The Greek Library Catalogue

Anonymous

De vita Gregorii Thaumaturgi

Edition reference
De vita Gregorii Thaumaturgi, MPG 46: 893–957.
CTS identifier
urn:cts:greekLit:tlg2017.tlg069.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Digital facsimile
View facsimile ↗
Facsimile rights
Creative Commons Public Domain Mark 1.0

46

897

δὲ, ἡ ἀρετή· πόλις δὲ, αὐτὰ τοῦ Θεοῦ τὰ βασίλεια·

ὄνειδος τὴν ἐν τοῖς γηΐνοις φιλοτιμίαν ποιήσεται.

Οὐκοῦν ἀποστάντες καὶ ἡμεῖς τῶν τοιούτων ἐπαί-

νων, οὔτε τὴν πατρίδα τοῖς ἐπαίνοις τοῦ Μεγάλου

Γρηγορίου προσθήσομεν, οὔτε προγόνους εἰς συμμα-

χίαν τῶν ἐγκωμίων παραληψόμεθα, εἰδότες ὅτι οὐδεὶς

ἀληθής ἐστιν ἔπαινος, ὃς ἂν μὴ τῶν ἐπαινουμένων

ἴδιος ᾖ. Ἴδιον δέ φαμεν, ὃ διαμένει πάντως εἰς τὸ δι-

ηνεκὲς ἀναφαίρετον.

Ἐπεὶ οὖν πάντων χωριζόμενοι, πλούτου, περιφα-

νείας, δόξης, τιμῆς, τρυφῆς, ἀπολαύσεως, συγγενῶν,

φίλων, μόνης τῆς κατὰ κακίαν ἢ ἀρετὴν διαθέσεως

ἀχώριστοι μένομεν· μόνον κρίνομεν μακαριστὸν τὸν

ἐνάρετον. Καί με μηδεὶς οἰέσθω τῷ μηδὲν ἔχειν

σεμνὸν περὶ τῆς πατρίδος, ἢ τῶν προγόνων τοῦ ἀν-

δρὸς διηγήσασθαι, ἐν σχήματι τοῦ δοκεῖν περιορᾷν

τῶν τοιούτων ὑπεκκλέπτειν τὸ ὄνειδος. Τίς γὰρ οὐκ

οἶδε τὴν ἐπωνυμίαν τοῦ πόντου τὴν παρὰ πάντων

ἀνθρώπων κατ' ἐξαίρετον ἀνατεθεῖσαν τῷ ἔθνει, δι'

ἧς τῶν ἐξ ἀρχῆς εἰληχότων τὸν χῶρον ἡ ἀρετὴ μαρ-

τυρεῖται; Μόνος γὰρ ἐξ ἁπάσης γῆς τε καὶ θαλάσσης

οὗτος ὁ πόντος Εὔξεινος ὀνομάζεται, εἴτε τὴν πρὸς

τοὺς ἐπιδημοῦντας τῶν ξένων φιλοφροσύνην μαρτυ-

ροῦντος αὐτοῖς τοῦ ὀνόματος, εἴτε καὶ ὅτι τοιοῦτος

ὁ χῶρός ἐστιν, ὡς μὴ μόνον τοῖς ἐγχωρίοις τε καὶ

αὐτόχθοσιν, ἀλλὰ καὶ τοῖς ἁπανταχόθεν εἰς αὐτὸν

φοιτῶσιν, τὰς πρὸς τὸ ζῇν παρασκευὰς ἀφθόνως χα-

ρίζεσθαι. Τοιαύτη γὰρ ἡ φύσις τῆς χώρας, ὡς πάν-

των τῶν πρὸς τὴν ζωὴν ἀναγκαίων πάμφορος εἶναι,

καὶ μηδὲ[ν] τῶν παρ' ἑτέροις ἀγαθῶν ἀμοιρεῖν, ὡς καὶ

τῆς θαλάσσης αὐτοῖς ἴδια τὰ πανταχόθεν ποιούσης.

Τοιούτου δὲ ὄντος τοῦ ἔθνους παντὸς, ὡς ὅπερ ἄν τις

αὐτοῦ μέρος ἐφ' ἑαυτοῦ κατασκέψηται, τῶν ἄλλων

προτερεύειν οἴεσθαι· οὐδὲν δὲ ἧττον τῇ κοινῇ κρίσει

τοῦ ἔθνους, οἷόν τις κορυφὴ πάσης τῆς περιοικίδος

τῶν ἄλλων, ἡ τοῦ μεγάλου Γρηγορίου πόλις ἐστὶν, ἣν

βασιλεύς τις ἐπίσημος τῶν τὴν ἀρχὴν τοῖς Ῥωμαίοις

κρατυνομένων, Καῖσαρ τὸ ὄνομα, ἔρωτι καὶ πόθῳ

τῆς χώρας ἁλοὺς, ἐπὶ τῷ ἰδίῳ ὀνόματι Νεοκαισά-

ρειαν καλεῖσθαι τὴν πόλιν ἠξίωσεν. Ἀλλ' οὐδὲν ταῦτα

πρὸς τὸν σκοπὸν τὸν ἡμέτερον, ὥστε διὰ τούτων

οἴεσθαι σεμνότερον ἀποδεικνύειν τὸν μέγαν ἐν ἁγίοις

ἐκεῖνον, εἰ καρποῖς βρίθει ἡ χώρα, εἰ ἡ πόλις κατα-

σκευαῖς κεκαλλώπισται, εἰ τῇ γείτονι θαλάττῃ τὰ

πανταχόθεν πρὸς τὸ δοκοῦν κατ' ἐξουσίαν εἰσάγεται.

900

Ἀλλ' οὐδὲ τῶν προγόνων αὐτοῦ, τῶν προκαθηγησα-

μένων τῆς κατὰ σάρκα γενέσεως, μνήμην ἐπὶ τοῦ

λόγου ποιήσομαι, πλοῦτον καὶ φιλοτιμίας καὶ τὰς

κοσμικὰς περιφανείας αὐτῶν διηγούμενος. Τί γὰρ

ταῦτα συντελέσειε πρὸς ἔπαινον, τάφοι, καὶ στῆλαι,

καὶ ἐπιγράμματα, καὶ τὰ νεκρὰ διηγήματα πρὸς τὸν

τοῦ κόσμου παντὸς ἑαυτὸν ὑπεράραντα; ἄλλως δὲ

οὔτε δυνατόν ἐστιν εἰς κοινωνίαν τῆς εὐφημίας ἐκεί-

νους ἄγειν, ὧν τὴν συγγένειαν οὗτος τῆς κατὰ ψυχὴν

ἀγχιστείας ἠρνήσατο; Οἱ μὲν γὰρ ἐν τῇ πλάνῃ τῶν

εἰδώλων ἐματαιώθησαν· ὁ δὲ, πρὸς τὴν ἀλήθειαν ἀνα-

βλέψας, τῇ ἄνω συγγενείᾳ διὰ τῆς πίστεως ἑαυτὸν

εἰσεποίησεν.

Ἀλλ' ὅπως μὲν, ἢ ἀπὸ τίνων ἐγένετο, ἢ τίνα τὸ

κατ' ἀρχὰς ᾤκησε πόλιν, ὡς οὐδὲν ἡμῖν συντελοῦντα

πρὸς τὴν προκειμένην σπουδὴν, παραλείπομεν· ἀρ-

χὴν δὲ ταύτην τῆς εὐφημίας ληψόμεθα, ἣν ἐκεῖνος

τοῦ κατ' ἀρετὴν βίου πεποίηται. Ἐπειδὴ γὰρ ἐν

κομιδῇ νέῳ τῷ σώματι τῆς φυσικῆς κηδεμονίας ἔρη-

μος ἦν, τῶν γονέων τετελευτηκότων τὸν βίον, ὅτε

ἀτελὴς ὑφ' ἡλικίας οὖσα τοῖς πολλοῖς ἡ διάνοια τῆς

τοῦ καλοῦ κρίσεως ἁμαρτάνει, ἔδειξεν εὐθὺς παρὰ

τὴν πρώτην, οἷος ἐν τῷ τελείῳ τῆς ἡλικίας γενή-

σεται. Καὶ καθάπερ τὰ εὐγενῆ τῶν βλαστημάτων,

ὅταν ἐκ πρώτης αὐξήσεως εἰς εὐθυγενεῖς ἀναδράμῃ

τοὺς ὅρπηκας, προδείκνυσι τοῖς γηπόνοις διὰ τῆς

παρούσης ὥρας τὸ εἰς ὕστερον κάλλος· τὸν αὐτὸν

τρόπον κἀκεῖνος, ὅτε τοῖς ἄλλοις ὑπ' ἀγνοίας περι-

σφαλής ἐστιν ἡ ψυχὴ, πρὸς τὰ μάταιά τε καὶ ἀνόνητα

κατολισθαινούσης προχείρως ὡς τὰ πολλὰ τῆς νεότη-

τος· τότε διὰ τῆς πρώτης τοῦ βίου αἱρέσεως, ἔδειξεν

ἐφ' ἑαυτοῦ τὸν Δαβὶδ ἀληθεύοντα, ὅτι Δίκαιος ὡς

φοῖνιξ ἐξανθήσει. Μόνον γὰρ δὴ τοῦτο τῶν δένδρων

τελείῳ τῷ πάχει τῆς κορυφῆς ἀπὸ τῆς γῆς ἀναφύε-

ται· καὶ τῆς κατὰ τὸ μῆκος ἐπιδιδούσης αὐξήσεως,

οὐδεμίαν ἐπὶ τὸ πλάτος προσθήκην ἀπὸ τοῦ χρόνου

δέχεται. Οὕτω κἀκεῖνος ἀπὸ τῆς πρώτης ἤνθησε

βλάστης, εὐθὺς τῇ αἱρέσει τοῦ βίου τέλειος ἀνασχὼν

καὶ ὑψίκομος. Πάντων γὰρ ἀποστὰς, περὶ ἃ τὸ νέον

τῆς ἡλικίας ἐπτόηται, ἱππικῆς, κυνηγεσίων, καλ-

λωπισμάτων, ἐνδυμάτων, κυβείας, τρυφῆς· εὐθὺς ὅλος

τῆς τῶν ἀρετῶν κτήσεως ἦν, τὸ πρόσφορον ἀεὶ τῆς

παρούσης αὐτῷ ἡλικίας καθεξῆς προαιρούμενος. Γί-

νεται δὲ αὐτῷ πρώτη τῆς κτήσεως τῶν ἀρετῶν, ἡ

περὶ τὴν σοφίαν σπουδή. Ταύτῃ δὲ συνείπετο καθά-

περ τις πῶλος συνεζευγμένη ἡ σωφροσύνη· πρὸς

ἀμφότερα δὲ σύμμαχος ἦν ἡ ἐγκράτεια· τὸ δὲ ἄτυ-

φον αὐτῷ καὶ ἀόργητον, τῇ τῶν χρημάτων ὑπεροψίᾳ

συγκατωρθώθη. Οὐ γὰρ ἔστιν ἄλλη τύφου τε καὶ

ὑπερηφανίας γένεσις, μὴ τῆς πλεονεξίας ἑαυτῇ τὰ

τοιαῦτα πάθη συνεισαγούσης. Καθάπερ δὲ τὸν πα-

901

τριάρχην Ἀβραὰμ ὁ λόγος κατέχει, τῆς Χαλδαϊκῆς

φιλοσοφίας ἐν ἐπιστήμῃ γενόμενον, καὶ τὴν ἐναρμό-

νιόν τε καὶ τεταγμένην τῶν ἄστρων κατανοήσαντα

θέσιν καὶ κίνησιν, ὑποβάθρᾳ χρήσασθαι τῇ περὶ

ταῦτα γνώσει πρὸς τὴν τοῦ ὑπερκειμένου ἀγαθοῦ θεω-

ρίαν, λογισάμενον, ὡς εἰ τὰ τῇ αἰσθήσει ληπτὰ τοιαῦτα,

τί ἂν εἴη τὰ ὑπὲρ αἴσθησιν; καὶ οὕτως τοῦ ζητου-

μένου τυχεῖν, οἷον ἐπιβάντα τῆς ἕξω σοφίας, καὶ

γενόμενον δι' αὐτῆς ὑψηλότερον, ὥστε προσεγγίσαι

τρόπον τινὰ δι' αὐτῆς τοῖς ἀλήπτοις· οὕτω καὶ ὁ

Μέγας οὗτος, τῇ ἔξω φιλοσοφίᾳ δι' ἐπιμελείας καθ-

ομιλήσας, δι' ὧν ὁ Ἑλληνισμὸς τοῖς πολλοῖς βεβαιοῦται,

διὰ τούτων ὡδηγήθη πρὸς τὴν τοῦ Χριστιανισμοῦ

κατανόησιν, καὶ καταλιπὼν τὴν πεπλανημένην τῶν

πατέρων θρησκείαν, ἐζήτει τὴν τῶν ὄντων ἀλήθειαν,

ἐξ αὐτῶν τῶν πεπονημένων τοῖς ἔξωθεν διδαχθεὶς τὸ

τῶν Ἑλληνικῶν δογμάτων ἀσύστατον. Ἐπειδὴ γὰρ

εἶδεν πρὸς διαφόρους ὑπολήψεις ἐν ταῖς περὶ τοῦ Θείου

δόξαις σχιζομένην τὴν Ἑλληνικὴν καὶ τὴν βάρβαρον

ὁμοίως φιλοσοφίαν, καὶ τοὺς τῶν δογμάτων προεστη-

κότας, οὔτε πρὸς ἀλλήλους συμβαίνοντας, καὶ τὸ καθ'

ἑαυτὸν ἕκαστον κρατύνειν τῇ περινοίᾳ τῶν λόγων

φιλονεικοῦντας· τούτους μὲν ὥσπερ ἐν ἐμφυλίῳ πο-

λέμῳ, ὑπ' ἀλλήλων ἀνατρεπομένους κατέλιπεν· κατα-

λαμβάνει δὲ τὸν ἑστῶτα λόγον τῆς πίστεως, τὸν οὐ-

δεμιᾷ λογικῇ τινι περιεργίᾳ καὶ τεχνικαῖς πλοκαῖς

κρατυνόμενον, ἀλλὰ δι' ἁπλότητος ῥημάτων ὁμοτίμως

πᾶσι καταγγελλόμενον· ὃς ἐν αὐτῷ τῷ ὑπὲρ τὴν πί-

στιν εἶναι, τὸ πιστὸν ἔχει. Εἰ γὰρ τοιοῦτον ἦν τὸ λε-

γόμενον, ὡς τῇ τῶν ἀνθρωπίνων λογισμῶν δυνάμει

καταλαμβάνεσθαι, οὐδὲν ἂν τῆς Ἑλληνικῆς σοφίας

διήνεγκε (κἀκεῖνοι γὰρ, ὅπερ ἂν καταλαβεῖν ἐξισχύ-

σωσιν, ἐκεῖνο καὶ εἶναι δοξάζουσιν), ἐπεὶ δὲ ἀνεπί-

βατός ἐστι λογισμοῖς ἀνθρωπίνοις τῆς ὑπερκειμένης

φύσεως ἡ κατάληψις, τούτου χάριν ἡ πίστις ἀντὶ τῶν

λογισμῶν γίνεται, τοῖς ὑπὲρ λόγον τε καὶ κατάληψιν

ἑαυτὴν ἐπεκτείνουσα. Διὰ ταῦτα, καθὼς περὶ τοῦ

Μωϋσέως φησὶν ἡ Γραφὴ, ὅτι ἐπαιδεύθη πάσῃ σοφίᾳ

τῶν Αἰγυπτίων· οὕτως καὶ ὁ Μέγας οὗτος, διὰ πάσης

ἐλθὼν τῆς τῶν Ἑλλήνων παιδεύσεως, καὶ γνοὺς τῇ

πείρᾳ τῶν παρ' αὐτοῖς δογμάτων τὸ ἀσθενὲς καὶ

ἀσύστατον, μαθητὴς τοῦ Εὐαγγελίου καθίσταται· καὶ

πρὶν ἀχθῆναι διὰ τῆς μυστικῆς τε καὶ ἀσωμάτου

γεννήσεως, οὕτως κατώρθου τὸν βίον, ὡς μηδένα

ῥύπον τῆς ἁμαρτίας ἐπὶ τὸ λουτρὸν εἰσενέγκασθαι.

Οὔσης δὲ αὐτῷ τῆς διαγωγῆς ἐν Αἰγύπτῳ κατὰ τὴν

μεγάλην τοῦ Ἀλεξάνδρου πόλιν, εἰς ἣν καὶ ἡ παντα-

χόθεν συνέῤῥει νεότης τῶν περὶ φιλοσοφίαν τε καὶ

ἰατρικὴν ἐσπουδακότων· χαλεπὸν ἦν τοῖς ὁμήλιξι

θέαμα, νέος ὑπὲρ τὴν ἡλικίαν τῇ σωφροσύνῃ κο-

σμούμενος. Ὁ γὰρ τοῦ καθαρεύοντος ἔπαινος, τῶν

μολυνομένων ὄνειδος ἦν. Ὡς ἂν οὖν ἀπολογία τις

εἴη τοῖς ἀκολάστοις, τὸ μὴ μόνους αὐτοὺς εἶναι δοκεῖν

τοιούτους, ἐπίνοιά τις ἐξ ἐπιβουλῆς παρ' αὐτῶν ἐπ-

εσκευάσθη, τοῦ μῶμόν τινα τῷ βίῳ τοῦ Μεγάλου προσ-

τρίψασθαι. Καὶ προβάλλεται παρ' αὐτῶν, εἰς διαβο-

λὴν ἐκείνου, γύναιον ἑταιρικὸν, ἐξ οἰκήματος ἐπ'

904

ἀτιμίᾳ κατεγνωσμένον. Τοῦ δὲ, κατὰ τὸ σύνηθες, τοῖς

λογάσι τῶν ἀνδρῶν ἐν σεμνῷ τῷ σχήματι περί τινος

τῶν κατὰ φιλοσοφίαν διασκοπουμένου καὶ συνασκου-

μένου, πρόσεισι τὸ γύναιον ἀκκιζόμενόν τε καὶ θρυ-

πτόμενον, καὶ διὰ πάντων τὸ εἶναι πρὸς αὐτὸν ἐν συν-

ηθείᾳ, δι' ὧν ἐφθέγγετό τε καὶ ἐποίει, σχηματιζόμενον·

εἶτα ἔλεγε τῶν μισθωμάτων ἀποστερεῖσθαι, προστιθεῖ-

σα καὶ τὰς ἀφορμὰς ὑπ' ἀναιδείας, ὑπὲρ ὧν ᾐτιᾶτο τὴν

τῶν μισθῶν ἀποστέρησιν. Τῶν δὲ συνεγνωκότων αὐτῷ

τὸν καθαρὸν βίον, ἀγανακτούντων τε καὶ ὀργῇ κατὰ

τοῦ γυναίου συγκινουμένων, οὔτε συνεταράχθη τοῖς

ὑπὲρ αὐτοῦ χαλεπαίνουσιν, οὔτε τι τοιοῦτον εἶπεν

συκοφαντούμενος, οἷον εἰκὸς τὸν ἀχθόμενον· οὐ μάρ-

τυρας τοῦ βίου προσεκαλέσατο, οὐχ ὅρκῳ τὸν μῶμον

ἀπώσατο, οὐ τὴν κακίαν τῶν ταῦτα κατ' αὐτοῦ συ-

σκευασαμένων διήλεγξεν· ἀλλ' ἐν ἠρεμαία τε καὶ

καθεστώσῃ φωνῇ πρός τινα τῶν συνήθων ἀποστρα-

φεὶς, «Ὦ οὗτος,» ἔφη, «διάλυσον αὐτῇ τὸ ἀργύ-

ριον, ὡς ἂν μὴ διὰ πλεῖον διοχλοῦσα, τὴν προκειμέ-

νην τοῦ λόγου σπουδὴν ἐπιταράσσοι.» Ἐπεὶ δὲ μα-

θὼν παρὰ τῆς ἑταιρίδος ὁ τοῦτο προστεταγμένος,

ὅσον ᾔτει παρ' αὐτοῦ τὸ ἀργύριον, ἑτοίμως ἅπαν

ἀπηριθμήσατο, καὶ πέρας εἶχεν κατὰ τοῦ σώφρονος

ἡ ἐπιβουλὴ τοῖς ἀκολάστοις, καὶ ἦν ἐν ταῖς χερσὶν

ἤδη τῆς ἀτίμου τὸ κέρδος· τότε δὴ γίνεται θεόθεν

ἥ τε μαρτυρία τῆς σωφροσύνης τοῦ νέου, καὶ τῆς

τῶν ὁμηλίκων συκοφαντίας ὁ ἔλεγχος. Ὁμοῦ γὰρ τῷ

ὑποδέξασθαι τῇ χειρὶ τὸ ἀργύριον, πνεύματι δαιμο-

νίῳ στρεβλωθεῖσα, καὶ βρυχηθμῷ θηριώδει παρὰ τὴν

ἀνθρωπίνην φωνὴν ἀνοιμώξασα, πίπτει πρηνὴς κατὰ

τὸ μέσον τῶν συνειλεγμένων· θέαμα φρικτόν τε καὶ

φοβερὸν τοῖς παροῦσιν ἀθρόως γεγενημένη, τῶν τρι-

χῶν τε διεῤῥιμμένων, καὶ ταῖς ἰδίαις χερσὶ σπαρασ-

σομένων, καὶ τῶν ὀφθαλμῶν ἀπεστραμμένων, καὶ τοῦ

στόματος τὸν ἀφρὸν παραπτύοντος. Καὶ οὐ πρότερον

ἀνῆκεν καταπνῖγον αὐτὴν τὸ δαιμόνιον, πρὶν ἢ τὸν

Μέγαν ἐκεῖνον ἐπικαλέσασθαι τὸν Θεὸν, καὶ ὑπὲρ

αὐτῆς ἱλεώσασθαι.

Τοιαῦτα τῆς νεότητος τοῦ μεγάλου τὰ διηγήματα,

ἄξια ὡς ἀληθῶς τῶν μετὰ ταῦτα βεβιωμένων αὐτῷ

τὰ προοίμια. Καίτοι γε τὸ θαῦμα τοσοῦτόν ἐστιν, ὡς

εἰ καὶ μηδὲν ἦν ἕτερον ἐπὶ τούτοις εἰπεῖν, μηδενὸς

αὐτὸν τῶν ἐπ' ἀρετῇ διενεγκόντων, ἐκ τούτου μόνου

τὰ δευτερεῖα τῶν ἐπαίνων ἔχειν· πλούσιος, νέος,

ἐν ὑπερορίοις διάγων, ἐν πολυανδρούσῃ πόλει τὴν

διαγωγὴν ἔχων, ἐν ᾗ διὰ τὸ κατ' ἐξουσίαν ταῖς ἡδο-

ναῖς συζῇν τοὺς νέους, ὄνειδος ἦν ἡ καθαρότης τῶν

σωφρονούντων τοῖς ἄφροσιν· οὐ μητρὸς πολυ-

905

πραγμονούσης τὸν βίον, οὐ πατρὸς παιδαγωγοῦντος

τὴν καθ' ἡμέραν ζωήν· εἰς τοσοῦτον ἐπῆρεν ἑαυτὸν

δι' ἀπαθείας πρὸς ἀρετὴν, ὡς τὸν τοῦ παντὸς ἔφορον,

μάρτυρα τῶν βεβιωμένων ποιήσασθαι, τὸν τῇ πο-

νηρᾷ πληγῇ τὴν συκοφαντίαν τῆς γυναικὸς ἀπελέγ-

ξαντα. Καὶ τί ἄν τις ἐπινοήσειε μεῖζον εἰς ἐγκωμίων

ὑπόθεσιν; πῶς δ' ἄν τις κατ' ἀξίαν αὐτὸν θαυμά-

σειεν; Ὃς τῷ λόγῳ καταπαλαίσας τὴν φύσιν καὶ

καθάπερ τι τῶν ὑποχειρίων ζώων ὑποζεύξας τῷ λο-

γισμῷ τὴν νεότητα, καὶ πάντων τῶν φυσικῶν ἐπ-

εγειρομένων παθημάτων κρείττων γενόμενος, καὶ τὸν

πᾶσι τοῖς καλοῖς ἐπιφυόμενον φθόνον καθ' ἑαυτοῦ

κινήσας, καὶ τούτου κρείττων ἐγένετο, μήτε πρὸς

τὴν ἐπιβουλὴν τῶν ἑταίρων ἑαυτὸν διαναστήσας πρὸς

ἄμυναν, καὶ τὴν ὑπηρετησαμένην ἐκείνοις πρὸς τὸν

μῶμον εὐεργετήσας, τοῦ κατὰ τὸν δαίμονα πάθους

διὰ προσευχῆς ἐξελόμενος. Τοιοῦτον ἔγνωμεν διὰ τῆς

ἱστορίας τὸν Ἰωσὴφ, ᾧ προὔκειτο μὲν κατ' ἐξουσίαν

ἡ περὶ τὴν γυναίκα τοῦ δεσπότου παρανομία, αὐτῆς

ἐκείνης ἐπιμανείσης τῇ ὥρᾳ τοῦ νέου· καὶ μάρτυς

τῶν τολμωμένων ἦν ἀνθρώπων οὐδείς· ἀλλὰ κἀκεῖ-

νος πρὸς τὸν θεῖον ὀφθαλμὸν βλέπων, τὸ δόξαι κακὸς

πρὸ τοῦ γενέσθαι προείλετο, τὰ τῶν κακούργων ὑπο-

στὰς μᾶλλον, ἢ κακοῦργος γενόμενος. Ἀλλ' ἔστι τι

τάχα τούτῳ, καὶ πλέον τῆς ἱστορίας καυχήσασθαι· οὐ

γὰρ ἴσον ἐστὶν εἰς ἀποτροπὴν τοῦ μιάσματος, τό τε

τῆς μοιχείας ἄγος, καὶ τὸ δοκοῦν ἐν ἐλάττονι πλημ-

μελήματι τὸν μῶμον ἔχειν. Ὁ τοίνυν ἐν ᾧ κίνδυνός

τις ἐκ τῶν νόμων οὐκ ἦν φοβερωτέραν μᾶλλον τῆς

τιμωρίας αὐτὴν ἐξ ἁμαρτίας ἡδονὴν καθ' ἑαυτὴν εἶ-

ναι κρίνας, ἢ παρήλασε τὸν Ἰωσὴφ τῇ μεγαλοφυΐᾳ

τοῦ θαύματος, ἢ πάντως οὐκ ἐν δευτέροις κριθήσε-

ται. Ἀλλὰ τὸ μὲν προοίμιον τοῦ βίου, τοιοῦτον. Αὐ-

τὸς δὲ ὁ βίος τίς; Ἐπειδὴ πᾶσαν παίδευσιν τῆς ἔξω

σοφίας ἐπιδραμὼν, ἐνέτυχε Φιρμιλιανῷ τινι τῶν εὐ-

πατριδῶν Καππαδόκῃ, ὁμοιοτρόπῳ κατὰ τὸ ἦθος,

ὡς ἔδειξεν ἐκεῖνος τῷ μετὰ ταῦτα βίῳ, κόσμος τῆς

Ἐκκλησίας τῶν Καισαρέων γενόμενος, καὶ τόν τε

σκοπὸν τοῦ φρονήματος καὶ ἰδίου βίου φανερὸν τῷ

φίλῳ ἐποίησεν, ὡς εἴη πρὸς τὸν Θεὸν βλέπων, καὶ

τὴν ἐκείνου σπουδὴν ἔγνω περὶ τὴν αὐτὴν ἐπιθυμίαν

συμβαίνουσαν, καταλιπὼν πᾶσαν τὴν περὶ τῆς ἔξω

φιλοσοφίας σπουδὴν, προσφοιτᾷ μετ' ἐκείνου τῷ κατὰ

τὸν χρόνον ἐκεῖνον τῆς τῶν Χριστιανῶν φιλοσοφίας

καθηγουμένῳ (Ὠριγένης δὲ οὗτος ἦν, οὗ πολὺς ἐπὶ

τοῖς συγγράμμασι λόγος), δεικνὺς καὶ διὰ τούτου,

οὐ μόνον τὸ φιλομαθὲς καὶ φιλόπονον, ἀλλὰ καὶ τὸ

κατεσταλμένον ἐν τῷ ἤθει καὶ μέτριον· τοσαύτης γὰρ

σοφίας ἀνάπλεος ὢν ἑτέρῳ χρήσασθαι διδασκάλῳ

πρὸς τὰ θεῖα τῶν μαθημάτων, οὐκ ἀπηξίωσεν, καὶ

διαγαγὼν παρὰ τῷ διδασκάλῳ χρόνον τοῖς μαθήμασι

σύμμετρον, πολλῶν ὄντων τῶν παρακαλούντων καὶ

κατεχόντων αὐτὸν ἐπὶ τῆς ἀλλοδαπῆς, καὶ παρ' αὐ-

τοῖς ἀξιούντων μένειν, πάντων προτιμοτέραν τὴν

ἐνεγκοῦσαν αὐτὸν ποιησάμενος, ἐπὶ τὴν πατρίδα

πάλιν ἐπάνεισιν, τὸν παντοδαπὸν πλοῦτον τῆς σοφίας

τε καὶ τῆς γνώσεως ἐπαγόμενος, ὃν καθάπερ τις ἔμ-

908

πορος ἐν ταῖς ἔξω σπουδαῖς πᾶσι καθομιλῶν τοῖς εὐ-

δοκίμοις ἐνεπορεύσατο.

Καίτοι γε τῷ δικαίως τὰ πράγματα κρίνοντι οὐδὲ

τοῦτο μικρὸν πάντως εἰς εὐφημίαν δόξει, τὸ πόλεως

τοσαύτην ἱκετηρίαν ἐκ κοινοῦ γενομένην ὑπεριδεῖν,

καὶ πάντων τῶν ἐν αὐτῇ λογάδων τὴν ὑπὲρ τοῦ κατα-

μεῖναι τὸν ἄνδρα σπουδὴν, τῶν τε ἐπιδημούντων

αὐτοῖς ἀρχόντων τὴν εἰς αὐτὸ τοῦτο προθυμίαν παρα-

δέξασθαι· οἷς πᾶσι σκοπὸς ἦν, μεῖναι παρ' αὐτοῖς

τὸν μέγαν ἐκεῖνον, καθάπερ οἰκιστὴν ἀρετῆς, καὶ

βίου νομοθέτην ἐσόμενον· ἀλλὰ φεύγων πανταχόθεν

τὰς πρὸς τὸν τύφον ὕλας, εἰδὼς ἀρχηγὸν ὡς τὰ

πολλὰ τοῦ κατὰ κακίαν βίου τὸ καθ' ὑπερηφανίαν

πάθος γινόμενον, ὥσπερ τινὰ λιμένα, τὸν ἡσύχιον

ἐπὶ τῆς πατρίδος μέτεισι βίον. Παντὸς δὲ τοῦ ἔθνους

πρὸς τὸν ἄνδρα βλέποντος, καὶ πάντων προσδεχομέ-

νων δημοσιεύειν αὐτὸν ἐν κοινοῖς συλλόγοις τὴν παί-

δευσιν, ὡς ἄν τινα καρπὸν σχοίη τῶν μακρῶν πόνων

τὴν ἐπ' αὐτοῖς εὐδοκίμησιν· εἰδὼς ὁ μέγας ἐκεῖνος

ὅθεν προσήκει τὴν ἀληθῆ φιλοσοφίαν παρὰ τῶν ἀκρι-

βῶς μετιόντων δημοσιεύεσθαι, ὡς ἂν μήποτε φιλο-

τιμίᾳ τινὶ τὴν ψυχὴν τρωθείη (δεινὸς γάρ ἐστι τῶν

ἀκουόντων ὁ ἔπαινος, τύφῳ τινὶ καὶ φιλοδοξίᾳ τῆς

ψυχῆς ὑποχαυνῶσαι τὸ σύντονον), τούτου χάριν ἐπί-

δειξιν ποιεῖται τὴν σιωπὴν, ἔργῳ δεικνὺς τὸν ἐγκεί-

μενον θησαυρὸν, οὐχὶ ῥήμασι, καὶ τῶν κατ' ἀγορὰν

θορύβων, καὶ καθόλου τῆς ἐν ἄστει διαγωγῆς ἑαυτὸν

χωρίσας, ἐν ἐσχατιᾷ τινι ἑαυτῷ μόνῳ συνῆν, καὶ

δι' ἑαυτοῦ τῷ Θεῷ, μικρὸν παντὸς τοῦ κόσμου καὶ

τῶν ἐν αὐτῷ λόγον ποιούμενος, οὐ βασιλείας πολυ-

πραγμονῶν, οὐκ ἀρχὰς ἐξετάζων, οὐ πῶς διοικεῖταί

τι τῶν κοινῶν διεξιόντος ἀκούων· ἀλλ' ὅπως ἂν ἡ

ψυχὴ δι' ἀρετῆς τελειωθείη, τὴν φροντίδα ποιούμε-

νος, πρὸς τοῦτο τῇ σπουδῇ συνέτεινε τὸν πάντα βίον,

καὶ τὰ ἐν αὐτῷ πράγματα χαίρειν ἐάσας, ἄλλος τις

οὗτος ἐν τοῖς καθ' ἡμᾶς χρόνοις Μωϋσῆς ἀτεχνῶς

πρὸς τὰ ἐκείνου θαύματα τὴν ἅμιλλαν ἔχων. Ἐξῆλ-

θον ἀμφότεροι τοῦ ταραχώδους τούτου καὶ περιηχη-

μένου βίου, Μωϋσῆς καὶ Γρηγόριος, κατὰ τὸν ἴδιον

ἑκάτερος χρόνον ἐφ' ἑαυτὸν ἰδιάσαντες, ἕως ἐμφα-

νὲς ἀμφοτέροις ἐκ θεοφανείας ἐγένετο τοῦ καθαροῦ

βίου τὸ κέρδος· ἀλλὰ Μωϋσεῖ μὲν κατὰ τῆς φιλοσο-

φίας καὶ γαμετὴ συνεφείπετο· Γρηγόριος δὲ σύνοικον

ἑαυτῷ μόνην τὴν ἀρετὴν ἐποιήσατο. Τοῦ τοίνυν σκο-

ποῦ τὸ ἴσον ἔχοντος ἐν ἀμφοτέροις (πέρας γὰρ τῶν

ἀμφοτέρων τῆς τῶν πολλῶν ἀναχωρήσεως ἦν, τῷ

καθαρῷ τῆς ψυχῆς ὀφθαλμῷ κατανοῆσαι τὰ θεῖα μυ-

στήρια), κρίνειν ἔξεστι τῷ πρὸς ἀρετὴν καλῶς

βλέπειν ἐπισταμένῳ, ὁποτέρῳ τούτων μᾶλλον ὁ βίος

δι' ἀπαθείας γέγονε, τῷ πρὸς τὴν νόμιμον καὶ συγ-

κεχωρημένην καταβάντι τῶν ἡδονῶν μετουσίαν, ἢ

τῷ κατ' αὐτῆς ὑπεραρθέντι, καὶ μηδεμίαν δεδωκότι

καθ' ἑαυτοῦ πάροδον τῇ ὑλικῇ προσπαθείᾳ. Φαιδίμου

δὲ κατὰ τὸν χρόνον ἐκεῖνον τῆς Ἀμασαίων Ἐκκλησίας

909

καθηγουμένου· ᾧ θεόθεν ἐξ ἁγίου Πνεύματος προγνω-

στική τις δύναμις ἦν· καὶ πᾶσαν ποιουμένου σπου-

δὴν, ὅπως ὑποχείριον λαβὼν τὸν μέγαν Γρηγόριον,

εἰς Ἐκκλησίας ἀρχὴν ἀγάγοι, ὡς ἂν μὴ τοσοῦτον ἀγα-

θὸν ἀργόν τε καὶ ἀνόνητον παραδράμοι τὸν βίον·

τῆς ὁρμῆς οὗτος τοῦ ἱερέως αἰσθόμενος, λανθάνειν

ἐμηχανᾶτο, ἄλλο τε πρὸς ἄλλην ἐρημίαν μετανιστά-

μενος. Ἐπεὶ δὲ πᾶσαν καθιεὶς πεῖραν ὁ πολὺς ἐκεῖ-

νος Φαίδιμος, καὶ πάσῃ μηχανῇ τε καὶ ἐπινοίᾳ χρώ-

μενος, οὐχ οἷός τε ἦν προσαγαγεῖν τῇ ἱερωσύνῃ τὸν

ἄνδρα, μυρίοις ὄμμασι τὸ μὴ ἁλῶναί ποτε τῇ χειρὶ

τοῦ ἱερέως προφυλασσόμενον, καὶ ἦν ἐφάμιλλος

σπουδὴ ἀμφοτέροις· τοῦ μὲν ἑλεῖν ἐπιθυμοῦντος,

τοῦ δὲ ἀποφυγεῖν τὸν διώκοντα (ὁ μὲν γὰρ ᾔδει τῷ

Θεῷ προσάξειν ἱερὸν ἀνάθημα, ὁ δὲ ἐδεδοίκει, μή τι

γένηται αὐτῷ πρὸς φιλοσοφίας ἐμπόδιον οἷόν τι

φορτίον ἡ τῆς ἱερωσύνης φροντὶς ἐπαχθεῖσα τῷ βίῳ)·

τούτου χάριν ὁρμῇ τινι θειοτέρᾳ περὶ τὴν προκει-

μένην σπουδὴν ἐπαρθεὶς ὁ Φαίδιμος, οὐδὲν προσχὼν

τῷ μεταξὺ διαστήματι, ᾧπερ ἀπὸ τοῦ Γρηγορίου

διείργετο (τριῶν ἡμερῶν ὁδὸν ἐκείνου ἀπέχοντος),

ἀλλὰ πρὸς τὸν Θεὸν ἀναβλέψας, καὶ εἰπὼν ὁμοίως

ἑαυτόν τε κἀκεῖνον ἐπὶ τῆς ὥρας ἐκείνης ὑπὸ τοῦ

Θεοῦ καθορᾶσθαι, ἀντὶ χειρὸς ἐπάγει τῷ Γρηγορίῳ

τὸν λόγον, ἀφιερώσας τῷ Θεῷ τὸν σωματικῶς οὐ

παρόντα, καὶ ἀποκληρώσας αὐτῷ τὴν πόλιν ἐκείνην,

ἣν συνέβη μέχρι τῶν τότε χρόνων οὕτω τῇ πλάνῃ

τῶν εἰδώλων κατέχεσθαι, ὥστε ἀπείρων ὄντων τῶν

οἰκούντων αὐτήν τε τὴν πόλιν, καὶ τὴν περίοικον, μὴ

πλείους εὑρεθῆναι τῶν ἑπτακαίδεκα τοὺς παραδε-

δεγμένους τὸν λόγον τῆς πίστεως.

Οὕτω τοίνυν ὑπελθὼν τὸν ζυγὸν κατ' ἀνάγκην,

πάντων μετὰ ταῦτα τῶν νομίμων ἐπ' αὐτῷ τελεσθέν-

των, καὶ βραχὺν χρόνον αἰτησάμενος παρὰ τοῦ τὴν

ἱερωσύνην ἐπικηρύξαντος, πρὸς κατανόησιν τῆς κατὰ

τὸ μυστήριον ἀκριβείας, οὐκέτι, καθώς φησιν ὁ

Ἀπόστολος, σαρκὶ καὶ αἵματι προσανέχειν ᾤετο δεῖν,

ἀλλὰ θεόθεν ᾔτει γενέσθαι αὐτῷ τὴν τῶν κρυφίων

φανέρωσιν· καὶ οὐ πρότερον ἐπεθάρσησε τῷ τοῦ λό-

γου κηρύγματι, πρὶν διά τινος ἐμφανείας ἐκκαλυ-

φθῆναι αὐτῷ τὴν ἀλήθειαν. Σκοπουμένῳ γὰρ αὐτῷ

ποτε ἐννύχιον περὶ τοῦ λόγου τῆς πίστεως, καὶ παν-

τοίους ἀνακινοῦντι λογισμούς· ἦσαν γὰρ δὴ καὶ τότε

τινὲς, οἱ τὴν εὐσεβῆ διδασκαλίαν παραχαράττοντες,

διὰ τῆς πιθανότητος τῶν ἐπιχειρημάτων, ἀμφίβολον

ποιοῦντες πολλάκις καὶ τοῖς συνετοῖς τὴν ἀλήθειαν·

ὑπὲρ ἧς τότε διαγρυπνοῦντι αὐτῷ καὶ φροντίζοντι

φαίνεταί τις καθ' ὕπαρ ἐν ἀνθρωπίνῳ τῷ σχήματι,

γηραλέος τὸ εἶδος, ἱεροπρεπὴς τῇ καταστολῇ τοῦ ἐν-

δύματος, πολλὴν ἐπισημαίνων τὴν ἀρετὴν τῇ περὶ τὸ

912

πρόσωπον χάριτι, καὶ τῇ καταστάσει τοῦ σχήματος.

Τὸν δὲ καταπλαγέντα τῇ ὄψει, διαναστῆναι μὲν τῆς

εὐνῆς καὶ ὅστις εἴη μαθεῖν ἐδεῖτο, καὶ ὑπὲρ τίνος

ἥκοι. Ἐκείνου δὲ καταστείλαντος αὐτοῦ τὴν ταρα-

χὴν τῆς διανοίας ἐν ἠρεμαίᾳ φωνῇ, καὶ εἰπόντος

θείῳ προστάγματι πεφηνέναι αὐτῷ τῶν ἀμφισβητου-

μένων παρ' αὐτοῦ χάριν, ὡς ἂν ἐκκαλυφθείη τῆς εὐ-

σεβοῦς πίστεως ἡ ἀλήθεια· θαρσῆσαί τε πρὸς τὸν λό-

γον, καὶ βλέψαι πρὸς αὐτὸν μετά τινος χαρᾶς καὶ

ἐκπλήξεως. Εἶτα ἐκείνου κατ' εὐθὺ τὴν χεῖρα προ-

τείναντος, καὶ οἷον ὑποδεικνύντος αὐτῷ διὰ τῆς τῶν

δακτύλων εὐθείας τὸ ἐκ πλαγίου φαινόμενον, συμ-

περιαγαγεῖν τοῦτον τῇ εὐθείᾳ τῆς χειρὸς τὸ ἴδιον

βλέμμα, καὶ ἰδεῖν ἀντιπρόσωπον ἕτερον θέαμα τῷ

ὀφθέντι, ἐν γυναικείῳ τῷ σχήματι, κρεῖττον ἢ κατὰ

ἄνθρωπον· πάλιν δὲ καταπλαγέντα, συγκλιθῆναί τε

πρὸς ἑαυτὸν τῷ προσώπῳ, καὶ ἀμηχανεῖν τῷ θεά-

ματι, μὴ φέροντα τοῖς ὀφθαλμοῖς τὴν ἐμφάνειαν

(καὶ γὰρ δὴ τὸ παράδοξον τῆς ὀπτασίας ἐν τούτῳ

μάλιστα ἦν, ὅτι νυκτὸς οὔσης βαθείας, φῶς τοῖς

ὀφθεῖσιν αὐτῷ συνεξέλαμψεν, ὥσπερ τινὸς λαμπρᾶς

ἐξαπτομένης λαμπάδος). Ἐπεὶ οὖν οὐχ οἷός τε ἦν

φέρειν τοῖς ὀφθαλμοῖς τὴν ἐμφάνειαν, ἤκουσε διὰ

λόγου τινὸς τῶν ὀφθέντων αὐτῷ, πρὸς ἀλλήλους τὸν

περὶ τοῦ ζητουμένου λόγον διεξιόντων· δι' ὧν οὐ μό-

νον ἐπαιδεύθη τὴν ἀληθῆ γνῶσιν τῆς πίστεως, ἀλλὰ

καὶ διὰ τῶν ὀνομάτων τοὺς ἐπιφανέντας ἐγνώρισεν,

ἑκατέρου αὐτῶν διὰ τῆς οἰκείας προσηγορίας ἀνακα-

λοῦντος τὸν ἕτερον. Ἀκοῦσαι γὰρ λέγεται παρὰ τῆς

ἐν γυναικείῳ φανείσης τῷ σχήματι παρακαλούσης τὸν

εὐαγγελιστὴν Ἰωάννην, φανερῶσαι τῷ νέῳ τὸ τῆς

εὐσεβείας μυστήριον· ἐκεῖνον δὲ εἰπεῖν, ἑτοίμως

ἔχειν καὶ τοῦτο τῇ μητρὶ τοῦ Κυρίου χαρίσασθαι,

ἐπειδὴ τοῦτο φίλον αὐτῇ· καὶ οὕτως εἰπόντα τὸν λό-

γον σύμμετρόν τε καὶ εὐπερίγραπτον, πάλιν μετ-

αναστῆναι τῶν ὄψεων. Τὸν δὲ παραχρῆμα τὴν θείαν

ἐκείνην μυσταγωγίαν γράμμασιν ἐνσημήνασθαι, καὶ

κατ' ἐκείνην μετὰ ταῦτα κηρύσσειν ἐν τῇ ἐκκλησίᾳ

τὸν λόγον, καὶ τοῖς ἐφεξῆς, ὥσπερ τινὰ κλῆρον τὴν

θεόσδοτον ἐκείνην διδασκαλίαν καταλιπεῖν· δι' ἧς

μυσταγωγεῖται μέχρι τοῦ νῦν ὁ ἐκείνης λαὸς, πάσης

αἱρετικῆς κακίας διαμείνας ἀπείρατος. Τὰ δὲ τῆς

μυσταγωγίας ῥήματα, ταῦτά ἐστιν·

Εἷς Θεὸς Πατὴρ Λόγου ζῶντος, σοφίας ὑφεστώ-

σης καὶ δυνάμεως, καὶ χαρακτῆρος ἀϊδίου, τέ-

λειος, τελείου γεννήτωρ· Πατὴρ Υἱοῦ μονογε-

νοῦς. Εἷς Κύριος, μόνος ἐκ μόνου, Θεὸς ἐκ Θεοῦ,

χαρακτὴρ καὶ εἰκὼν τῆς θεότητος, Λόγος ἐνεργὸς,

σοφία τῆς τῶν ὅλων συστάσεως περιεκτικὴ, καὶ

δύναμις τῆς ὅλης κτίσεως ποιητικὴ, Υἱὸς ἀληθι-

νὸς ἀληθινοῦ Πατρὸς, ἀόρατος ἀοράτου, καὶ

ἄφθαρτος ἀφθάρτου, καὶ ἀθάνατος ἀθανάτου, καὶ

ἀΐδιος ἀϊδίου. Καὶ ἓν Πνεῦμα ἅγιον, ἐκ Θεοῦ τὴν

ὕπαρξιν ἔχον· καὶ δι' Υἱοῦ πεφηνὸς, δηλαδὴ τοῖς

ἀνθρώποις, εἰκὼν τοῦ Υἱοῦ τελείου τελεία, ζωὴ

913

ζώντων αἰτία, πηγὴ ἁγία, ἁγιότης ἁγιασμοῦ χορ-

ηγός· ἐν ᾧ φανεροῦται Θεὸς ὁ Πατὴρ, ὁ ἐπὶ

πάντων καὶ ἐν πᾶσι· καὶ Θεὸς ὁ Υἱὸς, ὁ διὰ πάν-

των· Τριὰς τελεία, δόξῃ καὶ ἀϊδιότητι καὶ βασι-

λείᾳ μὴ μεριζομένη, μηδὲ ἀπαλλοτριουμένη.

Οὔτε οὖν κτιστόν τι, ἢ δοῦλον ἐν τῇ Τριάδι, οὔτε

ἐπείσακτόν τι, ὡς πρότερον μὲν οὐχ ὑπάρχον, ὕστε-

ρον δὲ ἐπεισελθόν. Οὔτε οὖν ἐνέλιπέ ποτε Υἱὸς Πα-

τρὶ, οὔτε Υἱῷ Πνεῦμα· ἀλλ' ἄτρεπτος καὶ ἀναλ-

λοίωτος ἡ αὐτὴ Τριὰς ἀεί. Ὅτῳ δὲ φίλον περὶ τούτου

πεισθῆναι, ἀκουέτω τῆς Ἐκκλησίας, ἐν ᾗ τὸν λόγον

ἐκήρυττεν, παρ' οἷς αὐτὰ τὰ χαράγματα τῆς μακα-

ρίας ἐκείνης χειρὸς εἰς ἔτι καὶ νῦν διασώζεται. Ταῦτ'

οὐχὶ πρὸς τὰς θεοτεύκτους ἐκείνας πλάκας ἁμιλλᾶται

τῇ μεγαλοφυΐᾳ τῆς χάριτος; ἐκείνας δὲ λέγω τὰς

πλάκας, ἐν αἷς ἡ τοῦ θείου βουλήματος ἐνετυπώθη

νομοθεσία. Ὡς γὰρ τὸν Μωϋσέα φησὶν ὁ λόγος, ἔξω

τοῦ φαινομένου γενόμενον, καὶ ἐντὸς τῶν ἀοράτων

ἀδύτων τῇ ψυχῇ καταστάντα (τοῦτο γὰρ ὁ γνόφος

αἰνίττεται), μαθεῖν τε τὰ θεῖα μυστήρια, καὶ δι'

ἑαυτοῦ τῆς θεογνωσίας παντὸς τοῦ λαοῦ καθηγήσα-

σθαι· τὴν αὐτὴν ἔστι καὶ ἐπὶ τοῦ μεγάλου τούτου

κατιδεῖν οἰκονομίαν· ᾧ ὄρος μὲν ἦν, οὐκ αἰσθητόν τι

ἢ γεώλοφον, ἀλλὰ τὸ ὕψος τῆς τῶν ἀληθινῶν δογμά-

των ἐπιθυμίας· γνόφος δὲ τὸ τοῖς ἄλλοις ἀχώρητον

θέαμα· δέλτος δὲ ἡ ψυχή· τὰ δὲ ἐν ταῖς πλαξὶ γράμ-

ματα, ἡ τοῦ ὀφθέντος φωνή· δι' ὧν ἁπάντων αὐτῷ

τε καὶ τοῖς παρ' ἐκείνου μυσταγωγουμένοις ἐγένετο

ἡ τῶν μυστηρίων φανέρωσις. Ἐπειδὴ τοίνυν παῤῥη-

σίας τινὸς καὶ θάρσους διὰ τῆς ὄψεως ἐκείνης πλή-

ρης ἐγένετο, καθάπερ τις ἀθλητὴς ἀρκοῦσαν πρὸς

τοὺς ἄθλους ἐμπειρίαν τε καὶ δύναμιν ἐκ παιδοτρί-

βου κτησάμενος, θαρσῶν ἀποδύεται πρὸς τὸ στάδιον,

καὶ πρὸς τοὺς ἀντιπάλους ἀγωνίζεται, τὸν αὐτὸν

τρόπον κἀκεῖνος, τῇ τε καθ' ἑαυτὸν μελέτῃ καὶ τῇ

συμμαχίᾳ τῆς ἐπιφανείσης αὐτῷ χάριτος, ἱκανῶς

τὴν ψυχὴν ἀλειψάμενος, οὕτως ἀντιλαμβάνεται τῶν

ἀγώνων. Οὐ γὰρ ἄλλο τι χρὴ καλεῖν, ἢ ἀγῶνας καὶ

ἄθλους, πάντα τὸν καθ' ἱερωσύνην αὐτοῦ βίον, ἐν ᾧ

πᾶσαν διὰ τῆς πίστεως τὴν τοῦ ἀντικειμένου κατ-

ηγωνίσατο δύναμιν. Εὐθὺς γὰρ ἀπὸ τῆς ἐσχατιᾶς ἑαυ-

τὸν ἀναστήσας, καὶ πρὸς τὴν πόλιν τὴν ὁρμὴν ἔχων,

ἐν ᾗ ἔδει τῷ Θεῷ τὴν Ἐκκλησίαν συστήσασθαι·

ἐπειδὴ ἔγνω πάντα τὸν χῶρον τῇ τῶν δαιμόνων ἀπάτῃ

κατακρατούμενον, καὶ τοῦ μὲν ἀληθινοῦ Θεοῦ ναὸν

οὐδαμοῦ κατεσκευασμένον, πεπληρωμένην δὲ πᾶσαν

τὴν πόλιν καὶ τὴν περίοικον βωμῶν τε ἱερῶν καὶ

ἀφιδρυμάτων· παντὸς τοῦ ἔθνους ταύτην ἔχοντος τὴν

σπουδὴν, ὅπως ἂν τὰ τεμένη τῶν εἰδώλων καὶ τὰ

ἱερὰ καλλωπίζοιτο, καὶ παραμένοι τοῖς ἀνθρώποις

ἡ εἰδωλομανία, πομπαῖς τε καὶ τελεταῖς καὶ τοῖς

ἐπιβωμίοις μιάσμασι κρατυνομένη· καθάπερ τις

στρατιώτης γενναῖος τῷ κρατοῦντι τῆς παρατάξεως

συμπλακεὶς, δι' ἐκείνου τὸ ὑποχείριον τρέπεται· οὕ-

τως καὶ ὁ μέγας οὗτος ἀπ' αὐτῶν τῶν δαιμόνων τῆς

ἀριστείας ἄρχεται. Τίς δὲ ὁ τρόπος; Διερχόμενος γὰρ

τὴν ἀπὸ τῆς ἐσχατιᾶς ἐπὶ τὴν πόλιν ὁδὸν, ἑσπέρας

καταλαβούσης, καὶ ὄμβρου βιαιοτέρου συνέχοντος,

916

ἐντὸς ἱεροῦ τινος γίνεται, μετὰ τῶν ἑπομένων αὐτῷ.

Τὸ δὲ ἱερὸν ἐκεῖνο τῶν ἐπισήμων ἦν, ᾧ τις φανερὰ

τῶν θεραπευομένων δαιμόνων ἐπιφοίτησις τοῖς νεω-

κόροις ἐγίνετο, μαντικῆς τινος χρησμῳδίας παρ' αὐ-

τῶν ἐνεργουμένης.

Ὑπελθὼν δὲ τὸ ἱερὸν μετὰ τῶν σὺν αὐτῷ, τὰ μὲν

δαιμόνια παραχρῆμα τῇ ἐπικλήσει τοῦ ὀνόματος τοῦ

Χριστοῦ κατεπτόησεν· τῷ δὲ τύπῳ τοῦ σταυροῦ τὸν

μεμολυσμένον ταῖς κνίσσαις ἀέρα καθαγνίσας, δι-

ήγαγεν, κατὰ τὸ σύνηθες αὐτῷ, τὴν νύκτα πᾶσαν ἐν

προσευχαῖς τε καὶ ὑμνῳδίαις διαγρυπνήσας, ὥστε

μετασκευασθῆναι εἰς προσευχῆς οἶκον, τὸν ἐβδελυ-

γμένον τῷ τε ἐπιβωμίῳ λύθρῳ καὶ τοῖς ἀφιδρύμα-

σιν. Τοῦτον δὲ τὸν τρόπον τῆς νυκτὸς αὐτῷ διανυ-

σθείσης, εἴχετο πάλιν κατὰ τὸν ὄρθρον τῆς ἐπὶ τὸ

πρόσω πορείας. Τοῦ δὲ νεωκόρου κατὰ τὸν ὄρθρον

τὴν συνήθη προσάγοντος θεραπείαν τοῖς δαίμοσιν, εἰ-

πεῖν ἐπιφανέντα φασὶν αὐτῷ τὰ δαιμόνια, ἄβατον αὐ-

τοῖς τὸ ἱερὸν εἶναι, διὰ τὸν ἐν αὐτῷ καταμείναντα·

τὸν δὲ καθαρσίοις τισὶ καὶ θυσίαις χρώμενον ἐπιχει-

ρεῖν διὰ τούτων πάλιν εἰσοικίσαι τῷ ναῷ τὰ δαιμόνια·

ὡς δὲ πᾶσαν αὐτοῦ πεῖραν προσάγοντος, ἄπρακτος

ἦν ἡ σπουδὴ, οὐδαμοῦ κατὰ τὸ σύνηθες ὑπακουόν-

των αὐτοῦ τῶν δαιμόνων τῇ ἐπικλήσει· τότε θυμῷ

καὶ ὀργῇ διαναστὰς καταλαμβάνει τὸν μέγαν ἐκεῖ-

νον ὁ νεωκόρος, πάντα ἀπειλῶν τὰ δεινότατα, καὶ

τοῖς ἄρχουσιν εἰσαγγέλλειν, καὶ χειρὶ κατ' αὐτοῦ

κεχρῆσθαι, βασιλεῖ καταμηνύειν τὴν τόλμαν, ὅτι δὴ

Χριστιανὸς ὢν καὶ θεοῖς ἐχθρὸς, ἐτόλμησεν ἐντὸς τῶν

ἀνακτόρων γενέσθαι· οὗ τὴν εἴσοδον ἀπεστράφθαι

τὴν ἐν τοῖς ἱεροῖς ἐνεργοῦσαν δύναμιν, καὶ μηκέτι

ἐπιχωριάζειν τοῖς τόποις κατὰ τὸ σύνηθες τὴν μαν-

τικὴν τῶν δαιμόνων ἐνέργειαν. Τοῦ δὲ τὸν προπετῆ

καὶ ἀπαίδευτον τοῦ νεωκόρου θυμὸν ἐν ὑπερέχοντι

φρονήματι καταβάλλοντος, καὶ τοῦ ἀληθινοῦ Θεοῦ

τὴν συμμαχίαν πάσαις ἀντιπροβαλομένου ταῖς ἀπει-

λαῖς, καὶ λέγοντος τοσοῦτον πεποιθέναι τῇ δυνάμει

τοῦ ὑπερμαχοῦντος αὐτοῦ, ὥστε κατ' ἐξουσίαν ἔχειν

ἀπελαύνειν τε αὐτοὺς, ὅθεν ἂν βούληται, καὶ εἰσοικί-

ζειν οἷς ἂν ἐθέλῃ τόποις, καὶ τὰς ἀποδείξεις ὧν

ἔλεγεν ἤδη παρέξειν ὑπισχνουμένου, θαυμάσαντα

τὸν νεωκόρον, καὶ καταπλαγέντα τὸ μέγεθος τῆς

ἐξουσίας, ἀπ' αὐτῶν τούτων δεῖξαι τὴν δύναμιν, προσ-

καλέσασθαι, καὶ πάλιν ἐντὸς ποιῆσαι τοῦ ἱεροῦ τὰ

δαιμόνια. Ἀκούσαντα δὲ τοῦτο τὸν μέγαν, ἀποῤῥῆ-

ξαί τι τοῦ βιβλίου τμῆμα βραχὺ, καὶ δοῦναι τοῦτο τῷ

νεωκόρῳ, προστακτικήν τινα φωνὴν κατὰ τῶν δαι-

μόνων χαράξαντα· ἦν δὲ τὰ γράμματα ἐπ' αὐτῆς τῆς

λέξεως ταῦτα· ΓΡΗΓΟΡΙΟΣ ΤΩι ΣΑΤΑΝΑι, ΕΙΣΕΛΘΕ.

Λαβόντα δὲ τὸν νεωκόρον ἀναθεῖναι τῷ βωμῷ τὸ

βιβλίον, εἶτα προσαγαγόντα τὰς συνήθεις αὐτοῖς

917

κνίσσας καὶ τὰ μιάσματα, πάλιν ἰδεῖν ἅπερ ἑώρα τὸ

πρότερον, πρὶν ἐξοικισθῆναι τοῦ εἰδωλείου τοὺς δαί-

μονας. Τούτων δὲ γεγονότων, ἔννοιαν αὐτὸν λαβεῖν

τοῦ θείαν εἶναί τινα παρὰ τῷ Γρηγορίῳ τὴν δύνα-

μιν, δι' ἧς ἐφάνη τῶν δαιμόνων ἐπικρατέστερος·

καταλαβόντα δὲ κατὰ σπουδὴν πάλιν αὐτὸν, πρὶν ἐν

τῇ πόλει γενέσθαι, μαθεῖν ἠξίωσε παρ' αὐτοῦ τὸ

μυστήριον, καὶ τίς ὁ Θεὸς ἐκεῖνος ὁ τὴν τῶν δαιμό-

νων φύσιν ὑποχειρίαν ἔχων. Εἰπόντος δὲ δι' ὀλίγων

τοῦ μεγάλου τὸ τῆς εὐσεβείας μυστήριον, παθεῖν τι

τὸν νεωκόρον οἷον εἰκὸς τὸν τῶν θείων ἀμύητον· καὶ

μικρότερον οἰηθῆναι τῆς περὶ Θεοῦ ὑπολήψεως, τὸ

πεισθῆναι διὰ σαρκὸς πεφηνέναι τοῖς ἀνθρώποις τὸ

Θεῖον· τοῦ δὲ μὴ λόγοις εἰπόντος τὴν περὶ τούτου

πίστιν κρατύνεσθαι, τοῖς δὲ τῶν γινομένων θαύμασι

τὸ πιστὸν ἔχειν, ζητῆσαι ἔτι παρ' αὐτοῦ θαῦμα τὸν

νεωκόρον ἰδεῖν, ὡς εἶθ' οὕτως προσαχθῆναι διὰ τοῦ

γινομένου πρὸς τὴν τῆς πίστεως συγκατάθεσιν. Ἔνθα

δὴ τὸ πάντων ἀπιστότατον λέγεται πεποιηκέναι τὸ

μέγα θαῦμα τὸν μέγαν ἐκεῖνον. Ἐπιζητοῦντος γὰρ

τοῦ νεωκόρου λίθον τινὰ τῶν εὐμεγεθῶν τῶν κατ'

ὀφθαλμοὺς αὐτῷ προφαινομένων, δίχα χειρὸς ἀνθρω-

πίνης κινηθῆναι, διὰ δὲ μόνης τῆς κατὰ τὴν πίστιν

δυνάμεως, προστάγματι τοῦ Γρηγορίου πρὸς ἕτερον

μετατεθῆναι χῶρον· μηδὲν ἀναβαλλόμενον τὸν μέγαν

ἐκεῖνον, εὐθὺς προστάξαι καθάπερ ἐμψύχῳ τῷ λίθῳ

μεταβῆναι πρὸς ἐκεῖνον τὸν τόπον, ὃν ὁ νεωκόρος

ὑπέδειξεν. Τούτου δὲ γενομένου, παραχρῆμα πιστεῦ-

σαι τῷ λόγῳ τὸν ἄνδρα· καὶ πάντα καταλιπόντα,

γένος, οἰκίαν, γαμετὴν, παῖδας, φίλους, ἱερωσύνην,

ἑστίαν, κτήματα, ἀντὶ πάντων τῶν προσόντων αὐτῷ

ποιήσασθαι, τοῦ συνεῖναι τῷ μεγάλῳ, καὶ συμμετ-

έχειν τῶν πόνων αὐτῷ καὶ τῆς θείας ἐκείνης φιλοσο-

φίας τε καὶ παιδεύσεως. Σιγάτω πρὸς ταῦτα πᾶσα

τεχνικὴ τῶν λογογράφων περίνοια τὰς ἐπαυξήσεις

τῶν θαυμάτων διά τινος ῥητορείας ἐπὶ τὸ μεῖζον

ἐξαίρουσα. Οὐ γὰρ τοιοῦτόν ἐστιν ἐν τοῖς εἰρημένοις

τὸ θαῦμα, ὡς τῇ δυνάμει τοῦ λέγοντος ἔλαττον ἂν

ἢ μεῖζον ἑαυτοῦ γενέσθαι. Τί γάρ τις εἰπὼν παρὰ τὰ

εἰρημένα, προσθήκην δώσει τῷ θαύματι; Πῶς δ' ἄν

τις ἐλαττώσειε τοῖς ἀκούουσιν ἐπὶ τῷ γεγονότι τὴν

ἔκπληξιν; Λίθος ἀφίστησι τῶν λίθων τοὺς δεδουλωμέ-

νους τοῖς λίθοις, λίθος κήρυξ τῆς θείας πίστεως, καὶ

ὁδηγὸς τοῖς ἀπίστοις εἰς σωτηρίαν γίνεται, οὐ φωνῇ

τινι καὶ λόγῳ τὴν θείαν δύναμιν ἀνακηρύσσων, ἀλλ'

οἷς ἐποίει δεικνὺς τὸν Θεὸν ὑπὸ τοῦ Γρηγορίου κατ-

αγγελλόμενον· ᾧ πᾶσα κατὰ τὸ ὁμότιμον ὑποχείριος

πείθεται κτίσις, οὐχ ὅσον αἰσθητικὸν μόνον καὶ ἔμ-

πνουν, καὶ ἔμψυχον, ἀλλ' εἴ τι καὶ τούτων ἐστὶν ἐκτὸς,

οὕτω δέχεται τὸ τοῦ θεράποντος ἐπίταγμα, ὡς οὐκ

ἀμοιροῦντα τῆς αἰσθήσεως. Ποία γὰρ ἀκοὴ τοῦ λί-

θου; Ποία τῆς τοῦ κελεύοντος ἐξουσίας αἴσθησις; Τίς

δύναμις ἐν αὐτῷ μεταβατική; Ποία μελῶν τε καὶ

ἄρθρων διασκευή; Ἀλλὰ πάντα ταῦτα καὶ τὰ τοιαῦτα

λίθῳ ἡ τοῦ κελεύοντος δύναμις γίνεται, πρὸς ἣν

ἰδὼν ὁ νεωκόρος ἐκεῖνος, εὐθὺς τὴν γινομένην ἐπὶ

πλάνῃ τῆς ἀνθρωπίνης φύσεως ἀπάτην τῶν δαιμόνων

ἐνόησέ τε καὶ ἐβδελύξατο, καὶ πρὸς τὸν ἀληθινὸν

Θεὸν μετετάξατο, διὰ τῶν παρὰ τοῦ δούλου γεγενη-

920

μένων, τὸ ἄφραστον τῆς τοῦ Δεσπότου δυνάμεως λο-

γισάμενος. Εἰ γὰρ τοσαύτη τοῦ δούλου ἡ δύναμις, ὡς

ῥήματι κινεῖν τὰ ἀκίνητα, καὶ προστάγματι κεχρῆ-

σθαι κατὰ τῶν ἀναισθήτων, καὶ τοῖς ἀψύχοις δια-

κελεύεσθαι· πόσην εἰκός ἐστι περιουσίαν δυνάμεως

ἐν τῷ Δεσπότῃ τοῦ παντὸς κατανοῆσαι, οὗ τὸ θέ-

λημα, οἷόν τις ὕλη, καὶ κατασκευὴ, καὶ δύναμις αὐ-

τοῦ τε τοῦ κόσμου, καὶ τῶν ἐν αὐτῷ πάντων, καὶ τῶν

ὑπὲρ τοῦτον ὄντων, ἐγένετο! Ἐντεῦθεν ὁ μέγας ἐκεῖνος

τῆς κατὰ τῶν δαιμόνων ἀριστείας ἀρξάμενος, καὶ

οἷόν τι τρόπαιον κατὰ τῶν νικηθέντων τὸν νεωκόρον

περιαγόμενος, προκαταπλήξας τε τῇ φήμῃ τὸ ἔθνος,

οὕτως ἤδη μετὰ πεποιθήσεώς τε καὶ παῤῥησίας εἰς

τὴν πόλιν εἰσήλαυνεν, οὐχ ἅρμασι καὶ ἵπποις, καὶ

ἡμιόνοις, καὶ τῷ πλήθει τῶν παρεπομένων ἐπικομ-

πάζων, ἀλλὰ ταῖς ἀρεταῖς ἐν κύκλῳ δορυφορούμενος,

πανδημεὶ δὲ πάντων προχεθέντων τῶν οἰκητόρων τοῦ

ἄστεος, ὡς ἐπί τινα καινοῦ θεάματος ἱστορίαν, καὶ

πάντων ἰδεῖν προθυμουμένων, τίς ἐκεῖνός ἐστιν ὁ

Γρηγόριος, ὃς ἄνθρωπος ὢν τῶν νομιζομένων παρ'

αὐτοῖς εἶναι θεῶν, καθάπερ τις βασιλεὺς ἐξουσίαν

ἔχει, προστάγματι φέρων καὶ ἄγων, ὅπουπερ ἂν

ἐθέλοι τὰ δαιμόνια, καὶ ὅθεν ἂν βούληται, πρὸς τὸ δο-

κοῦν ἐξοικίζων τε καὶ ἐνοικίζων, ὥσπερ τὰ ἀνδρά-

ποδα, καὶ τὸν θεραπευτὴν ἐκεῖνον φέρει, καθάπερ ἐν

ἐξουσίᾳ τινὶ δουλωσάμενος, ὑπεριδόντα μὲν τῆς τιμῆς

ἐν ᾗ τὸ πρότερον ἦν, τῶν δὲ προσόντων πάντων τὴν

μετ' αὐτοῦ διαγωγὴν ἀλλαξάμενον.

Τοιαύτῃ δὲ γνώμῃ πάντων προσδεχομένων αὐτὸν

πρὸ τοῦ ἄστεος, ἐπειδὴ κατ' αὐτοὺς ἐγένετο, πάντων εἰς

ἐκεῖνον ἀτενῶς ἀποβλεπόντων, καθάπερ ὕλην ἄψυχον

παριὼν τοὺς ἀνθρώπους, πρὸς οὐδένα τῶν ἐντυγχα-

νόντων στρεφόμενος, καὶ κατ' εὐθεῖαν ἐπὶ τὴν πόλιν

βαδίζων, πολὺ μᾶλλον αὐτοὺς εἰς ἔκπληξιν ἤγαγεν,

ὑπὲρ τὴν φήμην τοῖς ὁρῶσι φαινόμενος. Τὸ γὰρ πρώ-

τως εἰσελαύνοντα πόλει μεγάλῃ, μηδεμιᾶς συνηθείας

τοσαύτης προϋπαρχούσης αὐτῷ, ἔπειτα μὴ κατα-

πλαγῆναι δῆμον τοσοῦτον ἐπ' ἐκείνῳ συνειλεγμένον,

ἀλλ' οἷον δι' ἐρήμου βαδίζοντα, πρὸς ἑαυτὸν μόνον

καὶ πρὸς τὴν ὁδὸν ἀποβλέπειν, πρὸς οὐδένα τῶν

περὶ αὐτὸν ἐπιστρεφόμενον ἠθροισμένων, τοῦτο ὑπὲρ

τὴν ἐν τῷ λίθῳ θαυματοποιίαν τοῖς ἀνθρώποις ἐδόκει.

Τούτου χάριν, ὀλιγοστῶν ὄντων, καθὼς ἐν τοῖς φθάσασιν

εἴρηται, τῶν πρὸ τῆς ἐπιστασίας αὐτοῦ καταδεξαμέ-

νων τὴν πίστιν, ὡς πάσης τῆς πόλεως αὐτοῦ τὴν

ἱερωσύνην τιμώσης, οὕτως εἰσῄει στενοχωρούμενος

ἁπανταχόθεν τοῖς παραπέμπουσιν. Ἐπεὶ δὲ πάντων

ὁμοῦ εὐθὺς, ὅτε τῆς φιλοσοφίας ἥπτετο, καθάπερ τινὸς

ἄχθους ἑαυτὸν ἠλευθέρωσε, καίπερ ἦν αὐτῷ τῶν πρὸς

τὴν ζωὴν ἀναγκαίων οὐδὲν, οὐκ ἀγρὸς, οὐ τόπος, οὐκ

οἰκία, ἀλλὰ πάντα ἦν αὐτὸς ἑαυτῷ (μᾶλλον δὲ ἡ

ἀρετὴ καὶ ἡ πίστις, πατρὶς αὐτῷ ἦν, καὶ ἑστία, καὶ

πλοῦτος)· ὡς οὖν τῆς μὲν πόλεως ἐντὸς ἦν, οἶκος δὲ

921

αὐτῷ πρὸς ἀνάπαυσιν οὐδαμοῦ, οὐ τῆς Ἐκκλησίας,

οὐκ ἴδιος, θορυβουμένων τῶν περὶ αὐτὸν, καὶ ὅπως

ἂν καταχθείη καὶ παρὰ τίνι τὴν σκέπην εὕροι δια-

πορούντων· Τί ταῦτα, φησὶ πρὸς αὐτοὺς ὁ διδάσκα-

λος, ὥσπερ ἔξω τῆς τοῦ Θεοῦ σκέπης ὄντες, δια-

πορεῖτε, ὅπου χρὴ διαναπαῦσαι τὰ σώματα; μι-

κρὸς ὑμῖν οἶκος εἶναι ὁ Θεὸς δοκεῖ, εἴπερ ἐν αὐτῷ

ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν; Ἢ στενοχωρεῖ-

σθε τῇ οὐρανίῳ σκέπῃ, καὶ ζητεῖτε παρὰ τοῦτο

καταγώγιον ἄλλο; Εἷς οἶκος ὑμῖν ἔστω διὰ

σπουδῆς ὁ ἑκάστου ἴδιος, ὁ διὰ τῶν ἀρετῶν οἰ-

κοδομούμενος, καὶ εἰς ὕψος ἀνατεινόμενος. Τοῦτο

λυπείτω μόνον, μὴ τὸ τοιοῦτον ἡμῖν οἰκητήριον

ἀπαράσκευον ᾖ· αἱ γὰρ τῶν γηΐνων τοίχων περι-

βολαὶ τοῖς ἐν ἀρετῇ ζῶσι κέρδος οὐ φέρουσι.

Μᾶλλον δ' ἂν εἰκότως ὑπὸ τῶν ἐν κακίᾳ μολυνο-

μένων ἡ τῶν τοίχων χρεία σπουδάζεται· διότι

προκάλυμμα πολλάκις τῶν κρυπτῶν τῆς αἰσχύνης

ὁ οἶκος γίνεται. Οἷς δὲ δι' ἀρετῆς ὁ βίος ἐσπού-

δασται, οὐκ ἔχουσιν οἱ τοῖχοι, ὅ τι περικαλύψωσιν.

Ταῦτα δὲ πρὸς τοὺς συνέντας διεξιόντος, ἐπιστάς τις

τῶν ἐπισήμων ἀνὴρ, γένει καὶ πλούτῳ, καὶ τῇ λοιπῇ

δυναστείᾳ τοῖς πρώτοις ἐναρίθμιος ὤν· Μουσώνιος

ὄνομα τῷ ἀνδρί· ὡς εἶδεν πολλοὺς περὶ τὴν αὐτὴν

σπουδὴν προθυμουμένους, ὅπως ἂν τοῖς ἰδίοις οἴκοις

τὸν ἄνδρα δέξοιντο, φθάσας τοὺς ἄλλους, ὑφαρπάζει

τὴν χάριν, ἑαυτῷ παρακαλῶν ἐπιξενωθῆναι τὸν μέ-

γαν, καὶ τιμῆσαι τῇ εἰσόδῳ τὸν οἶκον· ὡς ἂν σεμνό-

τερός τε καὶ ἀοίδιμος τῷ μετὰ ταῦτα γένοιτο βίῳ,

τοῦ χρόνου καὶ τοῖς ἐφεξῆς τὴν μνήμην τῆς τοιαύ-

της τιμῆς παραπέμποντος.

Ἐπεὶ δὲ καὶ ἄλλοι πολλοὶ συνδραμόντες περὶ τῶν

ὁμοίων ἱκέτευον, δίκαιον εἶναι κρίνας δοῦναι τὴν

χάριν τῷ προκατάρξαντι, τοὺς ἄλλους διὰ τῆς τῶν

λόγων φιλοφροσύνης διασπασάμενός τε καὶ ἀντιτι-

μήσας, παρὰ τῷ προλαβόντι κατάγεται. Εἰ δὲ δι-

ηγηματική τίς ἐστι καὶ ἀκατάσκευος τῶν περὶ αὐ-

τοῦ λόγων ἡ ἱστορία, τὰς ἐκ περινοίας τινὸς ἐφ-

ευρισκομένας τοῖς πράγμασιν ἐπαυξήσεις ἑκουσίως

τοῦ ἡμετέρου παραλιπόντος λόγου· γένοιτο ἂν καὶ

αὐτὴ τοῖς ὀρθῶς τὰ πράγματα κρίνουσιν οὐ μικρὰ

μαρτυρία, τοῦ μηδὲν δι' ἐπινοίας ἐπαύξεσθαι τῷ

μνημονευομένῳ τὰ θαύματα, ἀλλ' ἀρκεῖν τὴν μνή-

μην τῶν κατ' αὐτὸν πραγμάτων πρὸς τελειότατον

ἔπαινον· οἷόν τι κάλλος αὐτοφυὲς ἐπὶ προσώπου,

οὐδεμιᾷ περιεργίᾳ κομμωτικῆς τέχνης ἐπανθιζόμε-

νον. Ὄντων δὲ τῶν προκατηχουμένων τὸν λόγον ἐν

ὀλίγῳ τῷ ἀριθμῷ, πρὶν παρελθεῖν τὴν ἡμέραν, καὶ

ἐν δυσμαῖς γενέσθαι τὸν ἥλιον, τοσοῦτοι παρὰ τὴν

συντυχίαν προσέθεντο, ὥστε πρὸς σύστημα λαοῦ τὸ

πλῆθος τῶν πεπιστευκότων ἱκανῶς ἔχειν. Ὄρθρος,

καὶ πάλιν ἐπὶ θύραις ὁ δῆμος, αὐτοί τε καὶ γυναῖκες

καὶ παῖδες, καὶ τὸ γηραιὸν τῆς ἡλικίας, καὶ οἷς τισιν

ἦν ἐκ δαιμόνων, ἢ ἐξ ἄλλης τινὸς ἐπηρείας, ἡ συμ-

φορὰ περὶ τὸ σῶμα· καὶ ἐν μέσοις ἐκεῖνος πρὸς τὴν

ἑκάστου τῶν συνειλεγμένων χρείαν ἁρμοδίως τῇ

924

δυνάμει τοῦ Πνεύματος μεριζόμενος, κηρύσσων, συν-

εξετάζων, νουθετῶν, διδάσκων, ἰώμενος. Τούτῳ γὰρ

δὴ μάλιστα προσήγετο τοὺς πολλοὺς τῷ κηρύγματι,

ὅτι συνέβαινεν ἡ ὄψις τῇ ἀκοῇ, καὶ δι' ἀμφοτέρων τῆς

θείας δυνάμεως ἐπέλαμπεν αὐτῷ τὰ γνωρίσματα.

Τὴν μὲν γὰρ ἀκοὴν ὁ λόγος, τὰς δὲ ὄψεις τὰ περὶ

τοὺς ἀσθενοῦντας ἐξέπληττε θαύματα. Ὁ πενθῶν

παρεκαλεῖτο· ὁ νέος ἐσωφρονίζετο· ὁ γηραιὸς τοῖς

καθήκουσι λόγοις ἐθεραπεύετο. Δοῦλοι πρὸς δεσπό-

τας οἰκείως ἔχειν, οἱ κρατοῦντες τοῖς ὑποχειρίοις

φιλανθρωπεύεσθαι, ὁ πενόμενος ἕνα πλοῦτον εἶναι

τὴν ἀρετὴν ἐδιδάσκετο, ἥτις πᾶσι πρόκειται κατ'

ἐξουσίαν ἡ κτῆσις, ὁ τῷ πλούτῳ κομῶν καταλλήλως

ἐνουθετεῖτο, οἰκονόμος εἶναι τῶν προσόντων, οὐ κύ-

ριος διδασκόμενος. Γυναιξὶ τὰ πρόσφορα, παισὶ τὰ

σύμμετρα, πατράσι τὰ πρέποντα νέμων, καὶ πάντα

πᾶσι γενόμενος, τοσοῦτον ἑαυτῷ λαὸν ἀθρόως τῇ

συνεργίᾳ τοῦ Πνεύματος παρεστήσατο, ὥστε πρὸς

ναοῦ κατασκευὴν ὁρμῆσαι, πάντων χρήμασί τε καὶ

σώμασι πρὸς τὴν σπουδὴν ὑπουργούντων. Οὗτός ἐστιν

ὁ ναὸς, οὗ τὰς ἀρχὰς ἐκεῖνος τῆς κατασκευῆς κατ-

εβάλετο· ἐπεκαλλώπισε δέ τις τῶν μετ' ἐκεῖνον,

ἐκείνου ἀξίως· ὁ μέχρι τοῦ παρόντος…

ὁ μέγας…

καὶ…

The complete text is available when the reading interface loads.