The Greek Library Catalogue

Anonymous

Encomium in xl martyres ii

Edition reference
Encomium in xl martyres ii, MPG 46: 773–788.
CTS identifier
urn:cts:greekLit:tlg2017.tlg067.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Digital facsimile
View facsimile ↗
Facsimile rights
Creative Commons Public Domain Mark 1.0

46

777

γὰρ καθόλου τὰ ὑπὸ ψυχροῦ γινόμενα πάθη, οἷον τε-

ταρταῖοι, καὶ καρκῖνοι, καὶ ἄνθρακες, καὶ ὅσα φιλο-

σοφοῦντες ἰατρικοὶ τὴν ψυχρὰν ὕλην ἀπεφήναντο τοῖς

σώμασιν ἐμποιεῖν. Οὕτως οἱ ψυχρότεροι καὶ πιμε-

λώδεις, νωθρότεροι καὶ δύσχρηστον ἔχοντες τὸ σωμά-

τιον· καὶ τὰ ἄλογα δὲ τῶν ζώων ὁμοίως. Τὰ μὲν θερ-

μότερα, ταχέα καὶ πρὸς τὴν ἐπείγουσαν χρείαν εὐ-

κίνητα· τὰ δὲ ἐναντίως ἔχοντα, βραδέα, καὶ νάρκῃ

πεπεδημένα. Οὕτως ἵππος ταχὺς, συριγμῷ πρὸ τῆς

μάστιγος διεγειρόμενος πρὸς τὸν δρόμον· βραδὺς ὁ

ὄνος, καὶ μόλις διὰ τῶν ῥοπάλων τὴν ὁδοιπορίαν

ἀνύων. Ὀξεῖα ἡ πάρδαλις, ξηρῷ καὶ θερμῷ τῷ σώ-

ματι διιπταμένη τὰς νάπας· ἡ ἄρκτος, τὸ ἀνάπαλιν

παχυτέροις τοῖς μέλεσιν ἐμβραδύνουσα. Ταῦτα δὲ ὑμῖν

οὐκ ἀπὸ καιροῦ ἐφυσιολόγησα, ἀλλ' ἵνα τὴν καρτε-

ρίαν τῶν ἀνδρῶν καταμάθητε, τὸν τρόπον τῆς τιμω-

ρίας ἐπισκεψάμενοι. Χειμὼν ποιεῖ ποταμοὺς ναυσι-

πόρους πεζεύεσθαι, καὶ ὕδωρ τὸ ῥέον εἰς τὴν τῶν λί-

θων μεταβάλλει σκληρότητα· καὶ πέτρας διαλύει,

ὅταν τοῦ βάθους καθίκηται· καὶ τοῖς ἐναντίοις σώμα-

σιν ἐξίσης λυμαίνεται, τὰ μὲν ἁπαλὰ λιθοποιῶν, τὰ

δὲ σκληρὰ διαλύων. Οὕτως ὁ οἶνος ὅταν παγῇ μορ-

φοῦται πρὸς τὸν περιέχοντα πίθον, καὶ τὸ ἁπαλὸν

ἔλαιον ἵσταται στερεὸν πρὸς τὸν τόπον τοῦ ἀγγείου

σχηματισθέν· ἡ ὕελος δὲ καὶ ὄστρακον περιῤῥα-

γέντα τοῖς ὑγροῖς διαθρύπτεται. Ζῶα δὲ τὰ τὴν

ὄρειον ζωὴν λαχόντα καὶ ὕπαιθρον, τὰ μὲν διόλ-

λυται, τὰ δὲ τῇ ὑπερβολῇ τοῦ κακοῦ ἐπιλανθάνεται

καὶ τῆς ἀγριότητος. Ἔλαφοι γὰρ καὶ δορκάδες

ἐν μάνδραις αὐλίζονται· οὔτε κύνας τότε δειλιῶσαι,

οὔτε τοὺς ἐγγίζοντας ἀποφεύγουσαι. Τὸ γὰρ μεῖζον

ἀεὶ δεινὸν τῶν ὑποδεεστέρων φόβων τὴν δειλίαν

780

ἐκβάλλει. Ὄρνιθες δὲ παρ' ἀνθρώποις εἰσοικίζον-

ται, καὶ μένουσιν ὑπωρόφιοι. Ἄνθρωποι δὲ πόντον

ὀρύττουσι, καὶ λιθουργοῖς ὀργάνοις τὸ ὕδωρ κόπτουσι·

καὶ οἱ πλησίον ἀλλήλοις οὐκ ἐπιμίγνυνται. Ὁ τοιοῦτος

καιρὸς ὅπλον τῷ τυράννῳ κατὰ τῶν μαρτύρων ἐγέ-

νετο. Ἔδει γὰρ, ὡς ἔοικε, τὴν μεγάλην καὶ σύμφω-

νον τῶν μακαρίων φάλαγγα καινῷ τρόπῳ τιμωρίας

ἐναγωνίσασθαι, ἵνα πρὸς τοὺς πολλοὺς τῶν μαρτύρων

ἀσύγκριτον κτήσωνται τῆς εὐσεβείας τὴν δόξαν. Ἔστη-

σαν οὖν, καὶ ἐπήγνυντο τὰ μέλη τρέμοντες, καὶ τὴν

γνώμην ἀκλόνητον ἔχοντες, θέαν παρέχοντες ἐναγώ-

νιον, ἀγγέλοις, ἀνθρώποις καὶ δαίμοσι ... Ἄγγελοι

μὲν τὸν χωρισμὸν τῶν ψυχῶν ἀνέμενον, ἵνα παραλα-

βόντες αὐτὰς πρὸς τὸν ἴδιον ἀναγάγωσι κλῆρον. Ἄν-

θρωποι δὲ τὸ τέλος ἐκαραδόκουν, τῆς κοινῆς φύσεως

τὴν δύναμιν δοκιμάζοντες· εἰ διὰ φόβον καὶ ἐλπίδα

τοῦ μέλλοντος τηλικούτων κατευμεγεθεῖν ἀλγηδόνων

ἰσχύοιμεν. Δαίμονες δὲ σφόδρα προσεῖχον τοῖς γινο-

μένοις, ἐπιθυμοῦντες ἰδεῖν τὴν πτῶσιν τῶν ἀθλητῶν,

καὶ τὴν πρὸς τοὺς κινδύνους ἄνανδρον ἀπαγόρευσιν.

Ἡ δὲ ἐλπὶς αὐτῶν κατῃσχύνθη, διὰ τὸν ἐνδυναμοῦντα

Θεόν. Ἔβλεπον γὰρ τοὺς ἀκρωτηριασμοὺς, καὶ τοὺς

ἰδίους ἕκαστος, καὶ τοὺς ἀλλήλων οἱ πάντες. Ὁ μὲν

ἔκειτο ποδὸς ἢ δακτύλων περιῤῥυέντων· ἄλλος ἔκειτο

τῆς ἐμφύτου θερμότητος καταψυχθείσης εἰς τέλος.

Ὥσπερ δὲ οἱ σφοδρότατοι τῶν ἀνέμων, τόπον ἐπιπνεύ-

σαντες σύμφυτον, εἶτα τὰ ὑψηλὰ τῶν δένδρων κατα-

σείσαντες, εἰς γῆν καταφέρουσι πρόῤῥιζα· οὕτως

ἐστορέ[σ]θη παρὰ τοῦ χειμῶνος ἡ τῶν μακαρίων παρά-

ταξις· τὰ εὐγενῆ φυτὰ τοῦ παραδείσου, τοῦ γένους

τὸ ἐγκαλλώπισμα, αἱ ῥίζαι τῆς ἡμετέρας βλαστήσεως,

οἱ Παύλου ὁπλῖται, οἱ Χριστοῦ δορυφόροι, οἱ τῶν

βωμῶν καταλυταὶ, οἱ τῶν Ἐκκλησιῶν οἰκοδόμοι, οἱ

κατὰ βαρβάρων ὁπλιτεύειν ἀπογραψάμενοι, καὶ πρὸς

τὸν κοινὸν ἐχθρὸν τῆς ἀνθρωπότητος τὸν ἀγῶνα τελέ-

σαντες.

Ἐγίνετο δὲ αὐτοῖς οὐ πρὸς βίαν καὶ ἀπαραίτητον

ἀνάγκην ὁ θάνατος, ἀλλὰ καὶ μάλα πρόχειρος ἦν

καὶ ἐπ' ἐξουσίας ἡ σωτηρία, εἰ καὶ μαλακισθῆναι

πρὸς τὴν ἔνστασιν ἠβουλήθησαν. Λουτρὸν γὰρ ἦν ἐκ

τοῦ σύνεγγυς, ὅπερ ἐγειτνία κατ' ἐπίνοιαν τῷ τόπῳ

τῆς τιμωρίας· καὶ ἡ θύρα ἠνέῳκτο, καὶ παρεστῶτες

ἐκάλουν. Σοφιστὴς γὰρ ὢν διωγμοῦ καὶ ποικίλης ῥᾳ-

διουργίας ὁ τύραννος, ἐγγὺς τὸ δέλεαρ τῆς παραβά-

σεως τοῖς πηγνυμένοις παρέθηκε, καὶ συνεβούλευε

πρὸς τὴν θεραπείαν αὐτομολῆσαι, ὡς ὁ πατὴρ αὐτοῦ

τοὺς πρωτοπλάστους εἰς τὴν γεῦσιν τοῦ ξύλου. Οἱ δὲ

τότε καὶ μᾶλλον τὴν ἀνδρείαν ἐπέτεινον, εἰδότες ὡς

καρτερία τηνικαῦτα παρέχει τὴν βάσανον, ἡνίκα ἂν

προκειμένης ἐν ἐξουσίᾳ τῆς ἀπολαύσεως φείσηται·

ὅπερ ἐν τοῖς ἀνωτέροις χρόνοις Δανιὴλ ὁ θεσπέσιος

πεποιηκὼς ἐπιδέδεικται. Παρακαλούμενος γὰρ ἄφθονα

καὶ ἡδέα σῖτα καὶ ποτὰ προσφέρεσθαι, μίσει καὶ

ἀποστροφῇ τῶν εἰδωλοθύτων, τὴν σπερμοφαγίαν ἠγά-

781

πησε· καὶ νηστεύων ἤνθει, καὶ ἀσιτῶν ὑπὲρ τοὺς τρυ-

φῶντας εὔσαρκος ἦν· Θεοῦ γὰρ τοῦτο δῶρον ἐξ-

αίρετον, τοῖς πιστοῖς δούλοις ἐν ταῖς ἀπορίαις τὰ παρ'

ἐλπίδα χαρίζεσθαι.

Πλὴν ἐπειδὴ τοῖς ὑψηλοῖς τῶν πραγμάτων οἱ φθό-

νοι παραπεπήγασιν, ἐκινδύνευσε λωβηθῆναι τὸ μακά-

ριον σύνταγμα, καὶ μικροῦ δέοντος, ἀπωλέσαμεν τῆς

τετάρτης δεκάδος τὸ πλήρωμα. Εἷς γὰρ ἀπαγορεύσας

διὰ τὸν κρυμὸν, πρὸς αὐτῷ τῷ τέλει τῆς νίκης, οἴμοι!

τοὺς μὲν συστρατιώτας ἀφῆκε, τῇ τέχνῃ δὲ τοῦ τυ-

ράννου προσεχώρησε τῷ λουτρῷ, ἤδη τῆς σαρκὸς

μαρανθείσης φεισάμενος ὁ φιλόζωος· τῆς τε γὰρ ἐλ-

πίδος ἐξέπεσε, καὶ τῆς προσκαίρου ζωῆς οὐκ ἐπέτυ-

χεν, εὐθὺς ἐπιτελευτήσας τῇ παραβάσει· Ἰούδας

ἄθλιος ἐν τοῖς μάρτυσιν, οὔτε μαθητὴς, οὔτε πλού-

σιος, καὶ πρός γε τὸν βρόχον ἐφελκυσάμενος· καὶ μὴ

θαυμάσῃ μηδείς. Σύνηθες γὰρ τῷ διαβόλῳ κατὰ τῶν

ὑποκυπτόντων αὐτῷ τὸ τοιουτότροπον ῥᾳδιούργημα·

ἀπατᾷ καὶ κολακεύει ποικίλως, ἵνα ῥίψῃ· ῥίψας δὲ,

εὐθὺς ἐπεμβαίνει, καὶ τοῦ κειμένου καταγελᾷ. Ἐπι-

κωμάζει δὲ τῇ συμφορᾷ τὴν αἰσχύνην, καὶ τῇ αἰσχύνῃ

τοῦ δελεασθέντος εὐφραίνεται. Διὸ καὶ ὁ Ψαλμῳδὸς

ἐχθρὸν καὶ ἐκδικητὴν προσηγόρευσε, τὸ τοῦ τρόπου

παλίμβολον ἐκ τῆς τῶν ὀνομάτων σημαίνων ἐναντιό-

τητος. Ἀνθρώπων γὰρ ἐκεῖνος οὐδέποτε γίνεται ἔν-

σπονδός τε καὶ φίλιος· ὑποκρίνεται δὲ τότε τὸ φίλιον,

ὅταν αὐτῷ θελήσῃ προσωπεῖον ἀπάτης ἐνδύσασθαι.

Ἀλλ' ὁ τῆς ἀσθενείας τῆς ἡμετέρας ἐπίκουρος, καὶ

τῶν ἀγαθῶν, καὶ λόγων, καὶ πράξεων γεωργὸς, εὗρε

κατὰ τὸν Ἀβραὰμ ἑαυτῷ πρόβατον εἰς θυσίαν ἐκ τῶν

πολεμούντων οἰκεῖον, ἐκ τῶν βλασφημούντων ὁμο-

λογητὴν, καὶ ἐκ τοῦ συντάγματος τῶν διωκόντων

μάρτυρα. Εἷς γὰρ τῶν τῆς τυραννίδος δημίων, ὀπτα-

σίας ἀγγέλων ἀξιωθεὶς τῶν ἐλθόντων ἐπὶ τοὺς μάρ-

τυρας, καὶ περιλαμφθεὶς τῇ ἐπιφανείᾳ τῶν ἁγίων

πνευμάτων, ὥς ποτε Παῦλος τῇ δόξῃ Χριστοῦ, ἡνίκα

τὴν ἐπὶ Δαμασκὸν ἐπορεύετο, εὐθὺς τὴν γνώμην μετ-

έθετο, καὶ γυμνώσας ἑαυτὸν τῆς ἐσθῆτος, τοῖς πηγνυ-

μένοις συνανεμίχθη. Πάντα δὲ ἐν ὀλίγῃ καιροῦ ῥοπῇ

συνάψας ἐγένετο, προσήλυτος, ὁμολογητὴς, μάρτυς,

λουσάμενος ἐν τῷ ἰδίῳ αἵματι τὸ τῆς παλιγγενεσίας

λουτρὸν, αἵματι τῷ νεκρωθέντι, καὶ μὴ ῥεύσαντι·

ἀνὴρ στεφανίτης, ἀνὴρ τοῦ παντὸς ἄξιος· τῇ τοῦ

Θεοῦ Ἐκκλησίᾳ δι' ἐκεῖνον ἔχω τοὺς μʹ. Διὰ τὸν γεν-

ναῖον οὐ κολοβὸς ἡ τῶν μαρτύρων παράταξις. Διὰ

τὸν προσήλυτον τελείαν ἄγομεν ἐπ' ἀριθμῷ τελείῳ

πανήγυριν. Ὁ δὲ διάβολος χαρίεν ἔπαθεν πρᾶγμα

καὶ γέλωτος ἄξιον· ὡς γὰρ ἔκλεπτε τὸν στρατιώτην,

ἐσυλήθη τὸν διώκτην καὶ δήμιον.

Εἶτα τί τὰ ἐπὶ τούτοις; Οἱ μὲν τρισμακάριοι ἔφθα-

σαν, ὅπου ἔσπευδον. Ὁ δὲ τῆς τιμωρίας κύριος, οὐκ

ἐνεγκὼν ἀνεκτῶς τῶν μαρτύρων τὴν νίκην, τοῖς νε-

κροῖς ἐπολέμει σώμασι· κελεύσας πυρὶ παραδοθῆναι

τὰς οἰκίας τῶν ἁγίων ψυχῶν, καὶ δι' ἑνὸς πράγματος

ἐμιμεῖτο ἄγρια θηρία καὶ πικροὺς ἄνδρας. Τὰ μὲν

784

γὰρ τῶν διωκομένων ἀνθρώπων φυγόντων τὴν προσ[ο]-

ριφθεῖσαν αὐτοῖς ἐσθῆτα σπαράττει· οἱ δὲ τῶν δυσ-

μενῶν ἀναχωρησάντων τὰς οἰκίας ἐμπιπρῶσι καὶ

καταλύουσι. Καί τις ἂν τῶν μαρτύρων εἶπεν ἐνδί-

κως πρὸς αὐτόν· Οὐκέτι σου, μάταιε, δειλιῶ τὴν ὠμό-

τητα. Ἐφοβούμην γὰρ μέχρις αἱ ψυχαὶ συμπαρῆσαν

τοῖς πηγνυμένοις, μὴ τὸ ὑπερβάλλον τῆς βασάνου νι-

κήσῃ τὴν ἀνδρείαν τῶν εὐσεβῶν· τούτου δὲ παρελ-

θόντος τοῦ δέους, χρῆσαι τῷ ἀπομείναντι πηλῷ, κα-

θὼς βούλει· κἂν ἀπογεύσῃ τῶν σαρκῶν, οὐ φροντίζω.

Ὅσῳ γὰρ λυσσῶσαν δεικνύεις τὴν ὠμότητα, τοσ-

ούτῳ πλέον στεφανοῖς τῶν ἀπελθόντων τὴν νίκην.

Αἱ γὰρ γενναῖαι προσβολαὶ τῶν ἀντιτεταγμένων,

ἀποδείξεις ἀκριβεῖς τῆς ἀνδρείας τῶν κρατησάντων

γίνονται.

Ἀλλὰ τί μακρὰ διατρίβομεν; Ἐφλέχθη τὰ σώ-

ματα, καὶ τὸ πῦρ αὐτὰ διεδέξατο. Τὴν δὲ κόνιν ἐκεί-

νην, καὶ τῆς καμίνου τὰ λείψανα ὁ κόσμος ἐμερίσθη·

καὶ πᾶσα γῆ σχεδὸν τοῖς ἁγιάσμασι τούτοις εὐλο-

γεῖται. Ἔχω κἀγὼ μερίδα τοῦ δώρου, καὶ τῶν ἐμῶν

πατέρων τὰ σώματα τοῖς τῶν στρατιωτῶν παρεθέ-

μην λειψάνοις· ἵνα ἐν τῷ καιρῷ τῆς ἀναστάσεως μετὰ

τῶν εὐπαῤῥησιαστῶν βοηθῶν ἐγερθῶσιν. Οἶδα γὰρ,

ὡς ἰσχύουσι, καὶ τῆς παῤῥησίας αὐτῶν τῆς πρὸς

Θεὸν ἐναργεῖς ἐθεασάμην τὰς ἀποδείξεις· καὶ δὴ

βούλομαι ἕν τι τῶν εἰς θαῦμα τελούντων τῆς ἐκείνων

ἐνεργείας εἰπεῖν· Κώμης τῆς ἐμοὶ προσηκούσης, ἐν

ᾗ τὰ τῶν τρισμακαρίων τούτων ἀναπέπαυται λείψανα,

ἔστι τις πολίχνη ἡ γείτων, Ἴβωρα καλοῦσιν αὐτήν.

Ἐν δὴ ταύτῃ, κατὰ τὸν συνήθη Ῥωμαίοις νόμον,

καταλόγου στρατιωτῶν διάγοντος, εἷς τις τῶν ὁπλι-

τῶν ἐπὶ τὴν κώμην τὴν προλεχθεῖσαν ἀφίκετο, πρὸς

φυλακὴν τοῦ χωρίου παρὰ τοῦ ταξιάρχου δοθείς·

ἵνα τῶν συστρατιωτῶν ἑαυτοῦ τὰς ὁρμὰς καὶ τὰς

ὕβρεις ἀνείργῃ, ἃς εἰώθασιν ἐπάγειν τοῖς ἀγροίκοις

ὑπὸ θράσους οἱ ὁπλιτεύοντες. Ἐνόσει δὲ οὗτος τὸν

ἕτερον τοῖν ποδοῖν, καὶ ἐχώλευε· καὶ τὸ πάθος αὐτῷ

χρόνιον καὶ δυσίατον ἦν. Ἐπεὶ δὲ ἐντὸς ἐγένετο τοῦ

μαρτυρίου καὶ τῆς ἀναπαύσεως τῶν ἁγίων, καὶ Θεῷ

προσευξάμενος, τὴν τῶν ἁγίων πρεσβείαν ἐπεκαλέ-

σατο· νύκτωρ αὐτῷ φαίνεταί τις ἀνὴρ ἀξιοπρεπὴς,

καί τινα ἄλλα διαλεχθεὶς, «Χωλεύεις,» ἔφη, «ὦ

στρατιῶτα, καὶ δεῖ σοι θεραπείας; ἀλλὰ δός μοι

ψηλαφῆσαι τὸν πόδα.» Λαβόμενος δὲ ὄναρ αὐτοῦ,

σφοδρῶς ἐφειλκύσατο. Τῆς δὲ νυκτερινῆς ὄψεως τοῦτο

ποιούσης, ὕπαρ τηλικοῦτος ἐγένετο ψόφος, οἷος ἂν

γένοιτο, ὀστέου τῆς φυσικῆς ἁρμονίας ἐξολισθήσαντος,

εἶτα βιαίως ἐναρμοσθέντος· ὥστε ἀφυπνίσαι καὶ τοὺς

συγκαθεύδοντας καὶ αὐτὸν τὸν στρατιώτην, διεγερ-

θῆναι δὲ τὸν ἄνθρωπον εὐθὺς, καὶ βαδίζειν ὑγιῶς

κατὰ φύσιν, ὡς * εἴωθεν. Ταύτην τὴν θαυματουργίαν

εἶδον ἐγὼ, αὐτῷ τῷ ἀνθρώπῳ περιτυχὼν ἐξαγγέλ-

λοντι πρὸς πάντας, καὶ κηρύττοντι τὴν μαρτύρων

εὐεργεσίαν, καὶ τὴν τῶν στρατιωτῶν φιλανθρωπίαν

ἀνυμνοῦντι.

Εἰ δέ τι χρὴ προσθεῖναι καὶ τῶν κατ' ἐξαίρετόν

μοι προσηκόντων, ἐρῶ. Ἡνίκα γὰρ τὴν ἐπὶ τοῖς λει-

ψάνοις πανήγυριν τὴν πρώτην τελεῖν ἐμέλλομεν, κἀν

τῷ ἁγίῳ σηκῷ ἀναπαύειν τὴν λάρνακα, ἡ μήτηρ ἡ

785

ἐμή· αὕτη γὰρ ἦν ἡ τῷ Θεῷ συνάγουσα καὶ κο-

σμοῦσα τὴν ἑορτήν· ἡ * δὲ ἥκειν με πρὸς τὴν μετουσίαν

τῶν δρωμένων ἐκέλευσε, πόῤῥω τε διάγοντα, καὶ ἔτι

νέον ὄντα, κἀν τοῖς λαϊκοῖς ἀριθμούμενον. Οἷα δὲ φιλεῖ

γίνεσθαι ἐπὶ πράγμασι κατεπείγουσιν, ἄσχολος ὢν,

βαρύτερον ὁ ἀνόητος ἐδεξάμην τὴν κλῆσιν, ὑπομεμ-

ψάμενος τῇ μητρὶ, ὅτι μὴ εἰς ἄλλον καιρὸν ὑπερέθετο

τὴν πανήγυριν, ἀλλά με πολλῶν ἀποκινήσασα φρον-

τίδων, μεθείλκυσε ταύτῃ, καὶ πρὸ μιᾶς τῆς συνόδου.

Ἀφικόμην εἰς τὸ χωρίον· παννυχίδος δὲ οὔσης ἐν

κήπῳ, ἔνθα καὶ τὰ λείψανα τῶν ἁγίων ἐτύγχανε

ψαλμῳδίαις τιμώμενα, ἐμοὶ πλησίον ἐπί τινος δω-

ματίου καθεύδοντι φαίνεται ὄναρ ὄψις τοιαύτη·

Ἐδόκουν βούλεσθαι εἰσιέναι ἐν τῷ κήπῳ, ἔνθα ὕπαρ ἡ

παννυχὶς ἐτελεῖτο. Γενομένῳ δέ μοι περὶ τὴν θύραν,

πλῆθος ὤφθη στρατιωτῶν προσκαθήμενον τῇ εἰσόδῳ·

ἀθρόον δὲ οἱ πάντες διαναστάντες, ῥάβδους ἐπανατει-

νόμενοι, καὶ ἀπειλητικῶς ἐφορμῶντες, οὐ συνεχώ-

ρουν τὴν εἴσοδον· ἔλαβον δ' ἂν καὶ πληγὰς, εἰ μή με

εἷς, ὡς ἐδόκουν, φιλανθρωπότερος ἐξῃτήσατο. Ὡς δέ με

ὁ ὕπνος ἀφῆκε, καὶ ἦλθον εἰς ἀναλογισμὸν τῆς ἐπὶ

τῇ κλήσει πλημμελείας, ᾐσθόμην μὲν εἰς τί ἔφερεν

ἡ τῶν στρατιωτῶν ἐπίφοβος ὀπτασία· πολλοῖς δὲ

θρήνοις ὠδυρόμην τὴν ἐμαυτοῦ ματαιότητα· καὶ αὐτῇ

γε τῇ θήκῃ τῶν λειψάνων πικρὸν ἐπέῤῥευσα δάκρυον,

ἵνα μοι ὁ Θεός τε εὐμενῶς ἔχῃ, καὶ οἱ ἅγιοι στρατιῶ-

ται τὴν ἀμνηστίαν χαρίσωνται.

Ταῦτα εἶπον, ἵνα πεισθῶμεν, ὅτι ζῶσιν οἱ μάρτυ-

ρες, καὶ εἰσὶ Θεοῦ δορυφόροι, καὶ πάρεδροι, οἱ σή-

μερον ἡμῶν τὴν Ἐκκλησίαν ὠφελήσαντες καὶ κοσμή-

σαντες· λαμπροτέρα δὲ καὶ μείζων αὕτη ἡ τεσσα-

ρακοστὴ τῶν μʹ μαρτύρων τὴν μνήμην ἔχουσα, καὶ ὁ

μὴν ἐπιφανέστερος τῶν μηνῶν, καὶ ὁ μοχθηρὸς χει-

μὼν οὐκέτι μοι δοκεῖ χαλεπός· οὐδὲ σχετλιάζω κατὰ

τῆς ἐνεστῶτος καιροῦ ἀγριότητος. Οὗτος γὰρ ὅπλον

τοῦ διώκτου γενόμενος, ταύτην μοι τὴν ἱερὰν ἐτε-

λείωσε φάλαγγα. Καὶ ὥσπερ τῶν ἑπτὰ Μακκαβαίων

ἡ μήτηρ, διὰ τὸ ψυχὴν ἔχειν φιλόθεον μᾶλλον ἢ

φιλόσαρκον, οὔτε τὴν Ἀντιόχου τοῦ τυράννου Συρίας

ὠμότητα κατεμέμψατο, οὔτε πρὸς τὰς κολάσεις καὶ

τὰς συμφορὰς τῶν υἱῶν ἐδυσχέρανεν· ἐδέξατο δὲ

τὴν ἐρημίαν, ὡς εὐεργεσίαν, καὶ τὴν ἀπαιδίαν, ὡς

βοήθειαν· οὔτε μὴν ὁ Στέφανος λιθαζόμενος ἐνόμιζε

βλάπτεσθαι, ἀλλὰ μᾶλλον ζωοποιεῖσθαι· οὕτως καὶ

ἡμεῖς τοῖς θεομάχοις ὀφείλομεν χάριν ἐκ τῆς ἀγαθῆς

ἀποβάσεως, ἀνθ' ὧν ἡμῖν τοσούτων ἀγαθῶν κατέστη-

σαν αἴτιοι, εἰ καὶ μὴ σκοπῷ εὐεργετούντων, ἀλλὰ

πολεμούντων ἐνήργουν. Εὐεργετοῦσι γὰρ καὶ ἐχθροὶ

μὴ θέλοντες, τῶν γνησίων φίλων οὐκ ἀτιμότερα.

Ὠφέλησεν ὁ διάβολος τὸν Ἰὼβ μᾶλλον, ἢ ἔβλαψεν,

Εὐεργέτης ὁ βασιλεὺς τῶν Ἀσσυρίων τοῦ Δανιὴλ

ἐγένετο. Καὶ οἱ τρεῖς παῖδες τῇ καμίνῳ χάριν ὁμο-

λογείτωσαν· καὶ πρισθεὶς ὁ Ἡσαΐας τοὺς Ἑβραίους

ὑμνείτω. Καὶ Ζαχαρίας μεταξὺ τοῦ ναοῦ καὶ τοῦ

θυσιαστηρίου σφαγεὶς τιμάτω τοὺς αὐτόχειρας· καὶ

Ἰωάννης τὴν κεφαλὴν ἀποτμηθεὶς, εὐεργέτην κηρυτ-

τέτω Ἡρώδην· καὶ οἱ ἀπόστολοι τοὺς δήσαντας καὶ

μαστίξαντας· καὶ πάντες μάρτυρες ἀγαπάτωσαν

788

τοὺς διώκοντας· εἰ μὴ γὰρ ἐκεῖνοι τὸ στάδιον ἤνοιξαν,

οὐκ ἂν οἱ ἀθληταὶ τὴν ἀνδρείαν ἐδημοσίευσαν. Τί

δ' ἄν τις πλέον ἀγασθείη τῶν προκειμένων ἡμῖν εἰς

εὐφημίαν ἀνδρῶν; τὸ πλῆθος, ἢ τὴν ἀνδρείαν, ἢ τὴν

ἀψευδῆ συμφωνίαν; Καὶ μὴ παρέλθωμεν ἀναισθήτως,

μηδὲ ἀχαρίστως πρῶτον τὸν ἀριθμόν. Ὁ γὰρ τοσ-

ούτους ἔχων πρεσβευτὰς, οὔποτ' ἂν ἄπρακτος ἀπέλθοι

προσευχῆς καὶ δεήσεως, κἂν σφόδρα βεβαρημένος

ὑπάρχῃ τοῖς ἁμαρτήμασι. Καὶ ταύτης τῆς διανοίας

καὶ ἐλπίδος, μάρτυς ἐστὶν ὁ Θεὸς, ἐν τῇ πρὸς Ἀβραὰμ

διαλέξει, ἡνίκα τὴν ὑπὲρ Σοδομιτῶν ἱκετείαν ἐδέ-

χετο, οὐ τεσσαράκοντα δικαίους, ἀλλὰ δέκα ζητήσας

εἰς παραίτησιν πόλεως μελλούσης ἐξαφανίζεσθαι.

Ἡμεῖς δὲ, κατὰ τὸν Ἀπόστολον, τοσοῦτον ἔχοντες

περικείμενον ἡμῖν νέφος μαρτύρων, μακαρίσωμεν

ἑαυτοὺς τῇ ἐλπίδι χαίροντες, τῇ προσευχῇ προσκαρ-

τεροῦντες, ταῖς μνήμαις τῶν ἁγίων κοινωνοῦντες.

Τεσσαράκοντα γὰρ μάρτυρες, ἰσχυροὶ μὲν κατὰ τῶν

ἐχθρῶν ὑπασπισταὶ, ἀξιόπιστοι δὲ τῆς πρὸς τὸν Δε-

σπότην ἱκεσίας παράκλητοι· μετὰ τῆς τούτων ἐλπί-

δος καταθαῤῥείτω Χριστιανὸς, καὶ τοῦ διαβόλου πει-

ρασμοὺς ῥάπτοντος, καὶ ἀνθρώπων πονηρῶν ἐπαν-

ισταμένων, καὶ τυράννων τῷ θυμῷ ζεόντων, καὶ

θαλάσσης ἀγριαινούσης, καὶ γῆς μὴ φερούσης, ἃ

γεννᾷν ἀνθρώποις τέτακται, καὶ οὐρανοῦ συμφορὰς

ἀπειλοῦντος. Πρὸς πᾶσαν γὰρ χρείαν, καὶ περίστα-

σιν ἡ τούτων δύναμις ἐξαρκεῖ, καὶ πλουσίαν παρὰ

Χριστοῦ λαμβάνει τὴν χάριν· ᾧ πρέπει πᾶσα δόξα

εἰς τοὺς αἰῶνας. Ἀμήν.

{ΤΟΥ ΑΥΤΟΥΕΓΚΩΜΙΟΝΕΙΣ ΤΟΝ ΟΣΙΟΝ ΠΑΤΕΡΑ ΗΜΩΝ ΕΦΡΑΙΜ.} Κινεῖ με πρὸς τὴν παροῦσαν ὑπόθεσιν ἡ ἐν τοῖςθείοις Εὐαγγελίοις παραβολὴ, ἡ τοῦ λύχνου μυστ-αγωγία, καὶ τὴν γλῶτταν κημῷ τῆς ἀφωνίας λύει δου-λεύουσαν, καὶ τὰς ὁδοὺς τῶν νοημάτων, ὡς ἱππηλά-τους τρίβους προομαλίζει, καὶ τὸ τοῦ λόγου πολυει-δέστατον ἅρμα ἐπὶ λεωφόρον τρέχειν ὁδὸν ἑτοιμάζεται,ὧδέ πῃ διαπρυσίως βοῶσα· Οὐ καίουσι λύχνον,καὶ τιθέασιν ὑπὸ τὸν μόδιον, ἀλλ' ἐπὶ τὴν λυ-χνίαν, καὶ λάμπει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ. Καὶ τὸἐκ τούτου ἐν βάθει νοούμενον ἐπάγει λέγουσα· Οὕ-τως λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀν-θρώπων, ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν. Οὐκ ἂνὑπαίτιον γοῦν ἐγκαλύπτεσθαι, καὶ δειλιᾷν, ἐν οἷς αὐ-τὸς ὁ Δεσπότης θαῤῥεῖν παρηγγύησεν; Ὃς οἱονεὶφαιδρὰν καὶ τῆς ἡλιακῆς λαμπροτέραν ἀνάψας λαμ-πάδα, τὴν τοῦ προκειμένου θείου Πατρὸς ἡμῶν εἰςδιήγησιν πολιτείαν, οὐχ ὑπὸ τὸν τῆς σιγῆς κατα-κρύπτεσθαι ταύτην βούλεται μόδιον, ἀλλ' ἄνω προ-κεῖσθαι ἐπ' αὐτῆς τῆς Ἐκκλησιαστικῆς κορυφῆς,ὥστε φαίνειν πᾶσι τοῖς ἐν τῇ κοσμικῇ περιστρεφομέ-νοις οἰκίᾳ· ἐκ ταύτης τε τοὺς ὁρῶντας δοξάζειν τὸνΠατέρα τὸν ἐν τοῖς οὐρανοῖς. Οὐκ ἄρα τὸν πατρικὸν εὐλαβητέον ἐκείνου δεσμὸν,ὅτι Δεσποτικὸς πατεῖται θεσμός· ἀνάγκη γὰρ ἐκεῖθεντῶν ἐπαίνων λαβεῖν τὰς ἀρχὰς, κἂν ἡ νῦν παράληψιςτῇ θέσει κατόπιν τῶν ἐγκωμίων ἀφώρισται. Ἐπει-δήπερ τῷ καλῶς διακρίνειν εἰδότι τὰ πράγματα, οὐδεσμὸς ἐκεῖνος ἁπλῶς, ἀπείργων ἐγκωμίοις καταστέ-φειν τὴν ἀνθρωπίνην δόξαν ἀποστρεφόμενον· ἀλλὰδεσμὸς ἄδεσμος, καὶ κατοχὴ ἀκάθεκτος, πρὸς τὸἐναντίον τοὺς ἐραστὰς συνωθοῦσα. Δι' ὧν γὰρ ἐκεῖνοςτοὺς ἡμετέρους ἐκφυγεῖν ἐπαίνους κατεστοχάσατο,δεσμῷ τὴν ἐγχείρησιν ἀποτειχίσας, διὰ τούτων ἡμεῖςτὰς ἀφορμὰς τῶν ἐγκωμίων λαμβάνομεν. Ἕκαστονμὲν οὖν αὐτοῦ πλεονέκτημα πρὸς ἀφορμὴν ἐπαίνουτελείου, μάλιστα δὲ τὸ μὴ χαίρειν ἐπαίνῳ. Ἐβούλετογὰρ οὐ δοκεῖν, ἀλλ' εἶναι χρηστός. Δι' αὐτὸ τοιγαροῦνκαὶ μόνον, κἂν μηδὲν ἕτερον ἄξιον πέπραχεν ἐπαί-νων, ἐγκωμιάζεσθαι δίκαιον, ὅτι τοσοῦτον χαίρεινεἶπε τοῖς ἐγκωμίοις, ὡς καὶ δεσμῷ σφραγίσαι τὴνἐπ' αὐτοῖς ἐπιτίμησιν. Ἡμῖν δὲ τοῦτο πρῶτον ἀνοί-γει τοῦ λόγου τὸ στάδιον, καὶ πληροφορεῖ μὴ βαίνεινἀσκόπως, μηδὲ κατὰ κρημνοῦ φέρεσθαι, ἀλλὰ βασι-λικὴν ὁδεύειν ὁδὸν, καλῶς ἀναλογιζομένοις, ὅτιπερ εἰμὴ ἄξιον ἐπαίνων ἑαυτὸν ὁ θαυμάσιος τοῦ Θεοῦ συν-εώρα, οὐκ ἂν εὐφημεῖν αὐτὸν ἀπεῖργε τοὺς θέλον-τας. Οὐδεὶς γὰρ μὴ θαυμαζόμενος, ἔτι περιὼν, ἐπὶμεγίστοις πλεονεκτήμασι παρεγγυᾷ τοῖς μετέπειτα,λήθης πτώματι τὴν ἑαυτοῦ μνήμην παραφανίζειν.Πρὸς δὴ τούτοις ἔστι καὶ τοῦτο εἰπεῖν· ὅτι καθάπερΠαῦλος ὁ ῥήτωρ τῆς χάριτος, ὁ νυμφοστόλος τῆς Ἐκ-κλησίας, τὸ τοῦ Χριστοῦ στόμα, οὐκ ἀπώλεσε τὸ κα-λεῖσθαι Ἀπόστολος, διὰ τὸ εἰπεῖν, Οὐκ εἰμὶ ἄξιοςκαλεῖσθαι Ἀπόστολος· μᾶλλον μὲν οὖν διὰ τοῦτοαὐτὸ τὸ μετριοφρονῆσαι, μεῖζον ἀπηνέγκατο κλέος.Οὕτω δὴ καὶ ὁ μέγας Πατὴρ ἡμῶν, ἀνάξιον ἑαυτὸνἐπαίνων δι' εὐλάβειαν κρίνας, ἄξιος εὑρεθήσεταικατὰ τὸ ἀκόλουθον. Ἐπεὶ οὖν ἡμέτερος τῆς Ἐκκλησίας νόμος, τοὺςτῆς ἀρετῆς ζηλωτὰς ἐκ τοῦ ταύτης τὰ εἴδη μετέρ-χεσθαι στεφανοῦν οἶδε· καὶ τούτων ὅσοι μάλιστα τῷταπεινῷ τοῦ φρονήματος μέτρῳ πνευματικῶς ἀν-υψώθησαν, κατὰ τὸ τοῦ Κυρίου ἐν Εὐαγγελίοις ὧδέπως εἰρημένον· Ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται·ἔξω παντελῶς ψόγου καὶ σκώμματος καὶ αὐτῆςτυγχάνουσι κατακρίσεως, οἱ τοῦ παρόντος θεοφόρουΠατρὸς τὰς ἀρετὰς ἀναγράφοντες, καὶ οἷον εἰς στή-λην ἔμπνουν καὶ ζῶσαν τὸν ἐκείνου βίον ἡμῖν ἀνεγεί-ροντες. Καὶ τῶν ἐπαγγελθέντων ὁ σοφὸς ἀκροατὴςἐπόψει τὸ ἀψευδὲς, κατόπιν τοῦ λόγου τὰς ποικίλαςαὐτοῦ τῶν ἀρετῶν ἰδέας ἀναλεγόμενος, ὧν ἡμεῖς καθ-άπερ ἕνα τινὰ χρυσοκόλλητον στέφανον, πολυτίμοιςκαὶ διαφόροις περιηνθισμένον χρυσουργήσαντες λί-θοις, τῇ νύμφῃ Χριστοῦ Ἐκκλησίᾳ δῶρον ποθούμενονπροσκομίσομεν· χαίρει γὰρ τοῖς τοιούτοις φιλοφρο-νεῖσθαι χαρίσμασιν, ὅτε μνήμη δικαίων ἀπαντήσειἐτήσιος. Ἐφραῒμ δὲ νῦν εἰς εὐφημίαν περιήγαγετρέχων ὁ χρόνος· καὶ πῶς οὐ περιχαρῶς τὸ τούτουμνημόσυνον ὑποδέξεται; Ἐφραῒμ ἐκεῖνον, τὸν ἐν πᾶσι Χριστιανῶν περιφε-ρόμενον στόμασιν. Ἐφραῒμ λέγω τὸν Σύρον· οὐ γὰρτὸ γένος ἐπαισχύνομαι, οὗ τοῖς τρόποις ἐγκαλλωπί-ζομαι. Ἐφραῒμ, οὗ εἰς πᾶσαν τὴν γῆν τὸ φέγγος τοῦβίου καὶ τῆς θεωρίας ἐξέλαμψεν· ὁ πάσῃ τῇ ὑφ' ἡλίῳσχεδὸν γινωσκόμενος, παρὰ τοσούτοις τε ἀγνοούμε-νος, παρ' ὅσοις ὁ μέγας τῆς Ἐκκλησίας φωστὴρ Βα-σίλειος· Ἐφραῒμ, ὁ νοητὸς ὄντως τῆς ἘκκλησίαςΕὐφράτης, ἐξ οὗ τὸ τῶν πιστῶν καταρδευόμενον πλή-ρωμα εἰς ἑκατὸν ἀποδίδωσι τὸν σπόρον τῆς πίστεως·Ἐφραῒμ, ἡ πολύφορος τοῦ Θεοῦ ἄμπελος, ἡ δίκηνβοτρύων γλυκερῶν καρποὺς ἀνθοῦσα διδασκαλίας,καὶ τοὺς τῆς Ἐκκλησίας τροφίμους τῷ κόρῳ τῆςθείας ἀγάπης εὐφραίνουσα· Ἐφραῒμ, ὁ καλὸς καὶ πι-στὸς οἰκονόμος τῆς χάριτος, ὁ τοὺς λόγους τῶν ἀρε-τῶν ἀναλόγως τοῖς ὁμοδούλοις σιτομετρῶν, καὶ τὴνδεσποτικὴν οἰκίαν οἰκονομούμενος ἄριστα. Οὗ τὸ γέ-νος καὶ τὴν ἐνεγκαμένην καὶ προγόνων περιφάνειαν,καὶ γεννητόρων εὔκλειαν, καὶ γέννησιν, καὶ ἀνατρο-φὴν, καὶ αὔξησιν ἡλικίας, καὶ σωματικὴν ἐπιτηδειό-τητα, καὶ τύχην, καὶ τέχνας, καὶ τὰ λοιπὰ τῶν ἔξωλογογράφων ἐρανιζόμενα τοῖς ἐπαίνοις σεμνολογή-ματα, περιττὸν εἰς μέσον ἄγειν ὑποτοπήσαντες· ὅτιμὴ τοὺς θείους ἄνδρας ἡμεῖς ἐκ τῶν τοιούτων ἐπαι-νεῖν παρειλήφαμεν· κἂν ἐκ περιουσίας αὐτῷ κἀντεῦ-θεν ὑπάρχει τὸ ἀξιέπαινον, ἐξ ὧν αὐτὸς ἑαυτὸν πε-ριφανῆ βίῳ τε καὶ λόγῳ κατεσκεύασεν, ἐκ τούτων καὶἡμεῖς αὐτῷ τὸν τοῦ λόγου στέφανον ἀναδήσωμεν. Τῶνἐφ' ἡμῖν γὰρ οἱ ἔπαινοι, καὶ τῶν αὐτεξουσίων τὰ γέρα.Τῶν ἀπηριθμημένων δὲ, καὶ ψόγοι παράλογοι, καὶεὐφημίαι ἀνάρμοστοι. Πῶς γὰρ οὗτος ἀπὸ γένους ἐγκωμιάζεσθαι κατ-εδέξατο, ὁ πᾶσαν κοσμικὴν εὐγένειαν βδελυξάμενος,καὶ τέκνον Θεοῦ δι' ἀναλήψεως ἔργων ἀρίστων γενέ-σθαι κατασπασάμενος; Ἢ πῶς ἀπὸ πατρίδος σεμνύ-νεσθαι, ὁ πᾶσαν τὴν γῆν ἀλλοτρίαν ἑαυτοῦ λογιζόμε-νος, καὶ ὡς ἔχθραν τὴν ὑλικὴν κτίσιν ἀποστρεφόμε-νος, διὰ τὴν ἐν οὐρανοῖς ἀποκειμένην ἀΐδιον μακα-ριότητα; Πῶς δὲ πάλιν ἐπὶ προγόνων ἢ γεννητόρωνἡδυνθείη εὐκλείᾳ, ὁ σωματικὴν ἁπλῶς καταπατήσαςπροσπάθειαν, καὶ αὐτὸ τὸ ψυχικὸν χιτώνιον, ἤτοισαρκίον βαρούμενος, ὡς ἐμποδὼν αὐτῷ πρὸς τοὺςτῆς ἀρετῆς ὀξυτάτους εὑρισκόμενον δρόμους; Πῶςδὲ ὅλως ἐκ σωματικῆς αὐξήσεως καὶ ἀναστροφῆς, ἢἐπιτηδειότητος, ἢ τέχνης, ἤ τινος ἄλλης καταπτύστουθελήσειεν ἐπαινεῖσθαι περὶ τὸν βίον ἀσχολίας, ὁ τρα-