The Greek Library Catalogue

Anonymous

De spiritu sancto

Edition reference
De spiritu sancto sive In pentecosten, MPG 46: 696–701.
CTS identifier
urn:cts:greekLit:tlg2017.tlg063.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Digital facsimile
View facsimile ↗
Facsimile rights
Creative Commons Public Domain Mark 1.0

46

697

θείας δυνάμεως, ἐν εἴδει πυρὸς, οἱ ἐν τῷ ὑπερῴῳ

καταλειφθέντες ἐγένοντο· οὐδὲ γάρ ἐστι δυνατὸν ἄλλως

μέτοχον Πνεύματος ἁγίου γενέσθαι τινὰ, μὴ τῷ ὑπερ-

ῴῳ τῆς ζωῆς ταύτης ἐνδιαιτώμενον. Ὅσοι γὰρ τὰ

ἄνω φρονοῦσι, μεταθέντες ἑαυτῶν ἀπὸ γῆς εἰς οὐ-

ρανὸν τὸ πολίτευμα, τοῦ ὑπερῴου τῆς ὑψηλῆς πολι-

τείας ὄντες οἰκήτορες, ἐν μετουσίᾳ τοῦ ἁγίου Πνεύ-

ματος γίνονται. Οὕτω γάρ φησιν ἡ ἱστορία τῶν Πρά-

ξεων, ὅτι συνηγμένων αὐτῶν ἐν τῷ ὑπερῴῳ, τὸ κα-

θαρὸν ἐκεῖνο καὶ ἄϋλον πῦρ εἰς εἴδη γλωσσῶν, κατὰ

τὸν ἀριθμὸν τῶν μαθητῶν, διασχίζεται. Ἐκεῖνοι μὲν

οὖν Πάρθοις, καὶ Μήδοις, καὶ Ἐλαμίταις, καὶ τοῖς

λοιποῖς ἔθνεσι διελέγοντο, κατ' ἐξουσίαν πρὸς πᾶσαν

ἐθνικὴν γλῶσσαν τὰς ἑαυτῶν φωνὰς μεθαρμόζοντες·

Ἐγὼ δὲ, καθώς φησιν ὁ Ἀπόστολος, θέλω πέντε

λόγους ἐν Ἐκκλησίᾳ τῷ νοΐ μου λαλῆσαι, ἵνα

καὶ ἄλλους ὠφελήσω, ἢ μυρίους λόγους ἐν γλώσ-

σῃ. Τότε μὲν χρήσιμον τὸ ὁμόφωνον γίνεσθαι τοῖς

ἀλλογλώσσοις, ὡς ἂν μὴ ἀνενέργητον εἴη τὸ κήρυγμα

τοῖς ἀγνοοῦσι, τῇ φωνῇ τῶν κηρυσσόντων ἐμποδιζό-

μενον· νῦν μέντοι τῆς κατὰ τὴν γλῶσσαν ὁμοφωνίας

700

οὔσης, ἐπιζητῆσαι χρὴ τὴν πυρίνην γλῶσσαν τοῦ

Πνεύματος εἰς φωτισμὸν τῶν δι' ἀπάτης ἐσκοτισμέ-

νων. Οὐκοῦν καὶ πρὸς τοῦτο ἡμᾶς ὁδηγησάτω Δαβὶδ,

συγχορεύοντα λαβὼν ἑαυτῷ τὸν Ἀπόστολον. Ἐν γὰρ

τῇ ψαλμῳδίᾳ ταύτῃ, ἧς ἡ ἀρχὴ τὸ ἀγαλλίαμα ἡμῖν

τὸ ἐπὶ τῷ Κυρίῳ χαρίζεται, λέγουσα· Δεῦτε, ἀγαλ-

λιασώμεθα τῷ Κυρίῳ, οὐ διὰ τούτου πρὸς τὴν τοῦ

ἁγίου Πνεύματος ὁδηγούμεθα δοξολογίαν· ἀλλὰ πολὺ

μᾶλλον ἐν τοῖς ὑπολοίποις τὰ περὶ τῆς θεότητος αὐ-

τοῦ διδασκόμεθα. Λέξω δὲ ὑμῖν αὐτὰ τοῦ Προφήτου

τὰ ῥήματα, οἷς συντίθεται καὶ ὁ μέγας Ἀπόστολος·

ἔχει δὲ ἡ ῥῆσις οὕτως· Σήμερον ἐὰν τῆς φωνῆς αὐ-

τοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν,

ὡς ἐν τῷ παραπικρασμῷ κατὰ τὴν ἡμέραν τοῦ

πειρασμοῦ ἐν τῇ ἐρήμῳ, οὗ ἐπείρασάν με οἱ πα-

τέρες ὑμῶν. Τούτων μεμνημένος ὁ θεῖος Ἀπόστολος,

οὕτω φησί· Διὸ καθὼς λέγει τὸ Πνεῦμα τὸ ἅγιον·

καὶ τοῦτο εἰπὼν, ταύτας τοῦ Προφήτου τὰς ῥήσεις

ἐπήγαγεν, ἐφαρμόζων αὐτὰς τῷ προσώπῳ τοῦ Πνεύ-

ματος. Τίς οὖν ἐστιν, ὃν ἐπείρασαν οἱ πατέρες αὐτῶν

ἐν τῇ ἐρήμῳ; τίς, ὃν παρώργισαν; Μάθε παρ' αὐτοῦ

τοῦ Προφήτου, ὅς φησιν, ὅτι· Ἐπείρασαν τὸν Θεὸν

τὸν Ὕψιστον. Ἀλλὰ μὴν ὁ Ἀπόστολος προτάξας τὸ

πρόσωπον τοῦ ἁγίου Πνεύματος, ἐκείνῳ ταύτας τὰς

φωνὰς ἀνατίθησι, λέγων· Διὸ, καθὼς λέγει τὸ Πνεῦμα

τὸ ἅγιον, ὅτι κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν

τῇ ἐρήμῳ, οὗ ἐπείρασάν με οἱ πατέρες ὑμῶν.

Οὐκοῦν ὃν ὕψιστον Θεὸν ὁ Προφήτης κατωνόμασε,

τοῦτον ὁ θεῖος Ἀπόστολος τὸ Πνεῦμα τὸ ἅγιον εἶναι

λέγει. Εἰ δὲ ἀπιστεῖς, πάλιν τὸ εἰρημένον ἐπίσκεψαι·

Διὸ, καθὼς λέγει τὸ Πνεῦμα τὸ ἅγιον· Μὴ σκλη-

ρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρα-

σμῷ κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρή-

μῳ, οὗ ἐπείρασάν με οἱ πατέρες ὑμῶν. Εἰ οὖν τὸ

Πνεῦμα τὸ ἅγιον λέγει, ὅτι· Ἐπείρασάν με οἱ πατέ-

ρες ὑμῶν ἐν τῇ ἐρήμῳ· ὁ δὲ Προφήτης διαμαρτύρε-

ται, ὅτι ὁ ἐν τῇ ἐρήμῳ πειρασθεὶς, ὕψιστός ἐστι

Θεός· ἐνεφράγη τὰ στόματα τῶν Πνευματομά-

χων, τὰ λαλοῦντα κατὰ τοῦ Θεοῦ ἀδικίαν, σαφῶς

τοῦ τε Ἀποστόλου καὶ τοῦ Προφήτου διὰ τῶν εἰρη-

μένων τὴν θεότητα κηρυσσόντων τοῦ Πνεύματος· τοῦ

μὲν εἰπόντος, ὅτι, Ἐπείρασαν τὸν Θεὸν τὸν Ὕψι-

στον, καὶ ὡς παρὰ τοῦ Θεοῦ τοῖς Ἰσραηλίταις προ-

φέροντος τὴν ῥῆσιν ἐκείνην, ὅτι, Ἐν τῇ ἐρήμῳ

ἐπείρασάν με οἱ πατέρες ὑμῶν· τοῦ δὲ μεγάλου

Παύλου τῷ ἁγίῳ Πνεύματι ταύτας τὰς φωνὰς ἐφαρ-

μόσαντος, ὡς διὰ τούτων ἐναργῶς ἀποδειχθῆναι,

ὅτι Θεὸς ὕψιστος τὸ Πνεῦμά ἐστι τὸ ἅγιον. Ἆρα βλέ-

πουσιν οἱ ἐχθροὶ τῆς δόξης τοῦ Πνεύματος τὴν

πυρίνην γλῶσσαν τῶν θείων λογίων τὴν τὰ κεκρυμ-

701

μένα φωτίζουσαν, ἢ ὡς πεπληρωμένων τοῦ γλεύ-

κους καταγελάσουσιν; Ἐγὼ δὲ κἂν ταῦτα λέγωσι

καθ' ἡμῶν, συμβουλεύω ὑμῖν, ἀδελφοὶ, μὴ φοβηθῆ-

ναι τὸν ὀνειδισμὸν τῶν τοιούτων, μηδὲ τῷ φαυλισμῷ

αὐτῶν ἡττηθῆναι. Εἴθε γὰρ γένοιτό ποτε καὶ

ἐκείνοις τὸ γλεῦκος τοῦτο, ὁ νεοθλιβὴς οὗτος οἶνος, ὁ

ἐκ τῆς ληνοῦ προχεθεὶς, ἣν ἐπάτησε διὰ τοῦ Εὐαγ-

γελίου ὁ Κύριος, ἵνα σοι πότιμον τοῦ ἰδίου βότρυος τὸ

αἷμα ποιήσῃ. Εἴθε γὰρ ἐπληρώθησαν κἀκεῖνοι

τοῦ νέου τούτου οἴνου, ὃν γλεῦκος ὠνόμασαν, ὃς τὴν

διὰ τοῦ αἱρετικοῦ ὕδατος ἐπιμιξίαν παρὰ τῶν

καπήλων οὐκ ἔπαθε· πάντως γὰρ καὶ τοῦ Πνεύματος

πλήρεις ἐγένοντο, δι' οὗ τὸ παχύ τε καὶ ἰλυῶδες τῆς

ἀπιστίας οἱ Πνεύματι ζέοντες ἀφ' ἑαυτῶν ἐξαφρί-

ζουσιν. Ἀλλ' οὐ δύνανται οἱ τοιοῦτοι ἐν ἑαυτοῖς

τὸ γλεῦκος δέξασθαι, ἔτι τὸν παλαιὸν ἀσκὸν περιφέ-

ροντες, ὃς περικρατεῖν τὸν τοιοῦτον μὴ δυνάμενος οἶ-

νον, αἱρετικῶς ἀποῤῥήγνυται. Ἀλλ' ἡμεῖς,

ἀδελφοὶ, καθώς φησιν ὁ Προφήτης, Δεῦτε, ἀγαλλια-

σώμεθα τῷ Κυρίῳ, πίνοντες, καὶ τὰ τῆς εὐσεβείας

γλυκάσματα, καθὼς ὁ Ἔσδρας διακελεύεται, καὶ

ταῖς τῶν ἀποστόλων τε καὶ προφητῶν χοροστασίαις

ἐμφαιδρυνόμενοι, κατὰ τὴν δωρεὰν τοῦ ἁγίου Πνεύ-

ματος ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐπὶ τῇ

ἡμέρᾳ ταύτῃ, ἣν ἐποίησεν ὁ Κύριος, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας.

Ἀμήν.

{ΤΟΥ ΑΥΤΟΥΕΤΕΡΟΝ ΕΓΚΩΜΙΟΝΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΣΤΕΦΑΝΟΝ ΤΟΝ ΠΡΩΤΟΜΑΡΤΥΡΑ.} Ἐπεδήμησε Χριστὸς τῷ κόσμῳ εἰς σωτηρίαν, καὶμετ' αὐτὸν ἐβλάστησαν οἱ καρποὶ τῆς Ἐκκλησίας.Ἔλαμψεν ὁ μάρτυς τῆς ἀληθείας, καὶ συνέλαμψανοἱ μάρτυρες τῆς μεγάλης οἰκονομίας. Ἠκολούθησανοἱ μαθηταὶ τῷ Διδασκάλῳ, τοῖς Κυριακοῖς ἴχνεσινὁδεύοντες· μετὰ Χριστὸν οἱ Χριστοφόροι· μετὰ τὸνἥλιον τῆς δικαιοσύνης οἱ φωστῆρες τῆς οἰκουμένης·καὶ πρῶτος μὲν ἡμῖν ὁ Στέφανος ἤνθησεν, οὐκ ἐκτῶν Ἰουδαϊκῶν ἀκανθῶν πλακεὶς, ἀλλ' ἐκ τῆς ἐκκλη-σιαστικῆς εὐθηνίας πρῶτος καρπὸς τῷ Κυρίῳ προσ-ενεχθείς. Ἰουδαῖοι μὲν γὰρ στέφανον ἐξ ἀκανθῶν πλέ-ξαντες, τῇ κεφαλῇ τοῦ Σωτῆρος ἐπέθηκαν, ἀξίουςτῆς κακῆς γεωργίας αὐτῶν τοὺς καρποὺς ἐπιδειξά-μενοι τῷ Δεσπότῃ τοῦ ἀμπελῶνος, ὡς διὰ τῆς προ-φητείας προανεφώνει, λέγων· Ἀμπελὼν Κυρίου Σα-βαὼθ, οἶκος τοῦ Ἰσραήλ ἐστι, καὶ ὁ ἄνθρωπος Ἰού-δα, νεόφυτον ἠγαπημένον. Ἔμεινα τοῦ ποιῆσαισταφυλὴν, ἐποίησε δὲ ἀκάνθας. Οἱ δὲ τῆς εὐαγγε-λικῆς ἀληθείας ἐργάται πρῶτον προοίμιον εὐσεβείας,καὶ πρώτην ἀπαρχὴν τῆς γεωργίας, Στέφανον τὸνἅγιον ἄνδρα προσφέρουσι τῷ Δεσπότῃ, οἷα δή τιναστέφανον ἀληθῶς ἐκ πολλῶν καὶ διαφόρων ἀρετῶνσυνηρμοσμένον. Πρῶτον μὲν γὰρ ὁ θαυμάσιος οὗτοςἀνὴρ τὴν τῶν χηρῶν ἐπιμέλειαν ἐπιστεύετο, μαρτυ-ρηθεὶς κρίσει καὶ ἐκλογῇ τῶν ἀποστόλων ἀνὴρ εἶναιπιστὸς, καὶ πλήρης Πνεύματος ἁγίου, ἔπειτα δυνάμειπνευματικῆς σοφίας. Καὶ γὰρ τῷ θείῳ λόγῳ τοσαύτηνὑπὲρ τοῦ κηρύγματος συνηγορίαν ἐπεδείκνυτο, ὡςκαὶ μεγάλα τὰ θαύματα τῆς θείας ἐνεργείας συν-τρέχειν αὐτοῦ ταῖς διδασκαλίαις. Στέφανος γὰρ, φησὶ,πλήρης πίστεως καὶ δυνάμεως, ἐποίει σημεῖαμεγάλα. Οὐ γὰρ ἐδικαίωσεν ἐμπόδιον αὐτῷ τι γενέ-σθαι τῇ περὶ τὰς χήρας σπουδῇ, ἀλλὰ καὶ ταύτης εἴ-χετο προθύμως, κἀκείνης οὐκ ἀπελιμπάνετο· καὶ ἦνἐπ' αὐτῷ μέγα τὸ θαῦμα, καὶ φιλοπόνου διανοίας πλεον-έκτημα. Χήρας ἐπιστεύετο, καὶ ψυχὰς ἐνεπορεύετο,