Demonstratio Evangelica
Author namesEusèbe de Césarée · Eusebe de Cesaree · Eusebius of Caesarea · Eusebius Caesariensis
- Scientific editors
- Wilhelm Dindorf
- Edition reference
- Eusebii Caesariensis Opera · Leipzig · Teubner · 1867
- CTS identifier
urn:cts:greekLit:tlg2018.tlg005.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ.
Chapter praef
Ἴδοὺ δή σοι, θεῖον ἐπισκόπων χρῆμα, Θεόδοτε ἱερὲ θεοῦ ἄνθρωπε, σὺν θεῷ καὶ σὺν αὐτῷ γε τῷ σωτῆρι ἡμῶν τῷ τοῦ θεοῦ λόγῳ μετὰ τὴν πρώτην Προπαρασκευὴν τῆς Εύαγγελικῆς ὑποθέσεως, ἐν ὅλοις πεντεκαίδεκα συγγράμμασι διαπεπονημένην ἡμῖν, μέγα τοῦτο πρὸς ἡμῶν ἐξανύεται. δέχου δῆτα, ὦ φίλη κεφαλὴ, τὴν αἴτησιν, καὶ ταῖς εὐχαῖς ἡμῖν συμπόνει τὴν Εὐαγγελικὴν Ἀπόδειξιν ἤδη λοιπὸν ἐκ τῶν ἀνέκαθεν παρ’ Ἑβραίοις ἀνακειμένων προρρήσεων παραστήσασθαι πειρωμένοις.
πῶς δὴ καὶ τίνα τρόπον; τοὺς θεοφιλεῖς ἐκείνους, οἶσθα δήπου τοὺς 4 Ἴδου — ] Initium operis (p. 1, 4 — 17,18). Ἴδου — ὁ παῖς σου καὶ ex codice Maurocordati primum edidit I. A. Fabricius in Delectu argumentorum et syllabo scriptorum de veritate religionis Christianae p. 1—22. cuius paginarum numeros in margine posuimus. Editiones Roberti Stephani (a. 1545.) et Parisina a. 1628, quae ex codice Parisiuo 469, aliquot ab initio foliis defecto, fluxerunt, incipiunt ab verbis ἡ παιδίσκη καὶ ὁ προσήλυτος (p. 17, 18). Harum editionum paginarum numeros ipsos quoque in margine annotavimus, prioris uncis quadratis [ ] iuclusos, alterius rotundis ( ). βοωμένους παρὰ τοῖς ἀνδράσι, Μωσέα δὴ λέγω καὶ τοὺς μετ’ αὐτὸν ἐκλάμψαντας θεοπρεπεῖς καὶ τοὺς μακαρίους προφήτας τε καὶ ἱεροφάντας, μάρτυσιν ἀποχρώμενοι ^ ἐξ αὐτῶν τ’ ἐπιδεικνύναι προῃρημένοι τὰ μακροῖς ὕστερον αἰῶσιν εἰς φῶς ἐλθόντα, καὶ διὰ τῆς τοῦ σωτῆρος εὐαγγελικῆς ἀποδείξεως πραγματευ- θέντα, τά τεκαθ’ ἡμὰς αὐτοὺς εἰσέτι νῦν πρὸ ὀφθαλ- μῶν συντελούμενα θείῳ πνεύματι προειληφότας, ὡς ἂν παρόντα τὰ μὴ παρόντα καὶ τὰ μηδέπω μηδαμῶς ὄντα ὡς ἐναργῶς ὄντα κατωπτευκότας, καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τοῖς μετέπειτα διὰ γραφῆς τὰ μέλ- λοντά ποτε ἔσεσθαι προμεμηνυκότας ^ ὥστε ἤδη καὶ ἑτέρους ἐξ αὐτῶν εἰδέναι τε καὶ γνωρίζειν τὸ μέλλον δύνασθαι, ὁσημέραι τε προσδοκᾶν τῶν λογίων τὰ ἀποτελέσματα
ποῖα δὲ ταῦτα; μυρία μὲν ἂν εἴη, καὶ ἄλλα παντοῖά τε καὶ περὶ πάντων, κοινῶν τε καὶ τῶν ἀνὰ μέρος, καθ’ ἕκαστόν τε ἄνδρα καὶ περὶ τῶν καθόλου, ἰδίως τε ἀμφὶ τῶν καθ’ Ἐβραίους π·ραγ- μάτων, καὶ αὖ πάλιν περὶ τῶν ἔξωθεν ἐθνῶν, οἶον δὴ πόλεων ἀναστάσεις, καιρῶν τε ἀλλαγὰς καὶ πραγ- μάτων μεταβολὰς, μελλόντων τε ἀγαθῶν παρουσίας, καὶ τῶν ἐναντίων ἐπιφορὰς, ἀνδραποδισμοὺς ἐθνῶν, πόλεων πολιορκίας, τῶν καθόλου βασιλείων μεταστά- μεταστάσεις τε καὶ καταστάσεις καὶ ἄλλα μυρία περὶ τῶν ἔσεσθαι μακροῖς ὕστερον χρόνοις μελλόντων προεκή- ρυττον.
ἀλλ’ οὐ τούτων ὅ γε παρὼν καιρὸς τὸν ἔλεγχον ἡμᾶς ἀπαιτεῖ παραστήσασθαι, τὰ πολλὰ δὲ εἰσαῦθις ὑπερθεμένους, ἐκ τῆς τῶν παρατεθησομένων ἀληθείας ἠρέμα καὶ τῶν ἀποσεσιωπημένο,ν τὴν ἀπόδειξιν πιστώσεται.
Chapter 1
Τινα τοίνυν ἡμῖν ἐπὶ τοῦ παρόντος ἐκ τῶν προφητικῶν προρρήσεων εἰς τὴν εὐαγγελικὴν ἀπό- δεῖξιν εὖ ἂν ἔχοι συντελεῖν καιρὸς ἂν εἴη λέγειν.
Χριστὸν ὀνομαστὶ καὶ θεοῦ λόγον ^ αὐτόν τε θεὸν καὶ κύριον, καί τινα μεγάλης βουλῆς ἄγγελον ἐπιδη- μήσειν ποτὲ εἰς ἀνθρώπους ἔφασαν, πάντων τε τῶν ἀνὰ πᾶσαν τὴν οἰκουμένην ἐθνῶν Ἑλληνικῶν τε καὶ βαρβάρων διδάσκαλον ἀληθοῦς θεογνωσίας καὶ τῆς εἰς τὸν τῶν ὅλων δημιουργὸν θεὸν εὐσεβείας κατα- στήσεσθαι, fi τὸ εὐαγγελικὸν περιέχει κήρυγμα· καὶ τοῦτον αὐτὸν παιδίον ἔσεσθαι, καὶ υἱὸν ἀνθρώπου κληθήσεσθαι, γένος τε ὅθεν κατάξει, καί τινα ξένον ἐκ παρθένου τρόπον αὐτοῦ τῆς ἀποτέξεως, καὶ τό γε παραδοξότατον, ὅτι μὴ πᾶσι τοῖς ἐκ περάτων γῆς εἰσέτι σήμερον ἐπὶ θέαν σπεύδουσι βοώμενον τῆς ἐν Βηθλεὲμ γενέσεως αὐτοῦ χωρίον σιωπῇ δόντες πα- ρῆλθον, ἀλλὰ καὶ τοῦτο λευκοῖς ὀνόμασιν ἐξεβόησαν, ὥσπερ οὖν καὶ τοὺς χρόνους τῆς ἐπιφανείας αὐτοῦ, καθ’ οὓς ἀκριβῶς οὗτος ἐπεδήμει τῷ βίῳ, ὥσπερ φθάσαντες οἱ αὐτοὶ διὰ τῶν πραγμάτων ἐθέσπισαν.
πάρεστι δέ σοι μετὰ χεῖρας ἀναλαβόντι τὴν σπου- δὴν ἐν ὀφθαλμοῖς ἰδεῖν ἐν ταῖς δηλουμέναις προφη- τικαῖς προρρήσεσι πάσας ὁμοῦ περιεχομένας τὰς ὑπὸ τῶν θεσπεσίων εὐαγγελιστῶν μαρτυρουμένας αὐτοῦ δὴ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ τοῦ Χριστοῦ παραδό- ξουςθαυματουργίας, καὶ τὰ ἐνθέους αὐτοῦ καὶ παν- αρἐτους περὶ τῆς ἀληθοῦς εὐσεβείας διδασκαλίας.
καὶ τί δεῖ θαυμάζειν, ὅτε καὶ τὸν νέον τῆς εὐσε- βείας τρόπον τὸν πρὸς αὐτοῦ πᾶσιν ἀνθρώποις κατηγ- κατηγγελμένον διαρρήδην ἀνακηρύττουσι, κλῆσίν τε μαθη- τῶν αὐτοῦ καὶ καινῆς διαθήκης διδασκαλίαν.
ναὶ so μὴν ἐπὶ τούτοις καὶ τὰς Ἰουδαίων εἰς αὐτὸν ἀπιστίας καὶ ἀντιλογίας ἀρχόντων τε ἐπαναστάσεις, διδασκά- διδασκάλων φθόνους, ἑνὸς μαθητοῦ προδοσίαν, ἐχθρῶν δια- βολὰς, συκοφαντῶν κατηγορίας, δικαστῶν κατακρίσεις, ὕβρεις ἀτίμους, μάστιγας ἐκτόπους, δυσφήμους λοιδορίας, ἐπὶ πᾶσι τὸν ἐπονείδιστον θάνατον, αὐτοῦ τε ἐπὶ τούτοις σιωπὴν θαυμάσιον, πραότητά τε καὶ καρτερίαν 5 ἀμήχανόν τε ὅσην ὑπομονὴν καὶ ἀνεξικακίαν.
ταῦτα δὲ πάντα ἄντικρυς περὶ ἑνὸς ἐν ὑστάτοις ποτὲ χρόνοις ἥξοντος καὶ τοιαῦτα ἐν ἀνθρώποις πεισομένου σαφῶς δι’ ὧν προειλήφασι τὰ παλαίτατα Ἑβραίων παρίστησι λόγια, ἐπιμαρτυρούμενα τὴν μετὰ θάνατον ἐκ νεκρῶν ἀναβίωσιν τοῦ δηλουμένου, τὴν τοῖς αὐτοῦ μαθηταῖς φανέρωσιν, τὴν τοῦ θείου πνεύματος εἰς αὐτοὺς μετάδοσιν, τὴν εἰς οὐρανοὺς ἄνοδον αὐτοῦ, τὴν πατρὸς ἕνθρονον βασιλείας ἵδρυσιν, τὴν ἐπὶ συντελείᾳ τοῦ βίου δεντέραν αὖθις ἐσομένην ἔνδοξον αὐτοῦ παρουσίαν.
ἐπὶ πᾶσι τούτοις θρήνους ἀκούσῃ καὶ ὀλοφυρμοὺς ἑκάστου τῶν προφητῶν διαφόρως ὀλοφυρομένου καὶ ἀποκλαιομένου ὅσα τὸ Ἰουδαίων ἔθνος τῆς εἰς τὸν προκηρυχθέντα δυσσεβείας ἕνεκα μετελεύσεσθαικακὰ ἔμελλεν, ὡς τὸ βασίλειον αὐτῶν ἄνωθεν ἐκ πατέρων εἰς ἐκείνους διαρκέσαν τοὺς καιροὺς παντελῆ καθαίρεσιν μετὰ τὴν κατὰ Χριστοῦ τόλμαν αὐτῶν ὑπομενεῖ, ὡς οἶ πάτριοι αὐτῶν νόμοι καταλυθήσονται, ὡς τῆς παλαιᾶς θρησκείας αὐτῶν ἀποστερήσονται, ὡς τῆς ἐκ προγόνων αὐτονομίας ἐκπεσοῦνται, ὡς ἀντ’ ἐλευθέρων δοῦλοι τῶν ἐχθρῶν καταστήσονται, ὡς ἡ βασιλικὴ μητρόπολις αὐτῶν πυρίκαυστος γενήσεται, ὡς τὸ σεμνὸν αὐτῶν καὶ ἁγνὸν ἱερὸν ἐμπρησμὸν καὶ ἐσχάτην ἐρημίαν ὑπομενεῖ, ὡς ἀντὶ τῶν πάλαι οἰκητόρων ὑπὸ ἀλλοφύλων ἐθνῶν ἡ πόλις αὐτῶν κατοικισθήσεται, κισθήσεται, ὡς εἰς πάντα τὰ ἔθνη καθ’ ὅλης οἰκουμένης διασπαρήσονται, ὡς οὐκέτ’ αὐτοῖς ἡ τῶν κακῶν παῦλα οὐδέ τις ἀνάπνευσις τῶν συμφορῶν ἐλπισθήσεται, ἃ καὶ τυφλῷ, φασὶ, δῆλα, εἰσέτι νῦν τὴν τῶν λόγων ὄψιν αὐτοῖς ἔργοις ἐνδείκνυται, ἐκ πρώτης αὐτῆς ἡμέρας ἐξ ἧς ἀθέους ἤραντο κατὰ Χριστοῦ χεῖρας τὴν τῶν κακῶν ἀρχὴν εἰς ἑαυτοὺς ἐπισπώμενοι.
οὐκ ἦν δ’ ἄρα τοῖς θεσπεσίοις ἀνδράσιν ἐπὶ σκυθρωποῖς τὰ τῶν προρρήσεων ἱστάναι, οὐδὲ μέχρι τῶν λυπηρῶν ἐπιτείνεσθαι τὴν πρόγνωσιν, ἀλλὰ γὰρ εἰς τὸ φαιδρὸν μεταβάλλοντες αὖθις ἀγαθῶν ἀγγελίας ἀθρόως ἅπασιν ἀνθρώποις ἐπὶ τῇ τοῦ Χριστοῦ παρουσίᾳ προεκήρυττον, ἀντὶ τῆς ἑνὸς ἔθνους ἀποβολῆς βολῆς πᾶν ἔθνος καὶ γένος ἀνθρώπων θεογνωσίαν εὐαγγελιζόμενοι, καὶ δαιμόνων ἀποφυγὴν, ἀγνωσίας τε καὶ πλάνης ἀπαλλαγὴν, φωτός τε καὶ εὐσεβείας ἀνάλαμψιν, καὶ ὡς οἱ τοῦ Χριστοῦ μαθηταὶ τὸν πάντα κόσμον τῆς αὐτοῦ διδασκαλίας ἐμπλήσουσιν, ὅπως τε εἰς πάντας ἀνθρώπους τὸ εὐαγγέλιον αὐτῶν κηρυχθήσεται καινόν τινα καὶ ξενίζοντα τρόπον εὐσεβείας περιέχον, καὶ ὡς ἐκκλησίαι Χριστοῦ δι’ αὐτῶν ἐν ὅλοις τοῖς ἔθνεσι συστήσονται, καὶὡς ἑνὸς ὁ Χριστιανῶν λαὸς καθ’ ὅλης τῆς οἰκουμένης ὀνομασθήσεται, καὶ ὡς αἱ τῶν κατὰ χρόνους ἀρχόντων τε καὶ βασιλέων κατὰ τῆς ἐκκλησίας τοῦ Χριστοῦ ἐπαναστάσεις οὐδὲν εἰς τὸ καθελεῖν αὐτὴν, ὡς ἂν ὑπὸ τοῦ θεοῦ κραταιουμένην, ἰσχύσουσι.
τοσούτων διὰ τῶν καθ’ Eβραίους θεολόγων ἀναπεφτονημένων καὶ εἰς δεῦρο πᾶσιν εἰς φανερὸν τὰς ἐκβάσεις ἐπιδεικνυμένων, τίς οὐκ ἂν τὸ ἔνθεον ἀποθαυμάσειρ τῶν ἀνδρῶν; τίς δ’ οὐχὶ τῆς κατ’ αὐτοὺς θεοσεβείας καὶ φιλοσοφίας τὰ μαθήματά τε καὶ τὰ δόγματα κύρια καὶ ἀληθῆ εἶναι ὁμολογήσει, τὴν ἀπόδειξιν παρεχόμενα οὐκ ἐν λέξεσι κεκομψευμέναις, οὐδ’ ἐν δεινό- τητι λόγων, ἢ κακοτέχνοις ἀπάταις συλλογισμῶν, ἐν ἁπλῇ δὲ καὶ ἀπανούργῳ διδασκαλίᾳ, ἧς τὸ γνήσιον καὶ εἰλικρινὲς τῆς ἀληθείας ἡ τῶν θεσπεσίων αὐτῶν ἐκείνων ἀνδρῶν ἀρετή τε καὶ θεογνωσία παρίστησιν ;
οἶ γοῦν τὰ μακροῖς αἰῶσιν ὕστερον εἰς φῶς ἐλ- θοντα πόρρωθεν μυρίοις ἄνωθεν χρόνοις οὐκ άνθρω- πίνῳ, θείῳ δὲ πνεύματι κατοπτεῦσαι δεδυνημένοι, πῶς οὐκ ἄξιοι ἂν εἶεν καὶ περὶ ὧν τοὺς φοιτητὰς ἐξεπαίδευον δογμάτων πιστεύεσθαι; εὖ μὲν οὖν οἶδα ἀκριβῶς ὅτι πρόχειρον ἅπασι τοῖς τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν ὡς ἂν αὐτὸν ἀληθῶς ὄντα τὸν Χριστὸν τοῦ θεοῦ γνησίως παραδεδεγμένοις, πρῶτον μὲν πείθειν αὐτοὺς δοκεῖν ὅτι μὴ ἄλλως εἰς αὐτὸν πεπιστεύκασιν ἢ ταῖς περὶ αὐτοῦ προφητικαῖς μαρ- τυρίαις ἀκολούθως· ἔπειτα τοῦτ’ αὐτὸ καὶ πᾶσιν, οἷς ἂν εἰς λόγους καταβαίνοιεν, προβάλλεσθαι, μὴ μὴν ῥᾳδίως τὸ ἐπάγγελμα πιστοῦσθαι ταῖς ἀποδείξεσι δύνασθαι.
ὅθεν ἀναγκαίως ἐπὶ τοῦτ’ αὐτὸς παρελθὼν, σὺν θεῷ βοηθῷ, κατὰ τὰ ἐπηγγελμένα τὴν ἐντελῆ πάσης τῆς Εὐαγγελικῆς Ἀποδείξεως πραγματείαν ἐξ αὐτῶν ἐκείνων τῶν παρ’ Ἑβραίοις θεολόγων παραστήσασθαι πειράσομαι. σπουδαιολογεῖται δέ μοι ἡ γραφὴ οὐχ, ὡς ἄν τις φαίη, κατὰ Ἰουδαίων, ἄπαγε, πολλοῦ γε καὶ δεῖ, πρὸς αὐτῶν μὲν οὖν, εἰ εὐγνωμονοῖεν, τυγχάνει· συνίστησι γὰρ τὰ μὲν Χριστιανῶν διὰ τῆς ἀνέκαθεν προρρήσεως ἐπιμαρτυρίας, τὰ δ’ ἐκείνων διὰ τῆς τῶν παρ’ αὐτοῖς προφητειῶν ἀποτελεσματικῆς συμπληρώσεως.
ἁρμόσειε δ’ ἂν καὶ παισὶν Ἑλλήνων, εἰ εὐγνωμονοῖεν, διὰ τῆς παραδόξου τῶν μελλόντων προγνώσεως, τῆς τε τῶν πραγμάτων κατὰ τἀς προρρήσεις ἐκβάσεως, ὁμοῦ μὲν τὸ ἔνθεον καὶ ἀψευδὲς τῆς καθ’ ἡμᾶς ἀληθείας ἐπιδεικνυμένη, ὁμοῦ δὲ καὶ τὰς τῶν ψευδηγόρων γλώττας ἐπιστομίζουσα διὰ τῆς λογικω- τέρας ἀποδείξεως, ἧς οὐδαμῶς ἡμῖν οἱ συκοφάνται μετεῖναι διατείνονται, εὖ μάλα ὁσημέραι ταῖς καθ’ ἡμῶν διατριβαῖς κατὰ κράτος ἐπεντριβόμενοι. οὐδὲν γοῦν ἡμᾶς δύνασθαί φασι δι’ ἀποδείξεως παρέχειν, πίστει δὲ μόνῃ προσέχειν ἀξιοῦν τοὺς ἡμῖν προσιόντας.
καὶ πρὸς οὑν τὴν τοιαύτην διαβολὴν οὐκ ἂν γένοιτο ἡμῖν ἄλογος ἡ παροῦσα πραγματεία, ναὶ μὴν καὶ τῶν ἀθέων αἱρέσεων τὰς κατὰ τῶν θείων προφητῶν ψευδοδοξίας τε καὶ βλασφημίας ἀπελέγξει διὰ τῆς πρὸς τὰ νέα τῶν παλαιῶν συμφωνίας.
τὴν μὲν οὖν μακροτέραν καὶ διεξοδικὴν τῶν προφητικῶν φωνῶν ἑρμηνείαν τανῦν ὁ λόγος ὑπερθήσεται, τοῖς βουλομένοις τούτων ἐξετάζειν καταλιπὼν, οἱ οἶοί τ’ ἂν εἶεν εἰπεῖν τὸν τρόπον, διδασκάλῳ δὲ χρώμενος παραγγέλματι θείῳ φάσκοντι “ κεφαλαίωσον ἐν ὀλίυοις πολλά” τοῦτο ζηλῶσαι φιλοτιμήσεται, αὐτὸ μόνον ἀφορμὰς τῆς εἰς τόπους θεωρίας καὶ τῶν εἰς τὸ προκείμενον κατεπειγόντων τὴν εἰς τὸ σαφὲς ἑρμηνείαν παραθησόμενος.
Ἅλις μὲν δὴ προοιμίων · ἤδη δὲ καὶ τῶν ἀποδείξεων ἄρξομαι. ἐπειδὴ πολὺς ἦν ἐπιρρέων καθ’ ἡμῶν ὁ τῶν συκοφαντῶν ὄχλος, μηδὲν δύνασθαι φάσκων δι’ ἀποδείξεων ἐναργὲς ἀληθείας παρέχειν δεῖγμα,. πίστει δὲ μόνῃ προσέχειν ἀξιοῦν τοὺς ἡμῖν προσιόντας, τούτους δὲ καὶ πείθειν οὐδὲν πλέον ἢ σφὰς αὐτοὺς θρεμμάτων ἀλόγων δίκην μύσαντας εὖ καὶ ἀνδρείως ἕπεσθαι δεῖν ἀνεξετάστως ἅπασι τοῖς παρ’ ἡμῶν λεγομένοις, παρ’ ὃ καὶ πιστοὺς χρηματί- 17 Sir. 32, 9. ζεῖν τῆς ἀλόγου χάριν πίστεως, εἰκότως διελὼν τὰς καθ’ ἡμῶν διαβολὰς ἐν τῇ Προπαρασκευῇ τοῦ παν- τὸς λόγου πρώτην μὲν τὴν τῶν πολυθέων ἐξεθέμην ἐθνῶν, ἐπεγκαλούντων ἡμῖν ὅτι δὴ τῶν πατρίων θεῶν ἀποστάται κατέστημεν, ἐπὶ μέγα φαμένων τε ὅτι τὰ βάρβαρα τῶν Ἑλλήνων προτετιμήκαμεν, τὰ παρ’ Ἑβραίοις ἀσπασάμενοι λόγια ’
δευτέραν δὲ τὴν αὐτῶν Ἰουδαίων κατηγορίαν, δι’ ἧς καὶ αὐτοὶ δόξαιεν ἂν ἡμῖν ἐνδίκως ἐπιμέμφεσθαι, ὅτι δὴ ταῖς αὐτῶν γραφαῖς καταχρώμενοι οὐ τὸν ὅμοιον αὐτοῖς μέτιμεν τοῦ βίου τρόπον.
τούτων δ’ οὕτως ἡμῖν διευκρι- νημἐνων πρὸς μὲν τὴν πρώτην, ὡς οἷόν τε ἦν, διὰ Εὐαγγελικῆς Προπαρασκευῆς ἀπηντήσαμεν,ἙA·λη- νες μὲν εἶναι τὸ πρὶν ὁμολογήσαντες καὶ ἐξ ἑτέρων ἐθνῶν τὰ Ἑλλήνων πεφρονηκότες, ἐκ πατέρων τε τῇ πολυθέῳ πλάνῃ δεδουλωμένοι, οὐ μὴν μέντοι ἀλόγῳ καὶ ἀνεξετάστῳ ὁρμῇ, κρίσει δὲ καὶ σώφρονι λογισμῶ μετατιθέμενοι, τήν τε περὶ τὰ Ἑβραίων λόγια σπου- δὴν κεκριμένως ἡμῖν καὶ εὐλόγως γεγενημένην παρα- στήσαντες.
πρὸς δὲ τὴν δευτέραν ὥρα νῦν φρά- ξασθαι καὶ τὸ λεῖπον ἐπελθεῖν σκέμμα· τοῦτο δ’ ἦν πρὸς τοὺς ἐκ περιτομῆς ^ οὔπω καὶ νῦν ἐξητασμένον, ἐνταῦθα δέ που κατὰ καιρὸν ἐν τοῖς σπουδαζομένοις τῆς Εὐαγγελικῆς Ἀποδείξεως ἀναπληρωθησόμενον.
φέρε οὖν τὸν ἁπάντων Ἰουδαίων τε καὶ Ελλήνων θεὸν δι’ αὐτοῦ τοῦ σωτῆρος ἡμῶν ἐπικαλεσάμενοι πρῶτον ἐκεῖνο διασκεψώμεθα, τίς ὁ τρόπος τυγχάνει τῆς καθ’ ἡμᾶς αὐτοὺς θεοσεβείας· ἐν ταὐτῷ δὲ καὶ τῶν ἐπιζητουμένων ἁπάντων ἐπιθήσομεν τὰς λύσεις.
Chapter 2
Εἴρηται μὲν ἤδη καὶ πρότερον ἐν τῇ ρασκευῇ ὡς ὁ Χριστιανισμὸς οὔτε Ἑλληνισμός τίς ἐστιν οὔτε Ἰουδαἰ·σμὸς ^ οἰκεῖον δέ τινα φέρων χαρα- κτῆρα θεοσεβείας, καὶ τοῦτον οὐ νέον οὐδὲ ἐκτετοπισμένον, ἀλλ’ εὖ μάλα παλαίτατον καὶ τοῖς πρὸ τῶν Μωυσέως χρόνων θεοφιλέσιν ἐπ’ εὐσεβείᾳ τε καὶ δικαιοσύνῃ μεμαρτυρημένοις συνήθη καὶ γνώριμον. πλὴν ἀλλὰ καὶ νῦν ἐπιθεωρήσαντες τί ποτ’ ἐστὶν ὅ τε Ἑλληνισμὸς καὶ Ἰουδαϊσμὸς σκεψώμεθα ποτέρῳ τούτων ὑπηγμένους τοὺς πρὸ Μωυσέως θεοφιλεῖς ἄνδρας πρὸς αὐτοῦ Μωυδέως θεοφιλεῖς καὶ ἐπ’ εὐσεβείᾳ μεμαρτυρημένους εὕροιμεν ἄν.
τὸν μὲν Ἰουδαἱσμὸν εὐλόγως τις ἂν ὀνομάσειε τὴν κατὰ τὸν Μωυσέως νόμον διατεταγμένην πολιτείαν, ἑνὸς ἐξημμένην τοῦ ἐπὶ πάντων θεοῦ, τὸν δὲ Ἑλληνισμὸν, ὡς ἐν κεφαλαίῳ φάναι, τὴν κατὰ τὰ πάτρια τῶν ἐθνῶν ἁπάντων εἰς πλείονας θεοὺς δεισιδαιμονίαν.
τί οὖν φήσαιμεν ἂν περὶ τῶν πρὸ Μωυσέως καὶ πρὸ τοῦ ΙουδαΪσμοῦ θεοφιλῶν ἀνδρῶν, ὧν ὁ μωυσῆς ἐμνημόνευσεν, οἷον περὶ Ἐωὼχ, ᾧ μαρτυρεῖ λέγων “ εὐηρέστησε δὲ Ἐνὼχ τῷ θεῷ, ” καὶ περὶ τοῦ Νῶε, περὶ οὗ πάλιν φησὶ “Νῶε δὲ ἦν ἄνθρωπος δίκαιος ἐν τῇ γενεᾷ αὐτοῦ, ” περί τε τοῦ Σῆμ’ καὶ τοῦ Ἰάφεθ, περὶ ὧν ταῦτα ἀναγράφει “ εὐλογητὸς κύριος ὁ θεὸς τοῦ Σῆμ’, καὶ πλατύναι ὁ θεὸς τῷ ‘Ιάφεθ.”
καὶ ἔτι πρὸς τούτοις περὶ τοῦ Ἀβραὰμ καὶ τοῦ Ἰσαὰκ καὶ τοῦ Ἰακὼβ, οἷς καὶ τὸν Ἰὼβ συναριθμεῖν εὔλογον, λόγον καὶ καὶ εἴ τινες ἄλλοι τὸν ἐμφερῆ τούτοις ἐξήλωσαν βίον; ἆρά γε Ἰουδαίους αὐτοὺς χρῆναι γεγονέναι ἢ Ἐλληνας; ἀλλὰ γὰρ Ἰουδαῖοι μὲν οὐκ ἂν εὐλόγως λεχθεῖεν, μήπω τῆς Μωυσέως παρεισχθείσης τῷ βίῳ νομοθεσίας.
εἰ γὰρ Ἰουδαϊσμὸς οὐδὲν (18) ἦν ἕτερον ἢ ἡ κατὰ Μωυσέα πομπεία, Μωυσῆς δὲ 17 εὐηρέστησε — ὁ θεὸς τῷ Ἰάφεθ] Gen, 5, 22. 24. 6, 9. 9, 26. 27. μακροῖς ὕστερον χρόνοις τῶν εἰρημένων πέφηνε, δηλον ὡς οὐκ ἂν εἶεν Ἰουδαῖοι οἱ πρὸ τῶν αὐτοῦ χρόνων ἐπ’ εὐσεβείᾳ μεμαρτυρημένοι. ἀλλ’ οὐδὲ Ἕλληνας προσήκει νομίζειν αὐτοὺς, μὴ xfj πολυθέῳ δεισιδαιμονίᾳ κεκρατημένους.
ὅ τε γὰρ Ἀβραὰμ καταλεῖψαι τελέως λέγεται οἶκον πατρῷον καὶ συγγένειαν καὶ ἐνὶ μόνῳ προσεσχηκέναι θεῷ, ὃν καὶ ὁμολογεῖ φάσκων “ ἐκτενῶ πρὸς τὸν θεὸν τὸν ὕψιστον, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν.”
ὅ τε ‘Ιακὼβ άναγέγραπται παρὰ τῷ Μωυσεῖ φήσας τῷ οἴκῳ καὶ πᾶσι τοῖς αὐτοῦ ἄρατε τοὺς θεοὺς τοὺς ἀλλοτρίους ἐκ μέσου ὑμῶν, καὶ ἀναστάντες ἀναβῶμεν εἰς βεθὴλ, καὶ ποιήσομεν ἐκεῖ θυσιαστήριον τῷ κυρίῳ τῷ ἐπακούσαντί μου ἐν ἡμέρᾳ θλίψεως, ὃς ἦν μετ' ἐμοῦ καὶ ἔσωσέ με ἐν τῇ ὁδῷ ἡ ἐπορεύθην. καὶ ἔδωκαν τῷ Ιακὼβ τοὺς θεοὺς τοὺς ἀλλοτρίους, οἳ ἤσαν ἐν ταῖς χερσὶν αὐτῶν, καὶ τὰ ἐνώτια τὰ ἐν τοῖς ὠσὶν αὐτῶν, καὶ ἔκρυψεν αὐτὰ Ἰακὼβ ὑπὸ τὴν τερέβινθον τὴν ἐν Σικίμοις, καὶ ἀπώλεσεν αὐτὰ ἴως τῆς σήμερον ἡμέρας.”
Εἰ δὴ οὖν καὶ τῆς εἰδωλολάτρου πλάνης ἀλλότριοι καθεστήκεσαν, καὶ Ἰουδαϊσμοῦ δὲ ἐκτὸς γεγονότες ἀπεδείχθησαν, ὅμως γε μὴν οὔτε Ἕλληνες οὔτε Ἰουδαῖοι φύντες θεοφιλεῖς γεγονέναι μεμαρτύρηνται καὶ δίκαιοι καὶ εὐσεβεῖς, εἰ καί τινες ἄλλοι, ὥρα τρίτον ἐπινοεῖν θεοσεβείας τρόπον, δι’ οὑ κατορθῶσαι εἰκὸς ἢν αὐτούς.
σκόπει τοιγαροῦν εἰ μὴ τοῦτ’ αὐτὸ ἦν τὸ μεταξὺ Ἰουδαϊσμοῦ καὶ Ἑλληνισμοῦ τρίτον ἡμῖν ἀποδεδειγμένον τάγμα, παλαίτατον μὲν καὶ πάντων τυγχάνον πρεσβύτατον, νεωστὶ 8 Gen. 14, 22. 11 Gen. 35, 2. δὲ διὰ τοῦ ἡμετέρου σωτῆρος πᾶσι τοῖς ἔθνεσι κατηγ- γελμένον.
καὶ τοῦτ’ ἂν εἴη ὁ ριστιανισμὸς, οὔτε Ἑλληνισμός τις ὢν οὔτε Ἰουδαϊσμὸς, ἀλλὰ τὸ μεταξὺ τούτων, παλαίτατον εὐσεβείας πολίτευμα, καὶ ἀρχαιοτάτη μέν τις φιλοσοφία, πλὴν ἀλλὰ νεωστὶ πᾶσιν ἀνθρώποις τοῖς καθ’ ὅλης τῆς οἰκουμένης νενομοθετημένη· ὥστε τὸν ἐξ Ἑλληνισμοῦ ἐπὶ τὸν Χριστιανισμὸν μετατιθέμενον οὐκ ἐπὶ Ἰουδαϊσμὸν ἐκπίπτειν, οὐδ’ αὖ πάλιν ἐκ τῆς Ἰουδαϊκῆς ἐθελοθρησκείας ἀναχωροῦντα εὐθύς Ἕλληνα γενέσθαι, τὸν δὲ ἐξ ἑκατέρου τάγματος, ἔκ τε Ἑλληνισμοῦ καὶ Ἰουδαϊσμοῦ, μεθιστάμενον ἐπὶ τὸν μέσον παριέναι νόμον τε καὶ βίον τὸν τῶν πάλαι θεοφιλῶν καὶ δικαίων ἀνδρῶν, ὃν ὁ σωτὴρ καὶ κύριος ἡμῶν μακρὸν ἐφησυχάσαντα χρόνον αὖθις ἀνενεώσατο ἀκολούθως τοῖς αὐτοῦ Μωυσέως καὶ τῶν λοιπῶν προφητῶν περὶ τούτων αὐτῶν θεσπίσμασιν.
ἐν γοῦν τοῖς πρὸς τὸν Ἀβραὰμ χρησμοῖς αὐτὸς ὁ Μωυσῆς ἀναγράφει θεσπίζων ὡς ὅτι μελλήσουσιν ἐν ὑστέροις ποτὲ χρόνοις οὐχ οἱ τοὐ Ἀβραὰμ ἀπόγονοι, οὐδ’ οἱ ἐκ σπέρματος αὐτοῦ Ἰουδαῖοι, ἀλλὰ γὰρ πᾶσαι αἱ φυλαὶ τῆς γῆς καὶ πάντα τὰ ἔθνη ἐπὶ τῷ ὁμοίῳ τρόπῳ τῆς τοῦ Ἀβραὰμ θεοσεβείας εὐλογίας παρὰ θεοῦ καταξιωθήσεσθαι.
γράφει δὲ οὕτως καὶ εἶπε κύριος τῷ Ἀβραὰμ, ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου, καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου, καὶ δεῦρο εἰς γῆν, ἣν ἄν σοι δείξω, καὶ ποιήσω σε εἰς ἔθνος μέγα, καὶ εὐλογήσω σε, καὶ μεγαλυνῶ τὸ ὄνομά σου, καὶ ἔσῃ εὐλογμένος, καὶ εὐλογήσω τοὺς εὐλογοῦντάς σε, καὶ τοὺς καταρωμένους σε κατα- 19 Geu. 12, 1. ράσομαι, καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἶ φυ- λαὶ τῆς γῆς.” καὶ πάλιν ὁ θεὸς εἶπε ô μὴ κρύψω ἐγὼ ἀπὸ Ἀβραὰμ τοῦ παιδός μου ἃ ἐγὼ ποιῶ; Ἀβραὰμ δὲ γενόμενος ἔσται εἰς ἔθνος μέγα καὶ πολὺ καὶ ἐνευλογηθήσονται ἐν αὐτῷ πάντα τὰ ἔθνη τῆς γῆς.”
Πῶς δ’ ἂν ἔμελλον τῷ Ἀβραὰμ ἐνευλογηθήσεσθαι πάντα τὰ ἔθνη καὶ πᾶσαι αἶ φυλαὶ τῆς γῆς, εἰ μηδέν τι προσήκοντες ὑπῆρχον αὐτῷ, μήτε κατὰ ψυχῆς τρόπον μήτε κατὰ σώματος συγγένειαν; τῆς τε γὰρ κατὰ σάρκα συγγενείας τίς ἦν πρὸς τὸν Ἀβραὰμ συγγένεια Σκύθαις, φέρε εἰπεῖν, ἢ Αἰγυπτίοις, ἡ Αἰθίοψιν, ἢ Ἰνδοῖς, ἢ Βρεττανοίς, ἢ Ἰσπανοῖς ; ἢ πῶς ἂν ταῦτα τὰ ἔθνη καὶ τὰ ἔτι τούτων ἀπῳκισμένα τῆς πρὸς τὸν Ἀβραὰμ κατὰ σάρκα συγγενείας γενείας χάριν ἔμελλον εὐλογηθήσεσθαι;
ἀλλ’ οὐδὲ τῆς κατὰ ψυχὴν εὐλογίας εἰκὸς ἦν κοινωνήσειν τῷ Ἀβραὰμ πάντα τὰ ἔθνη. πῶς γὰρ, ὅτε τὰ μὲν αὐτῶν τῶν ἐκθέσμοις μητρογαμίαις καὶ θυγατρομιξίαις, τὰ δ’ ἀκολάστοις ὁμιλίαις ἀρρένων πρὸς ἄρρενας ἀνεφύρετο, φύρετο, τὰ δὲ τὴν εὐσέβειαν ἐν ἀνθρωποθυσίαις καὶ ζῴων ἀλόγων θεοποιίαις, ἀψύχου τε ὕλης ἱδρύμασι, καὶ πνευμάτων πολυπλανῶν δεισιδαιμονίαις ἀνετίθετο, τὰ ’δε ζῶντας κατακαίειν τοὺς γεγηρακότας, τὰ δὲ περὶ τοὺς φιλτάτους παραδιδόναι, τὰ δὲ καὶ νεκρῶν ἀπογεύεσθαι καλὸν εἶναι καὶ εὐσεβὲς ἡγεῖτο;
πῶς οὖν τοὺς ἐν τῷ τοιούτῳ θηριώδει βίῳ προηγμένους τῆς τοῦ θεοφιλοῦς μετασχεῖν οἷόν τε ἦν εὐλογίας, εἰ μήποτ’ ἄρα τῆς θηριωδίας μεταβα- 2 Gen. 18, 17. λόντες τοῦ ὁμοίου τρόπου τῆς τοῦ Ἀβραὰμ θεοσε- βείας ἤμελλόν ποτε μεταλήψεσθαι; ἐπεὶ κἀκεῖνος, ἀλλοεθνής τις ὢν καὶ ἀλλότριος ἧς ὕστερον μετῆλ- θεν εὐσεβείας, λέγεται μετατεθεῖσθαι, καὶ τῆς πα- τρικῆς δεισιδαιμονίας μεταβεβλῆσθαι, οἶκόν τε καὶ συγγένειαν καὶ ἔθη πάτρια, βίου τε ἀγωγὴν, ἐν ᾗ γεγέννητό τε καὶ τέθραπτο, καταλελοιπέναι, ἠκολου- θηκέναι δὲ θεῷ, τῷ καὶ τοὺς χρησμοὺς αὐτῷ τοὺς ἀναγράπτους δεδωκότι.
εἰ μὲν οὖν Μωυσῆς μετὰ τὸν Ἀβραὰμ γενόμενος καὶ πολιτείαν τινὰ διὰ τῆς ἐκδοθείσης ὑπ’ αὐτοῦ νομοθεσίας τῷ Ἰουδαίων ἔθνει καταβεβλημένος τοιαῦτα ἐνομοθέτησεν, οἶα καὶ τοῖς πρὸ αὐτοῦ θεοφιλέσι κατώρθωτο, καὶ οἷα δυνατὸν ἦν πᾶσι τοῖς ἔθνεσιν ἐφαρμόττειν, ὡς δύνασθαι κατὰ τὴν Μωυσέως διαταγὴν πάσας τὰς φυλὰς τῆς γῆς καὶ πάντα τὰ ἔθνη θεοσεβεῖν, ἦν εἰπεῖν ὅτι διὰ τῆς Μωυσέως νομοθεσίας τοὺς ἐξ ἁπάντων τῶν ἐθνῶν θεοσεβήσαντας καὶ τὸν Ιουδαι·σμὁν ζηλώσαντας, πρὸς αὐτούς τε γενησομένους κατὰ τὸν νόμον, εὐλογηθήσε- σθαι τῇ τοῦ Ἀβραὰμ εὐλογίᾳ προηγόρευε τὰ λόγια, ἐχρῆν δὲ καὶ ἡμᾶς τὰ παρὰ Μωυσεῖ διατεταγμένα φυλάττειν· ἐπεὶ δὲ οὐκ ἦν ἡ κατὰ Μωυσέα πολι- τεία κατάλληλος τοῖς λοιποῖς ἔθνεσιν ἀλλ’ ἢ μό- ν0ις Ἰουδαίοις, καὶ τούτοις οὐχὶ τοῖς πᾶσιν, ἀλλὰ τοῖς ἐπὶ τῆς Ἰουδαίας γῆς τὰς διατριβὰς ποιουμένοις, ἕτερον ἐχρῆν ἐξ ἅπαντος ὑποστῆναι τρόπον παρὰ τὸν Μωυσέως νόμον, καθ’ ὃν ἔμελλον βιοῦντα ὁμοίως τῷ Ἀβραὰμ τὰ καθ’ ὅλης οἰκουμένης ἔθνη τῆς ἴσης αὐτῷ κοινωνήσειν εὐλογίας.
Chapter 3
Ὅτι δὲ ἡ κατὰ Μωυσέα διαταγὴ Ἰουδαίοις, ὡς ἔφην, καὶ τούτοις οὐχὶ πᾶσιν, οὐδὲ γὰρ τοῖς ἐν διασπορᾷ τυγχάνουσιν, ἀλλ’ ἢ μόνοις τοῖς τὴν Πα- λαιστίνην οἰκοῦσιν ἐφήρμοζεν, ὧδέ σοι συλλογιζο- μένῳ φανερὸν ἔσται. φησί που Μωυσῆς νομοθε- τῶν “ τρὶς τοῦ ἐνιαυτοῦ ὀφθήσεται πᾶν ἀρσενικόν σου ἐνώπιον κυρίου τοῦ θεοῦ σου.” καὶ ἔτι σαφέστερον ὅπου ἐχρῆν ἀπαντᾶν τοὺς πάντας τρὶς τοῦ ἔτους ἀφορίζει λέγων τρεῖς καιροὺς τοῦ ἐνιαυτοῦ ὀφθήσεται πὰν ἀρσενικόν σου ἐναντίον κυρίου τοῦ θεοῦ σου ἐν τῷ τόπῳ ᾧ ἂν ἐκλέξηται κύριος.
Θεωρεῖς ὡς οὐκ ἐν πάσῃ πόλει, οὐδ’ ὅπου ἔτυχεν, ἀπαντᾶν προστάττει, ἀλλ’ ἐν τόπῳ ᾧ ἐὰν ἐκλέξηται κύριος ὁ θεός σου · ἔνθα τρισὶν ἑκάστου ἐνιαυτοῦ καιροῖς ἐπὶ ταὐτὸ συνιέναι νομοθετεῖ, καὶ τοὺς καιροὺς ἀφορίζει, καθ’ οὓς ἀπαντὰν ἐχρῆν ἐν τῷ τόπῳ, ἐν ᾧ τὰ τῆς κατ’ αὐτὸν λατρείας ἐπετελεῖτο, ἴνα μὲν τοῦ πάσχα, δεύτερον τὸν μετὰ τεντήκουτα ἡμέρας ἐπὶ τῆς ὀνομαζομένης Πεντηκοστῆς ἑορτῆς, καὶ τρίτον τῷ ἑβδόμῳ μηνὶ μετὰ τὸ πάσχα κατὰ τὴν τοῦ ἱλασμοῦ ἡμέραν, καθ’ ἣν εἰσέτι νῦν Ἰουδαῖοι πάντες τὴν νηστείαν ἐπιτελοῦσιν · ἐπαρᾶταί τε τοῖς μὴ ἐμμένουσι τοῖς νομοθετουμένοις.
οὐκοῦν τοὺς μέλλοντας ἅπαντας ἀπαντᾶν τρὶς τοῦ ἔτους εἰς τὰ Ἰεροσόλυμα καὶ τὰ νόμιμα πληροῦν οὐ πόρρω που τῆς Ἰουδαίας ἐχρῆν δήπου οἰκεῖν· ἀλλ’ εἰσὶν ἀμφὶ τοὺς ὅρους· εἰ δὲ δὴ τοῖς πορρωτάτω τῆς Παλαιστίνης οἰκοῦσιν Ἰουδαίοις ἀδύνατα ἦν τελεῖν τὰ νενομοθετημένα, πολλοῦ φάναι τοῖς πᾶσιν ἔθνεσι καὶ τοῖς ἐν ταῖς ἐσχατιαῖς τῆς γῆς ἐφαρμόζειν.
ἐπάκουσον δὲ τίνα τρόπον ὁ αὐτὸς πάλιν νομοθέτης τὴν ἀπὸ λέχους γυναῖκα ἀπαντὰν προσ- 3 Exod. 23, 17. 6 Exod. 34, 23. Deut. 16, 16. 20 Deut. 27, 26. τάττει καὶ θυσίας τῷ θεῷ προσφέρειν, λέγων οὕτως “ καὶ ἐλάλησε κύριος πρὸς Μωυσῆν, λέγων λάληλησον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς αὐτοὺς, γυνὴ ἥτις ἐὰν σπερματισθῇ καὶ τέκῃ ἄρσεν ἀκάθαρτος θαρτος ἔσται ἑπτὰ ἡμέρας.”
Εἶτα μεταξύ τινα εἰπὼν ἐπιφέρει “ καὶ ὅταν πληρωθῶσιν αἷ ἡμέραι καθάρσεως αὐτῆς ἐφ’ υἱῷ ἢ ἐπὶ θυγατρὶ, προσοίσει ἀμνὸν ἐνιαύσιον εἰς ὁλοκάρπωμα, καὶ νεοσσὸν περιστερὰς ἢ τρυγόνα περὶ ἁμαρτίας, ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου πρὸς τὸν ἱερέα προσοίσει αὐτὰ ἔναντι κυρίου. καὶ ἐξιλάσεται περὶ αὐτῆς ὁ ἱερεὺς, καὶ καθαριεῖ αὐτὴν ἀπὸ τῆς πηγῆς του αἵματος ἀύτης. οὕτος ὁ νόμος τῆς τικτούσης ἄρσεν ἢ θῆλυ.”
Ἔτι πρὸς τούτοις ὁ αὐτὸς καὶ τὸν ἀπὸ κήδους καὶ νεκρῶν ἐπαφῆς προστάττει μὴ ἄλλως καθαίρεσθαι ἢ διά τινος σποδοῦ δαμάλεως, ἐφ’ ὅλαις ἡμέραις ἑπτὰ τῶν συνήθων ἀποστάντα.
λέγει γοῦν “ καὶ ἔσται τοῖς υἱοῖς Ἰσραὴλ καὶ τοῖς προσκειμένοις προσλύτοις ἐν μέσῳ αὐτῶν νόμιμον αἰώνιον. ὁ ἀπτόμενος τοῦ τεθνηκότος πάσης ψυχῆς ἀνθρώπου ἀκάθαρτος ἔσται ἑπτὰ ἡμέρας · ἁγνισθήσεται τῇ ἡμέρᾳ τῇτρίτῃ καὶ τῇ ἑβδόμῃ καθαρισθήσεται·
ἐὰν δὲ μὴ ἀφαγνισθῇ τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ τῇ ἑβδόμῃ, οὐ καθαρὸς ἕσται. πας ὁ ἁπτόμενος τοῦ τεθνηκότος ἀπὸ ψυχῆς ἀνθρώπου, ἐὰν ἀποθάνῃ καὶ μή ἁγνισθῇ,, τὴν σκηνὴν τοῦ μαρτυρίου τοῦ κυρίου ἐμίανεν. ἐκτριβήσεται ἡ ψυχὴ ἐκείνη ἐξ Ἰσραὴλ, ὅτι ὕδωρ ῥαντισμοῦ οὐ περιερραντίσθη ἐπ’ αὐτόν · ἀκάθαρτός ἐστιν, ἀκαθαρσία ἐπ’ αὐτῷ ἔσται.
καὶ οὗτος ὁ νόμος ’ ἄνθρωπος ἐὰν ἀποθάνῃ ἐν 2 et 6 Levit. 12, 1. 5, 6. 18 Num. 19, 10. οἰκία, πᾶς εἰσπορευόμενος εἰς τὴν οἰκίαν καὶ πάντα ὅσα ἐστὶν ἐν τῇ οἰκίᾳ ἀκάθαρτά ἐστιν ἑπτὰ ἡμέρας. καὶ πᾶν σκεῦος ἀνεῳγμένον, ὅσα οὐχὶ δεσμῷ καταδέδεται, ἀκάθαρτα ἔσται, καὶ πᾶς ὃς ἂν ἅψηται ἐπὶ πρόσωπον τοῦ πεδίου τραυματίου ῥομφαίας, ἢ νεκροῦ, ἢ ὀστέου ἀνθρωπίνου, ἢ μνήματος, ἀκάθαρτός ἐστιν ἑπτὰ ἡμέρας, καὶ λήψονται τῷ ἀκαθάρτῳ ἀπὸ τῆς σποδιᾶς τῆς κατακεκαυμένης τοῦ ἁγνισμοῦ, καὶ ἐκχεοῦσιν αὐτὴν εἰς σκεῦος, καὶ λήψονται ὕσσωπον· καὶ βάψει ἀνὴρ καθαρὸς, καὶ περιρρανεῖ ἐπὶ τὸν οἶκον καὶ τὰ σκεύη καὶ τὰς ψυχὰς, ὅσοι ἐὰν ὦσιν ἐκεῖ, καὶ ἐπὶ τὸν ἡμμένον τοῦ ὀστέου τοῦ ἀνθρωπίνου, ἢ τοῦ τραυματίου, ἢ τοῦ τεθνηκότος, ἢ τοῦ μνήματος.
καὶ περιρρανεῖ ὁ καθαρὸς ἐπὶ τὸν ἀκάθαρτον ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ, καὶ πλυνεῖ τὰ ἱμάτια ἑαυτοῦ, καὶ λούσεται τὸ σῶμα ὕδατι, καὶ ἀκάθαρτος ἔσται ἕως ἐσπέρας. καὶ ἄνθρωπος ἐὰν μιανθῇ καὶ μὴ ἀφαγνισθῇ, ἐξολοθρευθήσεται ἡ ψυχὴ . ἐκείνη ἐκ τῆς συναγωγῆς, ὅτι ὕδωρ ῥαντισμοῦ οὐ περιερραντίσθη ἐπ’ αὐτόν. καὶ ἔσται ὑμῖν νόμιμον αἰώνιον.
Ταῦτα Μωυσῆς' νομοθετήσας τὸν τρόπον τοῦ ὕδατος τοῦ ῥαντισμοῦ ἐπεκδιδάσκει, δάμαλιν πυρρὰν ἄμωμον ὁλοκαυτοῦσθαι προστάττων, καὶ ἀπὸ τῆς σποδιὰς αὐτῆς ἐμβάλλεσθαι τῷ ὕδατι ἐξ οὗ χρῆναι καθαίρεσθαι τοὺς ἐπὶ νεκρῷ μεμολυσμένους.
ποῦ δὲ χρὴ ὁλοκαυτοῦσθαι τὴν δάμαλιν, ποῦ δὲ τὴν ἐν λέχει προσφέρειν τὰς θυσίας, ποῦ δὲ τὰ λοιπὰ νόμιμα συντελεῖν, ὅτι μὴ ἀδιαφόρως ἐν παντὶ τόπῳ, ἀλλ’ ἐν μόνῳ ἐνὶ ᾧ αὐτὸς ἀφορίζει, δῆλον ἀφ’ ὧν νομοθετεῖ 24 Νυm. 19, 2. λέγων “καὶ ἔσται ὁ τόπος ὃν ἐὰν ἐκλέξηται κύριος ὁ θεὸς ὑμῶν, ἐν αὐτῷ ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ, ἐκεῖ οἴσετε πάντα ὅσα ἐγὼ ἐντέλλομαι ὑμίν σήμερον.”
Καὶ διαστέλλεται ἑξῆς ἀκριβῶς ἐπιλέγων “πρόσεχε σεαυτῷ μήποτε ἀνενέγκῃς τὰ ὁλοκαυτώματά σου, οὗ ἂν ἴδης, ἀλλ’ ἢ εἰς τὸν τόπον ὃν ἐὰν ἐκλέξηται κύριος ὁ θεός σου αὐτὸν ἐν μιᾷ τῶν πόλεων σου, ἐκεῖ ἀνοίσεις τὰ ὁλοκαυτώματά σου, καὶ ἐκεῖ ποιήσεις πάντα ὅσα ἐντέλλομαι ὑμῖν σήμερον.
Καὶπροστίθησι λέγων οὐ δυνήσῃ φαγεῖν ἐν πάσαις ταῖς πόλεσι τὸ ἐπιδέκατον τοῦ σίτου σου καὶ τοῦ οἴνου καὶ τοῦ ἐλαίου σου, τὰ πρωτότοκα τῶν βοῶν σου καὶ τῶν προβάτων σου, καὶ πάσας τὰς εὐχάς σου ὅσας ἂν εὔξησθε, καὶ τἀς ὁμολογίας ὑμῶν, καὶ τὰς ἀπαρχὰς τῶν χειρῶν ὑμῶν, ἀλλ’ ἢ ἐναντίον κυρίου τοῦ θεοῦ σου φαγῇ αὐτὰ ἐν ᾧ ἂν τόπῳ ἐκλέξηται κύριος ὁ θεός σου ἑαυτῷ, σὺ καὶ οἱ υἱοί σου, καὶ ἡ θυγάτηρ σου, ὁ παῖς σου, καὶ ἡ παιδίσκη σου, καὶ ὁ προσήλυτος ὁ ἐν ταῖς πόλεσί σου.”
Καὶ ἔτι προελθὼν ἐπασφαλίζεται τὸν λόγον ἐν ᾧ φησιν “ πλὴν τὰ ἅγιά σου ἐὰν γένωνταί σοι, καὶ τὰς εὐχάς σου λαβὼν ἥξεις εἰς τὸν τόπον ὅν ἄν ἐκλέξηται κύριος ὁ θεός σου ἐαυτῷ.”
Καὶ πάλιν “ δεκάτην ἀποδεκατώσεις παντὸς γεννήματος τοῦ σπέρματός σου · τὸ γέννημα τοῦ ἀγροῦ σου ἐνιαυτὸν κατ’ ἐνιαυτόν. καὶ φαγῇ αὐτὸ ἐναντίον κυρίου τοῦ θεοῦ σου ἐν ᾧ ἂν τόπῳ ἐκλέξηται κύριος ὁ θεός σου, ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ.”
Εἶτ’ ἐπιλογισάμενος τί δέοι πράττειν εἰ μακρὰν ἀφεστὼς εἴη ὁ πρὸς αὐτοῦ δηλούμενος τόπος, 1 Deut. 12, 11. 5 Deut. 5, 13. 10 Deut. 5, 17. 20 Deut. 12, 26. 24 Deut. 14, 22. ὁ δὲ καρπὸς τῶν γεννημάτων πολὺς, πῶς δέοι παρα- κομίζειν οἴκοθεν εἰς τὸν τοῦ θεοῦ τόπον τοὺς ἐπετείους καρποὺς τῆς ὁλοκαυτώσεως, καὶ περὶ τούτου τόνδε τίθησι τὸν νόμον
“ ἐὰν δὲ μακρὰν γένηται ἀπὸ σοῦ ἡ ὁδὸς, καὶ μὴ δυνήσῃ ἀναφέρειν αὐτὰ, ὅτι μακρὰν ἀπὸ σοῦ ὁ τόπος ὃν ἂν ἐκλέξηται κύριος ὁ θεός σου 5 ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ, ὅτι εὐλογήσει σε κύριος ὁ θεός σου, καὶ ἀποδώσεις αὐτὰ ἀργυρίου, καὶ λήψῃ τὸ ἀργύριον ἐν ταῖς χερσί σου, καὶ πορεύσῃ εἰς τὸν τόπον ὃν ἂν ἐκλέξηται κύριος ὁ θεός σου αὐτὸν, καὶ δώσεις τὸ ἀργύριον ἐπὶ παντὸς οὑ ἂν ἐπιθυμῇ ἡ ψυχή σου, ἐπὶ βουσὶν, ἢ ἐπὶ προβάτοις, ἢ ἐπὶ οἴνῳ, ἢ ἐπὶ σικέρᾳ, ἢ ἐπὶ παντὸς οὗ ἂν ἐπιθυμῇ ἡ ψυχή σου, καὶ φαγῇ ἐκεῖ ἐναντίον κυρίου τοῦ θεοῦ σου.”
Καὶ αὖθις τὸν τόπον ἐπισφραγίζεται ὧδέ πως φάσκων “ πᾶν πρωτότοκον ὃ ἐὰν τεχθῇ ἐν τοῖς βουσί σου, καὶ ἐν τοῖς προβάτοις σου, τὰ ἀρσενικὰ ἀποίσεις c κυρίῳ τῷ θεῷ σου. οὐκ ἐργᾷ ἐν τῷ πρωτοτόκῳ μόσχῳ σου, καὶ μὴ κείρῃς τὸ πρωτότοκον τῶν προβάτων σου· ἐναντίον κυρίου τοῦθεοῦσου φαγῇ αὐτὸ ἐνιαυτὸν ἐξ ἐνιαυτοῦ, ἐν τῷ τόπῳ ᾧ ἂν ἐκλέξηται κύριος ὁ θεός σου, σὺ καὶ ὁ οἶκός σου.”
Μετὰ ταῦτα πάλιν θέα τίνα τρόπον καὶ τὰ | περὶ τῶν ἑορτῶν διαστέλλει οὐκ ἄλλοθι γῆς ἀλλ’ ἢ ἐν μόνῳ τῷ δηλουμένῳ τόπῳ πανηγυρίζειν. λέγει δ’ οὖν “ φύλαξαι τὸν μῆνα τῶν νέων, καὶ ποιήσεις τὸ πάσχα κυρίῳ τῷ θεῷ σου, πρόβατα καὶ βόας ἐν τῷ τόπῳ ᾧ ἂν ἐκλέξηται κύριος ὁ θεός σου αὐτόν.”
καὶπάλιν ὑπομιμνήσκει λέγων “ οὐ δυνήσῃ θῦσαιτὸ 4 Deut. 14, 24. 17 Deiit. 15, 19. 27 Deut. 16, 1. 30 Deut. 16, 5. πάσχα ἐν οὐδεμιᾷ τῶν πόλεων σου, ὧν κύριος ὁ θεός σου δίδωσί σοι, ἀλλ’ εἰς τὸν τόπον ὃν ἂν ἐκλέξηται κύριος ὁ θεός σου, ἐκεῖ θύσεις τὸ πάσχα ἑσπέρας πρὸς δυσμαῖς ἡλίου, ἐν τῷ καιρῷ ᾧ ἐξῆλθες ἐκ γῆς Αἰγύπτου, καὶ ἑψήσεις, καὶ φαγῇ ἐν τῷ τόπῳ ᾧ ἂν ἐκλέξηται κύριος ὁ θεός σου.”
Ὁ μὲν δὴ τῆς τοῦ πάσχα ἑορτῆς νόμος τοιοῦτος· ὁ δὲ τῆς πεντηκοστῆς τί φησὶν ἄκουσον ‘’ἑπτὰ ἑβδομάδας ὁλοκλήρους ἐξαριθμήσεις σεαυτῷ, ἀρξαμένου σου δρέπανον ἐπ’ ἀμητὸν, καὶ ποιήσεις ἑορτὴν ἑβδομάδων κυρίῳ τῷ θεῷ σου, καθὰ ἰσχύει ἡ χείρ σου, ὅσα ἂν δῷ σοι, καθ’ ὅτι εὐλόγηκέν σε κύριος ὁ θεός σου.
καὶ εὐφρανθήσῃ ἐνώπιον κυρίου τοῦ θεοῦ σου, σὺ καὶ ὁ υἱός σου, καὶ ἡ θυγάτηρ σου, ὁ παῖς σου, καὶ ἡ παιδίσκη σου, καὶ ὁ Λευίτης ὁ ἐν ταῖς πόλεσί σου, καὶ ὁ προσήλυτος, καὶ ὁ ὀρφανὸς, καὶ ἡ χήρα ἡ ἐν ὑμῖν, ἐν τῷ τόπῳ ᾧ ἂν ἐκλέξηται κύριος ὁ θεός σου αὑτῷ, ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ τοῦ ἐκεῖ.
καὶ τὴν τρίτην δ’ ἑορτὴν ἔνθα προστάττει ἐκτελεῖν ἐπάκουσον “ τῶν σκηνῶν ποιήσεις σεαυτῷ ἑπτὰ ἡμέρας, ἐν τῷ συναγαγεῖν σε ἀπὸ τῆς ἅλωνός σου καὶ ἀπὸ τῆς ληνοῦ σου, καὶ εὐφρανθήσῃ ἐν τῇ ἑορτῇ σου σὺ καὶ ὁ υἱός σου καὶ ἡ θυγάτηρ σου, ὁ παῖς σου καὶ ἡ παιδίσκη σου καὶ ἡ χήρα, ἐν τῷ τόπῳ ᾧ ἐὰν ἐκλέξηται κύριος ὁ θεός σου ἑαυτῷ.”
Διὰ τοσούτων οὖν τὸν τόπον ἐπισημαινόμενος, τοσαυτάκις τε εἰπὼν εἰς αὐτὸν ἀπαντᾶν παγγενὶ καὶ πανοικὶ, πῶς ἂν ἥρμοζε τοῖς τῆς Ἰουδαίας καὶ ἐπὶ μικρὸν διεστῶσι, μή τί γε τοῖς καθ’ ὅλης τῆς οἰκουμένης ἔθνεσι ; μάλιστα ὅτε οὐδὲ συγγνώμην τινὰ 8 Dent. 16, 9. 21 Dent. 16, 13. νέμει τοῖς παραβαίνουσι τὰ διωρισμένα, ἀρὰν δὲ κατὰ πάντων τῶν μὴ τὰ πάντα τηρούντων ἐπάγει, ῥήμασιν αὐτοῖς λέγων “ ἐπικατάρατος ὃς οὐκ ἐμμενεῖ c πᾶσι τοῖς γεγραμμένοις ἐν τῷδε τῷ νόμῳ τοῦ ποιῆσαι ἀυτὰ.
Θεώρησον δὲ καὶ ἄλλως τὰ ἀδύνατα πᾶσιν ἀνθρώποις τῆς Μώσεως νομοθεσίας. διαστειλάμενος τὰ ἑκούσια καὶ χαλεπὰ τῶν ἁμαρτημάτων, καὶ τιμωρίας περιθεὶς ἑκάστῳ τῶν μεγίστης κολάσεως ἀξίων, νόμους τίθησι, καθ’ οὓς ἑτέρῳ τρόπῳ καὶ τοὺς ἀκουσίως πλημμελοῦντας ἐπιστρέφει.
ὧν ὁ μὲν οὕτως ἔχει “ ἐὰν ψυχὴ μία ἁμάρτῃ ἀκουσίως ἐκ τοῦ λαοῦ τῆς γῆς ἐν τῷ ποιῆσαι μίαν ἀπὸ πασῶν τῶν ἐντολῶν κυρίου ἣ οὐ ποιηθήσεται, καὶ πλημμελήσῃ, καὶ γνωσθῇ αὐτῷ ἡ ἁμαρτία ἣν ἥμαρτεν, καὶ οἴσει δῶρον αὐτοῦ χίμαρον ἐξ αἰγῶν ἄμωμον θήλειαν οἴσει περὶ τῆς ἁμαρτίας αὐτοῦ ἧς ἥμαρτεν, ἐν τῷ τόπῳ οὗ σφάξουσι τὰ ὁλοκαυτώματα, καὶ λήψεται ὁ ἱερεὺς ἀπὸ τοῦ αἵματος.”
Καὶ ὅρα γε ὡς καὶ ἐνταῦθα τὸν πταίσαντά τι παρὰ γνώμην ἐν τῷ τόπῳ δεῖ ἀπαντᾶν οὗ σφάζουσι τὰ ὁλοκαυτώματα · οὗτος δὲ ἦν οὗ διὰ πλείστων ἤδη πρότερον ἐμνήσθη λέγων “ὅν ἂν ἐκλέξηται κύριος ὁ θεός σου.”
Τοῦτο δ’ ὅτι μὴ δυνατὸν πρὸς ἁπάντων τῶν ἐπὶ γῆς ἀνθρώπων ἐκτελεῖσθαι καὶ αὐτὸς ὁ νομοθέτης συνιδὼν ἀκριβῶς ἐπεσημήνατο, οὐκ ἀορίστως κατὰ πάντων προαγαγὼν τὸν νόμον, ἀλλ’ ἐπειπὼν ‘ ἐὰν ψυχὴ ἁμάρτῃ ἀκουσίως ἐκ τοῦ λαοῦ τῆς γῆς.”
Καὶ δεύτερον δὲ νόμον τίθησιν οὕτως ἔχοντα 3 Deut. 27, 26. 12 Levit. 4, 28. 30 Levit. 5, 1. “ἐὰν δὲ ψυχὴ ἀκούσῃ φωνὴν ὁρκισμοῦ, καὶ οὗτος μάρτυς ἢ ἑώρακεν, ἢ σύνοιδεν, ἐὰν μὴ ἀπαγγείλῃ, λήψεται τὴν ἁμαρτίαν.”
Τί οὖν χρὴ τοῦτον ποιεῖν ἀλλ’ ἢ λαβόντα μετὰ χεῖρας τὸ ἱερεῖον σπεύδειν ἐπὶ τὰ καθάρσια; ποῦ πάλιν ἀλλ’ ἢ ἐν τῷ τόπῳ οὗ σφάζουσι τὰ ὁλοκαυτώματα;
καὶ τρίτον πάλιν ψυχὴ, φησὶν, ἥτις ἂν ἅψηται παντὸς πράγματος ἀκαθάρτου, ἢ τῶν θνησιμαίων τῶν κτηνῶν τῶν ἀκαθάρτων, καὶ λάβῃ ἀπ’ αὐτοῦ, καὶ αὐτὸς μεμίανται, καὶ πλημμελήσῃ, ἢ ἅψηται ἀκαθαρσίας ἀνθρώπου, ἀπὸ πάσης ἀκαθαρσίας αὐτοῦ ἧς ἂν ἁψάμενος μιανθῇ, καὶ ἔλαθεν αὐτὸν, μετὰ δ’ ἔγνω καὶ πλημμελήσῃ.”
Τί δὴ οὑν καὶ τὸν μιανθέντα προσῆκον ἢν ποιεῖν ἀλλ’ ἢ ἀπαντὰν πάλιν ἐν τῷ τόπῳ, καὶ προσφέρειν περὶ τῆς ἁμαρτίας αὐτοῦ ἧς ἥμαρτε θῆλυ ἀπὸ τῶν προβάτων, ἢ ἀμνάδα, ἢ χίμαιραν ἐξ αἰγῶν, περὶ ἁμαρτίας;
ὁ δ’ αὐτὸς ἦν νόμος καὶ ἐπὶ ψυχῆς ἣ ἂν ὀμόσῃ διαστέλλουσα τοῖς χείλεσι κακοπιῆσαι ἢ καλῶς ποιῆσαι κατὰ πάντα ὅσα ἂν διαστείλῃ ἄνθρωπος μεθ’ ὅρκου καὶ λάθῃ αὐτὸν, καὶ οὗτος γνῷ καὶ ἁμάρτῃ ἴν τι τούτων, καὶ ἐξαγορεύσῃ τὴν ἁμαρτίαν περὶ ἧς ἥμαρτε, καὶ οὗτος δῆτα, φησὶν, τὸ αὐτὸ λαβὼν ἱερεῖον σπευδέτω ἐν τῷ τόπω, καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς περὶ τῆς ἁμαρτίας αὐτοῦ, καὶ ἀφεθήσεται αὐτῷ ἡ ἁμαρτία.
καὶ ἄλλος παρὰ τοὺς εἰρημένους νόμος ὧδέ πη διορίζει ‘ψυχὴ ἣ ἂν λάθῃ αὐτὸν λήθῃ, καὶ ἁμάρτῃ ἀκουσίως ἀπὸ τῶν ἁγίων κυρίου, καὶ εἰσοίσει κριὸν τῆς πλημμελείας αὐτοῦ 6 Levit. 5, 2. 27 Levit. 5, 15. τῶ κυρίῳ. οἴσει δὲ πάλιν παρὰ τὸν ἀρχιερέα ἐν τῷ τόπω δηλαδὴ τῷ ἐξειλεγμένῳ.”
Καὶ ἕκτον δὲ νόμον τούτοις προστίθησι λέγων “ψυχὴ ἂν ἁμάρτῃ καὶ ποιήσῃ μίαν ἀπὸ πασῶν τῶν ἐντολῶν ὣν οὐ δεῖ ποιεῖν, καὶ οὐκ ἔγνω, καὶ πλημμελήσῃ, καὶ λάβῃ τὴν ἁμαρτίαν αὐτοῦ, καὶ οἴσει πάλιν κριὸν τῷ ἀρχιερεῖ, καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς, περὶ τῆς ἀγνοίας αὐτοῦ ἧς ἠγνόησεν, καὶ οὗτος οὐκ ᾔδει, καὶ ἀφεθήσεται αὐτῷ.”
Ἤδη δὲ ἕβδομόν φησι ‘ψυχὴ ἂν ἁμάρτῃ, καὶ παριδὼν παρίδῃ τὰς ἐντολὰς κυρίου, καὶ ψεύσηται πρὸς τὸν πλησίον αὐτοῦ ἐν παρακαταθήκῃ, περὶ κοινωνίας ἢ ἁρπαγῆς, ἢ ἠδίκησέ τι τὸν πλησίον, ἢ εὑρεν ἀπώλειαν, καὶ ψεύσηται περὶ αὐτῆς, καὶ ὀμόσῃ ἀδίκως περὶ ἑνὸς ἀπὸ πάντων ὧν ἐὰν ποιήσῃ ἅνθρωπος, ὥστε ἁμαρτεῖν ἐν τούτοις, καὶ ἡνίκα ἂν ἁμάρτῃ καὶ πλημμελήσῃ καὶ ἀποδῷ τὸ ἅρπαγμα ὃ ἥρπασεν, ἢ τὸ ἀδίκημα ὃ ἠδίκησεν, ἢ τὴν παρακαταθήκην ἥτις παρετέθη αὐτῷ, ἢ τὴν ἀπώλειαν ἣν εὗρεν, ἀπὸ παντὸς πράγματος οὗ ὤμοσε περὶ αὐτοῦ ἀδίκως, καὶ ἀποτίσει αὐτὸ τὸ κεφάλαιον καὶ τὸ ἐπίπεμπτον.”
Ἐχρῆν δ’ ἂν μετὰ τὸ ἐξαγορεῦσαι τὸ ἁμάρτημα καὶ μετὰ τὸ ἀποτίσαι σπεύδειν πάλιν πάντα ὑπερθέμενον εἰς τὸν τόπον ὃν ἂν ἐκλέξηται κύριος ὁ θεὸς, καὶ προσφέρειν γε περὶ τῆς πλημμελείας κριὸν ἄμωμον, καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς ἔναντι κυρίου, κ’ αἰ ἀφεθήσεται αὐτῷ.
Ταῦτα καὶ περὶ τῶνδε ὁ θαυμάσιος Μώσης περί τε τῶν ἀκουσίως ἡμαρτηκότων καὶ περὶ τῶν κατ’ ἄγνοιαν ἐξηκριβώσατο πόρρωθεν τῶν κατὰ προαίρε— 10 Levit. 6, 2. σιν πλημμελημάτων, ἐφ’ οἷς καὶ ἀπαραιτήτους ὁρίζει τιμωρίας τοὺς οἰκείους ἀναστέλλων.
ὁ γὰρ ἐπὶ τοῖς ἀκουσίοις μὴ πρότερον νείμας συγγνώμην ἢ ἐξαγορεῦσαι τὸ ἁμάρτημα, κἄπειτα ὥσπερ μικρὰν τιμωρίαν ρίαν διὰ τῆς προστεταγμένης θυσίας εἰσπραξάμενος τὸν ἡμαρτηκότα, διά τε τῆς ἐπὶ τὸν ἁγνὸν τόπον c ἀμελλήτου πορείας τὴν σπουδὴν ὁμοῦ καὶ τὸ εὐλαβὲς ἐπιτείνας τῶν κατ’ αὐτὸν θεοσεβεῖν προῃρημένων, πῶς οὐχὶ τῶν ἑκουσίως δρωμένων πολὺ πρότερον ἐπίσχοι ἂν τὰς ὁρμάς; τί δὴ οὖν πρὸς ταῦτα συλλο- γίζεσθαι χρῆν, ὅτε δὴ, ὡς εἴρηται, συγκεφαλαιούμενος τὰ πάντα ὁ Μώσης ἐπισκήπτει λέγων “ ἐπικατάρατος πᾶς ὃς οὐκ ἐμμενεῖ ἐν πᾶσι τοῖς ἐγγεγραμμένοις τοῦ νόμου, τοῦ ποιῆσαι αὐτά.”
Ἄρα γὰρ τοὺς ἐκ περάτων γῆς μέλλοντας κατὰ Μωσέα θεοσεβεῖν, ὡς ἂν φύγοιεν μὲν τὴν κατάραν, τύχοιεν δὲ τῆς ἐπηγγελμένης πρὸς τὸν ‘Αβραὰμ εὐλο- γίας, ταῦτα πάντα χρῆν πράττειν, καὶ τρὶς τοῦ ἔτους ἀπαντᾶν εἰς Ἱεροσόλυμα, καὶ τὰς ἐκ πάντων δὲ τῶν ἐθνῶν θεοσεβεῖν προῃρημένας γυναῖκας, ἄρτι τόκων καὶ ὠδίνων παυσαμένας, τοσαύτην στέλλεσθαι πορείαν, ὡς ἂν τὴν προστεταγμένην ὑπὸ Μώσεως θυσίαν ἐφ’ ἑκάστῳ τῶν γεννωμένων ἀνενέγκαιεν, ἢ τοὺς ἐφαψαμένους νεκροῦ σώματος, ἢ τοὺς ἐπίορκον ὀμωμοκότας, ἢ τοὺς ἀκούσιόν τι δεδρακότας, ἐκ περάτων γῆς ἥκειν, τρέχειν τε καὶ σπεύδειν ἐπὶ τὸν νενομοθετημένον καθαρισμὸν, ὡς ἂν ἐκφύγοιεν τὴν τῆς κατάρας ἐπίσκηψιν ;
ἀλλὰ συνορᾷς ὡς καὶ αὐτοῖς τοῖς ἀμφὶ τὰ Ἱεροσόλυμα κατοικοῦσι καὶ ἐπὶ μόνης τῆς Ἰουδαίας τὰς διατριβὰς ποιουμένοις ὁ κατὰ 12 Deut. 27, 26. Gal. 3, 10. Μωσέα βίος δυσκατόρθωτος ἦν, μή τί γε δυνατὸς ἐπιτελεῖσθαι καὶ τοῖς λοιποῖς ἔθνεσιν · ἔνθεν εἰκότως ὁ σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς ὁ υἱὸς τοὐ θεοῦ μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν τοῖς αὐτοῦ μαθηταῖς εἰπὼν “ μαθητεύσατε πάντα τὰ ἕθνη” ἐπιλέγει ‘‘διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν. ”
Οὐ γὰρ τὰ Μώσεως νόμιμα διδάσκειν πάντα τὰ ἔθνη παρεκελεύσατο, ἀλλ’ ὅσα αὐτὸς ἐνετείλατο· ταῦτα δ’ ἦν τὰ ἐν τοῖς εὐαγγελίοις αὐτοῦ φερόμενα. εἰκότως οὖν καὶ οἶ αὐτοῦ μαθηταὶ καὶ οἶ ἀπόστολοι ἐν τῇ περὶ τῶν ἐθνῶν σκέψει ὁμολογοῦσι μὴ δύνασθαι τὰ Μώσεως νόμιμα τοῖς ἔθνεσιν ἐφαρμόζειν, ὅτε μήτε αὐτοῖς μήτε τοῖς πατράσιν αὐτῶν εὐκατόρθωτα γέγονεν. λέγει δ’ οὖν ἐν ταῖς Πράξεσιν ὁ Πέτρος “νῦν οὖν τί πειράζετε τὸν θεὸν ἐπιθεῖναι ζυγὸν ἐπὶ τὸν…
Εἰκότως…
The complete text is available when the reading interface loads.