The Greek Library Catalogue

Anonymous

Encomium in sanctum Stephanum protomartyrem ii

Edition reference
Encomium in sanctum Stephanum protomartyrem ii, MPG 46: 721–736.
CTS identifier
urn:cts:greekLit:tlg2017.tlg064.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Digital facsimile
View facsimile ↗
Facsimile rights
Creative Commons Public Domain Mark 1.0

46

724

τὰς μὲν ἄρτῳ τρέφων, τὰς δὲ λόγῳ παιδεύων, καὶ

ταῖς μὲν σωματικὴν τράπεζαν προτιθεὶς, ταῖς δὲ πνευ-

ματικὴν ἑστίαν προβαλλόμενος. Ἦν γὰρ ἀνὴρ ἀγαθὸς,

καὶ πλήρης Πνεύματος ἁγίου· ἀγαθότητι μὲν τῆς

γνώμης, τῶν πενήτων τὴν λειτουργίαν ὑφιστάμενος·

παῤῥησίᾳ δὲ καὶ δυνάμει τοῦ Πνεύματος, τοὺς ἐχθροὺς

τῆς ἀληθείας ἐπιστομίζων. Πᾶσι γοῦν ἀντέκρουε, καὶ

πάντας τῷ λόγῳ τῆς ἀληθείας κατηγωνίζετο, λογι-

σμοὺς καθαιρῶν, καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ

τῆς γνώσεως τοῦ Θεοῦ. Τοσαύτη δὲ αὐτῷ ἰσχὺς τοῦ

λόγου παρῆν, ὡς κατὰ τὴν μαρτυρίαν τῆς ἁγίας Γρα-

φῆς, μηδένα δύνασθαι ἀντιστῆναι τῇ σοφίᾳ καὶ τῷ

πνεύματι, ᾧ ἐλάλει. Ἀλλ' ἐπὶ τὸ συνέδριον ἤγετο τῆς

ἀπιστίας, ὁ κήρυξ τῆς ἀληθείας· δεῖ γὰρ ἡμᾶς οὕτω

παραδραμόντας τῷ Πρωτομάρτυρι τὴν ὀφειλομένην

ἀποδοῦναι, ἣν χθὲς ἀποπληρῶσαι τὸ ἀσθενὲς τοῦ σώ-

ματος οὐκ ἐπέτρεψε, καὶ σήμερον τοῖς ἁγίοις ἀποστό-

λοις τὴν οἰκείαν μνήμην ἀποπληρῶσαι. Πρῶτον μὲν

γὰρ οὐχ ἡμέραις, οὐδὲ χρόνοις, τὰ τῶν ἁγίων ἐγκώμια

περιορίζεται· Εἰς μνημόσυνον γὰρ, φησὶν, αἰώνιον

ἔσται δίκαιος· ἔπειτα δὲ, οἷς οὐ διαιρεῖται τὰ τῆς

γνώμης. Οὔτε τοίνυν μάρτυρες ἄνευ ἀποστόλων, οὔτε

πάλιν ἀπόστολοι χωρὶς ἐκείνων. Διδάσκαλοι μὲν γὰρ

μαρτύρων, ἀπόστολοι· εἰκόνες δὲ τῶν ἀποστόλων, οἱ

μάρτυρες. Εἰκόνα γοῦν τὴν ἐκείνων καὶ τὸν χαρακτῆρα

φέρων ὁ μακάριος Στέφανος, σταυρὸν, καὶ διὰ τοῦ

θανάτου πρῶτος τοῦ μαρτυρίου τὸν στέφανον ἀνεδή-

σατο. Ἀλλ' ὅμως διὰ τῆς ὑπομονῆς τοῦ μαρτυρίου

τοὺς διδασκάλους ἀπεσέμνυνε, καὶ γέγονεν ἀληθῶς

στέφανος· στέφανος γὰρ τῶν καλῶν διδασκάλων οὐκ

ἦν τιμὴ τῆς εὐφημίας, ἀλλ' ἦν προκοπὴ τῆς Ἐκκλη-

σίας, ὥσπερ γοῦν Κορινθίοις γράφων ὁ θεῖος Ἀπόστο-

λός φησιν· Ἀδελφοί μου ἀγαπητοὶ καὶ ἐπιπόθητοι,

χαρὰ καὶ στέφανός μου, οὕτω στήκετε. Ἀλλ' ἐπὶ

τὸ προκείμενον ἐπανέλθωμεν.

Εἰσῆλθεν εἰς τὸ συνέδριον τῶν Χριστοφόνων ὁ Χρι-

στοφόρος· εἰσεπήδησεν εἰς τὴν συναγωγὴν τῶν λύκων

725

τὸ πρόβατον· ἀλλ' ἦν οὐχ ὡς ἁπλῶς πρόβατον θηρι-

άλωτον, ἀλλὰ πρόβατον ὑπὸ Χριστοῦ ποιμαινόμενον,

καὶ πρὸς τοὺς λύκους ἀγωνιζόμενον. Οἱ μὲν γὰρ ἐλύσ-

σων καὶ διεπρίοντο, ταῖς κατηγορίαις καὶ ταῖς ἀπει-

λαῖς τὸ ποίμνιον καταδάκνοντες· ὁ δὲ μᾶλλον αὐτοὺς

τοῖς ἐλέγχοις διεσπάραττεν, ἢ ταῖς ἀπειλαῖς καὶ ταῖς

κατηγορίαις, ὡς ἐκεῖνοι. Μὴ ψιλῶς, μηδ' ἐπιπολαίως

παραδράμωμεν τὰ λεγόμενα. Οὗτος γὰρ πρὸς τοσαύ-

την συναγωγὴν πονηρευομένων, καὶ πρὸς τοσαύτην

λύκων ἔφοδον κατὰ τῆς ἀδικίας ἐθάρσησε παῤῥησιά-

σασθαι, καὶ εἰπεῖν μετὰ τὴν πολλὴν ἐκείνην διδασκα-

λίαν· Σκληροτράχηλοι, καὶ ἀπερίτμητοι τῇ καρδίᾳ

καὶ τοῖς ὠσὶν, ὑμεῖς ἀεὶ τῷ Πνεύματι τῷ ἁγίῳ

ἀντιπίπτετε, καθὼς οἱ πατέρες ὑμῶν, καὶ τὰ ἑξῆς.

Οὕτως ὁ ἐπὶ μὲν γῆς φαινόμενος, τὰ δὲ ἐν οὐρανῷ

κατοπτριζόμενος· καὶ ἀνθρώπου μὲν φύσιν ἐνδεδυ-

μένος, ἀγγέλου δὲ ὄψιν καὶ σχῆμα μεταμορφωσάμε-

νος (καὶ τούτων οὐδὲν ἀπεικός· ἔπρεπε γὰρ ἀληθῶς

ἐν τῷ Πρωτομάρτυρι δειχθῆναι τῶν μαρτύρων τὸ

ἀξίωμα, καὶ γνῶναι λοιπὸν ἅπαντας τῆς καινῆς χά-

ριτος τὰ ἔργα)· ὁ τοῦ μαρτυρίου πόθος οὐ μόνον

ἀγγελικὴν ἀξίαν χαρίζεται, ἀλλὰ καὶ οὐρανῶν ἀνοίγει

πύλας· οὐκέτι θανάτῳ τὰς ψυχὰς παραπέμπων, ἀλλ'

εἰς χεῖρας Χριστοῦ τὸ πνεῦμα παρατιθέμενος. Ὁ μὲν

γὰρ Κυριακὸς ἄνθρωπος τοῦ Σωτῆρος τῷ ἑαυτῷ Πα-

τρὶ ἐν τῷ σταυρῷ προσεφώνει, λέγων· Πάτερ, εἰς

χεῖράς σου παρατίθημι τὸ πνεῦμά μου· ὁ δὲ τοῦ

Χριστοῦ δοῦλος Στέφανος, ἀνατείνας εἰς τὸν Δεσπότην,

Κύριε, φησὶν, Ἰησοῦ, δέξαι τὸ πνεῦμά μου· ταύτῃ

τῇ φωνῇ τὴν ψυχὴν ἀποθέμενος. Ἄγγελοι τὸν ἑαυτῶν

χορευτὴν ἀπελάμβανον, μᾶλλον αὐτὸν ἄνωθεν βάλλον-

τες ταῖς εὐφημίαις, ἢ ἐν τοῖς λίθοις κάτωθεν Ἰου-

δαῖοι. Ἀλλ' ὁ μὲν Στέφανος οὕτω τὸν καλὸν ἀγωνι-

σάμενος ἀγῶνα, τὸν ἐν οὐρανοῖς κλῆρον ἐδέξατο. Τῷ

Στεφάνῳ δὲ τούτῳ πάντες ἐξαίφνης οἱ τίμιοι λίθοι

συνεπλάκησαν, οἱ θειότατοι τῶν Εὐαγγελίων κήρυκες,

μεθ' οὓς οἱ μάρτυρες, καὶ μετ' αὐτοὺς πάλιν οἱ σω-

τηρίῳ ἀρετῇ διαλάμψαντες· προηγουμένως δὲ οἱ

ἐπὶ τοῦ παρόντος μνημονευόμενοι, πολὺ καὶ λαμπρὸν

ἀπαστράπτοντες τὸ κάλλος τῆς εὐσεβείας, λέγω δὴ

Πέτρος, καὶ Ἰάκωβος, καὶ Ἰωάννης, οἱ καὶ τῆς ἀπο-

στολικῆς ἁρμονίας ἔξαρχοι, καὶ τῆς ἐκκλησιαστικῆς

εὐδοξίας στέφανοι. Οὐκ ἀφίσταμαι γὰρ τῆς τοῦ Στε-

φάνου προσηγορίας· ἀλλὰ πολλάκις καὶ μυριάκις

λέγων, ἔτι διψῶν ἐπαναλαμβάνω· Στεφάνου γὰρ κό-

ρος οὐκ ἔστι τοῖς τὸ μακάριον τέλος τῶν στεφάνων

ἐκδεχομένοις. Οὐκοῦν, εἰ δεῖ φιλαλήθως εἰπεῖν, ἀπὸ

Στεφάνου πάλιν στεφάνοις εὐωχοῦμεν, καὶ κοινωνοῦ-

μεν αὐτῶν ταῖς μνήμαις, ἐπειδήπερ ἐλπίζομεν κοι-

νωνεῖν, καὶ μένειν, καὶ συνδοξάσομεν· βεβαιούσης

728

γὰρ τῆς ἐπαγγελίας, ἡ κοινωνία τῆς πίστεως πολυ-

πλασιάζεται.

Πάλιν δὲ ἡμῖν, ἀδελφοὶ, τῶν ἀγαθῶν ἡ ἀπόλαυσις,

τῷ τὴν Κυριακὴν τῆς ἀναστάσεως ἡμέραν συλλάμψαι

τῇ μνήμῃ τῶν μαρτύρων. Ἐν ταύτῃ γὰρ προηγου-

μένως ἡμῶν τὰς διανοίας κατηύγασεν ὁ φωτισμὸς

τῆς δόξης τοῦ Εὐαγγελίου τοῦ Χριστοῦ, ἐν ᾗ τὰς σω-

τηρίους ἀκτῖνας τῆς δικαιοσύνης ἀνθήσας, τὸ μὲν σκό-

τος τῆς ἀσεβείας ἠφάνισε, τὰς δὲ ψυχὰς τῇ ἐπιγνώ-

σει τῆς ἀληθείας ἐλάμπρυνε. Καὶ ὅρα μοι τὸ θαυμα-

στὸν τῆς εὐεργεσίας καὶ μέγιστον. Ὁ μὲν γὰρ αἰσθη-

τὸς οὗτος ἥλιος ἀνίσχων ἕωθεν, καὶ ταῖς προδρόμοις

τῶν ἀκτίνων αὐγαῖς τὴν ἡμέραν προοιμιαζόμενος,

καλύπτει μὲν καὶ περιβάλλει ταῖς μαρμαρυγαῖς τὴν

ὑπ' οὐρανόν· ἀποκρύπτει δὲ καὶ ἀμαυροῖ πάν-

τας ὁμοῦ τοὺς τῶν ἀστέρων χοροὺς, ὡς μόνον αὐτὸν

ὁρᾶσθαι περιπολοῦντα ταῖς οὐρανίαις ἁψίσιν. Ὁ δέ

γε Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ἀνατείλας ἡμῖν ἐξ

ὕψους, κατὰ τὴν λέγουσαν περὶ αὐτοῦ προφητείαν,

Ἐν οἷς ἐπεσκέψατο ἡμᾶς Ἀνατολὴ ἐξ ὕψους, οὐ

μόνον οὐκ ἀπέκρυψε τοὺς πρὸ τῆς ἐπιδημίας αὐτοῦ

δίκην ἀστέρων ἀναλάμψαντας ἁγίους, καὶ προδρόμους

αὐτοῦ γενομένους, ἀλλὰ κἀκείνους λαμπροτέρους

ἐποίησε, καὶ ἑτέρους ἑαυτῷ φωστῆρας συνανέλαμψε.

Προφῆται μὲν γὰρ διέλαμψαν μετὰ τὴν ἐκείνου παρ-

ουσίαν· μᾶλλον δὲ ἢ πρὸ ἐκείνης. Ἀμυδρᾶς γὰρ

οὔσης ἔτι τῆς προφητείας ταῖς εὐαγγελικαῖς τῶν

Γραμματέων ἐκβάσεσιν, ὁ Σωτὴρ ἐλθὼν εἰς τὸν

κόσμον, πάντας ἐλάμπρυνε, καὶ διεσάφησε, πλήρωμα

νόμου καὶ προφητῶν γενόμενος. Οὐ γὰρ ἦλθε κατα-

λῦσαι τὸν νόμον καὶ τοὺς προφήτας, ἀλλὰ πληρῶσαι.

Ἐπὶ δὲ τῆς νέας χάριτος περὶ ἑαυτοῦ λέγων ὁ Σωτὴρ,

729

Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου τούτου, οὐκ ἀπηξίωσεν

ἡ πηγὴ τῆς ἀγαθότητος ἐξ ἀγαθοῦ Πατρὸς προελθὼν,

τοῖς αὐτῷ δουλεύουσι μεταδοῦναι τῆς ἑαυτοῦ προσ-

ηγορίας· ἀλλά φησι πρὸς τοὺς ἑαυτοῦ μαθητάς·

Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου· καὶ, Λαμψάτω

τὰ ἔργα ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων. Ὃ δὲ

μεῖζον παραγαγεῖν ἔχομεν εἰς ὑπόμνησιν τῶν εἰρη-

μένων, τοῦτο, χάριτι Θεοῦ, πάλιν ἐκθησόμεθα· Ἰωάν-

νης Βαπτιστὴς, λύχνος ὀνομασθεὶς, καὶ ἐν τοῖς Ψαλ-

μοῖς προαναπεφωνημένος, καὶ ὑπὸ Κυρίου μεμαρτυ-

ρημένος. Ὁ μὲν γὰρ Προφήτης, ἐκ προσώπου τοῦ

Πατρὸς, φησὶ περὶ αὐτοῦ διὰ τῆς ὑμνῳδίας· Ἡτοί-

μασα λύχνον τῷ Χριστῷ μου, τουτέστιν, Ὑπηρέτην

καὶ πρόδρομον ἡτοίμασα τοῦ φωτός· ὁ δὲ Κύριος

τὴν Πατρικὴν βεβαιῶν φωνὴν, Ἐκεῖνος ἦν, φησὶν,

ὁ λύχνος ὁ καιόμενος. Ἀλλ' ὅμως ὁ λύχνος ὢν,

τοσοῦτον ἀπέσχε τοῦ ἀμαυρωθῆναι τῇ τοῦ Κυρίου

παρουσίᾳ, ὃς ἦν ἥλιος δικαιοσύνης, ὥστε καὶ μᾶλλον

διέλαμψε, κήρυξ ὁμοῦ καὶ θεολόγος αὐτοῦ τοῦ Σωτῆ-

ρος ὁ Βαπτιστὴς γενόμενος. Ἰωάννης μὲν οὖν διὰ τὸ

ἕνα μόνον φωτίζειν οἶκον τὸν τοῦ Ἰσραὴλ, λύχνος

ὠνομάσθη. Οἱ δὲ τοῦ Σωτῆρος ἀπόστολοι, οὐ λύχνοι,

οὐδὲ ἀστέρες, ἀλλὰ φωστῆρες ἀνηγορεύθησαν, οὐκ ἐν

ἑνὶ κλίματι, οὐδὲ μιᾷ γωνίᾳ λάμποντες, ἀλλ' ἅπασαν

τὴν ὑπὸ οὐρανὸν καταυγάζοντες. Ἔξαρχοι δὲ τούτων

καὶ κορυφαῖοι ὁ Πέτρος, καὶ ὁ Ἰάκωβος, καὶ ὁ Ἰωάν-

νης, οἱ σήμερον ταῖς ὑπὲρ Χριστοῦ μαρτυρίαις σε-

μνυνόμενοι, συμφώνως μὲν πρὸς τὸ τέλος τοῦ βίου

δραμόντες, διαφόροις δὲ τοῦ μαρτυρίου τρόποις ἐν-

αθλήσαντες. Ὁ μὲν γὰρ πρωτοστάτης καὶ κορυφαῖος

τῆς ἀποστολικῆς χορείας ἀναδειχθεὶς, οἰκείαν τῷ

ἀξιώματι τὴν δόξαν ἀπηνέγκατο, τῇ τοῦ Σωτῆρος

ὁμοιοπαθείᾳ τετιμημένος· ὁ σταυρῷ γὰρ προσ-

ηλωθεὶς, τὴν Δεσποτικὴν εἰκόνα τοῦ βασιλέως ἐξετύ-

πωσεν (εἰκόνα δὲ λέγω βασιλικὴν τὸν σταυρόν)· οὐκ

αἰσχυνόμενος ἐπὶ τῷ πάθει, ἀλλὰ σεμνυνόμενος ἐπὶ

τῷ μεγάλῳ τροπαίῳ. Μήτε γὰρ αὐτοῖς, μήτε ἡμῖν,

μήτε τοῖς μεθ' ἡμᾶς, μήτε τινὶ ἑτέρῳ, τοῦ Κυρίου

ἡμῶν Ἰησοῦ Χριστοῦ, καθὼς καὶ ὁ Παῦλός φησιν ...

οὕτω γὰρ καὶ Πέτρος φαίνεται διὰ τιμῆς ἔχων τὴν

σεβάσμιον ... Ἠξίου γὰρ κατὰ κεφαλῆς κρεμα-

σθῆναι ὑπὸ τῶν σταυρούντων διὰ πολλὴν εὐλάβειαν,

ἵνα μὴ ἶσος εἶναι τῷ Σωτῆρι δόξῃ, τῷ ὑπὲρ πάσης

τῆς ἀνθρωπότητος σταυρωθέντι, καὶ πλατείαις, ὥσπερ

ταῖς διὰ τοῦ σταυροῦ, χερσὶ τὴν οἰκουμένην περιβα-

λόντι. Ἰάκωβος δὲ τὴν κεφαλὴν ἀπετέμνετο, τὴν ὄντως

αὑτοῦ κεφαλὴν, τὸν Χριστὸν, ἀπολαβεῖν ἐπειγόμενος.

Κεφαλὴ γὰρ ἀνδρὸς ὁ Χριστὸς, κατὰ τὸν Ἀπόστολον,

καὶ πάσης ὁμοῦ κεφαλὴ τῆς Ἐκκλησίας. Ὁ δὲ μα-

κάριος Ἰωάννης ἐν πολλαῖς καὶ διαφόροις κατὰ τὸν

βίον ἀθλήσας ἀγῶσι, καὶ ἐν πᾶσι διαπρέψας τοῖς

κατορθώμασι τῆς εὐσεβείας, κενὸν μὲν εἰς ὕδωρ τοῦτο

732

πέρας ... κεκριμένος, τῷ χορῷ τῶν μαρτύρων συν-

ηρίθμηται· (παρὰ γὰρ δικάζουσιν, οὐκ ἀπὸ τῆς

ἐκβάσεως τοῦ πάθους, ἀλλὰ παρ' αἱρέσεως τοῦ

πόθου κρίνεται τὸ μαρτύριον)· Ἀλλ' ὁ μὲν τοῦ θανά-

του τρόπος τοιοῦτος ἦν, τοῖς διὰ θανάτου τὴν ἀθάνατον

μνήμην καὶ ταῖς Ἐκκλησίαις χαρισαμένοις. Ἔπρεπε

δὲ ὡς ἀληθῶς ἐπὶ τὸ αὐτὸ τῶν προειρημένων ἀνδρῶν

τὰς μνήμας ἐπιτελεῖσθαι, οὐ μόνον διὰ τὸ σύμφωνον

τῆς εὐσεβείας, ἀλλὰ καὶ διὰ τὸ ὁμότιμον τῆς ἀξίας.

Οὗτοι γὰρ μόνοι τῷ Κυρίῳ πάντοτε συσχολάζοντες,

καὶ ἐξαίρετον ὥσπερ παρὰ τοὺς λοιποὺς τῶν ἀποστό-

λων χώραν ἔχοντες, καὶ παῤῥησίαν, οὐ κατὰ τὴν τῆς

ἀνθρωπίνης φιλίας πρόσληψιν, ἀλλὰ κατὰ θεϊκὴν ἀλη-

θείας ἐπίκρισιν.

Ἔστι γοῦν εὑρεῖν ἐν τοῖς μεγίστοις τῶν θαυμάτων

μόνους αὐτοὺς παρὰ τοῦ Κυρίου παραληφθέντας, ὡς

πιστοτάτους καὶ ἀληθεστάτους τῶν γιγνομένων μάρ-

τυρας· τοῦτο μὲν ἐπὶ τῆς ἐν τῷ ὄρει θεωρίας (μό-

νος γὰρ ἦν ἐκεῖ Πέτρος, καὶ Ἰάκωβος, καὶ Ἰωάν-

νης, ὅτε τὸ σῶμα τὸ ἑαυτοῦ μεταμορφώσας ὁ Κύριος,

εἰς ἔνδοξον καὶ λαμπροτέραν θεότητα μετέβαλε,

Μωϋσέα καὶ Ἠλίαν ἐν ἑαυτῷ παραστησάμενος,

καὶ τῇ νεφέλῃ τοῦ φωτὸς ἐπισκιάσας, τὴν μεγάλην

ἐκείνην εἰκόνα τῆς βασιλείας ὑπέδειξε)· τοῦτο δὲ ἐπὶ

τῆς Ἰαείρου θυγατρὸς, ἣν θανοῦσαν διήγειρε· καὶ

γὰρ ἐκεῖ τούτους εἶχεν ἐπόπτας τῆς γενομένης θαυ-

ματουργίας. Ἔτι γε μὴν, ἵνα μὴ τὰ καθ' ἕκαστον

λέγων διατρίβω, καὶ κατ' αὐτὸν τὸν καιρὸν τοῦ σω-

τηρίου πάθους τοὺς αὐτοὺς ἄνδρας παραλαβὼν, ἐθάῤ-

ῥησεν εἰπεῖν, ὡς πιστοῖς ἀνδράσι καὶ βεβαιοτάτοις·

Νῦν ἡ ψυχή μου τετάρακται. Ταῦτα δὲ ἡμῖν εἴ-

ρηται, οὐκ εἰς καθαίρεσιν τῶν λοιπῶν ἀποστόλων,

ἀλλ' εἰς μαρτύριον τῆς τῶν μνημονευομένων ἀρετῆς·

εἰ δὲ δεῖ φιλαλήθως εἰπεῖν, καὶ εἰς κοινὸν τῶν ἀπο-

στόλων ἐγκώμιον· τὸ γὰρ ὑπεροχὰς καὶ ἐπιβάσεις ἐν

τοῖς ἁγίοις ὁρίζεσθαι, οὐκ ἀνθρωπίνης ἂν ᾖ δοκιμα-

σίας, ἀλλ' ἐπικρίσεως καὶ ἀληθείας Θεοῦ. Ἡμᾶς δὲ

μνήμαις τοιούτων καὶ τηλικούτων ἀνδρῶν κοινωνεῖν

ἀξιωθέντας, εὐχαριστεῖν ἀναγκαῖον, οὐχ ὅσον ὀφεί-

λομεν, τοῦτο γὰρ ἀδύνατον, ἀλλ' ὅσον ἰσχύομεν,

τοῦτο γὰρ εὐαπόδεκτον. Ἀπαιτοῦσι δὲ ταύτας οἱ

ἅγιοι παρ' ἡμῶν τὰς τιμὰς, οὐχ ἵνα τι κερδάνωσιν

εὐφημούμενοι, ἀλλ' ἵνα ἡμεῖς κοινωνήσωμεν εὐερ-

γετούμενοι. Ἐκεῖνο δὲ πάλιν οὐδένα τῶν εὐσεβῶν

ἀγνοεῖν οἴομαι, ὡς οὐ μόνον Πέτρου, καὶ Ἰακώβου,

733

καὶ Ἰωάννου, ἀλλὰ καὶ πάσης ὁμοῦ τῆς ἀποστολικῆς

ἁρμονίας τὰς μνείας ἐπιτελοῦμεν. Εἰ γὰρ κατὰ τὴν

τῶν δογμάτων ἀλήθειαν, μελῶν τάξιν ἐπέχοντες, ἑνὸς

σώματος ἀποπληροῦσι σχῆμα, δηλονότι δοξαζομένου

μου μέρους ἑνὸς, ὥς φησιν ὁ Ἀπόστολος, Συν-

δοξάζεται πάντα τὰ μέλη, καὶ μάλιστα ἐπ' ἐκεί-

νων τῶν μακαρίων καὶ τελειοτάτων ἀνδρῶν, οἷς

πάντα συμφωνεῖ πρὸς ἀλήθειαν, καὶ ὁ τρόπος ὁμό-

γνωμος, καὶ ἡ πίστις ὁμόδοξος, καὶ ὡς κοινὰ τὰ

τῆς εὐσεβείας πλεονεκτήματα τούτων, κοινὰ καὶ τὰ

παρὰ τῆς ἀληθείας σεμνολογήματα. Τίς δὲ οὐκ ἂν

εὐλόγως ἡσθείη, καὶ αὐτοῦ τοῦ ἁγίου Πνεύματος

πληρωθείη, ἀποστολικῷ χορῷ κοινωνεῖν ἠξιωμένος,

τῷ πᾶσαν τὴν οἰκουμένην πρὸς τὴν ἐπίγνωσιν τῆς

ἀληθείας ὁδηγήσαντι, τῷ κατὰ πάσης τῆς οἰκουμέ-

νης ἁπλώσαντι τὰ τῆς εὐσεβείας δίκτυα, καὶ παντα-

χοῦ πήξαντι τὰ τῆς ἀληθείας θήρατρα, ἵνα συλλαβό-

μενοι πᾶσαν ὁμοῦ τὴν ἀνθρωπότητα, τὴν ὑπὸ τῆς

κακίας ἠγριωμένην προσαγάγωσι τῷ ἐξημεροῦντι

καὶ σώζοντι; Εἰς πᾶσαν γοῦν τὴν γῆν ἐξῆλθεν ὁ

φθόγγος αὐτῶν. Οἱ θεμέλιοι τῆς Ἐκκλησίας, οἱ

στύλοι καὶ τὰ ἑδραιώματα τῆς ἀληθείας, οὗτοί εἰσιν αἱ

ἀένναοι πηγαὶ τοῦ σωτηρίου, αἳ πολὺ, καὶ πλούσιον,

καὶ θεοειδὲς νᾶμα τὸ τῆς διδασκαλίας προχέουσιν.

Ἐπὶ τούτους ἡμᾶς καὶ ἡ προφητικὴ παραπέμπει

φωνὴ, λέγουσα· Ἀντλήσατε ὕδωρ μετ' εὐφροσύ-

νης ἐκ τῶν πηγῶν τοῦ Σωτηρίου.

Μνημονεύεται Πέτρος ἡ κεφαλὴ τῶν ἀποστόλων,

καὶ συνδοξάζεται μὲν αὐτῷ τὰ λοιπὰ μέλη τῆς Ἐκ-

κλησίας· ἐπιστηρίζεται δὲ ἡ Ἐκκλησία τοῦ Θεοῦ.

Οὗτος γάρ ἐστι κατὰ τὴν δοθεῖσαν αὐτῷ παρὰ τοῦ

Κυρίου δωρεὰν ἡ ἀῤῥαγὴς καὶ ὀχυρωτάτη πέτρα,

ἐφ' ἣν τὴν Ἐκκλησίαν ὁ Σωτὴρ ᾠκοδόμησε. Μνημο-

νεύεται πάλιν Ἰάκωβος καὶ Ἰωάννης, καὶ ὡς υἱοὶ

βροντῆς ὑπὸ τοῦ Σωτῆρος προσαγορευόμενοι, πάσας

ἑαυτοῖς τὰς ὀμβροτόκους νεφέλας συνεπιφέρονται·

ῥηγνυμένης γὰρ τῆς βροντῆς, ἀνάγκη καὶ τὰς νε-

φέλας συναθροίζεσθαι. Νεφέλας μὲν οὖν τοὺς ἀπο-

στολικοὺς καὶ προφητικοὺς λόγους ὑποληπτέον, ὧν

εἰ καὶ διάφοροι τοῦ κηρύγματος οἱ χρόνοι, ἀλλὰ σύμ-

φωνοι τῆς εὐσεβείας οἱ νόμοι· ἐξ ἑνὸς γὰρ αὐτοῖς

καὶ τοῦ αὐτοῦ πνεύματος ὥρμηται τὰ χαρίσματα.

Ἀλλὰ τί τοῖς ἀδυνάτοις ἐπεξιέναι τολμᾷν, καὶ τῆς

ἀποστολικῆς ἀρετῆς ἐπαξίως πειρᾶσθαι μνημονεύειν;

Οὐ πρὸς Σίμωνα ἡμῖν, τὸν ἀπὸ τῆς ἁλείας γνωριζό-

μενον, ἡ τῶν ἐπαίνων φιλοτιμία, ἀλλὰ πρὸς τὴν ἐκεί-

νου πίστιν τὴν στερεὰν, καὶ πάσης ὁμοῦ τῆς Ἐκκλη-

σίας τὸ στήριγμα. Οὐδὲ πάλιν πρὸς τοὺς υἱοὺς Ζε-

βεδαίου τὸν λόγον ἔχομεν, ἀλλὰ πρὸς τοὺς Βοανερ-

γεῖς, τοὺς ἑρμηνευομένους, υἱοὺς βροντῆς. Ποῦ νῦν

φανήσεται ἡ βραχυτάτη τοῦ λόγου φωνὴ, τοσαύτης

καὶ τηλικαύτης βροντῆς τὰς πάντων ἀκοὰς περι-

ηχούσης; Οὐκοῦν αὐτὸ τοῦτο μόνον τὴν πρὸς τοὺς

ἁγίους εὐγνωμοσύνην ἀποπληρῶσαι σπεύσαντες, ἐπὶ

736

τὴν ἀκίνδυνον σιωπὴν καταφεύγομεν, ἐκεῖνο καλῶς

εἰδότες, ὡς ἑνὶ τούτῳ ταῖς μνείαις τῶν ἁγίων

κοινωνεῖν ἀξιούμεθα, ἐν τῷ τὰς ἐκείνων ἀρετὰς μι-

μεῖσθαι καὶ ζηλοῦν· οὐκ ἐν τῷ λόγῳ περιφέροντες

αὐτῶν τὸν βίον, ἀλλ' ἐν τῇ γνώμῃ διασώζοντες αὐτῶν

τὸν τρόπον. Ἀποδείξει γὰρ ἡμᾶς ἐκείνων γνησίους

μαθητὰς, οὐ συνήθεια μετὰ ἀλογίας, ἀλλ' εὐσέβεια

μετὰ εὐλαβείας, καὶ ὁ βίος ὁμόδοξος, καὶ ὁ τρόπος

ὁμόζηλος. Τιμᾷς μαρτύρων τὴν μνήμην; τίμησαι

καὶ τὴν γνώμην· κοινωνία γὰρ τῆς μνήμης ἡ συμ-

φωνία τῆς γνώμης. Μὴ γὰρ ἐκείνοις μόνοις ἐπέλαμ-

ψεν ὁ φωτισμὸς τῆς γνώσεως τῆς δόξης τοῦ Εὐαγγε-

λίου τοῦ Χριστοῦ; μὴ γὰρ ἐκείνοις μόνοις ἡ χάρις

ἐξαπεστάλη; Αἱ ἐντολαὶ κοιναὶ, ὁ τρόπος κοινὸς, εἷς

ὁ τῶν πόνων ἀγωνοθέτης, ἓν τὸ βραβεῖον τῆς ἀλη-

θείας, οὗ γένοιτο πάντας ἡμᾶς ἀξιωθῆναι, εὐχαῖς

καὶ πρεσβείαις τῶν μνημονευθέντων ἁγίων, χάριτι

τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ

κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

{ΤΟΥ ΑΥΤΟΥΕΓΚΩΜΙΟΝΕΙΣ ΤΟΝ ΜΕΓΑΝ ΜΑΡΤΥΡΑ ΘΕΟΔΩΡΟΝ.} Ὑμεῖς ὁ τοῦ Χριστοῦ λαὸς, ἡ ἁγία ποίμνη, τὸβασίλειον ἱεράτευμα, οἱ πανταχόθεν ἀστικοί τε καὶχωριτικοὶ συῤῥεύσαντες δῆμοι, πόθεν λαβόντες τὸσύνθημα τῆς ὁδοῦ, πρὸς τὸν ἱερὸν τοῦτον ἐδημαγωγή-θητε τόπον; Τίς ὑμῖν τῆς ἐνθάδε σπουδαίαν οὕτω καὶἐμπρόθεσμον ἀνάγκην ἐπέθηκεν; καὶ ταῦτα ὥρᾳχειμῶνος, ἡνίκα καὶ πόλεμος ἠρεμεῖ, καὶ στρατιώ-της τὴν πανοπλίαν ἀποσκευάζεται, καὶ πλωτὴρ ὑπὲρκαπνοῦ τίθησι τὸ πηδάλιον, καὶ γεωγρὸς ἡσυχάζειτοὺς ἀροτῆρας βοῦς θεραπεύων ἐπὶ τῆς φάτνης; Ἢπρόδηλον, ὡς ἐσάλπισε μὲν ἐκ τῶν στρατιωτικῶνκαταλόγων ὁ ἅγιος μάρτυς· κινήσας δὲ πολλοὺς ἐκδιαφόρων πατρίδων πρὸς τὴν οἰκείαν ἀνάπαυσιν καὶἑστίαν ἐκάλεσεν, οὐκ εἰς πολεμικὴν εὐτρεπίζων πα-ρασκευὴν, ἀλλὰ πρὸς τὴν γλυκεῖαν καὶ μάλιστα δὴΧριστιανοῖς πρέπουσαν συνάγων εἰρήνην; Οὗτος γὰρ,ὡς πιστεύομεν, καὶ τοῦ παρελθόντος ἐνιαυτοῦ τὴνβαρβαρικὴν ζάλην ἐκοίμισε, καὶ τὸν φρικώδη τῶνἀγρίων Σκυθῶν ἔστησε πόλεμον, δεινὸν αὐτοῖς ἐπισεί-σας καὶ φοβερὸν ἤδη βλεπομένοις καὶ πλησιάσασιν,οὐ κράνος τρίλοφον, οὐδὲ ξίφος εὖ τεθηγμένον, καὶπρὸς τὸν ἥλιον ἀποστίλβον, ἀλλὰ τὸν ἀλεξίκακον καὶπαντοδύναμον σταυρὸν τοῦ Χριστοῦ, ὑπὲρ οὗ καὶ αὐ-τὸς παθὼν, τὴν δόξαν ταύτην ἐκτήσατο. Καί μοι λοι-πὸν τὸν νοῦν ἐπιστήσαντες διασκέψασθε, οἱ τῆς κα-θαρᾶς ταύτης θρησκείας ὑπηρέται καὶ φιλομάρτυρες,ἡλίκον χρῆμα δίκαιος, καὶ ὅσων ἀξιοῦται τῶν ἀμοι-βῶν (τῶν ἐγκοσμίων τε, λέγω, καὶ τῶν παρ' ἡμῖν·τῶν γὰρ ἀοράτων οὐδεὶς ἱκανὸς λογίσασθαι τὴν με-γαλοπρέπειαν)· καὶ διορίσαντες τὸν τῆς εὐσεβείαςκαρπὸν, ζηλώσατε τῶν οὕτω προτιμωμένων τὴν γνώ-μην. Ἐπιθυμήσατε δὲ τῶν γερῶν ἃ Χριστὸς πρὸςἀξίαν διανέμει τοῖς ἀθληταῖς. Καὶ τέως, εἰ δοκεῖ, τῆςἀπολαύσεως τῶν μελλόντων ἀγαθῶν σχολαζούσης, ἣνἐλπὶς ἀγαθὴ ταμιεύεται τοῖς δικαίοις, ἡνίκα ἂν ὁτῶν ἡμετέρων βίων δικαστὴς ἐπιφοιτήσῃ, τὴν παρ-οῦσαν ἴδωμεν τῶν ἁγίων κατάστασιν, ὅπως καλλίστηἐστὶ καὶ μεγαλοπρεπής. Ψυχὴ μὲν γὰρ ἀνελθοῦσαπερὶ τὸν ἴδιον κλῆρον ἐμφιλοχωρεῖ, καὶ ἀσωμάτωςτοῖς ὁμοίοις συνδιαιτᾶται· σῶμα δὲ τὸ σεμνὸν καὶἀκηλίδωτον ἐκείνης ὄργανον, οὐδαμοῦ τοῖς ἰδίοις πά-θεσι βλάψαν τῆς ἐνοικησάσης τὴν ἀφθαρσίαν, μετὰπολλῆς τιμῆς καὶ θεραπείας περισταλὲν, σεμνῶς ἐνἱερῷ τόπῳ κατάκειται, ὥσπερ τι κειμήλιον πολυτί-μητον τῷ καιρῷ τῆς παλιγγενεσίας τηρούμενον, πολὺτὸ ἀσύγκριτον ἔχον πρὸς τὰ ἄλλα τῶν σωμάτων, ἃκοινῷ καὶ τῷ τυχόντι διελύθη θανάτῳ, καὶ ταῦτα ἐνὁμοίᾳ ὕλῃ τῆς φύσεως. Τὰ μὲν γὰρ ἄλλα τῶν λειψά-νων, καὶ βδελυκτὰ τοῖς πολλοῖς ἐστι, καὶ οὐδεὶς ἡδέωςπαρέρχεται τάφον, ἢ καὶ ἀνεῳγότι τυχὼν ἐκ τοῦ πα-ραδόξου, ἐπιβαλὼν δὲ τὴν ὄψιν τῇ ἀμορφίᾳ τῶν ἐγ-κειμένων, πάσης ἀηδίας πληρωθεὶς, καὶ βαρέα κατα-στενάξας τῆς ἀνθρωπότητος παρατρέχει. Ἐλθὼν δὲεἴς τι χωρίον ὅμοιον τούτῳ, ἔνθα σήμερον ὁ ἡμέτεροςσύλλογος, ὅπου μνήμη δικαίου καὶ ἅγιον λείψανον·πρῶτον μὲν τῇ μεγαλοπρεπείᾳ τῶν ὁρωμένων ψυχ-αγωγεῖται, οἶκον βλέπων ὡς Θεοῦ ναὸν, ἐξησκημένονλαμπρῶς τῷ μεγέθει τῆς οἰκοδομῆς, καὶ τῷ τῆςἐπικοσμήσεως κάλλει, ἔνθα καὶ τέκτων εἰς ζώωνφαντασίαν τὸ ξύλον ἐμόρφωσε, καὶ λιθοξόος εἰς ἀρ-γύρου λειότητα τὰς πλάκας ἀπέξεσεν. Ἐπέχρωσε δὲκαὶ ζωγράφος τὰ ἄνθη τῆς τέχνης ἐν εἰκόνι διαγρα-ψάμενος, τὰς ἀριστείας τοῦ μάρτυρος, τὰς ἐνστά-σεις, τὰς ἀλγηδόνας, τὰς θηριώδεις τῶν τυράννωνμορφὰς, τὰς ἐπηρείας, τὴν φλογοτρόφον ἐκείνην κά-μινον, τὴν μακαριωτάτην τελείωσιν τοῦ ἀθλητοῦ,τοῦ ἀγωνοθέτου Χριστοῦ τῆς ἀνθρωπίνης μορφῆς τὸἐκτύπωμα, πάντα ἡμῶν ὡς ἐν βιβλίῳ τινὶ γλωττο-φόρῳ διὰ χρωμάτων τεχνουργησάμενος, σαφῶς δι-ηγόρευσε τοὺς ἀγῶνας τοῦ μάρτυρος, καὶ ὡς λειμῶναλαμπρὸν τὸν νεὼν κατηγλάϊσεν· οἶδε γὰρ καὶ γραφὴσιωπῶσα ἐν τοίχῳ λαλεῖν, καὶ τὰ μέγιστα ὠφελεῖν·καὶ ὁ τῶν ψηφίδων συνθέτης, ἱστορίας ἄξιον ἐποίησετὸ πατούμενον ἔδαφος. Καὶ τοῖς αἰσθητοῖς οὕτω φιλοτεχνήμασιν ἐνευπα-θήσας τὴν ὄψιν, ἐπιθυμεῖ λοιπὸν καὶ αὐτῇ πλησιάσαιτῇ θήκῃ· ἁγιασμὸν καὶ εὐλογίαν τὴν ἐπαφὴν εἶναιπιστεύων. Εἰ δὲ καὶ κόνιν τις δοίη φέρειν τὴν ἐπι-κειμένην τῇ ἐπιφανείᾳ τῆς ἀναπαύσεως, δῶρον ὁχοῦς λαμβάνεται, καὶ ὡς κειμήλιον ἡ γῆ θησαυρί-ζεται. Τὸ γὰρ αὐτοῦ τοῦ λειψάνου προσάψασθαι, εἴποτέ τις ἐπιτυχία τοιαύτη παράσχοι τὴν ἐξουσίαν,ὅπως ἐστὶ πολυπόθητον, καὶ εὐχῆς τῆς ἀνωτάτω τὸδῶρον, ἴσασιν οἱ πεπειραμένοι, καὶ τῆς τοιαύτηςἐπιθυμίας ἐμφορηθέντες. Ὡς σῶμα γὰρ αὐτὸ ζῶνκαὶ ἀνθοῦν οἱ βλέποντες κατασπάζονται, τοῖς ὀφ-θαλμοῖς, τῷ στόματι, ταῖς ἀκοαῖς, πάσαις προσ-άγοντες ταῖς αἰσθήσεσιν, εἶτα τὸ τῆς εὐλαβείας καὶτὸ τοῦ πάθους ἐπιχέοντες δάκρυον, ὡς ὁλοκλήρῳ καὶφαινομένῳ τῷ μάρτυρι τὴν τοῦ πρεσβεύειν ἱκεσίανπροσάγουσιν, ὡς δορυφόρον τοῦ Θεοῦ παρακαλοῦντες,ὡς λαμβάνοντα τὰς δωρεὰς ὅταν ἐθέλῃ ἐπικαλούμε-νοι. Ἐκ τούτων πάντων, ὁ εὐσεβὴς λαὸς, καταμάθετε,ὅτι Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίωναὐτοῦ. Ἓν μὲν γὰρ καὶ τὸ αὐτὸ σῶμα πάντων ἀνθρώ-πων, ἐξ ἑνὸς φυράματος ἔχον τὴν σύστασιν· ἀλλὰτὸ μὲν ἁπλῶς ἀποθανὸν, ῥίπτεται ὡς τὸ τυχόν· τὸδὲ τῷ πάθει τοῦ μαρτυρίου χαριτωθὲν, οὕτως ἐστὶνἐράσμιον καὶ ἀμφισβητήσιμον, ὡς ὁ προλαβὼν λόγοςἐδίδαξεν. Διὰ τοῦτο πιστεύσωμεν ἐκ τῶν φαινομένωντοῖς ἀοράτοις, ἀπὸ τῆς ἐν τῷ κόσμῳ πείρας τῇ τῶνμελλόντων ἐπαγγελίᾳ. Πολλοὶ γὰρ οἱ τὴν γαστέρα,καὶ τὴν κενοδοξίαν, καὶ τὸν ἐνθάδε συρφετὸν πάντωνἐπίπροσθεν ἄγοντες, οὐδὲν ἡγοῦνται τὸ μέλλον· τῷτέλει δὲ τοῦ βίου συμπεραιοῦσθαι τὰ πάντα νομίζου-σιν. Ἀλλ' ὁ φρονῶν οὕτως, ἐκ τῶν μικρῶν τὰ με-γάλα κατάμαθε, ἐκ τῶν σκιῶν τὰ ἀρχέτυπα νόησον.Τίς τῶν βασιλέων τοιαύτην τιμᾶται τιμήν; τίς τῶνκαθ' ὑπερβολὴν ἐν ἀνθρώποις φανέντων τοιαύτῃμνήμῃ δοξάζεται; τίς τῶν στρατηγῶν τῶν πόλειςτειχήρεις ἑλόντων, καὶ ἔθνη δουλωσαμένων μυρία,οὕτως ἐστὶν ἀοίδιμος, ὡς ὁ στρατιώτης οὗτος, ὁ πέ-νης, ὁ νεόλεκτος, ὃν Παῦλος ὥπλισεν, ὃν ἄγγελοιπρὸς τὸν ἀγῶνα ἤλειψαν, καὶ νικήσαντα Χριστὸςἐστεφάνωσεν; Μᾶλλον δὲ ἐπειδὴ ἐγγὺς ἐγενόμην τῷλόγῳ τῶν ἀγώνων τοῦ μάρτυρος, φέρε, τὰ κοινὰ κα-ταλιπόντες, τὸν ἐξαίρετον τοῦ ἁγίου λόγον ποιήσωμεν·φίλον γὰρ ἑκάστῳ τὸ ἴδιον. Πατρὶς τοίνυν τῷ γενναίῳ, ἡ πρὸς ἥλιον ἀνίσχουσαχώρα· εὐγενὴς γὰρ καὶ οὗτος κατὰ τὸν Ἰὼβ τῶν ἀφ'ἡλίου ἀνατολῶν, καὶ τῆς πατρίδος ἐκείνῳ κοινωνῶν,