ τῆς πνευματικῆς ταύ-της χοροστασίας Δαβὶδ τῷ λέγοντι· Δεῦτε, ἀγαλλιασώμεθα τῷ Κυρίῳ· Ὁ δὲ Κύριος τὸ πνεῦμάἐστι, καθώς φησιν ὁ Ἀπόστολος. Σήμερον γὰρ κατὰ τὴν ἐτήσιον τοῦ ἔτους περίοδοντῆς πεντηκοστῆς συμπληρουμένης, κατὰ τὴν ὥρανταύτην, εἴγε περὶ τὴν τρίτην ὥραν τῆς ἡμέρας ἐσμὲν,ἐγένετο ἡ ἀνεκδιήγητος χάρις. Κατεμίχθη γὰρ πάλιντοῖς ἀνθρώποις τὸ Πνεῦμα, ὅπερ πρότερον διὰ τὸγενέσθαι σάρκα τὸν ἄνθρωπον τῆς φύσεως ἡμῶνἀπεφοίτησε· καὶ διὰ τῆς βιαίας ἐκείνης πνοῆς, τῶνπνευματικῶν τῆς πονηρίας δυνάμεων, καὶ πάντωντῶν ῥυπαρῶν δαιμονίων ἀποσκεδασθέντων ἀπὸ τοῦἀέρος, ἐν τῇ καθόδῳ τοῦ Πνεύματος, πλήρεις τῆς