The Greek Library Catalogue

Anonymous

De sancto Theodoro

Edition reference
De sancto Theodoro, MPG 46: 736–748.
CTS identifier
urn:cts:greekLit:tlg2017.tlg065.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Digital facsimile
View facsimile ↗
Facsimile rights
Creative Commons Public Domain Mark 1.0

46

740

οὐκ ἀπελείφθη τῆς τοῦ ἤθους μιμήσεως. Νῦν δὲ

πάσῃ τῇ οἰκουμένῃ ἐστὶ μάρτυς κοινὸς τῆς ὑφ' ἡλίῳ

πολίτης· ληφθεὶς δὲ ἐκεῖθεν πρὸς ὁπλιτικοὺς κατα-

741

λόγους, οὕτω μετὰ τοῦ ἰδίου τάγματος πρὸς τὴν

ἡμετέραν διέβη χώραν, τῆς χειμερινῆς ἀναπαύσεως

τοῖς στρατιώταις ἐνθάδε παρὰ τῶν κρατούντων δια-

ταχθείσης. Πολέμου δὲ κινηθέντος ἀθρόον, οὐκ ἐξ

ἐφόδου βαρβαρικῆς, ἀλλ' ἐκ νόμου Σατανικοῦ, καὶ

δόγματος θεομάχου (πᾶς γὰρ Χριστιανὸς ἠλαύνετο

τῷ δυσσεβεῖ γράμματι, καὶ πρὸς θάνατον ἤγετο)· τότε

δὴ, τότε ὁ τρισμακάριος οὗτος, γνώριμος ὢν ἐπ' εὐ-

σεβεία, καὶ τὴν πίστιν τὴν εἰς Χριστὸν πανταχοῦ

περιφέρων, μόνον οὐκ ἐπὶ τοῦ μετώπου τὴν ὁμολο-

γίαν γραψάμενος, οὐκέτι νεόλεκτος ἦν τὴν ἀνδρείαν,

οὐδὲ ἄπειρος πολέμου καὶ μάχης· ἀλλὰ γενναῖος τὴν

ψυχὴν, ἰσχυρὰν ποιησάμενος πρὸς τοὺς κινδύνους

τὴν ἔνστασιν, οὐχ ὑφειμένος, οὐ δειλιῶν, οὐ λόγον

ἀπαῤῥησίαστον προβαλλόμενος. Ὡς γὰρ ἐκάθισε τὸ

πονηρὸν ἐκεῖνο δικαστήριον, ὅ τε ἡγεμὼν καὶ ὁ τα-

ξίαρχος εἰς ταὐτὸ συνελθόντες, ὡς Ἡρώδης ποτὲ

καὶ Πιλάτος, τὸν δοῦλον τοῦ σταυρωθέντος, εἰς κρίσιν

ὁμοίαν τοῦ Δεσπότου κατέστησαν. «Καὶ λέγε,» φησὶ,

«πόθεν σοι θρασύτητος καὶ τόλμης ἐγγινομένης, εἰς

τὸν βασιλικὸν ἐξυβρίζεις νόμον, οὐχ ὑποκύπτεις δὲ

τρέμων τοῖς τοῦ Δεσπότου προστάγμασιν, οὐδὲ προσ-

κυνεῖς κατὰ τὸ δοκοῦν τοῖς κρατοῦσιν;» Οἱ γὰρ

ἀμφὶ Μαξιμιανὸν τότε τῆς βασιλείας ἡγοῦντο. Ὃς

στεῤῥῷ τῷ προσώπῳ καὶ ἀκατα[π]λήκτῳ τῇ γνώμῃ,

εὔστοχον τὴν ἀπόκρισιν τοῖς λεχθεῖσιν ἐπέθηκεν·

«Θεοὺς μὲν οὐκ οἶδα (οὐδὲ γὰρ εἰσὶ κατὰ τὴν ἀλή-

θειαν)· δαίμονας δὲ ὑμεῖς ἀπατεῶνας πλανᾶσθε τῇ

τοῦ Θεοῦ τιμῶντες προσηγορίᾳ· ἐμοὶ δὲ Θεὸς ὁ Χρι-

στὸς, ὁ τοῦ Θεοῦ μονογενὴς Υἱός. Ὑπὲρ τῆς εὐσε-

βείας τοίνυν καὶ τῆς ὁμολογίας τῆς εἰς ἐκεῖνον, καὶ

ὁ τιτρώσκων τεμνέτω, καὶ ὁ μαστίζων ξαινέτω,

καὶ ὁ καίων προσαγέτω τὴν φλόγα, καὶ ὁ ταῖς φωναῖς

μου ταύταις ἀχθόμενος ἐξαιρέτω τὴν γλῶσσαν· καθ'

ἕκαστον γὰρ μέλος, τὸ σῶμα τῷ κτίσαντι χρεωστεῖ

τὴν ὑπομονήν.» Ἡττήθησαν τῶν λόγων οἱ τύραννοι·

καὶ τὴν πρώτην προσβολὴν τοῦ ἀριστέως οὐκ ἤνεγ-

καν, νεανίσκον βλέποντες πρὸς τὸ πάθος σφριγῶντα,

καὶ ὡς ἡδύ τι πόμα τὴν τελευτὴν ἐφελκόμενον. Ὡς

δὲ ἐκεῖνοι μικρὸν ἐπεῖχον ἠπορημένοι, καὶ βουλευό-

μενοι τὸ πρακτέον· εἷς τις τῶν ἐν τέλει στρατιώτης

κομψὸς εἶναι οἰόμενος, ἐπιχλευάζων ὁμοῦ τὴν ἀπό-

κρισιν τὴν τοῦ μάρτυρος, «Ἔστι γὰρ,» ἔφη, «Υἱὸς,

ὦ Θεόδωρε, τῷ σῷ Θεῷ; καὶ γεννᾷ ἐκεῖνος, ὡς ἄν-

θρωπος ἐμπαθῶς;» —«Ἐμπαθῶς μὲν ὁ ἐμὸς,» ἔφη,

«Θεὸς οὐκ ἐγέννησεν· ἀλλὰ καὶ Υἱὸν ὁμολογῶ, καὶ

θεοπρεπῆ λέγω τὴν γέννησιν· σὺ, ὦ νηπιώδη τὸν

λογισμὸν καὶ ἄθλιε, οὐκ ἐρυθριᾷς οὐδὲ ἐγκαλύπτῃ

καὶ θήλειαν ὁμολογῶν θεὰν, καὶ ὡς μητέρα δώδεκα

παίδων τὴν αὐτὴν προσκυνῶν, πολύτοκόν τινα δαί-

μονα κατὰ τοὺς λαγωοὺς ἢ τὰς ὕας εὐκόλως καὶ ἐγ-

κυϊσκομένην καὶ ἀποτίκτουσαν;»

Οὕτως δὲ τοῦ ἁγίου διπλοῦν ἀντιστρέψαντος τῷ

εἰδωλολάτρῃ τὸν καταγέλωτα, σχῆμα πλασάμενοι

φιλανθρωπίας οἱ τύραννοι, «Ὀλίγος,» φασὶ, «πρὸς

διάσκεψιν ἐνδοθήτω τῷ μαινομένῳ καιρός· ἴσως κατὰ

744

σχολὴν δοὺς ἑαυτῷ γνώμην, μετάθηται πρὸς τὸ βέλ-

τιον.» Μανίαν γὰρ οἱ ἔκφρονες τὴν σωφροσύνην ἐκά-

λουν· ἔκστασιν δὲ καὶ παραφορὰν, τὴν εὐλάβειαν·

ὥσπερ ὅταν οἱ μεθύοντες, τὸ ἴδιον πάθος τοῖς νήφου-

σιν ὀνειδίζωσιν. Ἀλλ' ὁ εὐσεβὴς ἄνθρωπος καὶ τοῦ

Χριστοῦ στρατιώτης, εἰς ἀνδρικὴν πρᾶξιν τῇ δοθείσῃ

σχολῇ κατεχρήσατο. Ποίᾳ ταύτῃ; Καιρὸς ὑμῖν μετ'

εὐφροσύνης ὑποδέξασθαι τὸ διήγημα· Τῇ μυθευομένῃ

μητρὶ τῶν θεῶν, ναὸς ἦν ἐπὶ τῆς μετροπόλεως Ἀμα-

σείας, ὃν οἱ τότε πλανώμενοι, αὐτοῦ που περὶ τὰς

ὄχθας τοῦ ποταμοῦ τῇ ματαιότητι κατεσκεύασαν.

Τοῦτον ὁ γενναῖος, ἐν τῷ τῆς δοθείσης ἀδείας καιρῷ

ἐπιτηρήσας εὔκαιρον ὥραν, καὶ αὖραν ἐπίφορον,

ἐμπρήσας κατέφλεξεν, ἔργῳ τοῖς ἀλιτηρίοις δοὺς τὴν

ἀπόκρισιν, ἣν πάντως ἀνέμενον μετὰ τὴν διάσκεψιν.

Ἐπιδήλου δὲ τοῦ πράγματος ταχέως ἅπασι γενομέ-

νου (καὶ γὰρ ἐν τῷ μέσῳ τῆς πόλεως φανερώτατον

ἐξήφθη τὸ πῦρ), οὐκ ἐπεκρύψατο τὴν ἐγχείρησιν,

οὐδὲ ἐσπούδασε τὸ λαθεῖν· ἀλλ' ἔνδηλος ἦν, καὶ σφό-

δρα γε τῷ κατορθώματι γαυριῶν, καὶ ὑπερχαίρων

τῇ ταραχῇ τῶν ἀθέων, ἣν ἐταράττοντο, τῷ ναῷ περιαλ-

γοῦντες καὶ τῷ ξοάνῳ. Καὶ μέντοι κατεμηνύθη

τοῖς ἄρχουσιν, ὡς αὐτουργήσας τὸν ἐμπρησμόν· καὶ

πάλιν κριτήριον φοβερώτερον τοῦ προτέρου· ὥσπερ

οὖν καὶ εἰκὸς, ἐπισυμβάντος τηλικούτου τοῦ παροξύ-

ναντος. Καὶ οἱ μὲν ἐπὶ τὸν δικαστικὸν ἀνέβησαν θρό-

νον. Θεόδωρος δὲ εὐπαῤῥησίαστος ἐν τοῖς μέσοις ἄρ-

χοντος θάρσος ἔχων ἐν τῇ στάσει τοῦ κρινομένου ἐρω-

τώμενος, καὶ τῷ τάχει τῆς ὁμολογίας τὴν ἐρώτησιν

ἐπικόπτων. Ἐπειδὴ δὲ ἀκατάπληκτος ἦν, καὶ πρὸς

οὐδὲν ἐφείδετο τῶν ἀπειλουμένων δεινῶν, εἰς τοὐναν-

τίον μετεβλήθησαν τρόπον· καὶ φιλανθρώπως διαλε-

γόμενοι, ἐπαγγελίαις ὑποσύρειν ἐπειρῶντο τὸν δίκαιον.

«Καὶ γίνωσκε,» φασὶν, «ὡς εἰ βουληθείης εὐπειθῶς

τὴν συμβουλὴν τὴν ἡμετέραν προσδέξασθαι, εὐθύς

σε καταστήσομεν ἐξ ἀφανῶν γνώριμον, ἐξ ἀδόξων

ἔντιμον· καί σοι τῆς ἀρχιερωσύνης ἐπαγγελλόμεθα

τὴν ἀξίαν.» Ὡς δὲ τοῦ τῆς ἀρχιερωσύνης ἀξιώματος

ἤκουσεν, ἐγγελάσας μακρὸν ὁ τρισμακάριος εἶπεν·

«Ἐγὼ καὶ τοὺς ἱερέας τῶν εἰδώλων ἀθλίους κρίνων,

καὶ ὡς ματαίας πράξεως ὑπηρέτας, οἰκτείρω· τοὺς

δὲ ἀρχιερέας ἐπὶ πλεῖον ἐλεῶ καὶ βδελύσσομαι· ἐπὶ

γὰρ τῶν χειρόνων, ὁ μείζων καὶ πρωτοτακτῶν ἀθλιώ-

τερος· ὡς ἐν τοῖς ἀδίκοις, ὁ ἀδικώτερος· ὡς ἐν τοῖς

φονεῦσιν, ὁ μᾶλλον ὠμός· ὡς ἐν τοῖς ἀκολάστοις, ὁ

ἀσελγέστερος· καὶ διὰ τοῦτο ἐντεῦθεν ἤδη διὰ τῶν

ὀλεθρίων ἐπαγγελιῶν καταβάλετε· λελήθατε γάρ μοι,

ὦ οὗτοι, τὴν κορυφὴν τῶν κακῶν ὑποσχόμενοι· τῷ δὲ

εὐσεβῶς καὶ ὀρθῶς ζῇν προαιρουμένῳ, παραῤῥι-

πτεῖσθαι καλὸν ἐν τῷ οἴκῳ τοῦ Θεοῦ μᾶλλον, ἢ οἰκεῖν

ἐν σκηνώμασιν ἁμαρτωλῶν. Ἐγὼ καὶ τοὺς βασιλέας

τούτους, ὧν τὸν ἄνομον συνεχῶς ὑπαναγινώσκετε

νόμον, ἐλεῶ, ὅτι αὔταρκες ἐν ἀνθρώποις ἀξίωμα τὸ

κράτος τῆς βασιλείας ἔχοντες, τὴν τοῦ ἀρχιερέως

ἑαυτοῖς προσηγορίαν ἀνέθεσαν, καὶ τὴν πενθήρη καὶ

σκοτεινὴν πορφύραν ἐκεῖθεν ἀμπίσχονται, κατὰ μίμη-

σιν τῶν κακοδαιμόνων ἀρχιερέων, ἀξιώματι φαιδρῷ

σκυθρωπὸν περιφέροντες ἔνδυμα· ἔστι δὲ ὅτε καὶ

μιαρῷ βωμῷ πλησιάζοντες, ἀντὶ βασιλέων γίνονται

745

μάγειροι ὄρνεις θύοντες, καὶ βοσκημάτων ἀθλίων

σπλάγχνα διερευνώμενοι, καὶ τῷ λύθρῳ τοῦ αἵματος,

ὡς κρεωπῶλαί τινες τὴν ἐσθῆτα μολύνοντες.»

Μετὰ ταύτας τὰς φωνὰς τοῦ δικαίου, οὐκέτι οὐδὲ

τὴν πλαστὴν φιλανθρωπίαν καὶ ἐσχηματισμένην οἱ

ἄρχοντες ἐπεδείκνυντο· ἀλλὰ καὶ ἀσεβέστατον πρὸς

τοὺς Θεοὺς καλοῦντες, καὶ ἔτι τῶν βασιλέων ὑβριστὴν

καὶ βλάσφημον, πρῶτον μὲν ἐπὶ τοῦ βασανιστηρίου

ξύλου κρεμάσαντες, τὸ σῶμα κατέξαινον· ὁ δὲ, τῶν

δημίων σφοδρῶς ἐνεργούντων, καρτερὸς ἦν καὶ ἀνέν-

δοτος, καὶ στῖχον ἐκ τῆς Ψαλμωδίας ταῖς βασάνοις

ἐπῇδεν· Εὐλογήσω τὸν Κύριον ἐν παντὶ καιρῷ,

διὰ παντὸς ἡ αἴνεσις αὐτοῦ ἐν τῷ στόματί μου.

Καὶ οἱ μὲν τῶν σαρκῶν ἀπέξεον· ὁ δὲ ἔψαλλεν, ὡς

ἄλλου τινὸς ὑφισταμένου τὴν τιμωρίαν. Διεδέξατο

τὴν κόλασιν ταύτην τὸ δεσμωτήριον, καὶ πάλιν ἐκεῖ

θαῦμα ἐτελεῖτο περὶ τὸν ἅγιον, καὶ νύκτωρ φωνὴ

πλήθους ψαλλόντων ἠκούετο, καὶ λαμπάδων ἐπιφαι-

νουσῶν, ὡς ἐν παννυχίδι αὐγὴ ἑωρᾶτο τοῖς ἔξωθεν,

ὡς καὶ τὸν δεσμοφύλακα πρὸς τὴν παράδοξον ὄψιν

καὶ ἀκοὴν ταραχθέντα, εἰσπηδῆσαι εἰς τὸν οἰκίσκον,

καὶ μηδένα εὑρεῖν πλὴν τοῦ μάρτυρος ἡσυχάζοντος,

καὶ τῶν ἄλλων δεσμωτῶν καθευδόντων. Ἐπειδὴ δὲ

πολλῶν γινομένων ἤκμαζε πρὸς τὴν ὁμολογίαν καὶ

τὴν εὐσέβειαν, ἦλθεν ἐπ' αὐτὸν ἡ κατακρίνουσα ψῆ-

φος, καὶ πυρὶ τελειωθῆναι κελευσθεὶς, αὐτὸς μὲν

ἀπῆλθε τὴν καλὴν καὶ μακαρίαν πρὸς Θεὸν πορείαν·

ἡμῖν δὲ τὴν μνήμην τοῦ ἀγῶνος διδασκάλιον κατέλι-

πε, λαοὺς ἀθροίζων, ἐκκλησίαν παιδεύων, δαίμονας

ἀπελαύνων, ἀγγέλους εἰρηνικοὺς κατάγων, ζητῶν

ὑπὲρ ἡμῶν παρὰ Θεοῦ τὰ συμφέροντα, ἰατρεῖον νό-

σων ποικίλων τὸν τόπον τοῦτον ἀπεργασάμενος, λι-

μένα τῶν χειμαζομένων ταῖς θλίψεσι, πενήτων εὐ-

θηνουμένων ταμιεῖον, ὁδοιπόρων ἀνεκτὸν καταγώγιον,

πανήγυριν τῶν ἑορταζόντων ἄληκτον. Εἰ γὰρ καὶ

ἐνιαυσιαίοις ἑορταῖς τὴν ἡμέραν ταύτην τελοῦμεν,

ἀλλ' οὐδέποτε λήγει τῶν κατὰ σπουδὴν ἀφικνουμέ-

νων τὸ πλῆθος, τῶν μυρμήκων δὲ σώζει τὴν ὁμοιότητα

ἡ ἐπὶ τάδε φέρουσα λεωφόρος, τῶν μὲν ἀνιόντων,

τῶν δὲ ὑποχωρούντων τοῖς ἐρχομένοις.

Ἡμεῖς μὲν οὖν, ὦ μακάριε, τὸν τοῦ ἐνιαυτοῦ κύ-

κλον καταλαβόντες φιλανθρωπίᾳ τοῦ κτίσαντος,

ἠθροίσαμέν σοι τὴν πανήγυριν, τὸν ἱερὸν τῶν φιλο-

μαρτύρων σύλλογον, τόν τε κοινὸν προσκυνοῦντες

Δεσπότην, καὶ τὴν ἐπινίκιον πληρώσαντες τῶν σῶν

ἀγώνων ὑπόμνησιν· σὺ δὲ, δεῦρο δὴ πρὸς ἡμᾶς, ὅπου

ποτ' ἂν ᾖς, τῆς ἑορτῆς ἔφορος (καλέσαντα γάρ σε

ἀντικαλοῦμεν)· καὶ εἴτε τῷ ὑψηλῷ αἰθέριον διαιτᾷ,

εἴτε τινὰ ἐπουράνιον ἀψίδα περιπολεῖς, ἢ χοροῖς

748

ἀγγέλων συντεταγμένος τῷ Δεσπότῃ παρέστηκας, ἢ

μετὰ δυνάμεων καὶ ἐξουσιῶν, ὡς δοῦλος πιστὸς προσ-

κυνεῖς· μικρὸν τὰ αὐτόθι παραιτησάμενος, ἧκε

πρὸς τοὺς τιμῶντάς σε ἀόρατος φίλος· ἱστόρησον τὰ

τελούμενα, ἵνα τὴν εἰς Θεὸν εὐχαριστίαν διπλασιάσῃς,

τὸν ἀντὶ πάθους ἑνὸς, καὶ μιᾶς εὐσεβοῦς ὁμολογίας,

τοσαύτας σοι τὰς ἀμοιβὰς χαρισάμενον· εὐφραν-

θείης δὲ τῷ αἵματι καὶ τῇ τοῦ πυρὸς ἀλγηδόνι. Ὅσους

γὰρ εἶχες τότε λαοὺς τῆς τιμωρίας θεατὰς, τοσούτους

νῦν τῆς τιμῆς ἔχεις ὑπηρέτας. Χρῄζομεν πολλῶν εὐ-

εργεσιῶν· πρέσβευσον ὑπὲρ τῆς πατρίδος πρὸς τὸν

κοινὸν βασιλέα· πατρὶς γὰρ μάρτυρος, τοῦ πάθους ἡ

χώρα· πολῖται δὲ καὶ συγγενεῖς, οἱ περιστείλαντες

καὶ ἔχοντες καὶ τιμῶντες. Ὑφορώμεθα θλίψεις, προσ-

δοκῶμεν κινδύνους, οὐ μακρὰν οἱ ἀλιτήριοι Σκῦθαι

τὸν καθ' ἡμῶν ὠδίνοντες πόλεμον· ὡς στρατιώτης

ὑπερμάχησον· ὡς μάρτυς ὑπὲρ τῶν ὁμοδούλων χρῆ-

σαι τῇ παῤῥησίᾳ. Εἰ καὶ ὑπερέβης τὸν βίον, ἀλλ'

οἶδας τὰ πάθη καὶ τὰς χρείας τῆς ἀνθρωπότητος·

αἴτησον εἰρήνην, ἵνα αἱ πανηγύρεις αὗται μὴ λήξω-

σιν, ἵνα μὴ κωμάσῃ κατὰ ναῶν ἢ θυσιαστηρίων

λυσσῶν καὶ ἄθεσμος βάρβαρος, ἵνα μὴ πατήσῃ τὰ

ἅγια βέβηλος. Ἡμεῖς γὰρ καὶ ὑπὲρ ὧν ἀπαθεῖς

ἐφυλάχθημεν, σοὶ λογιζόμεθα τὴν εὐεργεσίαν· αἰτοῦ-

μεν δὲ καὶ τοῦ μέλλοντος τὴν ἀσφάλειαν. Ἂν χρεία

γένηται καὶ πλείονος δυσωπίας, ἄθροισον τὸν χορὸν

τῶν σῶν ἀδελφῶν τῶν μαρτύρων, καὶ μετὰ πάντων

δεήθητι· πολλῶν δικαίων εὐχαὶ, λαῶν καὶ δήμων

ἁμαρτίας λυσάτωσαν· ὑπόμνησον Πέτρον, διέγειρον

Παῦλον, Ἰωάννην ὁμοίως τὸν θεολόγον καὶ φιλούμε-

νον μαθητήν· ἵν' ὑπὲρ τῶν Ἐκκλησιῶν ἃς συνεστή-

σαντο μεριμνήσωσιν, ὑπὲρ ὧν τὰς ἁλύσεις ἐφόρεσαν,

ὑπὲρ ὧν τοὺς κινδύνους καὶ τοὺς θανάτους ἤνεγκαν·

μὴ εἰδωλολατρεία ἄρῃ καθ' ἡμῶν κεφαλὴν, μὴ αἱ-

ρέσεις ὡς ἄκανθαι τῷ ἀμπελῶνι ὑποβλαστήσωσι,

μὴ ζιζάνιον ἐγερθὲν πνίξῃ τὸν σῖτον· μή τις πέτρα

γένηται καθ' ἡμῶν λειπομένη τῆς πιότητος τῆς ἀλη-

θινῆς δρόσου, καὶ ἄριζον ἀποδείξῃ τῆς εὐκαρπίας

τοῦ λόγου τὴν δύναμιν· ἀλλὰ τῇ δυνάμει τῆς σῆς

πρεσβείας καὶ τῶν σὺν σοὶ, θαυμαστὲ, καὶ ὑπερλάμ-

πον ἐν τοῖς μάρτυσι λήϊον ἀποδειχθείη τὸ τῶν Χρι-

στιανῶν πολίτευμα μέχρι τέλους μένον, ἐν τῇ λιπαρᾷ

καὶ εὐκάρπῳ τῆς ἐν Χριστῷ πίστεως ἀρούρᾳ ἀεὶ καρ-

ποφοροῦν τὴν αἰώνιον ζωὸν, τὴν ἐν Χριστῷ Ἰησοῦ τῷ

Κυρίῳ ἡμῶν. Μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύ-

ματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς

αἰῶνας τῶν αἰώνων. Ἀμήν.

{ΤΟΥ ΑΥΤΟΥΕΓΚΩΜΙΟΝΕΙΣ ΤΟΥΣ ΑΓΙΟΥΣ ΤΕΣΣΑΡΑΚΟΝΤΑ ΜΑΡΤΥΡΑΣ.}{ΛΟΓΟΣ Αʹ.} Οἷς ἀνιᾶσθαι τοὺς πολλοὺς στοχάζομαι, τούτοιςαὐτὸς ἀγάλλομαι τὴν διάνοιαν. Ἀηδὲς γὰρ, ὡς εἰκὸς,τοῖς πολλοῖς τὸ ἐν ἀλλήλοις συνθλίβεσθαι, ἐμοὶ δὲτοῦτο κεφάλαιον εὐφροσύνης ἐστίν. Εὐφραίνεται γὰρὀφθαλμὸς τοῦ ποιμένος, τὸ ποίμνιον βλέπων ὑπὸ πλή-θους στενοχωρούμενον, καὶ τῆς μάνδρας ὑπερ-χεόμενον· καίτοι γε οὐ μικρὰ τῶν προβάτων ἡἔπαυλις, ἀλλὰ στενὴν ποιεῖ τὴν εὐρυχωρίαν εὐθη-νούμενον τῷ πλήθει τὸ ποίμνιον. Τοιοῦτόν τι καὶ περὶτὸν Κύριον ὁ Πέτρος ἰδὼν ἀπεκρίνατο λέγων, ὅτι,Ἐπιστάτα, οἱ ὄχλοι συνέχουσί σε καὶ ἀποθλί-βουσιν. Ὄντως, καθώς φησί που ὁ θεῖος Ἀπόστολος,τὸ θλίβεσθαι καὶ μὴ στενοχωρεῖσθαι τοῦτό ἐστι. Παντὶγὰρ, φησὶ, θλιβόμενοι, ἀλλ' οὐ στενοχωρούμενοι. Ἐγὼδὲ τίνα προχειρίσομαι λόγον ἐπὶ τοῦ τοιούτου συλλό-γου; Τίς δώσει μοι φωνὴν σάλπιγγος ὑψηλοτέραν,ὥστε ὑπερηχῆσαι τὸ πλῆθος, καὶ ταῖς ἀκοαῖς τῶνσυνειλεγμένων ἐναποθέσθαι τὰ ῥήματα; Πρὸς τί τῶνἀνεγνωσμένων τρέψας ἐμαυτοῦ τὴν διάνοιαν, πρόσφο-ρον ἐξεύρω τοῖς παροῦσι τὸν λόγον; Πολὺς ὁ Ἰὼβπαιδεύων εἰς ἀνδρείαν τὸν βίον τοῖς καθ' ἑαυτὸν ὑπο-δείγμασι, πολὺς ὁ Παροιμιαστὴς τοῖς αἰνίγμασι. Τίδ' ἄν τις εἴποι περὶ τοῦ ἱεροῦ Ἀποστόλου, ὃς ἐκ τῶνἀῤῥήτων ῥημάτων ἐκείνων ἃ ὑπὲρ τὴν ἀνθρωπίνηνεἶναί φησι κατανόησιν, τάχα διὰ τῆς πρὸς Ἐφεσίουςδιδασκαλίας καὶ ἡμῖν ὑπελάλησε τὸν ἀπόῤῥητον ἐντῷ σταυρῷ λόγον, δι' αἰνιγμάτων ἀνακαλύπτων.Τοιαῦτα δὲ ἕτερα καὶ τὰ ἐκ τῆς ψαλμῳδίας μυστήρια,ἀνάμνησις, καὶ στηλογραφία, καὶ ἐπιλήνιος. Ταῦταγὰρ ἐν ταῖς ἐπιγραφαῖς τῶν ὑπαναγνωσθέντων ἡμῖνψαλμῶν κατανοήσαντες, οὐ μικρὰν ὁρῶμεν ἀφορμὴντῷ λόγῳ διὰ τῶν αἰνιγμάτων διδομένην. Ἀλλ' ἐμοὶτὸ μὲν τοῖς εἰρημένοις ἐπεξελθεῖν, εὔκαιρον εἶναι δο-κεῖ δευτέρῳ ταμιεύσασθαι χρόνῳ· ἐπιθυμῶ δὲ τῆςπαρούσης χάριτος πρόσφορόν τινα καὶ κατάλληλονἐξευρεῖν τὴν φωνήν. Τίς οὖν ἐστιν αὕτη; Οἶδά τινανόμον τῆς φύσεως ἴδιον, αὐταῖς ταῖς θείαις πλαξὶνἐντετυπωμένον παρὰ τοῦ νομοθέτου τῆς φύσεως· ὃςπᾶσαν ἀγαθὴν ἀμοιβὴν τοῖς ἰδίοις γονεῦσιν ἐκτιννύ-ναι κελεύει, ὅσην ἂν ἡ δύναμις φέρει. Τίμα γὰρ,φησὶ, τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ἥτιςἐστὶν ἐντολὴ πρώτη ἐν ἐπαγγελίαις, ἵνα εὖ σοιγένηται. Εἰ δὲ πρωτεύει κατ' ἐπαγγελίαν οὗτος ὁ νό-μος, καὶ τὸ κατόρθωμα τούτου ἴδιον κέρδος τοῦ φυ-λάσσοντος γίνεται (ἐπαναστρέφει γὰρ ἡ εἰς τοὺςγονέας τιμὴ εἰς τὸν πεπληρωκότα τὸν νόμον)· καλῶςἂν ἔχοι πάντα τόν γε νοῦν ἔχοντα πρὸς ταύτην βλέ-πειν τὴν ἐντολὴν, ἧς τὸ πέρας εὐεργεσία καὶ χάριςτοῦ ποιήσαντος γίνεται. Οἱ μὲν οὖν τῆς σαρκὸς ἡμῶνπατέρες, τῇ καθ' ἑαυτοὺς γενεᾷ κατὰ τὸν ἐξ ἀρχῆςαὐτοῖς ἀφορισθέντα χρόνον ὑπηρετήσαντες, ἀπροσ-δεεῖς εἰσι τῆς ἡμετέρας τιμῆς, ἔξω τοῦ βίου πάλαιγενόμενοι, ὡς μὴ δυνατὸν εἶναι τὸν τοιοῦτον πληρῶ-σαι νόμον, τῶν ὑποδεχομένων τὴν εὐποιίαν οὐκ ὄν-των. Ὁ δὲ νόμος ἐνεργοῦντας ἡμᾶς ἐπιτυγχάνειν τῆςἐπαγγελίας κελεύει. Οὐδὲ γὰρ δυνατὸν τοὺς ἀργοῦν-