The Greek Library Catalogue

Anonymous

Epistula xxvi ad Evagrium monachum

Edition reference
Epistula xxvi ad Evagrium monachum [Sp.], MPG 46: 1101–1108.
CTS identifier
urn:cts:greekLit:tlg2017.tlg070.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Digital facsimile
View facsimile ↗
Facsimile rights
Creative Commons Public Domain Mark 1.0

φθάσαντα πτωχεύει ποτὲ, πλουσιωτέρα δὲ μᾶλλον,ἢ πενεστέρα γίνεται· ὃν τρόπον δὲ καὶ ὁ προφορικὸςοὑτοσὶ καὶ κοινὸς ἅπασιν ἡμῖν λόγος, ἀδιαίρετος μένἐστι τῆς προσενεγκαμένης ψυχῆς, καὶ ταῖς ψυ-χαῖς δὲ τῶν ἀκροωμένων οὐδὲν ἧττον ἐν ταὐτῷ καθ-ίσταται, κἀκείνης μὴ χωριζόμενος καὶ τούτοιςεὑρισκόμενος, ἕνωσιν δὲ μᾶλλον ἢ διαίρεσιν αὐτῶν τεκαὶ τῶν ἡμετέρων ψυχῶν ἐργαζόμενος· οὕτω μοινόει καὶ τὸν Υἱὸν τοῦ Πατρὸς μὴ χωρισθέντα πώ-ποτε, καὶ τούτου δὲ πάλιν τὸ Πνεῦμα τὸ ἅγιον,ὁμοίως ἐν τῷ νῷ τὴν ἐνθύμησιν. Ὡς γὰρ οὐκ ἔστι μεταξὺ νοῦ καὶ ἐνθυμήσεως καὶψυχῆς διαίρεσιν ἐπινοηθῆναί τινα ταὶ τομήν· οὕτωςοὐδὲ τοῦ ἁγίου Πνεύματος, καὶ τοῦ Σωτῆρος, καὶ τοῦΠατρὸς, ἐν μέσῳ τομὴν ἢ διαίρεσιν ἐπινοηθῆναί ποτε·διότι τῶν νοητῶν, ὡς ἔφαμεν, καὶ θείων ἀδιαίρετοςἡ φύσις. Ἢ καὶ ὃν τρόπον οὐχ οἷόν τε πάλιν ὁμοίωςἐν μέσῳ κύκλου καὶ τῆς ἀκτῖνος διαίρεσιν εὑρέ-σθαι, διὰ τὸ ἀπαθὲς καὶ ἀσώματον ἁπλοῦν τε καὶἀμερὲς, ἀλλ' ἡ μὲν ἀκτὶς συνῆπται τῷ κύκλῳ, τοὔμ-παλιν δὲ ὁ κύκλος, οἷόν τις ὀφθαλμὸς, ποταμηδὸνἐπιχεῖ τῷ παντὶ τὰς ἀκτῖνας, κατακλυσμοὺς ὥσ-περ τινὰς φωτὸς ἡμῖν ἐργαζόμενος, καὶ πελαγί-ζων ἀθρόως τὴν διακόσμησιν· οὕτω δὴ καὶ οἱονείτινες τοῦ Πατρὸς ἀκτῖνες ἀπεστάλησαν ἐφ' ἡμᾶς,ὅ τε φεγγώδης Ἰησοῦς, καὶ τὸ Πνεῦμα τὸ ἅγιον.Ὥσπερ γὰρ αἱ τοῦ φωτὸς ἀκτῖνες ἀμέριστον ἔχουσαικατὰ φύσιν τὴν πρὸς ἀλλήλας σχέσιν, οὔτε τοῦ φω-τὸς χωρίζονται, οὔτε ἀλλήλων ἀποτέμνονται, καὶ μέ-χρις ἡμῶν τὴν χάριν τοῦ φωτὸς ἀποστέλλουσι· τὸναὐτὸν τρόπον καὶ ὁ Σωτὴρ ὁ ἡμέτερος, καὶ τὸ Πνεῦματὸ ἅγιον, ἡ δίδυμος τοῦ Πατρὸς ἀκτὶς, καὶ μέχριςἡμῶν διακονεῖται τῆς ἀληθείας τὸ φῶς, καὶ τῷ Πατρὶσυνήνωται. Ὃν δὲ τρόπον κἀπό τινος ὑδάτων πηγῆς νεκταριῶ-δες ἀφθόνως προϊεμένης ὕδωρ, συμβαίνει ῥεῦμά τιπαμπληθὲς, καὶ ῥεῖθρον ἀκατάσχετον, εἰς ποταμοὺςδύο τῷ ῥεύματι τέμνεσθαι, μίαν ἐξ ἑνὸς ὀφθαλμοῦτῆς πηγῆς τὴν ῥοὴν ἐξ ἀρχῆς ἐσχηκός· δίῤῥυτος δὲτῶν ποταμῶν σχηματισθέντων τοῖς εἴδεσι, βλαβὲνδὲ ὅμως οὐδὲν εἰς τὴν οὐσίαν ἐκ τῆς διαιρέσεως (τῇμὲν γὰρ τῶν ποταμῶν θέσει τὸ ῥεῖθρον διῄρηται, τὴνδὲ τοῦ χυμοῦ ποιότητα μίαν καὶ τὴν αὐτὴν κέκτηται·κἂν γὰρ ἀποτερματίζεσθαι πόῤῥω που τῶν ποταμῶνἕκαστος τῶν προειρημένων δοκῇ, καὶ τῆς πηγῆς ἀφ-εστάναι μακρὰν, τὴν γοῦν ἀρχὴν τῇ μητρὶ πρὸς τὸ διηνε-κὲς τῆς πηγῆς συνηνωμένην ἔχει)· παραπλησίως οὖνκαὶ ὁ τῶν ἀγαθῶν ἁπάντων Θεὸς, ὁ τῆς ἀληθείας πρύτα-νις, καὶ τοῦ Σωτῆρος Πατὴρ, τὸ πρῶτον αἴτιον τῆς ζωῆς,καὶ τὸ τῆς ἀθανασίας φυτὸν, ἡ τῆς ἀειζωΐας πηγὴ, δίῤ-ῤυτόν τινα τοῦ τε Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος τὴννοητὴν εἰς ἡμᾶς ἀποστείλας χάριν, οὔτ' αὐτός τιπέπονθεν εἰς τὴν οὐσίαν βλαβεὶς (οὐ γὰρ μείωσιν ὑπ-έστη τινὰ διὰ τὴν εἰς ἡμᾶς ἐκείνων ἄφιξιν), καὶ μέχριςἡμῶν προσεχώρησαν, καὶ τοῦ Πατρὸς οὐδὲν ἧττονἀχώριστοι καθεστήκασιν. Ἀμερὴς γὰρ, ὡς ἔφαμε·ἐξ ἀρχῆς, ἡ τῶν κρειττόνων φύσις. Πλεῖστα μὲν οὖν, ὦ τιμιώτατε, δυνατὸν ἦν εὑρεῖνκαὶ πλείονα τῶν εἰρημένων, πρὸς ἀπόδειξιν ἐναργῆτῆς ἀναγκαιοτάτης Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύ-ματος ἑνώσεως, ὃν τρόπον ἔχειν αὐτὴν ὑπολαμ-βάνειν δεῖ· ἀλλ' ἐπειδὴ σοί τε καὶ τοῖς σοὶ παρα-πλησίοις ῥᾷον ἐξ ὀλίγων τὰ πλεῖστα καταμανθάνειν,τούτου χάριν ἐνταῦθα τὸν περὶ τούτου στῆσαι τοῦθεωρήματος δίκαιον ᾠήθην λόγον. Τί τὸ πιστεύειν ἀφέντες, τεχνολογοῦμεν τὴν πίστιν,καὶ πληροῦμεν τὴν ἐπιθυμίαν τοῦ κοινοῦ δυσμενοῦς;Λογισάμενος γὰρ ὁ διάβολος, ὁ κοινὸς τῆς ἀνθρωπότη-τος λυμεὼν, ὅτι γαλήνης ἐν ἡμῖν πολιτευομένης, τὰτῆς εὐσεβείας ἀνθεῖ, τῆς πίστεως δὲ κρατούσης,εὐζωΐα κρατεῖ, φίλοι τε τοῦ Δημιουργοῦ γινόμεθα,ἵνα μὴ ἐπέλθωμεν, ὅθεν ἐκεῖνος ἐξέπεσεν, ὁρᾶτε τίπεποίηκε, καὶ πῶς πανούργως τὸν καθ' ἡμᾶς ἐῤῥα-ψῴδηκε πόλεμον. Ὁ μηχανοῤῥάφος τῶν κακῶν, καὶσοφὸς ἐν ἀπάταις, καὶ ποικίλος ἐν ἐπιβουλαῖς, καὶπλούσιος ἐν τοῖς κακοῖς μηχανήμασι, παρασκευάζειτινὰς ἐν προσχήματι τῆς εὐσεβείας στρατεύσασθαικατὰ τῆς πίστεως, καὶ πᾶσι τοῖς εὐσεβέσι δι' αὐτῶνἄκαιρον φιλονεικίαν, καὶ ψυχοφθόρον ἐνέβαλε πόλε-μον, καὶ τῆς Ἐκκλησίας τὰ μέλη κατ' ἀλλήλωνἐστράτευσε. Στρέψωμεν τοίνυν κατὰ τῆς αὐτοῦ κεφα-λῆς τοῦτο δὴ τὸ σοφὸν, καὶ τὴν εὐφροσύνην αὐτοῦμεταβάλωμεν εἰς ὀδύνην, καὶ πένθος ἀπαρηγόρητον.Πενθήσωμεν τὴν εἰρήνην, ἣν ἐκεῖνος μισεῖ, Κατα-λείψωμεν τὸ ζυγομαχεῖν, καὶ σταθμίζειν τὰς λέξειςτοῦ δόγματος. Παυσώμεθα τοῦ θέλειν εἶναι τῶν δι-δασκάλων διδάσκαλοι. Μισήσωμεν τὸ λογομαχεῖν ἐπὶκαταστροφῇ τῶν ἀκουόντων. Πιστεύσωμεν ὡς οἱ πα-τέρες ἡμῶν παραδέδωκαν. Οὐκ ἐσμὲν τῶν πατέρωνσοφώτεροι· οὐκ ἐσμὲν τῶν διδασκάλων ἀκριβέστεροι.Ἐν εἰρήνῃ ἐκάλεσεν ἡμᾶς ὁ Θεὸς, οὐκ ἐν μάχῃ.Ὡς ἐκλήθημεν, οὕτως προσμείνωμεν τῇ μυστικῇτραπέζῃ, ἐν ᾗ τῶν οὐρανίων μεταλαμβάνομεν. Μὴγινώμεθα κατὰ ταυτὸν ὁμοτράπεζοι, καὶ ἀλλήλωνἐπίβουλοι· μὴ ἐνταῦθα κοινωνικοὶ, καὶ ἔξω ἐπίβουλοι. Πρωτότοκος ὁ Κύριος ἤκουσεν ἐκ τῆς Παρθένου,οὐχ ὅτι δεύτερόν τινα ὁμοιογενῆ προσεκαλέσατο, ἀλλ'ὅτι πρωτότοκος ἀσυγκρίτως ἐστὶ πρὸς τοὺς υἱοὺς τῶνἀνθρώπων. Οὐδὲ γὰρ διὰ τὸ εἰπεῖν ὁ Ἀπόστολος πε-ρὶ τῆς τοῦ Κυρίου ἐκ Πατρὸς ἀνάρχου γεννήσεως,Ὅς ἐστι πρωτότοκος πάσης κτίσεως, ἤδη καὶἀδελφὸν τοῦ Κυρίου συνεγράψατο. Οὐδ' αὖ πάλιν ὁαὐτὸς, πρωτότοκον ἐκ τῶν νεκρῶν καλέσας, ἤδη καὶὅμαιμον τοῦ Κυρίου παρεισήγαγε παραπλησίως τὸνᾅδην πατήσαντα. Ἀλλὰ πρωτότοκος ὁ Κύριος ἐκ τοῦΠατρὸς καὶ ἐκ τῆς Παρθένου καὶ ἐκ τῶν νεκρῶν,ἵνα διὰ πάντων γνωθῇ τὸ μοναδικὸν τῆς υἱότητοςἀξίωμα. Ἀσύγκριτος γὰρ ὁ δεσποτικὸς τόκος· ὅπουγὰρ ἡ μήτηρ παρθένος, πῶς τόκος ἑρμηνευόμενος;{ΤΟΥ ΑΥΤΟΥΕΙΣ ΤΗΝ ΥΠΑΠΑΝΤΗΝ ΤΟΥ ΚΥΡΙΟΥ,ΚΑΙ ΕΙΣ ΤΗΝ ΘΕΟΤΟΚΟΝ, ΚΑΙ ΕΙΣ ΤΟΝ ΔΙΚΑΙΟΝ ΣΥΜΕΩΝΑ.} Ὁ τῇ φρονήσει τῶν οὐρανίων μετέωρος, ὁ τῇ κατα-φρονήσει τῶν ἐπιγείων μετάρσιος, Παῦλος ὁ θεόλη-πτος νοῦς, ἡ Χριστοκίνητος γλῶττα, ὁ τοῦ ὀξυγράφουγραμματέως ὡραιότατος κάλαμος, ὁ καλλιγραφήσαςτῇ Ἐκκλησίᾳ τῆς ἀληθείας τὰ δόγματα, τὸ ἐν τῇ χειρὶτοῦ δυνατοῦ θεοχάλκευτον βέλος, τὸ ἐν τῇ καρδίᾳ τοῦκοσμοκράτορος τοῦ σκότους καιρίαν ἐμπῆξαν πληγὴν,ἡ ἀπὸ Ἱερουσαλὴμ καὶ κύκλῳ μέχρι τοῦ Ἰλλυρικοῦ,μᾶλλον δὲ μέχρι τῶν περάτων τῆς γῆς φάνασαἀστραπὴ, ἡ τῆς θείας βροντῆς ἐν τῷ μυστικῷ τροχῷτοῦ Εὐαγγελίου, τῷ κατὰ πάσης κυλισθέντι τῆς οἰ-κουμένης, ἡ διειδεστάτη καὶ μεγαλόθρους φωνή· οὗτοςὡς ἐξ αὐτῶν τῶν τοῦ παραδείσου ἀδύτων φθεγγόμε-νος, ἔνθα τῶν ἀῤῥήτων ῥημάτων αὐτήκοος γέγονε·μᾶλλον δὲ ὡς ἐξ αὐτοῦ τοῦ θρόνου τοῦ ὑψηλοῦ τε καὶἐπηρμένου τῆς δόξης ἔνθα παρίσταται· προπομπὴνἔντιμον τῇ παρούσῃ ἁγίᾳ καὶ Δεσποτικῇ ἑτοιμαζόμε-νος ἑορτῇ, πρὸς ὑποδοχὴν τοῦ βασιλέως τῆς δόξης·καθάπερ τινὰ μυστικωτάτην σύγκλητον, τὸν τῆςἘκκλησίας λαὸν, τὸ βασίλειον ἱεράτευμα στιχηδὸν,ὡς ἄν τις εἴποι, παρασκευάζει τῆς εὐσχήμονος πολι-τείας τὴν τάξιν, ῥυθμίαν τε καὶ εὐαρμοστίαν διατατ-τόμενός φησιν, Ἀδελφοὶ, μὴ παιδία γίνεσθε ταῖςφρεσὶν, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε· ταῖς δὲ φρεσὶ