The Greek Library Catalogue

Anonymous

De opificio hominis

Edition reference
De opificio hominis, MPG 44: 124–256.
CTS identifier
urn:cts:greekLit:tlg2017.tlg079.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Digital facsimile
View facsimile ↗
Facsimile rights
Creative Commons Public Domain Mark 1.0

129

έχουσα. δι' ἑαυτῆς μεσιτεύει τοῖς ἄκροις, ὡς ἂν ἐπίδη-

λον γενέσθαι τὴν πρὸς ἄλληλα τῶν ἐναντίων διὰ τοῦ

μέσου συνάφειαν. Τὸ γὰρ ἀεικίνητον καὶ λεπτὸν τῆς

πυρώδους οὐσίας μιμεῖται μέν πως ὁ ἀήρ, ἔν τε τῷ

κούφῳ τῆς φύσεως καὶ τῷ πρὸς τὴν κίνησιν ἐπιτη-

δείως ἔχειν. Οὐ μὴν τοιοῦτός ἐστιν, οἷος τῆς πρὸς τὰ

πάγια συγγενείας ἀλλοτριοῦσθαι, οὔτε ἀεὶ μένων

ἀκίνητος, οὔτε διαπαντὸς ῥέων καὶ σκεδαννύμενος·

ἀλλὰ τῇ πρὸς ἕτερον οἰκειότητι οἷόν τι μεθόριον τῆς τῶν

ἐνεργειῶν ἐναντιότητος γίνεται, μιγνὺς ἅμα καὶ διαι-

ρῶν ἐν αὐτῷ τὰ διεστῶτα τῇ φύσει. Κατὰ τὸν αὐτὸν λόγον,

καὶ ἡ ὑγρὰ οὐσία διπλαῖς ποιότησι πρὸς ἑκάτερον τῶν

ἐναντίων ἁρμόζεται. Τῷ μὲν γὰρ βαρεῖά τε καὶ κατω-

φερὴς εἶναι, πολλὴν πρὸς τὸ γεῶδες τὴν συγγένειαν ἔχει.

Τῷ δὲ μετέχειν ῥοώδους τινὸς καὶ πορευτικῆς

ἐνεργείας, οὐ πάντη τῆς κινουμένης ἠλλοτρίωται

φύσεως, ἀλλά τίς ἐστι καὶ διὰ τούτου μίξις τῶν

ἐναντίων καὶ σύνοδος, τῆς τε βαρύτητος εἰς κίνησιν

μετατεθείσης, καὶ τῆς κινήσεως ἐν τῷ βάρει μὴ

πεδηθείσης, ὥστε συμβαίνειν πρὸς ἄλληλα τὰ

κατὰ τὸ ἀκρότατον τῇ φύσει διεστηκότα διὰ τῶν

μεσιτευόντων ἀλλήλοις ἑνούμενα. Μᾶλλον δὲ κατὰ τὸν

ἀκριβῆ λόγον οὐδὲ αὐτὴ τῶν ἀντικειμένων ἡ φύσις

ἀμίκτως πάντη πρὸς τὴν ἑτέραν τοῖς ἰδιώμασιν ἔχει,

ὡς ἂν, οἶμαι, πάντα πρὸς ἄλληλα νεύοι τὰ κατὰ τὸν

κόσμον φαινόμενα, καὶ συμπνέοι πρὸς ἑαυτὴν ἡ κτί-

σις ἐν τοῖς τῶν ἀντικειμένων ἰδιώμασιν εὑ-

ρισκομένη. Τῆς γὰρ κινήσεως οὐ μόνον κατὰ τὴν

τοπικὴν μετάστασιν νοουμένης, ἀλλὰ καὶ ἐν τροπῇ

καὶ ἀλλοιώσει θεωρουμένης· πάλιν δ' αὖ, τῆς

ἀμεταθέτου φύσεως τὴν κατὰ τὸ ἀλλοιοῦσθαι κίνη-

σιν οὐ προσιεμένης· ἐναλλάξασα τὰς ἰδιότητας ἡ

τοῦ Θεοῦ σοφία, τῷ μὲν ἀεικινήτῳ τὸ ἄτρεπτον, τῷ

δὲ ἀκινήτῳ τὴν τροπὴν ἐνεποίησε, προμηθείᾳ τινὶ

τάχα τὸ τοιοῦτον οἰκονομήσασα, ὡς ἂν μὴ τὸ τῆς

φύσεως ἴδιον, ὅπερ ἐστὶ τὸ ἄτρεπτόν τε καὶ ἀμετά-

θετον, ἐπί τινος τῶν κατὰ τὴν κτίσιν βλεπομένων,

Θεὸν νομίζεσθαι τὸ κτίσμα ποιήσειεν. Οὐ γὰρ ἔτι

θεότητος ὑπόληψιν σχοίη, ὅπερ ἂν κινούμενον ἢ

ἀλλοιούμενον τύχῃ. Διὰ τοῦτο ἡ μὲν γῆ στάσιμός

ἐστι, καὶ οὐκ ἄτρεπτος· ὁ δὲ οὐρανὸς τοῦ ἐναντίου

τὸ τρεπτὸν οὐκ ἔχων, οὐδὲ στάσιμον ἔχει, ἵνα τῇ μὲν

φύσει ἑστώσῃ τὴν τροπὴν, τῇ δὲ μὴ τρεπομένῃ τὴν

κίνησιν ἡ θεία συμπλέξασα δύναμις, καὶ ἀλλήλαις

ἀμφοτέρας τῇ ἐναλλάξει τῶν ἰδιωμάτων προσοι-

κειώσῃ, καὶ τῆς περὶ τὸ θεῖον ὑπολήψεως ἀλλοτριώ-

132

σῃ. Οὐδέτερον γὰρ ἂν τούτων, καθὼς εἴρηται, τῆς

θειοτέρας φύσεως νομισθείη· οὔτε τὸ ἄστατον, οὔτε

τὸ ἀλλοιούμενον. Ἤδη τοίνυν τὰ πάντα πρὸς τὸ ἴδιον

ἔφθασε τέλος. Συνετελέσθη γὰρ, καθώς φησι Μωϋ-

σῆς, ὅ τε οὐρανὸς καὶ ἡ γῆ καὶ τὰ διὰ μέσου πάντα,

καὶ τῷ καταλλήλῳ κάλλει τὰ καθέκαστον διεκοσμήθη·

ὁ οὐρανὸς μὲν ταῖς τῶν φωστήρων αὐγαῖς, θάλαττα

δὲ καὶ ἀὴρ τοῖς νηκτοῖς τε καὶ ἐναερίοις τῶν ζώων,

γῆ δὲ ταῖς παντοίαις τῶν φυτῶν τε καὶ βοσκημάτων

διαφοραῖς, ἅπερ ἀθρόως ἅπαντα θείῳ βουλήματι δυ-

ναμωθεῖσα κατὰ ταὐτὸν ἀπεκύησε. Καὶ πλήρης μὲν

ἦν τῶν ὡραίων ἡ γῆ, ὁμοῦ τοῖς ἄνθεσι τοὺς καρποὺς

ἐκβλαστήσασα· πλήρεις δὲ οἱ λειμῶνες τῶν, ὅσα τοὺς

λειμῶνας ἐπέρχεται. Πᾶσαί τε ῥαχίαι καὶ ἀκρώρειαι,

καὶ πᾶν ὅσον πλάγιόν τε καὶ ὕπτιον, καὶ ὅσον ἐν

κοίλοις, τῇ νεοθαλεῖ πόᾳ καὶ τῇ ποικίλῃ τῶν δένδρων

ὥρᾳ κατεστεφάνωτο, ἄρτι μὲν τῆς γῆς ἀνισχόντων,

εὐθὺς δὲ πρὸς τὸ τέλειον κάλλος ἀναδραμόντων. Ἐγε-

γήθει δὲ πάντα κατὰ τὸ εἰκὸς, καὶ διεσκίρτα τὰ

τῷ προστάγματι τοῦ Θεοῦ ζωογονηθέντα βοτὰ, κατ'

ἀγέλας τε καὶ κατὰ γένη ταῖς λόχμαις ἐνδιαθέοντα.

Ταῖς δὲ τῶν μουσικῶν ὀρνίθων ᾠδαῖς ἁπανταχῆ περι-

ηχεῖτο πᾶν, ὅσον κατηρεφές τε καὶ σύσκιον. Ἥ τε

κατὰ θάλατταν ὄψις, ὡς εἰκὸς, ἄλλη τοιαύτη τις ἦν,

ἄρτι πρὸς ἡσυχίαν τε καὶ γαλήνην ἐν ταῖς συναγω-

γαῖς τῶν κοίλων καθισταμένη, καθ' ἣν ὅρμοι καὶ

λιμένες θείᾳ βουλήσει ταῖς ἀκταῖς αὐτομάτως ἐγκοι-

λανθέντες, προσημέρουν τῇ ἠπείρῳ τὴν θάλατταν.

Αἵ τε ἠρεμαῖαι τῶν κυμάτων κινήσεις τῷ κάλλει

τῶν λειμώνων ἀνθωραΐζοντο, ὑπὸ λεπταῖς καὶ ἀπή-

μοσιν αὔραις κατ' ἄκραν τὴν ἐπιφάνειαν γλαφυρῶς

ἐπιφρίσσουσαι. Καὶ ἅπας ὁ κατὰ τὴν κτίσιν πλοῦ-

τος, κατὰ γῆν τε καὶ θάλατταν ἕτοιμος ἦν, ἀλλ' ὁ

μετέχων οὐκ ἦν.

ΚΕΦΑΛΑΙΟΝ Βʹ.

Διὰ τί μετὰ τὴν κτίσιν τελευταῖος ὁ ἄνθρωπος.

Οὔπω γὰρ τὸ μέγα τοῦτο καὶ τίμιον χρῆμα ὁ ἄν-

θρωπος τῷ κόσμῳ τῶν ὄντων ἐπεχωρίαζεν. Οὐδὲ γὰρ

ἦν εἰκὸς τὸν ἄρχοντα πρὸ τῶν ἀρχομένων ἀναφανῆ-

ναι, ἀλλὰ τῆς ἀρχῆς πρότερον ἑτοιμασθείσης, ἀκό-

λουθον ἦν ἀναδειχθῆναι τὸν βασιλεύοντα, ἐπειδὴ

τοίνυν οἷόν τινα βασίλειον καταγωγὴν τῷ μέλλοντι

βασιλεύειν ὁ τοῦ παντὸς ποιητὴς προηυτρέπισεν.

Αὕτη δὲ ἦν γῆ τε καὶ νῆσοι, καὶ θάλαττα, καὶ οὐρανὸς

ὑπὲρ τούτων ὀρόφου δίκην ἐπικυρτούμενος· πλοῦτος δὲ

παντοδαπὸς τοῖς βασιλείοις τούτοις ἐναπετέθη. Πλοῦ-

τον δὲ λέγω πᾶσαν τὴν κτίσιν, ὅσον ἐν φυτοῖς καὶ βλα-

στήμασι, καὶ ὅσον αἰσθητικόν τε καὶ ἔμπνουν καὶ ἔμψυ-

133

χον. Εἰ δὲ χρὴ καὶ τὰς ὕλας εἰς πλοῦτον καταριθμή-

σασθαι, ὅσαι διά τινος εὐχροίας τίμιαι τοῖς ἀνθρωπί-

νοις ὀφθαλμοῖς ἐνομίσθησαν, οἷον χρυσίον τε καὶ ἀρ-

γύριον, καὶ τῶν λίθων δὴ τούτων ἃς ἀγαπῶσιν οἱ

ἄνθρωποι· καὶ τούτων πάντων τὴν ἀφθονίαν καθάπερ

τισὶ βασιλικοῖς θησαυροῖς τοῖς τῆς γῆς κόλποις ἐγ-

κατακρύψας, οὕτως ἀναδείκνυσιν ἐν τῷ κόσμῳ τὸν

ἄνθρωπον, τῶν ἐν τούτῳ θαυμάτων, τῶν μὲν θεατὴν

ἐσόμενον, τῶν δὲ κύριον, ὡς διὰ μὲν τῆς ἀπολαύσεως

τὴν σύνεσιν τοῦ χορηγοῦντος ἔχειν, διὰ δὲ τοῦ κάλ-

λους τε καὶ μεγέθους τῶν ὁρωμένων τὴν ἄῤῥητόν τε

καὶ ὑπὲρ λόγον τοῦ πεποιηκότος δύναμιν ἀνιχνεύειν.

Διὰ ταῦτα τελευταῖος μετὰ τὴν κτίσιν εἰσήχθη ὁ

ἄνθρωπος, οὐχ ὡς ἀπόβλητος ἐν ἐσχάτοις ἀποῤῥιφεὶς,

ἀλλ' ὡς ἅμα τῇ γενέσει βασιλεὺς εἶναι τῶν ὑποχει-

ρίων προσήκων. Καὶ ὥσπερ τις ἀγαθὸς ἑστιάτωρ

οὐ πρὸ τῆς παρασκευῆς τῶν ἐδωδίμων τὸν ἑστιώμε-

νον εἰσοικίζεται, ἀλλ' εὐπρεπῆ τὰ πάντα παρασκευά-

σας, καὶ φαιδρύνας τοῖς καθήκουσι κόσμοις τὸν οἶ-

κον, τὴν κλισίαν, τὴν τράπεζαν, ἐφ' ἑτοίμοις ἤδη

τοῖς πρὸς τὴν τροφὴν ἐπιτηδείοις, ἐφέστιον ποιεῖται

τὸν δαιτυμόνα· κατὰ τὸν αὐτὸν τρόπον ὁ πλούσιός τε

καὶ πολυτελὴς τῆς φύσεως ἡμῶν ἑστιάτωρ παντοίοις

κάλλεσι κατακοσμήσας τὴν οἴκησιν, καὶ τὴν μεγάλην

ταύτην καὶ παντοδαπῆ πανδαισίαν ἑτοιμασάμενος,

οὕτως εἰσάγει τὸν ἄνθρωπον, ἔργον αὐτῷ δοὺς οὐ τὴν

κτῆσιν τῶν μὴ προσόντων, ἀλλὰ τὴν ἀπόλαυσιν τῶν

παρόντων. Καὶ διὰ τοῦτο διπλᾶς αὐτῷ τῆς κατα-

σκευῆς τὰς ἀφορμὰς καταβάλλεται, τῷ γηΐνῳ τὸ θεῖον

ἐγκαταμίξας· ἵνα δι' ἀμφοτέρων συγγενῶς τε καὶ

οἰκείως πρὸς ἑκατέραν ἀπόλαυσιν ἔχῃ τοῦ Θεοῦ μὲν

διὰ τῆς θειοτέρας φύσεως, τῶν δὲ κατὰ τὴν γῆν ἀγα-

θῶν διὰ τῆς ὁμογενοῦς αἰσθήσεως ἀπολαύων.

ΚΕΦΑΛΑΙΟΝ Γʹ.

Ὅτι τιμιωτέρα πάσης τῆς φαινομένης κτίσεως

ἡ τοῦ ἀνθρώπου φύσις.

Ἄξιον δὲ μηδὲ τοῦτο παριδεῖν ἀθεώρητον, ὅτι τοῦ

τηλικούτου κόσμου καὶ τῶν κατ' αὐτὸν μερῶν στοι-

χειωδῶς πρὸς τὴν τοῦ παντὸς σύστασιν ὑποβληθέν-

των, ἀποσχεδιάζεταί πως ἡ κτίσις ὑπὸ τῆς θείας

δυνάμεως ὁμοῦ τῷ προστάγματι ὑφισταμένη. Τῆς

δὲ τοῦ ἀνθρώπου κατασκευῆς βουλὴ προηγεῖται, καὶ

προτυποῦται παρὰ τοῦ τεχνιτεύοντος διὰ τῆς τοῦ

λόγου γραφῆς τὸ ἐσόμενον, καὶ οἷον εἶναι προσήκει,

καὶ πρὸς ποῖον ἀρχέτυπον τὴν ὁμοιότητα φέρειν, καὶ

ἐπὶ τίνι γενήσεται, καὶ τί ἐνεργήσει γενόμενον καὶ

τίνων ἡγεμονεύσει· πάντα προδιασκοπεῖται ὁ λόγος,

ὡς πρεσβυτέραν αὐτὸν τῆς γενέσεως τὴν ἀξίαν λα-

χεῖν, πρὶν παρελθεῖν εἰς τὸ εἶναι τὴν τῶν ὄντων ἡγε-

μονίαν κτησάμενον. «Εἶπε» γὰρ, φησὶν, «ὁ Θεὸς, Ποιή-

σωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν, καὶ ὁμοίωσιν,

καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης, καὶ τῶν θη-

ρίων τῆς γῆς, καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ, καὶ τῶν

κτηνῶν, καὶ πάσης τῆς γῆς.» Ὢ τοῦ θαύματος· ἥλιος

κατασκευάζεται, καὶ οὐδεμία προηγεῖται βουλή· οὐρα-

νὸς ὡσαύτως, ὧν οὐδέν τι τῶν κατὰ τὴν κτίσιν ἴσον ἐστὶ,

136

ῥήματι μόνῳ τὸ τοιοῦτον θαῦμα συνίσταται, οὔτε ὅθεν,

οὔτε ὅπως, οὔτε ἄλλο τι τοιοῦτον παρασημηναμένου

τοῦ λόγου. Οὕτω καὶ τὰ καθ' ἕκαστον πάντα, αἰθὴρ,

ἀστέρες, ὁ διὰ μέσου ἀὴρ, θάλαττα, γῆ, ζῶα, φυτὰ,

πάντα λόγῳ πρὸς γένεσιν ἄγεται. Μόνῃ δὲ τῇ τοῦ

ἀνθρώπου κατασκευῇ περιεσκεμμένως πρόσεισιν ὁ

τοῦ παντὸς ποιητὴς, ὡς καὶ ὕλην αὐτῷ τῆς συστά-

σεως προετοιμάσαι, καὶ ἀρχετύπῳ τινὶ κάλλει τὴν

μορφὴν ὁμοιῶσαι, καὶ προθέντα τὸν σκοπὸν, οὗ χά-

ριν γενήσεται, κατάλληλον αὐτῷ καὶ οἰκείαν ταῖς

ἐνεργείαις δημιουργῆσαι τὴν φύσιν, ἐπιτηδείως πρὸς

τὸ προκείμενον ἔχουσαν.

ΚΕΦΑΛΑΙΟΝ Δʹ.

Ὅτι διὰ πάντων ἐπισημαίνει τὴν ἀρχικὴν ἐξ-

ουσίαν ἡ τοῦ ἀνθρώπου κατασκευή.

Καθάπερ γὰρ ἐν τῷ βίῳ τούτῳ καταλλήλως τῇ

χρείᾳ σχηματίζεται παρὰ τῶν τεχνιτευόντων τὸ ὄρ-

γανον· οὕτως οἷόν τι σκεῦος εἰς βασιλείας ἐνέργειαν

ἐπιτήδειον τὴν ἡμετέραν φύσιν ὁ ἀριστοτέχνης ἐδη-

μιούργησε, τοῖς τε κατὰ τὴν ψυχὴν προτερήμασι

καὶ αὐτῷ τῷ τοῦ σώματος σχήματι τοιοῦτον εἶναι

παρασκευάσας, οἷον ἐπιτηδείως πρὸς βασιλείαν ἔχειν.

Ἡ μὲν γὰρ ψυχὴ τὸ βασιλικόν τε καὶ ἐπηρμένον αὐ-

τόθεν δείκνυσι πόῤῥω τῆς ἰδιωτικῆς ταπεινότητος κε-

χωρισμένον, ἐκ τοῦ ἀδέσποτον αὐτὴν εἶναι καὶ αὐτ-

εξούσιον, ἰδίοις θελήμασιν αὐτοκρατορικῶς διοικουμέ-

νην. Τίνος γὰρ ἄλλον τοῦτο, καὶ οὐχὶ βασιλέως ἐστίν;

Καὶ ἔτι πρὸς τούτοις, τὸ τῆς δυναστευούσης τῶν πάν-

των φύσεως εἰκόνα γενέσθαι, οὐδὲν ἕτερόν ἐστιν, ἢ

εὐθὺς βασιλίδα δημιουργηθῆναι τὴν φύσιν. Ὥσπερ

γὰρ κατὰ τὴν ἀνθρωπίνην συνήθειαν οἱ τὰς εἰκόνας

τῶν κρατούντων κατασκευάζοντες, τόν τε χαρακτῆρα

τῆς μορφῆς ἀναμάσσονται, καὶ τῇ περιβολῇ τῆς πορ-

φυρίδος τὴν βασιλικὴν ἀξίαν συμπαραγράφουσι, καὶ

λέγεται κατὰ συνήθειαν καὶ ἡ εἰκὼν, βασιλεύς· οὕτω

καὶ ἡ ἀνθρωπίνη φύσις, ἐπειδὴ πρὸς τὴν ἀρχὴν ἄλλων

κατεσκευάζετο, διὰ τῆς πρὸς τὸν βασιλέα τοῦ παντὸς

ὁμοιότητος, οἷόν τις ἔμψυχος εἰκὼν ἀνεστάθη, κοινω-

νοῦσα τῷ ἀρχετύπῳ καὶ τῆς ἀξίας καὶ τοῦ ὀνόμα-

τος· οὐ πορφυρίδα περικειμένη, οὐδὲ σκήπτρῳ καὶ

διαδήματι τὴν ἀξίαν ἐπισημαίνουσα (οὐδὲ γὰρ τὸ

ἀρχέτυπον ἐν τούτοις ἐστὶν), ἀλλ' ἀντὶ μὲν τῆς

ἁλουργίδος τὴν ἀρετὴν ἠμφιεσμένη, ὃ δὴ πάντων

βασιλικώτατον ἐσθημάτων ἐστίν· ἀντὶ δὲ τοῦ σκήπ-

τρου τῇ μακαριότητι τῆς ἀθανασίας ἐρειδομένη· ἀντὶ

δὲ τοῦ βασιλικοῦ διαδήματος τῷ τῆς δικαιοσύνης στε-

φάνῳ κεκοσμημένη, ὥστε διὰ πάντων ἐν τῷ τῆς βα-

σιλείας ἀξιώματι δείκνυσθαι δι' ἀκριβείας πρὸς τὸ

ἀρχέτυπον κάλλος ὁμοιωθεῖσαν.

137

ΚΕΦΑΛΑΙΟΝ Εʹ.

Ὅτι ὁμοίωμα τῆς θείας βασιλείας ὁ ἄνθρωπος.

Τὸ δὲ θεῖον κάλλος οὐ σχήματί τινι, καὶ μορφῆς

εὐμοιρίᾳ, διά τινος εὐχροίας ἀγλαΐζεται, ἀλλ' ἐν

ἀφράστῳ μακαριότητι κατ' ἀρετὴν θεωρεῖται. Ὥσπερ

τοίνυν τὰς ἀνθρωπίνας μορφὰς διὰ χρωμάτων τινῶν

ἐπὶ τοὺς πίνακας οἱ γραφεῖς μεταφέρουσι, τὰς οἰ-

κείας τε καὶ καταλλήλους βαφὰς ἀπαλείφοντες τῷ

μιμήματι, ὡς ἂν δι' ἀκριβείας τὸ ἀρχέτυπον κάλλος

μετενεχθείη πρὸς τὸ ὁμοίωμα· οὕτω μοι νόει καὶ τὸν

ἡμέτερον πλάστην, οἷόν τισι βαφαῖς τῇ τῶν ἀρετῶν

ἐπιβολῇ πρὸς τὸ ἴδιον κάλλος τὴν εἰκόνα περιανθίσαντα,

ἐν ἡμῖν δεῖξαι τὴν ἰδίαν ἀρχήν. Πολυειδῆ δὲ καὶ ποι-

κίλα τὰ οἱονεὶ χρώματα τῆς εἰκόνος, δι' ὧν ἡ ἀληθινὴ

ἀναζωγραφεῖται μορφὴ, οὐκ ἐρύθρημα καὶ λαμπρό-

της, καὶ ἡ ποιὰ τούτων πρὸς ἄλληλα μίξις, οὐδέ τινος

μέλανος ὑπογραφὴ ὀφρύν τε καὶ ὀφθαλμοὺς ὑπαλεί-

φουσα, καὶ κατά τινα κρᾶσιν τὰ κοῖλα τοῦ χαρακτῆ-

ρος ὑποσκιάζουσα, καὶ ὅσα τοιαῦτα ζωγράφων χεῖρες

ἐπετεχνήσαντο· ἀλλ' ἀντὶ τούτων καθαρότης, ἀπά-

θεια, μακαριότης, κακοῦ παντὸς ἀλλοτρίωσις, καὶ

ὅσα τοῦ τοιούτου γένους ἐστὶ, δι' ὧν μορφοῦται τοῖς

ἀνθρώποις ἡ πρὸς τὸ Θεῖον ὁμοίωσις. Τοιούτοις ἄνθε-

σιν ὁ δημιουργὸς τῆς ἰδίας εἰκόνος τὴν ἡμετέραν δι-

εχάραξε φύσιν. Εἰ δὲ καὶ τὰ ἄλλα συνεξετάζοις, δι'

ὧν τὸ θεῖον κάλλος χαρακτηρίζεται· εὑρήσεις καὶ

πρὸς ἐκεῖνα δι' ἀκριβείας σωζομένην ἐν τῇ καθ' ἡμᾶς

εἰκόνι τὴν ὁμοιότητα. Νοῦς καὶ λόγος ἡ θειότης ἐστίν·

ἐν ἀρχῇ τε γὰρ ἦν ὁ Λόγος. Καὶ οἱ προφῆται κατὰ

Παῦλον νοῦν Χριστοῦ ἔχουσι, τὸν ἐν αὐτοῖς λαλοῦντα.

Οὐ πόῤῥω τούτων καὶ τὸ ἀνθρώπινον. Ὁρᾷς ἐν

σεαυτῷ καὶ τὸν λόγον, καὶ διάνοιαν, μίμημα τοῦ ὄν-

τως νοῦ τε καὶ λόγου. Ἀγάπη πάλιν ὁ Θεὸς, καὶ

ἀγάπης πηγή. Τοῦτο γάρ φησιν Ἰωάννης ὁ μέγας,

ὅτι «Ἀγάπη ἐκ τοῦ Θεοῦ;» καὶ, «Ὁ Θεὸς ἀγάπη ἐστί·»

τοῦτο καὶ ἡμέτερον πεποίηται πρόσωπον ὁ τῆς φύσεως

πλάστης. «Ἐν τούτῳ» γὰρ, φησὶ, «γνώσονται πάντες,

ὅτι μαθηταί μου ἐστὲ, ἐὰν ἀγαπᾶτε ἀλλήλους.» Οὐ-

κοῦν μὴ παρούσης ταύτης, ἅπας ὁ χαρακτὴρ τῆς εἰ-

κόνος μεταπεποίηται. Πάντα ἐπιβλέπει, καὶ πάντα

ἐπακούει τὸ Θεῖον, καὶ πάντα διερευνᾶται. Ἔχεις καὶ

σὺ τὴν δι' ὄψεως καὶ ἀκοῆς τῶν ὄντων ἀντίληψιν,

καὶ τὴν ζητητικήν τε καὶ διερευνητικὴν τῶν ὄντων

διάνοιαν.

ΚΕΦΑΛΑΙΟΝ Ϛʹ.

Ἐξέτασις τῆς τοῦ νοῦ πρὸς τὴν φύσιν συγγε-

νείας, ἐν ᾧ καὶ ἐκ παρόδου τὸ τῶν Ἀνομοίων δι-

ελέγχεται δόγμα.

Καί με μηδεὶς οἰέσθω καθ' ὁμοιότητα τῆς ἀνθρω-

πίνης ἐνεργείας ἐν διαφόροις δυνάμεσι τὸ Θεῖον λέγειν

τῶν ὄντων ἐφάπτεσθαι. Οὐ γάρ ἐστι δυνατὸν ἐν τῇ

ἁπλότητι τῆς θειότητος τὸ ποικίλον τε καὶ πολυειδὲς

τῆς ἀντιληπτικῆς ἐνεργείας κατανοῆσαι. Οὐδὲ γὰρ

ἡμῖν πολλαί τινές εἰσιν αἱ ἀντιληπτικαὶ τῶν πρα-

γμάτων δυνάμεις, εἰ καὶ πολυτρόπως διὰ τῶν αἰσθή-

140

σεων τῶν κατὰ ζωὴν ἐφαπτώμεθα. Μία γάρ τίς ἐστι

δύναμις, αὐτὸς ὁ ἐγκείμενος νοῦς, ὁ δι' ἑκάστον τῶν

αἰσθητηρίων διεξιὼν, καὶ τῶν ὄντων ἐπιδρασσόμενος.

Οὗτος θεωρεῖ διὰ τῶν ὀφθαλμῶν τὸ φαινόμενον· οὗ-

τος συνιεῖ διὰ τῆς ἀκοῆς τὸ λεγόμενον, ἀγαπᾷ τε τὸ

κατευθύμιον, καὶ τὸ μὴ καθ' ἡδονὴν ἀποστρέφεται,

καὶ τῇ χειρὶ χρῆται πρὸς τὸ ὅ τι βούλεται, κρατῶν

δι' αὐτῆς καὶ ἀπωθούμενος ἅπερ ἂν λυσιτελεῖν κρίνῃ,

τῇ τοῦ ὀργάνου συνεργίᾳ εἰς τοῦτο συγχρώμενος. Εἰ

τοίνυν ἐν τῷ ἀνθρώπῳ κἂν διάφορα τύχῃ τὰ πρὸς

αἴσθησιν κατεσκευασμένα παρὰ τῆς φύσεως ὄργανα,

ὁ διὰ πάντων ἐνεργῶν καὶ κινούμενος καὶ καταλλήλως

ἑκάστῳ πρὸς τὸ προκείμενον κεχρημένος, εἷς ἐστι

καὶ ὁ αὐτὸς, ταῖς διαφοραῖς τῶν ἐνεργειῶν οὐ συν-

εξαλλάσσων τὴν φύσιν· πῶς ἄν τις ἐπὶ τοῦ Θεοῦ διὰ

τῶν ποικίλων δυνάμεων τὸ πολυμερὲς τῆς οὐσίας κατ-

οπτεύσειεν; «Ὁ» γὰρ «πλάσας τὸν ὀφθαλμὸν,» καθώς

φησιν ὁ Προφήτης, καὶ «ὁ φυτεύσας τὸ οὗς,» πρὸς τὰ

ἐν αὐτῷ παραδείγματα τὰς ἐνεργείας ταύτας οἶόν τι-

νας γνωριστικοὺς χαρακτῆρας τῇ φύσει τῶν ἀνθρώπων

ἐνεσημήνατο. «Ποιήσωμεν» γὰρ, φησὶν, «ἄνθρωπον

κατ' εἰκόνα ἡμετέραν.» Ἀλλὰ ποῦ μοι τῶν Ἀνομοίων

ἡ αἵρεσις; τί πρὸς τὴν τοιαύτην ἐροῦσι φωνήν; πῶς

διασώσουσιν ἐν τοῖς εἰρημένοις τοῦ δόγματος αὐτῶν

τὴν κενότητα; ἆρα δυνατὸν εἶναι φήσουσι, μίαν εἰ-

κόνα διαφόροις ὁμοιωθῆναι μορφαῖς; Εἰ ἀνόμοιος

κατὰ τὴν φύσιν τῷ Πατρὶ ὁ Υἱὸς, πῶς μίαν κατα-

σκευάζει τῶν διαφόρων φύσεων τὴν εἰκόνα; Ὁ γὰρ,

«Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡ μετέραν,» εἰπὼν,

καὶ διὰ τῆς πληθυντικῆς σημασίας τὴν ἁγίαν Τριάδα

δηλώσας, οὐκ ἂν τῆς εἰκόνος μοναδικῶς ἐπεμνήσθη,

εἴπερ ἀνομοίως ἔχοι πρὸς ἄλληλα τὰ ἀρχέτυπα. Οὐ γὰρ

ἦν δυνατὸν τῶν ἀλλήλοις μὴ συμβαινόντων εἰς ἒν

ἀναδειχθῆναι ὁμοίωμα· ἀλλ' εἰ διάφοροι ἦσαν αἱ

φύσεις, διαφόρους πάντως καὶ τὰς εἰκόνας αὐτῶν ἐν-

εστήσατο, τὴν κατάλληλον ἑκάστῃ δημιουργήσας.

Ἀλλ' ἐπειδὴ μία μὲν ἡ εἰκὼν, οὐχ ἓν δὲ τὸ τῆς εἰ-

κόνος ἀρχέτυπον· τίς οὕτως ἔξω διανοίας ἐστὶν ὡς

ἀγνοεῖν, ὅτι τὰ τῷ ἑνὶ ὁμοιούμενα, καὶ πρὸς ἄλληλα

πάντως ὁμοίως ἔχει; Διὰ τοῦτό φησι, τάχα τὴν κα-

κίαν ταύτην ἐν τῇ κατασκευῇ τῆς ἀνθρωπίνης ζωῆς

ὁ λόγος ὑποτεμνόμενος, «Ποιήσωμεν ἄνθρωπον κατ'

εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν.»

ΚΕΦΑΛΑΙΟΝ Ζʹ.

Διὰ τί γυμνὸς τῶν ἐκ φύσεως ὅπλων τε καὶ προ-

καλυμμάτων ὁ ἄνθρωπος.

Ἀλλὰ τί βούλεται τὸ τοῦ σχήματος ὄρθιον; Τί δὲ

οὐχὶ συμφυεῖς εἰσιν αἱ πρὸς τὸν βίον δυνάμεις τῷ

σώματι; ἀλλὰ γυμνὸς μὲν τῶν φυσικῶν σκεπασμά-

των, ἄοπλος δέ τις καὶ πένης ὁ ἄνθρωπος, καὶ τῶν

πρὸς τὴν χρείαν ἐνδεὴς ἁπάντων ἐπὶ τὸν βίον παρ-

άγεται, ἐλεεῖσθαι μᾶλλον ἢ μακαρίζεσθαι κατὰ τὸ φαι-

νόμενον ἄξιος, οὐ προβολαῖς κεράτων καθωπλισμένος,

οὐκ ὀνύχων ἀκμαῖς, οὐχ ὁπλαῖς, ἢ ὀδοῦσιν, ἤ τινι

κέντρῳ θανατηφόρον ἰὸν ἐκ φύσεως ἔχοντι, οἷα δὴ τὰ

141

πολλὰ τῶν ζώων ἐν ἑαυτοῖς πρὸς τὴν τῶν λυπούντων

ἄμυναν κέκτηται· οὐ τῇ τῶν τριχῶν περιβολῇ τὸ σῶμα

καλύπτεται· καίτοιγε ἴσως τὸν εἰς ἀρχὴν τῶν ἄλλων

προτεταγμένον, οἰκείοις ὅπλοις ἔδει περιπεφράχθαι

παρὰ τῆς φύσεως, ὡς ἂν μὴ τῆς παρ' ἑτέρων ἐπικου-

ρίας πρὸς τὴν ἰδίαν ἀσφάλειαν δέοιτο. Νυνὶ δὲ λέων

μὲν, καὶ σῦς, καὶ τίγρις, καὶ πάρδαλις, καὶ εἴ τι

τοιοῦτον ἕτερον, ἀρκοῦσαν ἔχει πρὸς σωτηρίαν τὴν

ἐκ φύσεως δύναμιν. Καὶ τῷ ταύρῳ μὲν τὸ κέρας,

καὶ τῷ λαγωῷ τὸ τάχος, καὶ τῇ δορκάδι τὸ πήδημα

καὶ τὸ κατ' ὀφθαλμὸν ἀσφαλὲς, καὶ ἄλλῳ τινὶ ζώῳ τὸ

μέγεθος, καὶ ἑτέροις ἡ προνομαία, καὶ τοῖς πετεινοῖς

τὸ πτερὸν, καὶ τῇ μελίσσῃ τὸ κέντρον, καὶ πᾶσι πάν-

τως ἕν τι εἰς σωτηρίαν παρὰ τῆς φύσεως ἐμπέφυκε·

μόνος δὲ πάντων ὁ ἄνθρωπος τῶν μὲν ταχυδρομούν-

των ἀργότερος, τῶν δὲ πολυσαρκούντων βραχύτερος,

τῶν δὲ τοῖς συμφύτοις ὅπλοις ἠσφαλισμένων εὐαλω-

τότερος. Καὶ πῶς, ἐρεῖ τις, ὁ τοιοῦτος τὴν ἀρχὴν τὴν

κατὰ πάντων κεκλήρωται; Ἀλλ' οὐδὲν οἶμαι χαλεπὸν

δεῖξαι, ὅτι τὸ δοκοῦν ἐπιδεὲς τῆς φύσεως ἡμῶν,

ἀφορμὴ πρὸς τὸ κρατεῖν τῶν ὑποχειρίων ἐστίν. Εἰ

γὰρ οὕτω δυνάμεως εἶχεν ὁ ἄνθρωπος, ὡς τῇ μὲν

ὠκύτητι παρατρέχειν τὸν ἵππον, ἄτριπτον δὲ ὑπὸ

στεῤῥότητος ἔχειν τὸν πόδα, ὁπλαῖς τισιν ἢ χηλαῖς

ἐρειδόμενον, κέρατα δὲ καὶ κέντρα καὶ ὄνυχας ἐν

ἑαυτῷ φέρειν· πρῶτον μὲν θηριώδης τις ἂν ἦν,

καὶ δυσάντητος, τοιούτων αὐτοῦ τῷ σώματι συμ-

πεφυκότων. Ἔπειτα δὲ παρεῖδεν ἂν τὴν τῶν ἄλλων

ἀρχὴν, οὐδὲν τῆς συνεργίας τῶν ὑποχειρίων δεό-

μενος. Νυνὶ δὲ τούτου χάριν ἐφ' ἕκαστον τῶν ὑπ-

εζευγμένων ἡμῖν αἱ τοῦ βίου χρεῖαι κατεμερίσθησαν,

ὡς ἀναγκαίαν ποιεῖν τὴν κατ' ἐκείνων ἀρχήν. Τὸ μὲν

βραδὺ τοῦ σώματος δυσκίνητον, τὸν ἵππον τῇ χρείᾳ

προσήγαγέ τε καὶ ἐδαμάσατο. Ἡ δὲ τῆς σαρκὸς

γυμνότης ἀναγκαίαν τὴν τῶν προβάτων ἐπιστασίαν

ἐποίησεν, ἐκ τῆς ἐτησίου τῶν ἐρίων φορᾶς τῆς ἡμε-

τέρας φύσεως ἀναπληροῦσαν τὸ λεῖπον. Τὸ δὲ τὰς

ἀφορμὰς ἡμῖν τὰς πρὸς τὸν βίον καὶ ἐξ ἑτέρων εἰσ-

άγεσθαι, τὰ ἀχθοφόρα τῶν ζώων ταῖς τοιαύταις ὑπ-

ηρεσίαις ὑπέζευξεν. Ἀλλὰ μὴν τὸ μὴ δύνασθαι καθ'

ὁμοιότητα τῶν βοσκημάτων ποηφαγεῖν, ὑποχείριον

τῷ βίῳ τὸν βοῦν ἀπειργάσατο, τοῖς ἰδίοις πόνοις τὴν

ζωὴν ἡμῖν ἐξευμαρίζοντα. Ἐπεὶ δὲ καὶ ὀδόντων καὶ

δήγματος ἦν χρεία πρὸς τὸ καταγωνίζεσθαί τινα τῶν

ἄλλων ζώων, διὰ τῆς τῶν ὀδόντων βλάβης, παρέσχεν

ὁ κύων μετὰ τοῦ τάχους τὴν ἰδίαν γένυν τῇ ἡμετέρᾳ

χρείᾳ, οἷόν τις ἔμψυχος μάχαιρα τῷ ἀνθρώπῳ γενό-

μενος. Κεράτων δὲ προβολῆς καὶ ὀνύχων ἀκμῆς

ἰσχυρότερός τε καὶ τομώτερος ἐπινενόηται τοῖς ἀν-

θρώποις ὁ σίδηρος, οὐκ ἀεὶ συμπεφυκὼς ἡμῖν, ὥσπερ

τοῖς θηρίοις ἐκεῖνα, ἀλλ' ἐπὶ καιροῦ συμμαχήσας, τὸ

λοιπὸν ἐφ' ἑαυτοῦ μένει. Καὶ ἀντὶ τῆς τοῦ κροκοδεί-

λου φωλίδος, ἔστι μὲν καὶ αὐτὸν ἐκεῖνον ὅπλον

ποιήσασθαι, κατὰ καιρὸν τὴν δορὰν περιθέμενον. Εἰ

δὲ μὴ, σχηματίζεται καὶ πρὸς τοῦτο παρὰ τῆς τέχνης

ὁ σίδηρος, ὃς ἐπὶ καιροῦ πρὸς τὸν πόλεμον ὑπηρετή-

σας, πάλιν ἐλεύθερον τοῦ ἄχθους ἐπ' εἰρήνης τὸν

ὁπλίτην κατέλιπεν. Ὑπηρετεῖ δὲ τῷ βίῳ καὶ τὸ πτερὸν

τῶν ὀρνέων, ὡς μηδὲ τοῦ πτηνοῦ τάχους δι' ἐπινοίας

144

ἡμᾶς ἀπολείπεσθαι. Τὰ μὲν γὰρ ἐξ αὐτῶν τιθασσὰ

γίνεται, καὶ συνεργεῖ τοῖς θηρεύουσι· τὰ δὲ δι' ἐκεί-

νων ταῖς χρείαις ἡμῶν δι' ἐπινοίας ὑπάγεται. Ἀλλὰ

καὶ πτερόεντας ἡμῖν τοὺς ὀϊστοὺς ἡ τέχνη δι' ἐπινοίας

ποιησαμένη, τὸ πτηνὸν τάχος ταῖς ἡμετέραις χρείαις

διὰ τοῦ τόξου χαρίζεται. Τὸ δὲ εὐπαθεῖς καὶ εὐτρί-

πτους ἡμῖν πρὸς τὴν πορείαν εἶναι τὰς βάσεις, ἀναγ-

καίαν ποιεῖ τὴν ἐκ τῶν ὑποχειρίων συνεργίαν. Ἐκεῖ-

θεν γάρ ἐστι τοῖς ποσὶ περιαρμόσαι τὰ πέδιλα.

ΚΕΦΑΛΑΙΟΝ Ηʹ.

Διὰ τί ὄρθιον τοῦ ἀνθρώπου τὸ σχῆμα, καὶ ὅτι

διὰ τὸν λόγον αἱ χεῖρες· ἐν ᾧ τις καὶ περὶ δια-

φορᾶς ψυχῶν φιλοσοφία.

Ὄρθιον δὲ τῷ ἀνθρώπῳ τὸ σχῆμα, καὶ πρὸς τὸν

οὐρανὸν ἀνατείνεται, καὶ ἄνω βλέπει. Ἀρχικὰ καὶ

ταῦτα, καὶ τὴν βασιλικὴν ἀξίαν ἐπισημαίνονται. Τὸ

γὰρ μόνον ἐν τοῖς οὖσι τοιοῦτον εἶναι τὸν ἄνθρωπον,

τοῖς δὲ ἄλλοις ἅπασι πρὸς τὸ κάτω νενευκέναι τὰ

σώματα, σαφῶς δείκνυσι τὴν τῆς ἀξίας διαφορὰν, τῶν

τε ὑποκυπτόντων τῇ δυναστείᾳ, καὶ τῆς ὑπερανεστώ-

σης αὐτῶν ἐξουσίας. Τοῖς μὲν γὰρ ἄλλοις ἅπασι τὰ

ἔμπροσθεν κῶλα τοῦ σώματος πόδες εἰσὶ, διότι τὸ κε-

κυφὸς ἐδεῖτο πάντως τοῦ ὑπερείδοντος· ἐπὶ δὲ τῆς

τοῦ ἀνθρώπου κατασκευῆς χεῖρες τὰ κῶλα ἐγένοντο.

Τοῦ γὰρ ὀρθίου σχήματος αὐτάρκης ἦν πρὸς τὴν

χρείαν μία βάσις, διπλοῖς ποσὶν ἐν ἀσφαλείᾳ τὴν

στάσιν ἐρείδουσα. Ἄλλως δὲ καὶ τῇ τοῦ λόγου χρείᾳ

συνεργός ἐστιν ἡ τῶν χειρῶν ὑπουργία. Καί τις ἴδιον

τῆς λογικῆς φύσεως τὴν τῶν χειρῶν ὑπηρεσίαν εἰ-

πὼν, οὐ τοῦ παντὸς ἁμαρτήσεται, οὐ μόνον πρὸς τὸ

κοινὸν τοῦτο καὶ πρόχειρον ἀποτρέχων τῇ διανοίᾳ, ὅτι

γράμμασι τὸν λόγον διὰ τῆς τῶν χειρῶν εὐφυΐας ἐν-

σημαινόμεθα (ἔστι μὲν γὰρ οὐδὲ τοῦτο λογικῆς χάρι-

τος ἄμοιρον, τὸ φθέγγεσθαι διὰ γραμμάτων ἡμᾶς,

καὶ τρόπον τινὰ διὰ χειρὸς διαλέγεσθαι, τοῖς τῶν

στοιχείων χαρακτῆρσι τὰς φωνὰς διασώζοντας)· ἀλλ'

ἐγὼ πρὸς ἕτερον βλέπων, συνεργεῖν φημι τὰς χεῖρας

τῇ ἐκφωνήσει τοῦ λόγου· μᾶλλον δὲ πρὶν περὶ τού-

των διεξετάσαι, τὸν παρεθέντα λόγον κατανοήσωμεν.

Μικροῦ γὰρ ἡμᾶς τὸ κατὰ τὴν τάξιν τῶν γεγονότων

διέλαθεν· τίνος χάριν προηγεῖται μὲν ἡ βλάστη τῶν

ἐκ τῆς γῆς φυομένων, ἐπιγίνεται δὲ τὰ ἄλογα τῶν

ζώων, καὶ οὕτω μετὰ τὴν κατασκευὴν τούτων ὁ ἄν-

θρωπος. Τάχα γὰρ οὐ μόνον τὸ ἐκ τοῦ προχείρου

νοούμενον διὰ τούτου μανθάνομεν. ὅτι τῶν ζώων ἕνε-

κεν ἡ πόα χρήσιμος ἐφάνη τῷ κτίσαντι, διὰ δὲ τὸν

ἄνθρωπον τὰ βοτά· οὗ χάριν πρὸ μὲν τῶν βοσκημά-

των, ἐκείνων τροφὴ, πρὸ δὲ τοῦ ἀνθρώπου τὸ ὑπ-

ηρετεῖν μέλλον τῇ ἀνθρωπίνῃ ζωῇ. Ἀλλ' ἐμοὶ δοκεῖ

δόγμα τι τῶν κεκρυμμένων παραδηλοῦν διὰ τούτων

ὁ Μωϋσῆς, καὶ τὴν περὶ ψυχῆς φιλοσοφίαν δι' ἀποῤ-

ῥήτων παραδιδόναι, ἣν ἐφαντάσθη μὲν καὶ ἡ ἔξωθεν

παίδευσις, οὐ μὴν τηλαυγῶς κατενόησε. Διδάσκει

γὰρ ἡμᾶς διὰ τούτων ὁ λόγος, ἐν τρισὶ διαφοραῖς τὴν

ζωτικὴν καὶ ψυχικὴν δύναμιν θεωρεῖσθαι. Ἡ μὲν γάρ

τίς ἐστιν αὐξητική τε μόνον καὶ θρεπτικὴ, τὸ κατάλ-

ληλον εἰς προσθήκην τῶν τρεφομένων προσάγουσα, ἢ

φυσικὴ λέγεται, καὶ περὶ τὰ φυτὰ θεωρεῖται. Ἔστι

γὰρ καὶ ἐν τοῖς φυομένοις ζωτικήν τινα δύναμιν αἰ-

145

σθήσεως ἄμοιρον κατανοῆσαι. Ἕτερον δὲ παρὰ τοῦτο

ζωῆς εἶδός ἐστιν, ὃ καὶ τοῦτο ἔχει, καὶ τὸ κατ' αἴ-

σθησιν οἰκονομῆσαι προσείληφεν, ὅπερ ἐν τῇ φύσει

τῶν ἀλόγων ἐστίν. Οὐ γὰρ μόνον τρέφεται καὶ αὔξε-

ται, ἀλλὰ καὶ τὴν αἰσθητικὴν ἐνέργειάν τε καὶ ἀντί-

ληψιν ἔχει. Ἡ δὲ τελεία ἐν σώματι ζωὴ ἐν τῇ λο-

γικῇ, τῇ ἀνθρωπίνῃ λέγω, καθορᾶται φύσει, τρεφο-

μένη τε καὶ αἰσθανομένη, καὶ λόγου μετέχουσα, καὶ

νῷ διοικουμένη. Γένοιτο δ' ἂν ἡμῖν τοιαύτη τις ἡ τοῦ

λόγου διαίρεσις· Τῶν ὄντων τὸ μέν τι νοητὸν, τὸ δὲ

σωματικὸν πάντως ἐστίν. Ἀλλὰ τοῦ μὲν νοητοῦ

παρείσθω νῦν ἡ πρὸς τὰ οἰκεῖα τομή· οὐ γὰρ τού-

των ὁ λόγος.

Τοῦ δὲ σωματικοῦ τὸ μὲν ἄμοιρον καθόλου ζωῆς,

τὸ δὲ μετέχει ζωτικῆς ἐνεργείας. Πάλιν τοῦ ζωτικοῦ

σώματος τὸ μὲν αἰσθήσει συζῇ, τὸ δὲ ἀμοιρεῖ τῆς

αἰσθήσεως. Εἶτα τὸ αἰσθητικὸν τέμνεται πάλιν εἰς

λογικόν τε καὶ ἄλογον. Διὰ τοῦτο πρῶτον μετὰ τὴν

ἄψυχον ὕλην οἷον ὑποβάθραν τινὰ τῆς τῶν ἐμψύχων

ἰδέας τὴν φυσικὴν ταύτην ζωὴν συστῆναι λέγει ὁ νομο-

θέτης, ἐν τῇ τῶν φυτῶν βλάστῃ προϋποστᾶσαν· εἶθ'

οὕτως ἐπάγει τῶν κατ' αἴσθησιν διοικουμένων τὴν

γένεσιν.

Καὶ ἐπειδὴ κατὰ τὴν αὐτὴν ἀκολουθίαν τῶν διὰ

σαρκὸς τὴν ζωὴν εἰληχότων τὰ μὲν αἰσθητικὰ,

καὶ δίχα τῆς νοερᾶς φύσεως ἐφ' ἑαυτῶν εἶναι δύ-

ναται, τὸ δὲ λογικὸν οὐκ ἂν ἑτέρως γένοιτο ἐν σώ-

ματι, εἰ μὴ τῷ αἰσθητῷ συγκραθείη· διὰ τοῦτο τελευ-

ταῖος μετὰ τὰ βλαστήματα καὶ τὰ βοτὰ κατεσκευά-

σθη ὁ ἄνθρωπος, ὁδῷ τινι πρὸς τὸ τέλειον ἀκολούθως

προϊούσης τῆς φύσεως. Διὰ πάσης γὰρ ἰδέας τῶν

ψυχῶν κατακιρνᾶται τὸ λογικὸν τοῦτο ζῶον ὁ ἄνθρω-

πος. Τρέφεται μὲν γὰρ κατὰ τὸ φυσικὸν τῆς ψυχῆς

εἶδος· τῇ δὲ αὐξητικῇ δυνάμει ἡ αἰσθητικὴ προσ-

εφύη, μέσως ἔχουσα κατὰ τὴν ἰδίαν φύσιν τῆς τε

νοερᾶς καὶ τῆς ὑλωδεστέρας οὐσίας· τοσούτῳ παχυ-

μερεστέρα ταύτης, ὅσῳ καθαρωτέρα ἐκείνης. Εἶτά

τις γίνεται πρὸς τὸ λεπτὸν καὶ φωτοειδὲς τῆς αἰσθη-

τικῆς φύσεως ἡ τῆς νοερᾶς οὐσίας οἰκείωσίς τε καὶ

ἀνάκρασις, ὡς ἐν τρισὶ τούτοις τὸν ἄνθρωπον τὴν

σύστασιν ἔχειν· καθὼς καὶ παρὰ τοῦ Ἀποστόλου τὸ

τοιοῦτον ἐμάθομεν, ἐν οἷς πρὸς τοὺς Ἐφεσίους ἔφη,

προσευχόμενος αὐτοῖς τὴν ὁλοτελῆ χάριν τοῦ σώμα-

τος, καὶ τῆς ψυχῆς, καὶ τοῦ πνεύματος ἐν τῇ παρ-

ουσίᾳ τοῦ Κυρίου φυλαχθῆναι, ἀντὶ τοῦ θρεπτικοῦ

μέρους τὸ σῶμα λέγων, τὸ δὲ αἰσθητικὸν τῇ ψυχῇ

διασημαίνων, τὸ νοερὸν δὲ τῷ πνεύματι. Ὡσαύτως

καὶ τὸν γραμματέα διὰ τοῦ Εὐαγγελίου παιδεύει ὁ Κύ-

ριος, πάσης ἐντολῆς προτιθέναι τὴν εἰς Θεὸν ἀγά-

πην, τὴν ἐξ ὅλης καρδίας καὶ ψυχῆς καὶ διανοίας ἐν-

εργουμένην. Καὶ γὰρ ἐνταῦθα τὴν αὐτὴν δοκεῖ μοι

διαφορὰν ἑρμηνεύειν ὁ λόγος, τὴν μὲν σωματι-

κωτέραν κατάστασιν καρδίαν εἰπὼν, ψυχὴν δὲ τὴν

μέσην, διάνοιαν δὲ τὴν ὑψηλοτέραν φύσιν, τὴν

148

νοεράν τε καὶ ποιητικὴν δύναμιν, Ὅθεν καὶ τρεῖς

διαφορὰς προαιρέσεως ὁ Ἀπόστολος οἶδε, τὴν μὲν

σαρκικὴν κατονομάζων, ἣ περὶ γαστέρα καὶ τὰς περὶ

ταύτην ἡδυπαθείας ἠσχόληται· τὴν δὲ ψυχικὴν, ἢ

μέσως πρὸς ἀρετὴν καὶ κακίαν ἔχει, τῆς μὲν

ὑπερανεστῶσα, τῆς δὲ καθαρῶς οὐ μετέχουσα·

τὴν δὲ πνευματικὴν, ἣ τὸ τέλειον ἐνθεωρεῖ τῆς κατὰ

Θεὸν πολιτείας. Διό φησι πρὸς Κορινθίους, τὸ ἀπο-

λαυστικὸν αὐτῶν καὶ ἐμπαθὲς ὀνειδίζων, ὅτι Σάρκι-

νοί ἐστε, καὶ τῶν τελειοτέρων δογμάτων ἀχώρητοι·

ἑτέρωθι δὲ σύγκρισίν τινα τοῦ μέσου πρὸς τὸ τέλειον

ποιούμενος, λέγει· «Ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται

τὰ τοῦ πνεύματος· μωρία γὰρ αὐτῷ ἐστιν· ὁ δὲ πνευ-

ματικὸς ἀνακρίνει μὲν πάντα, αὐτὸς δὲ ὑπ' οὐδενὸς

ἀνακρίνεται.» Ὡς οὖν ἀναβέβηκεν ὁ ψυχικὸς τὸν

σαρκικὸν, κατὰ τὴν αὐτὴν ἀναλογίαν καὶ ὁ πνευματικὸς

τούτου ὑπερανέστηκεν. Εἰ οὖν τελευταῖον μετὰ πᾶν

ἔμψυχον ἡ Γραφὴ γεγενῆσθαι λέγει τὸν ἄνθρωπον,

οὐδὲν ἕτερον ἢ φιλοσοφεῖ τὰ περὶ ψυχῆς ἡμῖν ὁ νομο-

θέτης, ἐπ' ἀναγκαίᾳ τινὶ τῇ τάξεως ἀκολουθίᾳ τὸ τέ-

λειον ἐν τελευταίοις βλέπων. Ἐν μὲν γὰρ τῷ λογικῷ

καὶ τὰ λοιπὰ περιείληπται· ἐν δὲ τῷ αἰσθητικῷ καὶ

τὸ φυσικὸν εἶδος πάντως ἐστίν. Ἐκεῖνο δὲ περὶ τὸ

ὑλικὸν θεωρεῖται μόνον.

Οὐκοῦν εἰκότως, καθάπερ διὰ βαθμῶν ἡ φύσις,

τῶν τῆς ζωῆς λέγω ἰδιωμάτων, ἀπὸ τῶν μικροτέ-

ρων ἐπὶ τὸ τέλειον ποιεῖται τὴν ἄνοδον. Ἐπειδὴ

τοίνυν λογικόν τι ζῶόν ἐστιν ὁ ἄνθρωπος, κατάλ-

ληλον ἔδει τῇ χρείᾳ τοῦ λόγου κατασκευασθῆναι

τὸ τοῦ σώματος ὄργανον. Καθάπερ τοὺς μουσικοὺς

ἔστιν ἰδεῖν πρὸς τὸ τῶν ὀργάνων εἶδος τὴν μουσικὴν

ἑκπονοῦντας, καὶ οὔτε διὰ βαρβίτων αὐλοῦντας,

οὔτε ἐν αὐλοῖς κιθαρίζοντας· κατὰ τὸν αὐτὸν τρόπον

ἔδει τῷ λόγῳ κατάλληλον εἶναι τὴν τῶν ὀργάνων κατα-

σκευὴν, ὡς ἂν προσφυῶς ἐνηχοίη πρὸς τὴν τῶν ῥη-

μάτων χρείαν ὑπὸ τῶν φωνητικῶν μορίων τυπούμενος.

Διὰ τοῦτο συνηρτήθησαν αἱ χεῖρες τῷ σώματι. Εἰ γὰρ

καὶ μυρίας ἔστιν ἀπαριθμήσασθαι τὰς κατὰ τὸν βίον

χρείας, πρὸς ἃς τὰ εὐμήχανα ταῦτα καὶ πολυαρκῆ

τῶν χειρῶν ὄργανα χρησίμως ἔχει πρὸς πᾶσαν τέχνην

καὶ πᾶσαν ἐνέργειαν, τὸν κατὰ πόλεμόν τε καὶ εἰρή-

νην εὐαφῶς μετιόντα· ἀλλὰ καὶ πρὸ τῶν ἄλλων δια-

φερόντως τοῦ λόγου χάριν προσέθηκεν αὐτὰς ἡ φύσις

τῷ σώματι. Εἰ γὰρ ἄμοιρος τῶν χειρῶν ὁ ἄνθρωπος

ἦν, πάντως ἂν αὐτῷ καθ' ὁμοιότητα τῶν τετραπόδων

καταλλήλως τῇ τῆς τροφῆς χρείᾳ διεσκεύαστο τοῦ

προσώπου τὰ μόρια, ὥστε προμήκη τε τὴν μορφὴν

εἶναι, καὶ ἐπὶ μυκτῆρας ἀπολεπτύνεσθαι, καὶ προ-

βεβλῆσθαι τὰ χείλη τοῦ στόματος τυλώδη καὶ στα-

θερὰ, καὶ παχέα, πρὸς τὴν ἀναίρεσιν τῆς πόας ἐπι-

τηδείως ἔχοντα, ἐγκεῖσθαι δὲ τοῖς ὀδοῦσι τὴν γλῶσσαν

ἄλλην· τινὰ τοιαύτην, πολύσαρκον, καὶ ἀντιτυπῆ

καὶ τραχεῖαν, καὶ συγκατεργαζομένην τοῖς ὀδοῦσι

τὸ ὑπὸ τὸν ὀδόντα γινόμενον· ἢ ὑγράν τε καὶ δια-

149

κεχυμένην κατὰ τὰ πλάγια, οἵα ἡ τῶν κυνῶν τε

καὶ τῶν λοιπῶν τῶν ὠμοβόρων ἐστὶ, τῷ καρχάρῳ τῶν

ὀδόντων μεταξὺ τῶν διαστημάτων ἐνδιαῤῥέουσα. Εἰ

οὖν μὴ παρῆσαν αἱ χεῖρες τῷ σώματι, πῶς ἂν ἔναρ-

θρος τούτῳ ἐνετυπώθη φωνὴ, τῆς κατασκευῆς τῶν

κατὰ τὸ στόμα μορίων οὐ συνδιασχηματιζομένης πρὸς

τὴν χρείαν τοῦ φθόγγου; ὡς ἐπάναγκες εἶναι ἢ βλη-

χᾶσθαι πάντως, ἢ μηκάζειν, ἢ ὑλακτεῖν, ἢ χρεμετί-

ζειν τὸν ἄνθρωπον, ἢ βουσὶν, ἢ ὄνοις βοᾷν παραπλή-

σιον, ἤ τινα θηριώδη μυκηθμὸν ἀφιέναι. Νυνὶ δὲ τῆς

χειρὸς ἐντεθείσης τῷ σώματι, εὔσχολόν ἐστι τὸ στόμα

τῇ ὑπηρεσίᾳ τοῦ λόγου. Οὐκοῦν ἴδιον τῆς λογικῆς

φύσεως αἱ χεῖρες ἀναπεφήνασιν, οὕτω τοῦ πλάστου

διὰ τούτων ἐπινοήσαντος τῷ λόγῳ τὴν εὐκολίαν.

ΚΕΦΑΛΑΙΟΝ Θʹ.

Ὅτι ὀργανικὸν κατεσκευάσθη τοῦ ἀνθρώπου τὸ

σχῆμα πρὸς τὴν τοῦ λόγου χρείαν.

Ἐπειδὴ τοίνυν θεοειδῆ τινὰ χάριν τῷ πλάσματι

ἡμῶν ὁ ποιήσας δεδώρηται, τῶν ἰδίων ἀγαθῶν ἐνθεὶς

τῇ εἰκόνι τὰς ὁμοιότητας· διὰ τοῦτο τὰ μὲν λοιπὰ τῶν

ἀγαθῶν ἔδωκεν ἐκ φιλοτιμίας τῇ ἀνθρωπίνῃ φύσει.

Νοῦ δὲ καὶ φρονήσεως οὐκ ἔστι κυρίως εἰπεῖν ὅτι δέ-

δωκεν, ἀλλ' ὅτι μετέδωκε, τὸν ἴδιον αὐτοῦ τῆς φύσεως

κόσμον ἐπιβαλὼν τῇ εἰκόνι. Ἐπεὶ οὖν νοερόν τι χρῆμα

καὶ ἀσώματόν ἐστιν ὁ νοῦς, ἀκοινώνητον ἂν ἔσχε τὴν

χάριν καὶ ἄμικτον, μὴ διά τινος ἐπινοίας φανερου-

μένης αὐτοῦ τῆς κινήσεως. Τούτου χάριν τῆς ὀργανι-

κῆς ταύτης προσεδεήθη κατασκευῆς, ἵνα πλήκτρου δί-

κην τῶν φωνητικῶν μορίων ἁπτόμενος, διὰ τῆς ποιᾶς

τῶν φθόγγων τυπώσεως ἑρμηνεύσῃ τὴν ἔνδοθεν κίνη-

σιν. Καὶ ὥσπερ τις μουσικῆς ἔμπειρος ὢν, ἂν ἰδίαν

ἐκ πάθους μὴ ἔχοι φωνὴν, βουλόμενος δὲ φανερὰν

ποιῆσαι τὴν ἐπιστήμην, ἀλλοτρίαις ἐμμελῳδοίη φω-

ναῖς, δι' αὐλῶν ἢ λύρας δημοσιεύων τὴν τέχνην· οὕτω

καὶ ὁ ἀνθρώπινος νοῦς, παντοδαπῶν νοημάτων εὑρε-

τὴς ὢν, τῷ μὴ δύνασθαι διὰ σωματικῶν αἰσθήσεων

ἐπαϊούσῃ τῇ ψυχῇ δεικνύειν τὰς τῆς διανοίας ὁρμὰς,

καθάπερ τις ἁρμοστὴς ἔντεχνος, τῶν ἐμψύχων τού-

των ὀργάνων ἁπτόμενος, διὰ τῆς ἐν τούτοις ἠχῆς

φανερὰ ποιεῖ τὰ κεκρυμμένα νοήματα. Σύμμικτος

δέ τις ἡ μουσικὴ περὶ τὸ ἀνθρώπινον ὄργανον αὐλοῦ

καὶ λύρας, ὥσπερ ἐν συνῳδίᾳ τινὶ κατὰ ταὐτὸν ἀλλή-

λοις συμφθεγγομένων. Τὸ μὲν γὰρ πνεῦμα διὰ τῆς

ἀρτηρίας, ἀπὸ τῶν πνευματοδόχων ἀγγείων ἀνωθού-

μενον, ὅταν ἡ ὁρμὴ τοῦ φθεγγομένου πρὸς φωνὴν

τονώσῃ τὸ μέρος, ταῖς ἔνδοθεν προσαρασσόμενον προσ-

βολαῖς, αἳ κυκλοτερῶς τὸν αὐλοειδῆ τοῦτον διειλήφασι

πόρον, μιμεῖταί πως τὴν διὰ τοῦ αὐλοῦ γινομένην φω-

νὴν, ταῖς ὑμενώδεσιν ἐξοχαῖς ἐν κύκλῳ περιδονούμενον.

Ὑπερῴα δὲ τὸν κάτωθεν φθόγγον ἐκδέχεται τῷ κατ'

αὐτὴν κενώματι, διδύμοις αὐλοῖς τοῖς ἐπὶ τοὺς μυκτῆ-

ρας διήκουσι, καὶ οἷον λεπίδων τισὶν ἐξοχαῖς τοῖς περὶ

τὸν ἠθμὸν χόνδροις τὴν φωνὴν περισχίζουσα, γεγωνο-

τέραν τὴν ἠχὴν ἀπεργάζεται. Παρειὰ δὲ, καὶ γλῶσσα,

καὶ ἡ περὶ τὸν φάρυγγα διασκευὴ, καθ' ἣν ὁ ἀνθε-

ρεὼν ὑποχαλᾶται κοιλαινόμενος, καὶ ὀξυτονῶν ἐπιτεί-

152

νεται· ταῦτα πάντα τὴν ἐν ταῖς νευραῖς τοῦ πλή-

κτρου κίνησιν ὑποκρίνεται ποικίλως καὶ πολυτρόπως,

ἐπὶ καιροῦ σὺν πολλῷ τῷ τάχει μεθαρμόζοντα πρὸς

τὴν χρείαν τοὺς τόνους. Χειλέων δὲ διαστολὴ καὶ

ἐπίμυσις ταὐτὸν ποιεῖ τοῖς διὰ τῶν δακτύλων ἐπιλαμ-

βάνουσι τοῦ αὐλοῦ τὸ πνεῦμα, καὶ τὴν ἁρμονίαν τοῦ

μέλους.

ΚΕΦΑΛΑΙΟΝ Ιʹ.

Ὅτι διὰ τῶν αἰσθήσεων ὁ νοῦς ἐνεργεῖ.

Οὕτω τοίνυν τοῦ νοῦ διὰ τῆς ὀργανικῆς ταύτης

κατασκευῆς ἐν ἡμῖν μουσουργοῦντος τὸν λόγον, λογι-

κοὶ γεγόναμεν, οὐκ ἂν, ὡς οἶμαι, ἔχοντες τὴν τοῦ λό-

γου χάριν, εἰ τὸ βαρύ τε καὶ ἐπίπονον τῆς κατὰ τὴν

βρῶσιν λατρείας τοῖς χείλεσι πρὸς τὴν χρείαν τοῦ

σώματος ἐπορίζομεν. Νυνὶ δὲ τὴν τοιαύτην λειτουρ-

γίαν αἱ χεῖρες εἰς ἑαυτὰς μετενέγκασαι, εὔθετον τῇ

ὑπηρεσίᾳ τοῦ λόγου τὸ στόμα κατέλιπον. Διπλῆ δὲ

περὶ τὸ ὄργανον ἡ ἐνέργεια· ἡ μὲν πρὸς ἐργασίαν

ἠχῆς, ἡ δὲ πρὸς ὑποδοχὴν τῶν ἔξωθεν νοημάτων, Καὶ

οὐκ ἐπιμίγνυται πρὸς τὴν ἑτέραν ἡ ἄλλη, ἀλλὰ παρα-

μένει τῇ ἐνεργείᾳ, ἐφ' ᾗ ἐτάχθη παρὰ τῆς φύσεως,

οὐκ ἐνοχλοῦσα τῇ γείτονι, οὔτε τῆς ἀκοῆς λαλούσης,

οὔτε τῆς φωνῆς ἀκουούσης. Ἡ μὲν γὰρ ἀεί τι πάν-

τως προΐεται, ἡ δὲ ἀκοὴ δεχομένη διηνεκῶς οὐκ ἐμπίμ-

πλαται, καθώς φησί που Σολομών· ὅ μοι δοκεῖ καὶ

μάλιστα τῶν ἐν ἡμῖν ἄξιον εἶναι καὶ θαυμάζεσθαι·

τί τὸ πλάτος ἐκείνου τοῦ ἔνδοθεν χωρήματος, εἰς ὃ

πάντα συῤῥεῖ τὰ διὰ τῆς ἀκοῆς εἰσχεόμενα; τίνες οἱ

ὑπομνηματογράφοι τῶν εἰσαγομένων ἐν αὐτῇ λόγων;

καὶ ποῖα δοχεῖα τῶν ἐντιθεμένων τῇ ἀκοῇ νοημάτων;

καὶ πῶς, πολλῶν καὶ παντοδαπῶν ἀλλήλοις ἐπεμβαλλο-

μένων, σύγχυσις καὶ πλάνη κατὰ τὴν ἐπάλληλον θέσιν

τῶν ἐγκειμένων οὐ γίνεται; Τὸ ἴσον δ' ἄν τις καὶ ἐπὶ τῆς

τῶν ὄφεων ἐνεργείας θαυμάσειεν. Ὁμοίως γὰρ καὶ διὰ

τούτων ὁ νοῦς τῶν ἔξω τοῦ σώματος ἐπιδράσσεται, καὶ

πρὸς ἑαυτὸν ἕλκει τῶν φαινομένων τὰ εἴδωλα, τοὺς χαρα-

κτῆρας τῶν ὁρατῶν ἐν ἑαυτῷ καταγράφων. Καὶ ὥσπερ

εἴ τις πολύχωρος εἴη πόλις ἐκ διαφόρων εἰσόδων τοὺς

πρὸς αὐτὴν συμφοιτῶντας εἰσδεχομένη, οὐκ ἐπὶ τὸ

αὐτὸ κατά τι τῶν ἐν τῇ πόλει συνδραμόντες οἱ πάντες,

ἀλλ' οἱ μὲν κατὰ τὴν ἀγορὰν, οἱ δὲ κατὰ οἰκήσεις, ἄλλοι

κατὰ τὰς ἐκκλησίας, ἢ τὰς πλατείας, ἢ τοὺς στεν-

ωποὺς, ἢ τὰ θέατρα, κατὰ τὴν ἰδίαν ἕκαστος γνώμην

μεταχωροῦσι· τοιαύτην τινὰ βλέπω καὶ τὴν τοῦ νοῦ

πόλιν τὴν ἔνδοθεν ἐν ἡμῖν συνῳκισμένην, ἢν διάφο-

ροι μὲν αἱ διὰ τῶν αἰσθήσεων εἴσοδοι καταπληροῦσιν·

ἕκαστον δὲ τῶν εἰσιόντων φιλοκρινῶν τε καὶ δι-

εξετάζων ὁ νοῦς, τοῖς καταλλήλοις τῆς γνώσεως τό-

ποις ἐναποτίθεται. Καὶ ὥσπερ ἐπὶ τοῦ κατὰ τὴν

πόλιν ὑποδείγματος, ἔστι πολλάκις ὁμοφύλους τινὰς

ὄντας καὶ συγγενεῖς μηδὲ τῆς αὐτῆς πύλης ἐντὸς

γενέσθαι, ἄλλου κατ' ἄλλην εἴσοδον κατὰ τὸ συμβὰν

εἰσδραμόντος, οὐδὲν δὲ ἧττον ἐντὸς τῆς περιβολῆς

τοῦ τείχους γενόμενοι, πάλιν μετ' ἀλλήλων εἰσὶ,

153

πρὸς ἀλλήλους οἰκείως ἔχοντες· καὶ τὸ ἔμπαλιν ἔστιν

εὑρεῖν γινόμενον· οἱ γὰρ ἀπεξενωμένοι τε καὶ

ἄγνωστοι ἀλλήλων μιᾷ χρῶνται πρὸς τὴν πόλιν εἰσ-

όδῳ πολλάκις, ἀλλ' οὐ συνάπτει τούτους ἀλλήλοις ἡ

κατὰ τὴν εἴσοδον κοινωνία· δύνανται γὰρ καὶ ἐντὸς

γενόμενοι διακριθῆναι πρὸς τὸ ὁμόφυλον· τοιοῦτόν τι

βλέπω καὶ ἐπὶ τῆς κατὰ τὸν νοῦν εὐρυχωρίας. Πολ-

λάκις γὰρ καὶ ἐκ διαφόρων αἰσθητηρίων μία γνῶσις

ἡμῖν συναγείρεται, τοῦ αὐτοῦ πράγματος πολυμερῶς

πρὸς τὰς αἰσθήσεις μεριζομένου. Πάλιν δ' αὖ τὸ ἐν-

αντίον, ἔστιν ἐκ μιᾶς τινος τῶν αἰσθήσεων πολλὰ

καὶ ποικίλα μαθεῖν, οὐδὲν ἀλλήλοις κατὰ τὴν φύσιν.

συμβαίνοντα· οἷον (κρεῖττον γὰρ ἐν ὑποδείγματι

διασαφηνίσαι τὸν λόγον), προκείσθω ζητεῖσθαί τι

περὶ χυμῶν ἰδιότητος, τί μὲν ἡδὺ πρὸς τὴν αἴσθησιν,

τί δὲ φευκτὸν τοῖς γευομένοις ἐστίν. Οὐκοῦν εὑρέθη

διὰ τῆς πείρας ἤ τε τῆς χολῆς πικρότης, καὶ τὸ

προσηνὲς τῆς κατὰ τὸ μέλι ποιότητος. Διαφόρων δὲ

ὄντων τούτων, μίαν εἰσάγει γνῶσιν τὸ αὐτὸ πρᾶγμα,

πολυμερῶς τῇ διανοίᾳ εἰσοικιζόμενον, ἢ γεύσει, ἢ

ὀσφρήσει, ἢ ἀκοῇ, πολλάκις δὲ καὶ τῇ ἀφῇ, καὶ τῇ

ὄψει. Καὶ γὰρ ἰδών τις τὸ μέλι, καὶ τοῦ ὀνόματος

ἀκούσας, καὶ τῇ γεύσει λαβὼν, καὶ τὸν ἀτμὸν διὰ

τῆς ὀσφρήσεως ἐπιγνοὺς, καὶ τῇ ἀφῇ δοκιμάσας, τὸ

αὐτὸ πρᾶγμα δι' ἑκάστου τῶν αἰσθητηρίων ἐγνώ-

ρισε. Ποικίλα δὲ πάλιν καὶ πολυειδῆ διὰ μιᾶς τινος

αἰσθήσεως διδασκόμεθα· τῆς τε ἀκοῆς παντοίας δε-

χομένης φωνὰς, τῆς τε διὰ τῶν ὀφθαλμῶν ἀντι-

λήψεως ἀδιάκριτον ἐχούσης τὴν ἐνέργειαν ἐπὶ τῆς τῶν

ἑτερογενῶν θεωρίας. Ὁμοίως γὰρ λευκῷ τε προσπί-

πτει, καὶ μέλανι, καὶ πᾶσι τοῖς κατὰ τὸ ἐναντίον

διεστῶσι τῷ χρώματι. Οὕτως ἡ γεῦσις, οὕτως ἡ

ὄσφρησις, οὕτως ἡ διὰ τῆς ἁφῆς κατανόησις, παντο-

δαπῶν πραγμάτων ἑκάστη διὰ τῆς οἰκείας ἀντιλή-

ψεως τὴν γνῶσιν ἐντίθησιν.

ΚΕΦΑΛΑΙΟΝ ΙΑʹ.

Ὅτι ἀθεώρητος ἡ τοῦ ἀνθρώπου φύσις.

Τί τοίνυν ἐστὶ κατὰ τὴν ἑαυτοῦ φύσιν ὁ νοῦς, ὁ ἐν

αἰσθητικαῖς δυνάμεσιν ἑαυτὸν ἐπιμερίζων, καὶ δι'

ἑκάστης καταλλήλως τὴν τῶν ὄντων γνῶσιν ἀναλαμ-

βάνων; Ὅτι γὰρ ἄλλο τι παρὰ τὰς αἰσθήσεις ἐστὶν,

οὐκ ἂν οἶμαί τινα τῶν ἐμφρόνων ἀμφιβάλλειν. Εἰ

γὰρ ταὐτὸν ἦν τῇ αἰσθήσει, πρὸς ἒν πάντως εἶχε τῶν

κατ' αἴσθησιν ἐνεργουμένων τὴν οἰκειότητα, διὰ τὸ

ἁπλοῦν μὲν αὐτὸν εἶναι, μηδὲν δὲ ποικίλον ἐν τῷ

ἀπλῷ θεωρεῖσθαι. Νυνὶ δὲ πάντων συντιθεμένων,

ἄλλο μέν τι τὴν ἁφὴν εἶναι, ἄλλο δὲ τὴν ὄσφρησιν,

καὶ τῶν ἄλλων ὡσαύτως ἀκοινωνήτως τε καὶ ἀμίκτως

πρὸς ἄλληλα διακειμένων, ἐπειδὴ κατὰ τὸ ἴσον ἑκά-

στῃ καταλλήλως πάρεστιν, ἕτερόν τινα πάντως αὐ-

τὸν χρὴ παρὰ τὴν αἰσθητὴν ὑποτίθεσθαι φύσιν, ὡς

ἂν μή τις ποικιλία τῷ νοητῷ συμμιχθείη. «Τίς ἔγνω

νοῦν Κυρίου;» φησὶν ὁ Ἀπόστολος. Ἐγὼ δὲ παρὰ

τοῦτό φημι, Τίς τὸν ἴδιον νοῦν κατενόησεν; Εἰπάτω-

σαν οἱ τοῦ Θεοῦ τὴν φύσιν ἐντὸς ποιούμενοι τῆς ἑαυ-

156

τῶν καταλήψεως, εἰ ἑαυτοὺς κατενόησαν; εἰ τοῦ

ἰδίου νοῦ τὴν φύσιν ἐπέγνωσαν; Πολυμερής τίς ἐστι,

καὶ πολυσύνθετος. Καὶ πῶς τὸ νοητὸν ἐν συνθέσει;

ἢ τίς ὁ τῆς τῶν ἑτερογενῶν ἀνακράσεως τρόπος;

Ἀλλ' ἁπλοῦς καὶ ἀσύνθετος· καὶ πῶς εἰς τὴν πολυ-

μέρειαν τὴν αἰσθητικὴν διασπείρεται; πῶς ἐν μονό-

τητι τὸ ποικίλον; πῶς ἐν ποικιλίᾳ τὸ ἕν; Ἀλλ'

ἔγνων τῶν ἠπορημένων τὴν λύσιν ἐπ' αὐτὴν ἀνα-

δραμὼν τοῦ Θεοῦ τὴν φωνήν· «Ποιήσωμεν» γὰρ, φη-

σὶν, «ἄνθρωπον κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν ἡμετέ-

ραν.» Ἡ γὰρ εἰκὼν ἕως ἂν ἐν μηδενὶ λείπηται τῶν

κατὰ τὸ ἀρχέτυπον νοουμένων, κυρίως ἐστὶν εἰκών·

καθ' ὃ δ' ἂν διαπέσῃ τῆς πρὸς τὸ πρωτότυπον ὁμοιό-

τητος, κατ' ἐκεῖνο τὸ μέρος εἰκὼν οὐκ ἔστιν. Οὐ-

κοῦν ἐπειδὴ ἒν τῶν περὶ τὴν θείαν φύσιν θεωρουμέ-

νων ἐστὶ τὸ ἀκατάληπτον τῆς οὐσίας· ἀνάγκη πᾶσα

καὶ ἐν τούτῳ τὴν εἰκόνα πρὸς τὸ ἀρχέτυπον ἔχειν τὴν

μίμησιν. Εἰ γὰρ ἡ μὲν τῆς εἰκόνος φύσις κατελαμ-

βάνετο, τὸ δὲ πρωτότυπον ὑπὲρ κατάληψιν ἦν· ἡ

ἐναντιότης τῶν ἐπιθεωρουμένων τὸ διημαρτημένον

τῆς εἰκόνος διήλεγχεν. Ἐπειδὴ δὲ διαφεύγει τὴν

γνῶσιν ἡ κατὰ τὸν νοῦν τὸν ἡμέτερον φύσις, ὅς ἐστι

κα…

The complete text is available when the reading interface loads.