The Greek Library Author

Eusebius of Caesarea

Praeperatio Evangelica

Author namesEusèbe de Césarée · Eusebe de Cesaree · Eusebius of Caesarea · Eusebius Caesariensis

Scientific editors
Wilhelm Dindorf
Edition reference
Eusebii Caesaerensis Opera · Leipzig · Teubner · 1867
CTS identifier
urn:cts:greekLit:tlg2018.tlg001.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

BIBΛION ΠΡΩΤΟΝ

Chapter 1

Τὸν χριστιανισον, ὅ τι ποτέ ἐστιν, ἠγούμενος τοῖς οὐκ εἰδόσι παραστήσασθαι διὰ τῆς προδειμένης πραγματείας τὴν εὐαγγελικὴν ἀπόδειξιν περιέξειν ἐπαγγελλομένης, τήνδε σοι, θεῖον ἐπισκόπων χρῆμα, Θεόδοτε, φίλη θεοῦ καὶ ἱερὰ κεφαλὴ, σὺν εὐχαῖς ἐπεφώνησα, εἴ πως ἄρα τῆς παρὰ σοῦ τύχοιμι βοηθείας, ταῖς φιλοθέοις ὑπὲρ ἡμῶν ἱερουργίαις τὰ μεγάλα μοι συμπράττοντος εἰς τὴν προβεβλημένην τῆς εὐαγγελικῆς διδασκαλίας ὑπόθεσιν.

ἀλλὰ γὰρ τί βούλεται τοῦτο δηλοῦν ὅ φαμεν εὐαγγέλιον πρῶτον ἁπάντων διαρθρῶσαι καλόν. τοῦτο δὴ πᾶσιν ἀνθρώποις τὴν παρουσίαν τῶν ἀνωτάτω καὶ μεγίστων ἀγαθῶν, πάλαι μὲν προηγορευμένων, νεωστὶ δὲ τοῖς πᾶσιν ἐπιλαμψάντων, εὐαγγελίζεται, οὐ τὸν οὐ βλέποντα πλοῦτον, οὐδὲ τὴν σμικρὰν καὶ πολυπαθῆ ταύτην ζωὴν προξενοῦν, οὐδ’ ὅσα σώματος καὶ φθορὰς οἰκεῖα, τὰ δὲ ψυχαῖς νοερὰν οὐσίαν κεκτημέναις φίλα τε καὶ προσήγορα, ὧν καὶ τὰ σώματα ἐξῆπται, σκιὰς ἐφεπόμενα δίκην.

εἴη δ’ ἂν τούτων τὸ κεφάλαιον εὐσέβεια, οὐχ ἡ ψευδώνυμος καὶ πολυπλανὴς, ἀλλ’ ἡ σὺν ἀληθείᾳ τὴν προσηγορίαν ἐπιγραφομένη. ἔστι δὲ αὕτη ἡ πρὸς τὸν ἔνα καὶ μόνον ὡς ἀληθῶς ὁμολογούμενόν τε καὶ ὄντα θεὸν ἀνάνευσις καὶ ἡ κατὰ τοῦτον ζωὴ, ἐξ ἧς καὶ ἡ πρὸς αὐτὸν ἐγγίνεται φιλία, ἡ παρέπεται τὸ θεοφιλὲς ὄντως καὶ τρισμακάριον τέλος, ἄνωθεν ἐκ τῶν κρειττόνων ἀπῃωρημένον καὶ πρὸς αὐτὰ διακυβρνώμενον καὶ αὖ πάλιν εἰς αὐτὰ καταλῆγον.

τί οὖν ἂν γένοιτο τῆς ἀγαθῆς ταύτης καὶ πανολβίου θεοφιλίας μακαριστότερον; οὐχὶ καὶ ζωῆς αὐτὸς καὶ φωτὸς καὶ ἀληθείας καὶ πάντων ἀγαθῶν ταμίας καὶ χορηγὸς τοῖς πᾶσι καθέστηκεν; οὐχὶ καὶ τοῦ εἶναι τὰ πάντα καὶ τοῦ ζῆν αὐτὸς τὴν αἰτίαν περιείληφε; τῷ δὴ οὖν τὴν πρὸς αὐτὸν στειλαμένῳ φιλίαν τί ἂν ἔτι λείποιτο; τίνος δ’ ἂν ὑστεροῖτο ὁ τῶν ἀγαθῶν τὸν δημιουργὸν ἐξοικειούμενος; ἢ τίνος ἂν ἐλαττῷτο ὁ καὶ πατρὸς ἐν χώρᾳ καὶ κηδεμόνος τὸν μέγαν προστάτην καὶ παμβασιλέα τῶν ὅλων ἐπιγραφόμενος;

ἀλλ’ οὐκ ἔστιν εἰπεῖν ὅ τι μὴ οὐχὶ ὁ τῇ δια- θέσει τῷ παμβασιλεῖ θεῷ πλησιάζων, καὶ τῆς παμμακαρίστου φιλίας διὰ τῆς ἐπιστημονικῆς εὐσεβείας ἠξιωμένος, ὁμοῦ ψυχῆς τε καὶ σώματος καὶ τῶν ἐκτὸς ἁπάντων εὖ ἂν ἔχοι.

ταύτην δὴ τοίνυν τὴν ἀγαθὴν καὶ σωτήριον ἀνθρώπων πρὸς θεὸν φιλίαν ἄνωθεν ἐκ τοῦ παναγάθου καταπεμφθεὶς θεοῦ λόγος, ὥσπερ τις ἀπειρομεγέθους φωτὸς αὐγὴ, πᾶσιν ἀνθρώποις εὐαγγελίζεται, οὐκ ἐνθένδε ποθὲν οὐδ’ ἑτέρωθεν, ἀλλὰ πανταχόθεν ἐξ ἁπάντων ἐθνῶν πρὸς τὸν τῶν ὅλων θεὸν παρορμῶν ἥκειν, σπεύδειν τε καὶ πάσῃ προθυμίᾳ ψυχῆς τὸ δῶρον ὑποδέχεσθαι, Ἓλλγνας ὁμοῦ καὶ βαρβάρους, ἄνδρας ἅμα γυναιξὶ καὶ νηπίοις, πένητάς τε καὶ πλουσίους, σοφοὺς καὶ ἰδιώτας, οὐδὲ τὸ οἰκετικὸν γένος ὑπερφρονῶν τῆς κλήσεως,

ὅτι δὴ μίαν τὴν πάντων οὐσίαν τε καὶ φύσιν ὁ πατὴρ αὐτῶν συστησάμενος μιᾶς εἰκότως καὶ τῆς ἴσης πάλιν τοὺς πάντας μεγαλοδωρεᾶς ἠξίωσε, τὴν πρὸς αὐτὸν γνῶσίν τε καὶ φιλίαν ἅπασι τοῖς ὑπακούειν ἐθέλουσι καὶ τὴν χάριν εὐμαρῶς ἀσπαζομένοις δω- ρούμενος.

ταύτην ὀ Χριστοῦ λόγος ἧκε τὴν πρὸς τὸν αὐτοῦ πατέρα φιλίαν τὸν σύμπαντα κόσμον εὐαγγελιουμενος· “θεὸς γὰρ ἦν ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ, μὴ λογιζόμενος αὐτοῖς τὰ παραπτώματα,” ᾗ τὰ θεῖα διδάσκει λόγια, ἐλθών τε, φησὶν, εὐηγγελίσατο εἰρήνην τοῖς μακρὰν καὶ εἰρήνην τοῖς ἐγγύς.”

ταῦτα πρόπαλαι παῖδες Ἑβραίων θεοφορούμενοι τῷ σύμπαντι κόσμῳ προεθέσπιζον, ὁ μέν τις βοῶν “μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς κύριον πάντα τὰ πέρατα τῆς γῆς, καὶ προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν, ὃτι τοῦ κυρίου ἡ βασικεία, καὶ αὐτὸς δεσπόζει τῶν ἐθνῶν·” καὶ πάλιν “εἲπατε ἐν τοῖς ἔθνεσιν ὅτι κύριος ἐβασίλευσε· καὶ γὰρ κατώρθωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται·’ ὁ δὲ φάσκων “ἐπιφανήσεται κύριος ἐν αὐτοῖς καὶ ἐξολοθρεύσει πάντας τοὺς θεοὺς τῶν ἐθνῶν τῆς γῆς, καὶ προσκυνήσουσιν αὐτῷ ἕκαστος ἐκ τοῦ τόπου αὐτοῦ.”

ταῦτα πρόπαλαι θείοις χρησμοῖς ἀνακείμενα νῦν εἰς ἡμᾶς αὐτοὺς διὰ τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ διδασκαλίας πέφηνεν, ὡς τὴν πάλαι κηρυττομένην τε καὶ τοῖς μὴ τούτων ἀπείροις προσδοκωμένην τῶν ἐθνῶν ἁπάντων θεογνωσίαν εἰκότως ἡμῖν τὸν ἔναγχος ἐξ οὐρανοῦ παρόντα λόγον εὐαγγελίζεσθαι, ταῖς τῶν παλαιῶν φωναῖς τὰ διὰ τῶν ἔργων ἀποτελέσματα συντρέχειν ἐπιδεικνύμενον.

Ἀλλὰ γὰρ τί χρὴ σπεύδειν φθάνοντα τῇ προ- θυμίᾳ τὴν τῶν διὰ μέσου λόγων ἀκολουθίαν, ἀναλα- βεῖν ἐξ ὑπαρχῆς δέον καὶ τὰ ἐμποδὼν ἅπαντα δια- λύσασθαι; ἐπειδὴ γὰρ τὸν χριστιανισμόν τινες οὐδένα λόγον ἀποσώζειν, ἀλόγῳ δὲ πίστει καὶ ἀνεξετάστῳ συγκαταθέσει τοὺς τῆς προσηγορίας ἐφιεμένους τὸ δόξαν κυροῦν ὑπειλήφασιν, μηδένα φάσκοντες δύνασθαι δι’ ἀποδείξεως ἐναργοῦς παρέχειν τεκμήριον τῆς ἐν τοῖς ἐπαγγελλομένοις ἀληθείας, πίστει δὲ μόνῃ προσέχειν ἀξιοῦν τοὺς προσιόντας, παρ’ ὃ καὶ πιστοὺς χρηματίζειν, τῆς ἀκρίτου χάριν καὶ ἀβασανίστου πίστεως, εἰκότως ἐπὶ τήνδε καθεὶς τὴν πραγματείαν τῆς εὐαγγελικῆς ἀποδείξεως, εἰς προκατασκευὴν τῆς ὅλης ὑποθέσεως, ἡγοῦμαι δεῖν βραχέα προδιαλαβεῖν περὶ τῶν ζητηθέντων ἂν πρὸς ἡμᾶς εὐλόγως ὑπό τε Ἑλλήνων καὶ τῶν ἐκ περιτομῆς, παντός τε τοῦ μετὰ ἀκριβοῦς ἐξετάσεως τὰ καθ’ ἡμὰς διερευνωμένου.

ταύτῃ γάρ μοι δοκῶ τὸν λόγον έν τάξει χωρήσεινἰς τὴν ἐντελεστέραν τῆς εὐαγγελικῆς ἀποδείξεως διδασκαλίαν καὶ τὴν τῶν βαθυτέρων δογμάτων κατανόησιν, εἰ τὰ τῆς προπαρασκευῆς ἡμῖν πρὸ ὁδοῦ γένοιτο, στοιχειώσεως καὶ εἰσαγωγῆς ἐπέχοντα τόπον, καὶ τοῖς ἐξ ἐθνῶν ἄρτι προσιοῦσιν ἐφαρμόττοντα· τὰ δὲ μετὰ ταῦτα, τοῖς ἐνθένδε διαβεβηκόσι καὶ τὴν ἕξιν ἤδη πάρεσκευασμένοις εἰς τὴν τῶν κρειττόνων παραδοχὴν τὴν ἀκριβῆ γνῶσιν παραδώσει τῶν συνεκτικωτάτων τῆς κατὰ τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τ·οῦ θεοῦμυστικῆς οἰκονομίας.

ἀρξώμεθα δὴ τῆς προπαρασκευῆς, τὰ πρὸς ἡμᾶς εὐλόγως ὑπό τε Ἑλλήνων καὶ τῶν ἐκ περιτομής,παντός τε τοῦ μετὰ ἀκριβοῦς ἐξετάσεως τὰ καθ’ ἡμᾶς δι’ ἐρευνωμένου λεχθησόμενα προσάγοντες.

Chapter 2

Πρῶτον μὲν γὰρ εἰκότως ἄν τις διαπορήσειε τίνες ὄντες ἐπὶ τὴν γραφὴν παρεληλύθαμεν, πότερον Ἓλληνες ἢ βάρβαροι, ἢ τί ἂν γένοιτο τούτων μέσον, καὶ τίνας ἑαυτοὺς εἶναί φαμεν, οὐ τὴν προσηγορίαν, ὅτι καὶ τοῖς πᾶσιν ἔκδηλος αὕτη, ἀλλὰ τὸν τρόπον καὶ τὴν προαίρεσιν τοῦ βίου · οὔτε γὰρ τὰ ‘Eλλήνων φρονοῦντας ὁρᾶν οὔτε τὰ βαρβάρων ἐπιτηδεύοντας.

τί οὖν ἂν γένοιτο τὸ καθ’ ἡμᾶς ξένον, καὶ τίς ὁ νεωτερισμὸς τοῦ βίου; πῶς δ’ οὐ πανταχόθεν δυσσεβεῖς ἂν εἶεν καὶ ἄθεοι οἱ τῶν πατρίων ἐθῶν ἀποστάντες, δι’ ὧν πᾶν ἔθνος καὶ πᾶσα πόλις συνέστηκεν; ἢ τί καλὸν ἐλπίσαι εἰκὸς τοὺς τῶν σωτηρίων ἐχθροὺς καὶ πολεμίους καταστάντας καὶ τοὺς εὐεργέτας παρωσαμένους; καὶ τί γὰρ ἄλλο ἢ θεομαχοῦντας ;

ποίας δὲ καὶ ἀξιωθήσεσθαι συγγνώμης τοὺς ἐξ αἰῶνος μὲν παρὰ πᾶσιν Ἓλλγσι καὶ βαρβάροις κατά τε πόλεις καὶ ἀγροὺς παντοίοις ἱεροῖς καὶ τελεταῖς καὶ μυστηρίοις πρὸς ἁπάντων ὁμοῦ βασιλέων τε καὶ νομοθετῶν καὶ φιλοσόφων θεολογουμένους· ἀποστραφέντας, ἐλομένους δὲ τὰ ἀσεβῆ καὶ ἄθεα τῶν ἐν ἀνθρώποις; ποίαις δ’ οὐκ ἂν ἐνδίκως ὑποβληθεῖεν τιμωρίαις οἶ τῶν μὲν πατρίων φυγάδες, τῶν δ’ ὀθνείων καὶ παρὰ πᾶσι διαβεβλημένων Ἰουδαïκῶν μνθολογημάτων γενόμενοι ζηλωταί;

πῶς δ’ οὐ μοχθηρίας εἶναι καὶ εὐχερείας ἐσχάτης τὸ μεταθέσθαι μὲν εὐκόλως τὰ τῶν οἰκείων, ἴ’ ἀλόγῳ δὲ καὶ ἀνεξετάστῳ πίστει τὰ τῶν δυσσεβῶν καὶ πᾶσιν ἔθνεσι πολεμίων ἑλέσθαι, καὶ μηδ’ αὐτῷ τῷ παρὰ Ἰουδαίοις τιμωμένῳ θεῷ κατὰ τὰ παρ’ αὐἀνοδίαν τοῖς προσανέχειν νόμιμα, καινὴν δέ τινα καὶ ἐρήμην ἑαυτοῖς συντεμεῖν, μήτε τὰ Ἑλλήνων μήτε τὰ Ἰουδαίων φυλάττουσαν ;

Ταῦτα μὲν οὗν εἰκότως ἄν τις Ἑλλήνων, μηδὲν ἀληθὲς μήτε τῶν οἰκείων μήτε τῶν καθ’ ἡμᾶς ἐπαί·ων, πρὸς ἡμᾶς ἀπορήσειεν. ἐπιμέμψαιντο δ’ ἂν ἡμῖν καὶ Εβραίων παῖδες, εἰ δὴ ἀλλόφυλοι ὄντες καὶ ἀλλογενεῖς ταῖς αὐτῶν βίβλοις ἀποχρώμεθα μηδὲν ἡμῖν προσῇ κούσαις, ὅτι τε ἀναιδῶς, ὡς ἂν αὐτοὶ φαῖεν, καὶ ἀναισχύντως ἑαυτοὺς μὲν εἰσωθοῦμεν, τοὺς δὲ οἰκείους καὶ ἐγγενεῖς τῶν αὐτοῖς πατρίων ἐξωθεῖν παραβιαζόμεθα.

εἴτε γάρ τις εἰη Χριστὸς θεσπιζόμενος, ἀλλὰ Ἰουδαίων ἦσαν προφῆται οἱ τούτου τὴν ἄφιξιν προκηρύξαντες, οἱ καὶ λυτρωτὴν καὶ βασιλέα Ἰουδαίων ἥξειν αὐτὸν, οὐχὶ δὲ τόν ἀλλοφύλων ἐθνῶν κατήγγειλαν· εἴτε τινὰ ἄλλα φαιδρότερα περιέχουσιν αἱ γραφαὶ, καὶ ταῦτα Ἰουδαίοις ἀναφωνεῖσθαι, ὧν οὐκ εὑ πράττοντας παρακούειν ἡμὰς.

καὶ σφόδρα ἀτόπως τοὺς μὲν κατὰ τοῦ ἔθνους ἐφ’ οἷς ἡμάρτανον ἐλέγχους εὑ μάλα ἁρπαλέως ἀποδέχεσθαι, τὰς δὲ τῶν ἀγαθῶν πάλιν αὐτοῖς θεσπιζομένας ἐπαγγελίας ἀποσιωπᾶν, μᾶλλον δὲ ἐκβιάζεσθαι καὶ ἑαυτοὺς μεταφέρειν, ἄντικρυς πλεονεκτοῦντας καὶ οὐδὲν πλέον ἢ ἑαυτοὺς ἐξαπατῶντας.

τὸ δ’ οὖν ἀπάντων παραλογώτατον, ὅτι μηδὲ τὰ νόμιμα παραπλησίως αὐτοῖς περιέποντες, ἀλλὰ προφανῶς παρανομοῦντες, τὰς ἐπηγγελμένας τοῖς τῶν νόμων φύλαξι χρηστοτέρας ἀμοιβὰς εἰς ἑαυτοὺς ἐπισπώμεθα.

Chapter 3

Τούτων εὐλόγως ἂν ἡμῖν ἐν πρώτοις ἀπορηθέντων, φέρε τὸν τῶν ὅλων θεὸν διὰ τοῦ σωτῆρος ἡμῶν, τοῦ αὐτοῦ λόγου, ὡς δι’ ἀρχιερέως ἐπικαλεσάμενοι τὸ πρῶτον τῶν προτεθέντων ἀποκαθάρωμεν, συκφάντας προαποδείξαντες τοὺς μηδὲν ἔχειν ἡμᾶς δι’ ἀποδείξεως παριστάναι, ἀλόγῳ δὲ πίστει προσέχειν ἀποφηναμένους.

αὐτόθεν δὴ οὖν τοῦτο καὶ οὐκ ἐκ μακροῦ διελέγξομεν, ἔκ τε ὧν χρώμεθα πρὸς τοὺς ἐπὶ διδασκαλίᾳ τῶν καθ’ ἡμᾶς λόγων προσιόντας ἀποδείξεων, καὶ τῶν πρὸς τοὺς ἀντιδιατιθεμένους ἡμῖν ἐν ταῖς λογικωτέραις ζητήσεσιν ἀντιρρήσεων, δι’ ὧν τε φιλοτιμούμεθα ποιεῖσθαι ἀγράφων τε καὶ ἐγ- γράφων ἰδίᾳ τε καὶ πρὸς ἕκαστον τῶν ἐρωτώντων καὶ κοινῇ πρὸς τὰ πλήθη διαλέξεων·

ναὶ μὴν καὶ διὰ τῶν ἐν χερσὶ συγγραμμάτων τὴν καθόλου πραγματείαν περιεχόντων τῆς εὐαγγελικῆς ἀποδείξεως, ἐν ᾗ πᾶσαν τὴν ἐκ θεοῦ χάριν καὶ τὴν οὐράνιον εὐεργεσίαν ὁ παρὼν λόγος πάντας ἀνθρώπους εὐαγγελίζεται, τὴν κατὰ τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν τοῦ θεοῦ οἰκονομίαν λογικώτεον διὰ πλείστων καὶ ἐναργῶν ἀποδείξεων πιστούμενος.

ἐσπούδασται μὲν οὑν πλείστοις τῶν πρὸ ἡμῶν πολλή τις ἄλλη πραγματεία, τοτὲ μὲν ἐλέγχους καὶ ἀντιρρήσεις τῶν ἐναντίων ἡμῖν λόγων συνταξαμένοις, τοτὲ δὲ τὰς ἐνθέους καὶ ἱερὰς γραφὰς ἐξηγητικοῖς ὑπομνήμασι καὶ ταῖς κατὰ μέρος ὁμιλίαις διερμηνεύσασι τοτὲ δὲ τοῖς καθ’ ἡμᾶς δόγμασιν ἀγωνιστικώτερον πρεσβεύσασιν.

καὶ μὴν ἰδίως ἡμῖν ἡ μετὰ χεῖρας ἐκπονεῖται πρόθεσις. πρῶτός γέ τοι παντων ὁ ἱερὸς ἀπόστολος Παῦλος τὰς μὲν ἀπατηλὰς καὶ σοφιστικὰς πιθανολογίας παραιτούμενος, ἀναμφι- λόγοις δὲ χρώμενος ταῖς ἀποδείξεσι, φησί που “καὶ ὁ λόγος ἡμῶν καὶ τὸ κήρυγμα οὐκ ἐν πειθοῖς ἀνθρωπίνης] σοφίας λόγοις, ἀλλ’ ἐν ἀποδείξει πνεύματος καὶ δνυάμεως.” οἶς ἐπιλέγει “σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις, σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου, οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων, ἀλλὰ λαλοῦμεν θεοῦ σοφίαν ἐν μυστηρίῳ τὴν ἀποκεδρυμμ;νην. καὶ αὖθις ἡ ἱκανότης ἡμῶν φησὶν ἐκ τοῦ θεοῦ, ὃς καὶ ἱκάνωσεν ἡμᾶς διακόνους καινῆς διαθήκης.’

εἰκότως δῆτα καὶ ἡμῖν ἅπασι παρήγ- γελται ἑτοίμους εἷναι πρὸς ἀπολογίαν παντὶ τῷ ἐπερωτῶντι ἡμᾶς λόγον περὶ τῆς ἐν ἡμῖν ἐλπίδος. ὅθεν καὶ τῶν νέων συγγραφέων μυρίας ὅσας, ὡς εἴρηται, πανσόφους καὶ ἐναργεῖς μετὰ συλλογισμῶν ἀποδείξεις ὑπέρ τε τοὐ καθ᾿ ἡμᾶς γραφείσας λόγου διαγνῶναι πάρεστιν, ὑπομνήματά τε οὐκ ὀλίγα εἰς τὰς ἱερὰς καὶ ἐνθέους γραφὰς πεπονημένα, τὸ ἀψευδὲς καὶ ἀδιάπτωτον τῶν ἀρχῆθεν καταγγειλάντων ἡμῖν τὸν τῆς θεοσεβείας λόγον γραμμικαῖς ἀποδείξεσιν παριστῶντα.

πλὴν ἀλλὰ περιττοὶ λόγοι πάντες, ὧν ἐναργῆ καὶ σαφέστερα τὰ ἔργα, ἅπερ ἡ θεία καὶ οὐράνιος τοῦ σωτῆρος ἡμῶν δύναμις, πάντας ἀνθρώπους τὴν ἔνθεον καὶ οὐράνιον ζωὴν εὐαγγελιζομένη, διαρρήδην εἰσέτι καὶ νῦν ἐπιδείκνυται.

αὐτίκα γοῦν τὴν διδασκαλίαν αὐτοῦ κηρυχθήσεσθαι καθ᾿ ὅλης τῆς ἀνθρώπων οἰκουμένης εἰς μαρτύριον πᾶσι τοῖς ἔθνεσι θεσπίσαντος, τήν τε ὕστερόν ποτε τῇ αὐτοῦ δυνάμει συστᾶσαν ἐξ ἁπάντων τῶν ἐθνῶν ἐκκλησίαν, οὔπω τότε καθ᾿ οὓς ἐνηνθρωπήκει χρόνους ὁρωμένην οὐδὲ συνεστῶσαν, ἐνθέῳ προγνώσει ἀήττητον καὶ ἀκατάπληκτον ἔσεσθαι, καὶ μηδεπώποτε ὑπὸ θανάτου νικηθήσεσθαι, ἑστάναι δὲ καὶ μένειν ἄσειστον, ὡς ἂν ἐπ᾿ ἀσείστῳ καὶ ἀρραγεῖ πέτρᾳ τῇ αὐτοῦ δυνάμει βεβηκυῖάν τε καὶ ἐρριζωμένην, ἀποφηναμένου, ὑπὲρ πάντα λόγον τὸ τῆς προρρήσεως ἀποτέλεσμα εἰκότως πᾶν ἄθυρον ἀποφράξειεν ἂν στόμα τῶν ἀναισχυντεῖν ἀναιδῶς παρεσκευασμένων.

τίς γὰρ οὐκ ἀλήθειαν ὁμολογήσειεν ἂν τῇ προρρήσει, τῶν πραγμάτων ἐναργῶς οὕτως μονονουχὶ φωνὴν ἀφιέντων ὅτι δὴ θεοῦ δύναμις , ἀλλ᾿ οὐκ ἀνθρωπεία φύσις ἦν ἡ ταῦτα τοῦτον ἐσόμενα τὸν τρόπον πρὸ τοῦ γενέσθαι θεασαμένη, προφήσασά τε καὶ ἔργοις ἐπιτελέσασα;

πεπλήρωκε γοῦν τὴν σύμπασαν, ὅσην ὁ ἥλιος ἐφορᾷ, ἡ τοῦ κατ᾿ αὐτὸν εὐαγγελίου φή- μὴ, καὶ πάντα τὰ ἔθνη διέδραμεν, εἰσέτι τε νῦν αὔξει καὶ ἐπιδίδωσι τὰ περὶ αὐτοῦ κηρύγματα ταῖς αὐτοῦ φωναῖς ἀκολούθως.

ἥ τε ὀνομαστὶ προθεσπι- σθεῖσα ἐκκλησία αὐτοῦ ἕστηκε κατὰ κράτος ἐρριζωμένη, καὶ μέχρις οὐρανίων ἀψίδων εὐχαῖς ὁσίων καὶ θεοφιλῶν ψυχῶν μετεωριζομένη, δοξαζομένη τε ὁσημέραι, καὶ εἰς ἅπαντας τὸ νοερὸν καὶ ἔνθεον φῶς τῆς ὑπ’ αὐτοῦ καταγγελθείσης εὐσεβείας ἀπαστράπτουσα, οὐδαμῶς τε τοῖς ἐχθροῖς ἡττωμένη καὶ ὑπείκουσα, ἀλλ’ οὐδὲ ταῖς τοῦ θανάτου πύλαις ὑποχωροῦσα· διὰ μίαν ἐκείνην ἣν αὐτὸς ἀπεφήνατο λέξιν, εἰπὼν ‘‘ἐπὶ τὴν πέτραν οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς.’·

καὶ ἄλλα δὲ μυρία πρὸς τοῦ σωτῆρος ἡμῶν λεχθέντα τε καὶ προρρηθέντα ἐν οἰκείᾳ συναγαγόντες ὑποθέσει, ταῖς ἐνθέοις αὐτοῦ προγνώσεσι τὰς τῶν πραγμάτων ἀποβάσεις συμφώνους παραστήσαντες, ἀναμφίλεκτον τῶν· περὶ αὐτοῦ δοξαζομένων ἡμῖν τὴν ἀλήθειαν ἐπιδείκνυμεν.

πρὸς τούτοις δὲ πᾶσιν οὐ μικρὰ τυγχάνει τῆς καθ’ ἡμὰς ἀληθείας ἀπόδειξις καὶ ἡ ἀπὸ τῶν Ἑβραι·κῶν γραφῶν μαρτυρία, ἐν αἷς πρὸ μυρίων ὅσων ἐτῶν οἱ παρ’ Ἑβραίοις προφῆται τὴν τῶν ἀγαθῶν ἐπαγγελίαν παντὶ τῷ θνητῷ βίῳ κηρύξαντες ὀνομαστὶ τῆς τε Χριστοῦ προσηγορίας ἐμνήσθησαν καὶ τὴν εἰς ἀνθρώπους αὐτοῦ παρουσίαν προὐθέσπισαν, τόν τε νέον τῆς εἰς πάντα τὰ ἔθνη διαδραμούσης διδασκαλίας αὐτοῦ τρόπον κατήγγειλαν, προειπόντες τὴν ἐσομένην εἰς αὐτὸν ἀπιστίαν καὶ ἀντιλογίαν τοῦ Ἰουδαίων ἔθνους, τά τε κατ’ αὐτοῦ δρασθέντα αὐτοῖς καὶ τὰ ἐπὶ τούτοις αὐτίκα καὶ οὐκ εἰς μακρὰν μετελθόντα αὐτοῖς σκυθρωπά· λέγω δὲ τῆς βασιλικῆς μητροπόλεως αὐτῶν τὴν ἐσχάτην πολιορκίαν, καὶ τῆς βασιλείας τὴν παντελῆ καθαίρεσιν, αὐτῶν τε τὴν εἰς πάντα τὰ ἔθνη διασπορὰν, καὶ τὴν ὑπὸ τοῖς ἐχθροῖς καὶ πολεμίοις δουλείαν, ἃ καὶ ταῖς προρρήσεσιν ἀκο- λούθως μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν παρουσίαν φαί- νονται πεπονθότες.

ἐπὶ τούτοις τίς οὐκ ἂν ἐκ- πλαγείη τῶν αὐτῶν ἀκούων προφητῶν, μετὰ τὴν τοῦ Χριστοῦ παρουσίαν καὶ τὴν Ἰουδαίων ἀπόπτωσιν, τὴν τῶν ἐθνῶν κλῆσιν λαμπραῖς καὶ διαυγέσι φωναῖς εὐαγγελιζομένων; ἣ καὶ αὐτὴ ἄντικρυς εἰς ἔργον ἐχώρησε ταῖς προφητείαις ἀκολούθως διὰ τῆς τοῦ σωτῆρος ἡμῶν διδασκαλίας.

δι’ οὗ ἐκ παντὸς γένους ἀνθρώπων μυρίοι ὅσοι τὴν τῶν εἰδώλων ἀποστραφέντες πλάνην τοῦ ἐπὶ πάντων θεοῦ τὴν ἀληθῆ γμῶσίν τε καὶ εὐσέβειαν κατεδέξαντο, μονονουχὶ πιστούμενοι τοὺς τῶν παλαιῶν χρησμοὺς, τούς τε ἄλλους καὶ δὴ καὶ τὸν διὰ τοῦ Ἱερεμίου τοῦ προφήτου φήσαντα “κύριε ὁ θεός μου, πρὸς σὲ ἔθνη ἥξουσιν ἀπ’ ἐσχάτου τῆςγῆς, καὶ ἐροῦσιν ὡςψευδῆ ἐκτήσαντο οἱ πατέρες ἡμῶν εἴδωλα καὶ οὐκ ἢν ἐν αὐτοῖς ὠφέλεια. εἰ ποιήσει ἑαυτῷ ἄνθρωπος θεοὺς, καὶ οὗτοι οὐκ εἰσὶν θεοί;”

Chapter 4

Πάντα δὴ ταῦτα τὸν περὶ τῶν καθ’ ἡμᾶς πραγμάτων πιστοῦται λόγον, ὡς οὐκ ἐξ ἀνθρωπίνης ὁρμῆς ἐπιτηδευθέντα, θεόθεν δὲ προγνωσθέντα, καὶ θεόθεν διὰ τόν ἐγγράφων χρησμῶν προαναφωνηθέντα, καὶ πολὺ πλέον ἔτι θεόθεν διὰ τοῦ σωτῆρος ἡμῶν πᾶσιν ἀνθρώποις προβεβλημένον, αὖθίς τε ἐκ θεοῦ δυναμούμενον καὶ συνεστῶτα, ὡς ἐν τοσούτοις ἐτῶν χρόνοις ἐλαυνόμενον πρός τε τῶν ἀοράτων δαιμόνων καὶ πρὸς τῶν κατὰ χρόνους ὁρατῶν ἀρχόντων πολὺ πλέον διαλάμπειν, ὁσημέραι τε διαπρέπειν καὶ αὔξειν, καὶ πολὺ μᾶλλον πληθύειν, ἄντικρυς τῆς ἂνωθεν ἐκ τοῦ τῶν ὅλων θεοῦ συνεργίας τὸ ἄμαχον καὶ ἀήττητον τό τε κατὰ τῶν ἐχθρῶν νικητικὸν τῇ τοῦ σωτῆρος ἡμῶν προσηγορίᾳ τε καὶ διδασκαλίᾳ παρεχούσης.

καὶ τὸ αὐτόθεν δὲ πρὸς εὐζωΐαν πᾶσιν ἀνθρώποις, οὐ μόνον ἐκ τῶν προφανῶν αὐτοῦ λόγων, ἀλλὰ καὶ ἐξ ἀπορρήτου δυνάμεως προβεβλημένον, πῶς οὐκ ἂν γένοιτο τῆς ἐνθέου δυνάμεως αὐτοῦ παραστατικόν; θείας μὲν γὰρ καὶ ἀπορρήτου δυνάμεως ἦν τὸ ἅμα τῷ αὐτοῦ λόγῳ, καὶ σὺν τῇ περὶ μοναρχίας ἑνὸς τοῦ ἐπὶ πάντων θεοῦ προβεβλημένῃ διδασκαλίᾳ αὐτοῦ, ὁμοῦ καὶ τῆς πολυπλανοῦς καὶ δαιμονικῆς ἐνεργείας, ὁμοῦ καὶ τῆς τῶν ἐθνῶν πολυαρχίας ἐλεύθερον καταστῆναι τὸ τῶν ἀνθρώπων γένος.

μυρίων γοῦν τὸ παλαιὸν καθ᾿ ἕκαστον ἔθνος βασιλέων καὶ τοπαρχῶν ἐπικρατούντων, καὶ κατὰ πόλεις τῶν μὲν δημαοκρατουμένων, τῶν δὲ πολυαρχουμένων, πολέμωντε κατὰ τὸ εἰκὸς ἐκ τούτου παντοίων συνεστώτων, ἐθνῶν ἔθνεσι προσρηγνυμένων καὶ συνεχῶς τοῖς πλησιοχώροις ἐπανισταμένων, δῃούντων τε καὶ δῃουμένων καὶ ταῖς κατ᾿ ἀλλήλων πολιορκίαις ἐπιστρατευομένων, ὥστε διὰ ταῦτα πανδημὶ πάντας τούς τε τὰς πόλεις οἰκοῦντας καὶ τοὺς ἐν ἀγροῖς γεωπονοῦντας ἐξ ἔτι παίδων τὰ πολεμικὰ διδάσκεσθαι, ξιφηφορεῖν τε διὰ παντὸς κατά τε τὰς λεωφόρους καὶ κατὰ κώμας καὶ ἀγρούς.

ἐπεὶ δὲ παρῆν ὁ Χριστὸς τοῦ θεοῦ, περὶ οὗ πάλαι διὰ τῶν προφητῶν ἀνείρητο “ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη καὶ πλῆθος εἰρήνης. καὶσυγκόψουσιν τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα καὶ τὰς ζιβύνας αὐτῶν εἰς δρέπανα, καὶ οὐ λήψεται ἔθνος ἐπ᾿ ἔθνος μάχαιραν, καὶ οὐ μὴ μάθωσιν ἔτι πολεμεῖν,” ἀκόλουθα ταῖς προρρήσεσιν ἐπηκολούθει τὰ ἔργα πᾶσα μὲν αὐτίκα περιῃρεῖτο πολυαρχία ῾Ρωμαίων, Αὐγούστου κατὰ τὸ αὐτὸ τῇ τοῦ σωτῆρος ἡμῶν ἐπι- φανείᾳ μοναρχήσαντος. ἐξ ἐκείνου δὲ καὶ εἰς δεῦ οὐκ ἂν ἴδοις, ὡς τὸ πρὶν, πόλεις πόλεσι πολέμους οὐδ’ ἔθνος ἔθνει διαμαχόμενον, οὐδέ γε τὸν βίον ἐν τῇ παλαιᾷ συγχύσει κατατριβόμενον.

καίτοι πῶς οὐκ ἄξιον θαυμάζειν ἐπιστήσαντα τί δή ποτε τὸ μὲν παλαιὸν, ὅτε τῶν ἐθνῶν ἁπάντων κατετυράννουν οἶ δαίμονες καὶ πολλή τις ἦν τῶν ἀνθρώπων ἡ περὶ αὐτοὺς θεραπεία, πρὸς αὐτῶν τῶν θεῶν εξοιστρούμενοι ἐπὶ τοὺς κατ’ ἀλλήλων ἐξεκαίοντο πολέμους — ὡς τοτὲ μὲν Ἓλληνας αὐτοῖς Ἓλλησι, τοτὲ δὲ Αἰγυπτίους Αἰγυπτίοις, καὶ Σύρους Σύροις, Σύροις, τε Ῥωμαίοις πολεμεῖν, ἀνδραποδίζεσθαί τε ἀλλήλους καὶ κατατρύχειν ταῖς πολιορκίαις, ὥσπερ οὖν αἱ περὶ τούτων δηλοῦσι τῶν παλαιῶν ἱστορίαι — ἄμα δὲ τῇ τοῦ σωτῆρος ἡμῶν εὐσεβεστάτῃ καὶ εἰρηνικωτάτῃ διδασκαλίᾳ τῆς μὲν πολυθέου πλάνης καθαίρεσις ἐπετελεῖτο, τὰ δὲ τῆς τῶν ἐθνῶν διαστάσεως παῦλαν αὐτίκα παλαιῶν κακῶν ἀπελάμβανεν; ὃ καὶ μάλιστα μέγιστον ἡγοῦμαι τεκμήριον τυγχάνειν τῆς ἐνθέου καὶ ἀπορρήτου δυνάμεως τοὺ σωτῆρος ἡμῶν.

Τῆς δ’ ἐκ τῶν αὐτοῦ λόγων προφαινομένης ὠφελείας δεῖγμα ἐναργὲς ἴδοις ἂν ἐπιστήσας ὡς οὐδὲ ἄλλοτέ πω ἐξ αἰῶνος, οὐδ’ ὑπό τινος τῶν πάλαι δοαφανῶν, ἐκ μόνων δὲ τῶν αὐτοῦ φωνῶν καὶ τῆς ἀνὰ πᾶσαν τὴν οἰκουμένην διαδοθείσης διδασκαλίας αὐτοῦ εὖ τὰ πάντων τῶν ἐθνῶν νόμιμα κεῖται, αὐτὰ ἐκεῖνα τὰ πρὶν θηριώδη καὶ βάρβαρα, ὡς Πέρσάς μητρογαμεῖν τοὺς αὐτῷ μαθητευθέντας, μηδ’ ἀνθρωποβορεῖν Σκύθας διὰ τὸν καὶ μέχρις αὐτῶν ἐλθόντα τοῦ Χριστοῦ λόγον, μηδ’ ἄλλα γένη βαρβάρων ἐκθέσμως θυγατράσι καὶ ἀδελφαῖς μίγνυσθαι, μηδ’ ἄρρενας ἄρρεσιν ἐπιμαίνεσθαι καὶ τὰς παρὰ φύσιν ἡδονὰς μετιέναι, μηδὲ κυσὶ καὶ οἰωνοῖς τοὺς οἰκείους νεκροὺς προτιθέναι τοὺς πάλαι τοῦτο πράττοντας, μηδ᾿ ἀγχόνῃ τοὺς γεγηρακότας ὥσπερ οὖν πρότερον, παραβάλλειν, μηδὲ σάρκας νεκρῶν τῶν φιλτάτων κατὰ τὸ παλαιὸν ἔθος θοινᾶσθαι, μηδ᾿ ἀνθρωποθυτεῖν ὡς θεοῖς τοῖς δαίμοσι κατὰ τοὺς παλαιοὺς, μηδὲ τὰ φίλτατα κατασφάττειν ἐπ᾿ εὐσεβείας ὑπολήψει.

ταῦτα γὰρ ἦν καὶ συγγενῆ τούτοις μυρία τὰ πάλαι τὸν τῶν ἀνθρώπων βίον λυμαινόμενα. ἱστοροῦνται Μασσαγἐται καὶ Δέρβικες ἀθλιωτάτους. ἡγεῖσθαι τῶν οἰκείων τοὺς αὐτομάτως τελευτήσαντας, διὸ καὶ φθάσαντες κατέθυον, καὶ εἱστιῶντο τῶν φιλτάτων τοὺς γεγηρακότας· Τιβαρηνοὶ δὲ ζῶντας κατεκρήμνιζον τοὺς ἐγγυτάτω γέροντας· Ὑρκανοὶ δὲ καὶ Κάσπιοι, οἱ μὲν οἰωνοῖς καὶ κυσὶ παρέβαλλον ζῶντας, οἱ δὲ τεθνεῶτας· Σκύθαι δὲ συγκατώρυττον ζῶντας , καὶ ἐπέσφαττον ταῖς πυραῖς οὓς ἠγάπων οἱ τεθνεῶτες μάλιστα· καὶ Βάκτριοι δὲ τοῖς κυσὶ παρέβαλλον ζῶντας τοὺς γεγηρακότας.

ἀλλὰ ταῦτα μὲν πάλαι ἦν πρότερον, νυνὶ δὲ οὐκέθ᾿ ὁμοίως ἐστὶν, ἑνὸς τοῦ σωτηρίου νόμου τῆς εὐαγγελικῆς δυνάμεως τὴν θηριώδη καὶ ἀπάνθρωπον τούτων ὅλων παραλύσαντος νόσον.

τὸ δὲ μηκέτι θεοὺς ἡγεῖσθαι ἤτοι τὰ νεκρὰ καὶ κωφὰ ξόανα, ἢ τοὺς ἐν τούτοις ἐνεργοῦντας πονηροὺς δαίμονας, ἢ τὰ μέρη τοῦ φαινομένου κόσμου, ἢ τὰς τῶν πάλαι κατοιχομένων θνητῶν ψυχὰς, ἢ τῶν ἀλόγων ζῴων τὰ βλαπτικώτατα, ἀντὶ δὲ τούτων ἁπάντων διὰ μιᾶς τῆς εὐαγγελικῆς τοῦ σωτῆρος ἡμῶν διδασκαλίας, Ἕλληνας ὁμοῦ καὶ βαρβάρους, τοὺς γνησίως, ἀλλ᾿ οὐκ ἐπιπλάστως αὐτοῦ τῷ λόγῳ προσανέχοντας, εἰς τοσοῦτον ἄκρας φιλοσοφίας ἐλθεῖν ὡς μόνον τὸν ἀνωτάτω θεὸν, αὐτὸν ἐκεῖ- νον τὸν ἐπέκεινα τῶν ὅλων, τὸν παμβασιλέα καὶ κύριον οὐρανοῦ καὶ γῆς, ἡλίου τε καὶ ἄστρων καὶ τοῦ σύμπαντος κόσμου δημιουργὸν, σέβειν καὶ ὑμνεῖν καὶ θεολογεῖν, βιούν τε ἀκριβῶς καὶ οὕτως μανθάνειν ὡς μέχρι καὶ τοῦ ἐμβλέπειν τοῖς ὀφθαλμοῖς παιδαγωγεῖσθαι, καὶ μηδὲν ἀκόλαστον ἐκ τοῦ μετ’ ἐπιθυμίας ὁρᾶν ἐννοεῖν, πρόρριζον δ’ ἐξ αὐτῆς διανοίας πὰν αἰσχρὸν ὑποτέμνεσθαι πάθος, ταῦτα πάντα πῶς οὐκ ἂν τοῖς πᾶσι συμβάλλοιτο πρὸς εὐζωίαν;

καὶ τὸ μηδ’ εὐορκίας δεῖσθαι, πολλοῦ γε δεῖ ἐπιορκεῖν, διὰ τὸ πρὸς αὐτοῦ μανθάνειν μηδὲ ὀμνύναι ὅλως, ἐν πᾶσι δὲ ἀψευδεῖν καὶ ἀληθεύειν, ὡς ἀρκεῖσθαι τῷ ναί καὶ τῷ οὔ, παντὸς ὅρκου βεβαιοτέραν τὴν προαόρεσιν κατασκευάζοντας; τὸ δὲ μηδ’ ἐν ψιλοῖς ῥηματίοις καὶ ταῖς κοιναῖς ὁμιλίαις ἀδιαφορεῖν, ακριβολογεῖσθαι δὲ καὶ μέχρι τούτων, ὡς μήτε ψεῦδος μήτε λοιδορίαν μήτε τι αἰσχρὸν καὶ ἄσχημον ῥῆμα προίεσθαι τῇ φωνῇ, διὰ τὴν αὐτοῦ πάλιν παρακέλευ- σιν, δι’ ἧς ἔφησε ‘‘περὶ παντὸς ἀργοῦ ῥήματος δώσετε λόγον ἐν ἡμέρᾳ κρίσεως,” ὁποίας ὑπερβολῆς φιλοσόφου ζωῆς ἔχεται;

τὸ δὲ καὶ συλλήβδην ἀθρόως μυριάδας ὅλας ἀνδρῶν καὶ γυναικῶν καὶ παίδων, οἰκετῶν τε καὶ ἐλευθέρων, ἀδόξων τε καὶ ἐπιδόξων, καὶ προσέτι βαρβάρων ὁμοῦ καὶ Ἑλλήνων, κατὰ πάντα τόπον καὶ πόλιν καὶ χώραν, ἐν πᾶσι τοῖς ἡλίῳ ἡλίῳ ἔθνεσιν ἐπὶ διδασκαλίᾳ τῶν τοιούτων μαθημάτων, οἵων ἀρτίως μεμαθήκαμεν, φοιτᾶν καὶ τὰς ἀκοὰς λόγοις παρέχειν, ἀναπείθουσιν οὐ μόνον ἀκολάστων ἐγχειρημάτων, ἀλλὰ καὶ τῶν κατὰ διάνοιαν αἰσχρῶν ἐνθυμημάτων γαστρός τε καὶ τῶν ὑπὸ γαστέρα κρατεῖν· τό τε πὰν γένος ἀνθρώπων παιδείαν παιδεύεσθαι ἔνθεον καὶ εὐσεβῆ, φέρειν τε μανθάνειν γενναίως καὶ βαθεῖ φρονήματι τὰς τῶν ἐπανισταμένων ὕβρεις, καὶ μὴ τοῖς ἴσοις τοὺς φαύλους ἀμύνεσθαι, θυμοῦ δὲ καὶ ὀργῆς καὶ πάσης ἐμμανοῦς ὀρέξεως κρείττους γίνεσθαι, ναὶ μὴν καὶ τῶν ὑπαρχόντων ἀπόροις καὶ ἐνδεέσι κοινωνεῖν, πάντα τε ἄνθρωπον ὁμογενῆ δεξιοῦσθαι, καὶ τὸν νενομισμένον ξένον ὡς ἂν νόμῳ φύσεως οἰκειότατον καὶ ἀδελφὸν γνωρίζειν.

Πάντα δὴ ἀθρόως ταῦτά τις συναγαγὼν πῶς οὐκ ἂν ὁμολογήσειε τὰ μέγιστα καὶ ἀληθῶς ἀγαθὰ πάντας ἀνθρώπους εὐαγγελίσασθαι τὸν ἡμέτερον λόγον, τό τε αὐτόθεν ὑπερέχον πρὸς εὐζωί·αν τῷ τῶν ἀνθρώπων παρεσχηκέναι βίῳ;

ὁποῖον δέ σοι εἶναι δοκεῖ τὸ πᾶν γένος ἀνθρώπων, οὐ μόνον Ἑλλήνων, ἀλλὰ καὶ τῶν ἀνημερωτάτων βαρβάρων καὶ τῶν ἐν ταῖς ἐσχατιαῖς τῆς γῆς οἰκούντων, τῆς μὲν ἀλόγου θηριωδίας ἀνασχεῖν, δόξας δὲ φιλοσόφους ἀναλαβεῖν παρασκευάσαι;

οἷον, φέρε εἰπεῖν, τὰς περὶ ἀθανασίας ψυχῆς, καὶ ζωῆς τῆς παρὰ τῷ θεῷ μετὰ τὴν ἐνθένδε ἀπαλλαγὴν τοῖς θεοφιλέσιν ἀποκειμένης, δι’ ἣν τοῦ προσκαίρου τούτου ζῆν καταφρονεῖν ἐμελέησαι· ὥστε ἀποδεῖξαι παῖδας τοὺς πώποτε ἐπὶ φιλοσοφίᾳ διαβοηθέντας, καὶ παίγνιον τὸν θρυλούμενον ἐκεῖνον θάνατον, ἀνὰ στόμα πάντων φιλοσόφων ᾀδόμενον· θηλειῶν παρ’ ἡμῖν καὶ κομιδῇ παίδων βαρβάρων τε ἀνδρῶν καὶ εὐτελῶν τῷ δοκεῖν τῇ τοῦ σωτῆρος ἡμῶν δυνάμει τε καὶ συνεργίᾳ τὸν περὶ ψυχῆς ἀθανασίας λόγον ἔργοις πρότερον ἢ ῥήμασιν ἐπαληθεύοντα δειξάντων.

οἷον δὲ καὶ τὸ καθόλου πάντας ἀνθρώπους, τοὺς ἐν πάσι τοῖς ἐθνεσιν, ἐκ τῶν τοῦ σωτῆρος ἡμῶν μαθημάτων περὶ θεοῦ προνοίας, ὡς ἐφορώσης τὰ σύμπαντα, ὑγιῶς καὶ ἐρρωένως φρονεῖν παιδεύεσθαι, καὶ τὸ πᾶσαν ψυ- χὴν μανθάνειν τὸν περὶ δικαιωτηρίου καὶ κρίσεως θεοῦ λόγον, καὶ τὸ πεφροντισμένως ζῆν, καὶ φυλακικῶς ἔχειν τῶν τῆς κακίας ἐπιτηδευμάτων.

Chapter 5

Κεφάλαιον δὲ τῆς πρώτης καὶ μεγίστης εὐεργεσίας τοῦ σωτηρίου λόγου γνοίης ἂν, εἰ ἐν νῷ λάβοις τὴν δεισιδαίμονα πλάνην τῆς παλαιᾶς εἰδωλο- λατρίας, ᾗ τὸ σύμπαν ἀνθρώπων γένος δαιμόνων ἀνάγκαις πάλαι πρότερον κατετρύχετο· ἧς ὥσπερ ἀπὸ σκοτίας ζοφωδεστάτης Ἓλληνας ὁμοῦ ὁμοῦ καὶ βαρβάρους δυνάμει θείᾳ μεταστησάμενος ἐπὶ νοερὰν καὶ φωτεινοτάτην ἡμέραν τῆς ἀληθοῦς. εὐσεβείας τοῦ παμβασιλέως θεοῦ τοὺς πάντας μετηγάγετο.

καὶ τί χρὴ μηκύνειν ἀποδεικνύναι πειρωμένους ὅτι μὴ ἀλόγῳ πίστει ἑαυτοὺς ἀνεθήκαμεν, σώφροσι δὲ καὶ ὠφελίμοις λόγοις τὸν τῆς ἀληθοῦς εὐσεβείας τρόπον περιέχουσι; τῆς παρούσης ὑποθέσεως αὐτὸ δὴ τοῦτο κα- θόλου πραγματευομένης, τοὺς μὲν ἐπιτηδείως ἒχοντας ἕπεσθαι λόγων ἀποδείξεσι προτρέπομεν καὶ παρακαλοῦμεν φρονήσεως ἐπιμέλεσθαι, καὶ λογικώτερον τῶν δογμάτων τὰς ἀποδείξεις παραλαμβάνειν, ἑτοίμους τε εἶναι πρὸς ἀπολογίαν παντὶ τῷ ἐπερωτῶντι ἡμᾶς τὸν λόγον τῆς καθ’ ἡμὰς ἐλπίδος.

ἐπεὶ δὲ μὴ πάντες τοιοῦτοι, φιλανθρώπου τυγχάνοντος τοῦ λόγου, καί μηδένα μηδαμῶς ἀποτρεπομένου, πάντα δὲ ἄνθρωπον τοῖς καταλλήλοις ἰωμένου φαρμάκοις, καὶ τὸν ἀμαθῆ καὶ ἰδιώτην ἐπὶ τὴν τῶν τρόπων θε- ραπείαν παρακαλοῦντος, εἰκότως ἐν εἰσαγωγῇ τοὺς ἀρχομένους τῶν ἰδιωτικωτέρων γύναια καὶ παῖδας καὶ τὸ τῶν ἀγελαίων πλῆθος ἐπὶ τὸν εὐσεβῆ βίον χειραγωγοῦντες, ὡς ἐν φαρμάκου μοίρᾳ, τὴν ὑγιῆ πίστιν παραλαμβάνομεν, ὀρθὰς δόξας περὶ θεοῦ προνοίας καὶ περὶ ψυχῆς ἀθανασίας καὶ περὶ τοῦ κατ’ ἀρετὴν βίου ἐντιθέντες αὐτοῖς.

ἢ οὐχ οὕτως καὶ τοὺς τὰ σωμάτων κάμνοντας ἐπιστημόνως ἰωμένους ὁρῶμεν αὐτοὺς μὲν διὰ πλείστης ἀσκήσεως καὶ παιδείας τοὺς κατὰ ἰατρικὴν λόγους ἀνειληφότας καὶ πάντα λογικῶς χειρουργοῦντας, τούς γε μὴν ἐπὶ θεραπείᾳ προσιόντας αὐτοῖς πίστει ἑαυτοὺς καὶ τῇ τῶν χρηστοτέρων ἐλπίδι παρέχοντας, καὶ τῶν μὲν κατὰ τὴν ἐπιστήμην θεωρημάτων μηδὲν ἀκριβῶς ἐπαΐοντας, μόνης δὲ τῆς ἀγαθῆς ἐλπίδος τε καὶ πίστεως ἐξηρτημένους;

καὶ ὁ μὲν τῶν ἰατρῶν ἄριστος εἰς μέσον παρελθὼν ἅ τε χρὴ προφυλάττεσθαι καὶ ἃ προσήκει δρᾶν ὥσπερ τις ἄρχων καὶ κύριος μετ’ ἐπιστήμης προστάττει, ὁ δ’ ὡς βασιλεῖ καἰ νομοθέτῃ πείθεται, πιστεύων συνοίσειν αὐτῷ τὸ προστεταγμένον. οὕτω

καὶ μαθηταὶ παρὰ διδασκάλων παιδείας ἀποδέχονται, πιστεύσαντες ἀγαθὸν αὐτοῖς ἔσεσθαι τὸ μάθημα, ναὶ μὴν καὶ φιλοσοφίας οὐ πρό- τερόν τις ἐφάψαιτ’ ἂν ἢ πιστεύσας συνοίσειν αὐτῷ τὸ ἐπάγγελμα· καὶ ὁ μέν τις αὐτόθεν εἵλετο τὰ Ἑπικούρου, ὁ δὲ τὸν κυνικὸν ζηλοῖ βίον, ἄλλος κατὰ Πλάτωνα φιλοσοφεῖ, κατ’ Ἀριστοτέλην ἕτερος, καὶ πάλιν ἄλλος πάντων τὰ Στωïκὰ προετίμησεν, ἑκάστου χρηστοτέρᾳ ἐλπίδι τε καὶ πίστει τὸ δόξαν ὡς συνοῖσον ἀγαπήσαντος.

οὕτω καὶ τέχνας ἂνθωποι τὰς μέσας μετῆλθον, καὶ ἄλλοι τὸν στρατιωτικὸν, ἂλλοι δὲ τὸν ἐμπορικὸν βίον, πίστει πάλαι προειληφότες βιοποιστικὸν αὐτοῖς ἔσεσθαι τὸ ἐπιτήδευμα. καὶ γάμων δὲ αἶ πρῶται σύνοδοι καὶ κοινωνίαι τῆς κατὰ παιδοποιίαν ἐλπίδος ἐξ ἀγαθῆς ἐνήρξαντο πίστεως.

καὶ πλεῖ τις αὖθις εἰς ἄδηλον, οὐδ’ ἄλλην προβεβλημένος τῆς σωτηρίας ἄγκυραν ἢ μόνην τὴν πίστιν καὶ τὴν ἀγαθὴν ἐλπίδα· καὶ γεωργεῖ πάλιν ἄλλος, καὶ τὸν σπόρον εἰς γῆν ἀπορρίψας κάθηται τῆς ὥρας τὴν τροπὴν ἐκδεχόμενος, πιστεύων τὸ φθαρὶν ἐπὶ τῆς γῆς καὶ πλημμυρίσιν ὑετῶν καλυφθὲν αὖθις ὥσπερ ἐκ νεκρῶν ἀναβιώσεσθαι· πορείαν δέ τις μακρὰν ἐπ’ ἀλλοδαπῆς ἐκ τῆς οἰκείας στελλόμενος πάλιν τὴν ἐλπίδα καὶ τὴν πίστιν ἀγαθὰς ὁδηγοὺς ἑαυτῷ συνεπάγεται.

καὶ τί γὰρ ἄλλ’ ἢ τὸν πάντα τῶν ἀνθρώπων βίον δυοῖν τούτοιν ἀνηρτημένον, ἐλπίδος τε καὶ πίστεως, καταλαμβάνων, τί δὴ θαυμάζεις εἰ καὶ τὰ κρείττονα κατὰ ψυχὴν τοῖς μὲν διὰ πίστεως παραδίδοται; οἶς οὐ σχολὴ λογικώτερον τὰ κατὰ μέρος παιδεύεσθαι, τοῖς δὲ καὶ τοὺς λόγους αὐ- τοὺς πάρεστι μετιέναι καὶ τὰς ἀποδείξεις τῶν πρεσβευομένων μανθάνειν;

Ἀλλὰ γὰρ ἐν ὀλίγῳ τούτων ἡμῖν οὐκ εἰς ἄχρηστον προγεγυμνασμένων ἀνίωμεν ἐπὶ τὴν πρώτην κατηγορίαν, καὶ τίνες ὄντες καὶ πόθεν ὁρμώμενοι τοῖς διερωτῶσιν ἀποκρινούμεθα. ὅτι μὲν οὖν τὸ γένος Ἕλληνες ὄντες καὶ τὰ Ἑλλήνων φρονοῦντες ἐκ παντοίων τε ἐθνῶν ὡς ἂν νεολέκτου στρατιὰς λογάδες συνειλεγμένοι τῆς πατρίου δεισιδαιμονίας ἀποστάται καθεστήκαμεν οὐδ’ ἂν αὐτοί ποτε ἀρνηθείημεν· ἀλλὰ καὶ ὅτι Ἰουδαïκαῖς βίβλοις προσανέχοντες κἀκ τῶν παρ’ αὐτοῖς προφητειῶν τὰ πλεῖστα τοῦ καθ’ ἡμᾶς λόγου συνάγοντες οὐκέθ’ ὁμοίως ζῆν τοῖς ἐκ περιτομῆς προσφιλὲς ἡγούμεθα, καὶ τοῦτ’ ἂν αὐτόθεν ὁμολογήσαιμεν.

ὥρα τοιγαροῦν τούτων τὸν αἰτοιλογισμὸν ὑποσχεῖν. πῶς οὖν ἂν ἄλλως δόξαιμεν εὖ πεποιηκέναι τὰ πάτρια καταλείψαντες εἰ μὴ πρῶτον εἰς μέσον αὐτὰ παραθέμενοι καὶ ἀγαγόντες ὑπ’ ὄψιν τῶν ἐντευξομένων; οὕτω γὰρ ἂν γένοιτο φανερὰ καὶ τῆς εὐαγγελικῆς ἀποδείξεως ἡ θεία δύναμις, εἰ τοῖς πᾶσι πρὸ ὀφθαλμῶν τεθείη, τίνων καὶ ὁποίων κακῶν τὴν ἴασιν εὐαγγελίζεται.

πῶς δ’ ἂν τὸ εὔλογον τῆς τῶν Ἰουδαïκῶν μεταδιώξεως φανείη μὴ οὐχὶ καὶ τῆς τούτων ἀρετῆς ἀποδειχθείσης; τίνι τε λόγῳ τὰς παρ’ αὐτοῖς γραφὰς ἀσπαζόμενοι τὸν ὅμοιον τοῦ βίου τρόπον ἀποκλίνομεν καλῶς ἂν ἔχοι διελθεῖν, καὶ ἐπὶ πᾶσι τίς ὁ καθ’ ἡμᾶς τῆς εὐαγγελικῆς ὑποθέσεως λόγος καὶ τίς ἂν κυρίως λεχθείη ὁ χριστιανισμὸς, οὔθ’ Ἑλληνισμὸς ὢν οὔτε Ἰουδαïσμὸς, ἀλλά τις καινὴ καὶ ἀληθὴς θεοσοφία, ἐξ αὐτῆς τῆς προσηγορίας τὴν καινοτομίαν ἐπαγομένη.

φέρ’ οὖν πρῶτον ἀπάντων τὰς παλαιτάτας καὶ δὴ καὶ τὰς πατρίους ἡμῶν αὐτῶν θεολογίας κατὰ πάσαν πόλιν εἰσέτι καὶ νῦν τεθρυλημένας ἐπιθεωήσωμεν, τάς τε σεμνὰς τῶν γενναίων φιλοσόφων περί τε κόσμου συστάσεως καὶ περὶ θεῶν διαλήψεις, ἵνα γνῶμεν εἴτε καὶ ὀρθῶς ἀπέστημεν αὐτῶν, εἴτε καὶ μή.

θήσω δὲ οὐκ ἐμὰς φωνὰς ἐν τῇ τῶν δηλουμένων ἐκφάνσει, ἀλλ’ αὐτῶν δὴ τῶν μάλιστα τὴν περὶ οὕς φασι θεοὺς εὐσέβειαν περισπούδαστου πεποιημένων, ὡς ἂν ὁ λόγος ἀπάσης ἐκτὸς τῆς περὶ τοῦ πλάττεσθαι ἡμὰς ὑπονοίας κατασταίη.

Chapter 6

Φοίνικας τοιγαροῦν καὶ Αἰγυπτίους πρώτους ἁπάντων ἀνθρώπων κατέχει λόγος ἥλιον καὶ σελήνην καὶ ἀστέρας θεοὺς ἀποφῆναι, μόνους τε εἶναι τῆς τῶν ὅλων γενέσεως τε καὶ φθορᾶς αἰτίους, εἶτα δὲ τὰς παρὰ τοῖς πᾶσι βοωμένας θεοποιίας τε καὶ θεογονίας εἰσηγήσασθαι τῷ βίῳ·

πρὸ δέ γε τούτων μηδένα μηδὲν πλέον τῶν κατ’ οὐρανὸν φαινομένων εἰδέναι, ὀλίγων ἐκτὸς ἀνδρῶν τῶν παρ’ Ἑβραίοις μνημονευομένων, οἳ διανοίας καθαρωτάτοις ὄμμασι πᾶν τὸ ὁρώμενον ὑπερκύψαντες τὸν κοσμοποιὸν καὶ τῶν ὅλων δημιουργὸν ἐσεβάσθησαν, ὑπερθαυμάσαντες τῆς τοσαύτης αὐτὸν σοφίας τε καὶ δυνάμεως, ἣν ἐκ τῶν ἔργων ἐφαντάσθησαν, καὶ μόνον εἶναι θεὸν πεισθέντες μόνον εἰκότως ἐθεολόγησαν, τὴν ἀληθῆ καὶ πρώτην καὶ μόνην ταύτην εὐσέβειαν παῖς παρὰ πατρὸς διαδεξάμενοι καὶ φυλάξαντες.

οἵ γε μὴν λοιποὶ τῶν ἀνθρώπων τῆσδε τῆς μόνης καὶ ἀληθοῦς ἀποπεσόντες εὐσεβείας, τὰ φωσφόρα τῶν οὐρανίων σαρκὸς ὀφθαλμοῖς, οἷα νήπιοι τὰς ψυχὰς, καταπλα- γέντες, θεούς τε ἀνεῖπον καὶ θυσίαις καὶ καταπλαγέντες, ἐγέραιρον, οὐ νεὼς δειμάμενοι, οὐδ’ ἀφιδύμασι καὶ ξοάνοις θνητῶν εἰκόνας πλασάμενοι, πρὸς αἰθέρα δὲ καὶ αὐτὸν οὐρανὸν ἀποβλέποντες καὶ μέχρι τῶν τῇδε ὁρωμένων ταῖς ψυχαῖς ἐφικνούμενοι.

ἀλλ’ οὐ τῇδε ἄρα καὶ τοῖς μετέπειτα ἀνθρώποις τὰ τῆς πολυθέου πλάνης περιίστατο, ἐλαύνοντα δὲ εἰς βυ- θὸν κακῶν μείζονα τῆς ἀθεότητος τὴν δυσσέβειαν ἀπειγάζετο, Φοινίκων, εἶτα Αἰγυπτίων ἀπαρξαμένων τῆς πλάνης· παρ’ ὧν φάσι πρῶτον Ὀρφέα τὸν Οἰάγρου μεταστησάμενον τὰ παρ’ Αἰγυπτίοις Ἕλλησι μεταδοῦναι μυστήρια, ὥσπερ οὖν καὶ Κάδμον τὰ Φοινικικὰ τοῖς αὐτοῖς ἀγαγεῖν μετὰ καὶ τῆς τῶν γραμμάτων μαθήσεως· οὔπω γὰρ εἰσέτι τοὺς Ἓλληνας τότε τὴν τῶν γραμμάτων χρῆσιν εἰδέναι.

πρῶτα τοίνυν σκεψόμεθα τὰ τῆς κοσμογονίας τῆς πρώτης, ὅπως οἱ δηλούμενοι διειλήφασι· ἔπειτα τὰ περὶ τῆς πρώτης καὶ παλαιτάτης τοῦ τῶν ἀνθρώπων βίου δεισιδαιμονίας· καὶ τρίτον τὰ Φοινίκων, τέταρτον τὰ Αἰγυπτίων, μεθ’ ἃ πέμπτον τὰ Ἑλλήνων διελόντες πρότερον μὲν τὴν καὶ τούτων παλαιὰν καὶ μυδικτέραν πλάνην ἐποπτεύσομεν, εἶτα δὲ τὴν σεμνοτέραν καὶ φυσικωτέραν δὴ περὶ θεῶν φιλοσοφίαν, καὶ μετὰ ταῦτα τὸν περὶ τῶν θαυμαστῶν χρηστηρίων ἐφοδεύ- σομεν λόγον· ἐφ’ οἷς καὶ τὰ σεμνὰ τῆς γενναίας Ἑλλήνων φιλοσοφίας ἐπισκεψόμεθα.

τούτων δ’ ἡμῖν διευκρινηθέντων ἐπὶ τὰ Ἑβραίων μεταβησόμεθα, τῶν δὴ πρώτων καὶ ἀληθῶς Ἑβραίων, καὶ τῶν μετὰ ταῦτα τὴν Ἰουδαίων λαχόντων προσηγορίαν. ἐπὶ πᾶσι δὲ τούτοις ὥσπερ ἐπισφράγισμα τῶν ὅλων ἐποίσομεν τὰ ἡμέτερα.

ἀναγκαίως δὲ τῆς τούτων ἁπάντων μνημονεύσομεν ἱστορίας, ὡς ἂν διὰ τῆς τῶν ἑκασταχοῦ τεθαυμασμένων παραθέσεως ὁ τῆς ἀληθείας ἔλεγχος ἀποδειχθῇ, ὁποίων τε ἡμεῖς ἀποστάντες τὴν ὁποίαν εἱλόμεθα φανερὸν τοῖς ἐντυγχάνουσι γένηται.

ἀλλὰ γὰρ ἐπίωμεν ἐπὶ τὸ πρῶτον. πόθεν δῆτα πιστωσόμεθα τὰς ἀποδείξεις; οὐ μὲν δὴ ἐκ τῶν παρ’ ἡμῖν γραμμάτων, ὡς ἂν μὴ δοκοίημεν κεχαρισμένα πράττειν τῷ λόγῳ· μάρτυρες δὲ παρέστων ἡμῖν Ἑλγήνων αὐτῶν οἱ τε τὴν φιλοσοφίαν αὐχοῦντες καὶ οἱ τὴν ἄλλην τῶν ἐθνῶν ἱστορίαν διηρευνηκότες.

γράφει τοίνυν ἄνωθεν τὴν παλαιὰν Αἰγυπτίων ὑφηγούμενος θεολογίαν ὁ Σικελιώτης Διόδωρος, γνω- ριμώτατος ἀνὴρ τοῖς Ἑλλήνων λογιωτάτοις, ὡς ἂν ὑπὸ μίαν συναγηοχὼς πραγματείαν ἅπασαν τὴν ἱστορικὴν βιβλιοθήκην. ἐξ οὗ πρῶτα παραθήσομαι ἃ περὶ τῆς τοῦ παντὸς κοσμογονίας ἀρχόμενος τοῦ λόγου διείληφε, τὰς τῶν παλαιῶν ἱστορῶν δόξας τοῦτον τὸν τρόπον.

Chapter 7

Περὶ μὲν οὑν θεῶν τίνας ἐννοίας ἔσχον οἱ πρῶτοι καταδείξαντες τιμὰν τὸ θεῖον καὶ περὶ τῶν μυθολογουμένων ἑκάστου τῶν ἀθανάτων τὰ μὲν πολλὰ συντάξασθαι πειρασόμεθα κατ’ ἰδίαν, διὰ τὸ τὴν ὑπόθεσιν ταύτην πολλοῦ λόγου προσδεῖσθαι 27 Περὶ μὲν οὖν — ] Diodonis 1, 6 — 8. ὅσα δ’ ἂν ταῖς προκειμέναις ἱστορίαις ἐοικότα δόξωμεν ὑπάρχειν παραθήσομεν ἐν κεφαλαίοις, ἔνα μηδὲν τῶν ἀκοῆς ἀξίων ἐπιζητῆται.

περὶ δὲ τοῦ γένους τῶν ἀπάντων ἀνθρώπων καὶ τῶν πραχθέντων ἐν τοῖς γνωριζομένοις μέρεσι τῆς οἰκουμένης, ὡς ἂν ἐνδέχηται περὶ τῶν οὕτω παλαιῶν, ἀκριβῶς ἀναγράψομεν ἀπὸ τῶν ἀρχαιοτάτων χρόνων ἀρξάμενοι.”

“Περὶ τῆς πρώτης τοίνυν γενέσεως τῶν ἀνθρώπων διτταὶ γεγόνασιν ἀποφάνσεις παρὰ τοῖς νομιμωτάτοις τῶν τε φυσιολόγων καὶ τῶν ἱστορικόν. οἱ μὲν γὰρ αὐτῶν ἀγένητον καὶ ἄφθαρτον ὑποστησά μενοι τὸν τὸν κόσμον ἀπεφήναντο καὶ τὸ γένος τῶν ἀνθρώτων ἐξ αἰῶνος ὑπάρχειν, μηδέποτε τῆς αὐτῶν τεκνώσεως ἀρχὴν ἐσχηκυίας, οἱ δὲ γενητὸν καὶ φθαρτὸν εἶναι νομίσαντες ἔφησαν ὁμοίως ἐκείνοις τοὺς ἀνθρώπους τυχεῖν τῆς πρώτης γενέσεως ὡρισμένοις χρόνοις.

κατὰ γὰρ τὴν ἐξ ἀρχῆς τῶν ὅλων σύστασιν μίαν ἔχειν ἰδέαν οὐρανόν τε καὶ γῆν, μεμιγμένης αὐτῶν τῆς φύσεως· μετὰ δὲ ταῦτα διαστάντων τῶν σωμάτων ἀπ’ ἀλλήλων τὸν μὲν κόσμον περιλαβεῖν ἅπασαν τὴν ὁρωμένην ἐν αὐτῷ σύνταξιν, τὸν δ’ ἀέρα κινήσεως τυχεῖν συνεχοῦς, καὶ τὸ μὲν πυρῶδες αὐτοῦ πρὸς τοὺς μετεωροτάτους τόπους συνδραμεῖν, ἀνωφεροῦς οὔσης τῆς τοιαύτης φύς ἕως διὰ τὴν κουρότητα· ἀφ’ ἧς αἰτίας τὸν μὲν ἥλιον καὶ τὸ λοιπὸν πλῆθος τῶν ἄστρων ἐναποληφθῆναι τῇ πάσῃ δίνῃ, τὸ δὲ ἰλυῶδες καὶ θολερὸν μετὰ τῆς τῶν ὑγρῶν συγκρίσεως ἐπὶ ταὐτὸ καταστῆναι διὰ τὸ βάρος· εἱλούμενον δ’ ἐν ἑαυτῷ καὶ συστρεφόμενον συνεχῶς ἐκ μὲν τῶν ὑγρῶν τὴν θάλατταν, ἐκ δὲ τῶν στερεμνιωτέρων ποιῆσαι τὴν γῆν πηλώδη καὶ παντελῶς ἁπαλήν

ταύτην δὲ τὸ μὲν πρῶτον τοῦ περὶ τὸν ἥλιον πυ- ρὸς καταλάμψαντος πῆξιν λαβεῖν, ἔπειτα διὰ τὴν θερμασίαν ἀναζυμουμένης τῆς ἐπιφανείας συνοιδῆσαί τινα τῶν ὑγρῶν κατὰ πολλοὺς τόπους, καὶ γενέσθαι περὶ αὐτὰ σηπεδόνας ὑμέσι λεπτοῖς περιεχομένας, ὅπερ ἐν τοῖς ἕλεσι καὶ τοῖς λιμνάζουσι τῶν τόπων ἔτι καὶ νῦν ὁρᾶσθαι γινόμενον, ἐπειδὰν τῆς χώας κατεψυγμένης ἄφνω διάπυρος ἀὴρ γένηται, μὴ λαβὼν τὴν μεταβολὴν ἐκ τοῦ κατ’ ὀλίγον.

ζωογονουμένων δὲ τῶν ὑγρῶν διὰ τῆς θερμασίας τὸν εἰρημένον μένοντρόπον τὰς μὲν νύκτας λαμβάνειν αὐτίκα τὴν τροφὴν ἐκ τῆς πιπτούσης ἀπὸ τοῦ περιέχοντος ὁμίχλης, τὰρ δ’ ἡμέρας ὑπὸ τοῦ καύματος στερεοῦσθαι· τὸ δὲ ἔσχατον τῶν κυοφορουμένων τὴν τελείαν αὒξησιν λαβόντων καὶ τῶν ὑμένων διακαυθέντων τε καὶ περιρραγέντων ἀναφυῆναι παντοδαποὺς τύπους ζώων.

τούτων δὲ τὰ μὲν πλείστης θερμασίας κεκοινωνηκὀτα πρὸς τοὺς μετεώρους τόπους ἀπελθεῖν γενόμενα πτηνὰ, τὰ δὲ γεώδους ἀντεχόμενα συγκρίσως ἐν τῇ τῶν ἑρπετῶν καὶ τῇ τῶν ἄλλων τῶν ἐπιγείων τάξει καταριθμηθῆναι, τὰ δὲ φύσεως ὑγρᾶς μάλιστα μετειληφότα πρὸς τὸν ὁμογενῆ τόπον συνδραμεῖν ὀνομασθέντα…

τὴν…

The complete text is available when the reading interface loads.