των κατά Μαρκέλλου
Author namesEusèbe de Césarée · Eusebe de Cesaree · Eusebius of Caesarea · Eusebius Caesariensis
- Scientific editors
- Erich Klostermann
- Edition reference
- Eusebius Werke · Leipzig · J. C. Hinrichs · 1906
- CTS identifier
urn:cts:greekLit:tlg2018.tlg007.local002- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Book 1
Chapter Pin
Λόγος Α′.
⟨αʹ πόθεν ὁρμώμενος ὁ Μάρκελλος τουτὶ τὸ σύγγραμμα ἔγραψεν.
βʹ ὅτι οὐδὲ τὰς θείας ἐξηκρίβου γραφάς.
γʹ Μαρκέλλου περὶ τῶν παρ’ Ἕλλησιν παροιμιῶν.
δʹ ὅτι τήν τε ἐκκλησιαστικὴν διδασκαλίαν καὶ τοὺς προεστῶτας αὐτῆς διέβαλλεν.〉
Chapter 1
Ἡ ὑπόθεσις αὐτῷ τῆς γραφῆς μισαδελφία κατέστη, τὸ δὲ ταύτης αἴτιον ζῆλος καὶ φθόνος, ἃ δὴ καὶ ἄλλους μυρίους εἰς κακῶν ἔσχατα κατεκρήμνισεν· ζῆλος γοῦν καὶ φθόνος ἀρχῆθεν ἀδελφοκτονίαν εἰργάσαντο. ἔνθεν ὁρμηθεὶς ὁ ἀνήρ, ἓν τουτὶ γράψας καὶ μόνον ὡς μήποτ’ ὤφελεν σύγγραμμα, εὐθὺς ἀρχόμενος ἀφ’ ἑστίας τοῖς ἁγίοις τοῦ θεοῦ λειτουργοῖς πολεμεῖν προὔθετο, ἀφέμενος τοῦ λέγειν τε καὶ γράφειν πρὸς τὸ μέγα καὶ πολὺ στῖφος τῶν τὴν αὐτοῦ χώραν λυμαινομένων αἱρεσιωτῶν, ὃ δὴ καὶ μάλιστα πράττειν ἐχρῆν (εἴπερ τις αὐτῷ παρῆν σωτηρίου λόγου δύναμις) ποιμένος ἀγαθοῦ δίκην ὥσπερ τινὰς λύκους καὶ θῆρας τοὺς ἐχθροὺς τῆς ἐκκλησίας τοῦ θεοῦ τοῦ Γαλατῶν ἔθνους ἀπελαύνοντα.
ὁ δ’ ὥσπερ τινὰ χέρσον ἑρπυ|στικῶν ἰοβόλων ἔμπλεω παριδὼν τὴν αὐτοῦ χώραν, τοῖς τοῦ θεοῦ λειτουργοῖς, εἰκῆ καὶ μάτην ἀναζέσας, ἐπαφῆκε τὸν θυμόν. καὶ τούτοις οὐ τοῖς τυχοῦσιν, ἀλλὰ τοῖς καὶ πάνυ θεοῦ χάριτι βίῳ τε καὶ φιλοσόφῳ πολιτείᾳ παρὰ τοῖς πᾶσιν ἐμπρέπουσιν· 〈καὶ οὐ τοῖς ζῶσιν〉 μόνοις, ἀλλὰ καὶ τοῖς ἐν Χριστῷ κεκοιμημένοις· καὶ τούτων ἐκείνοις, ὧν μάλιστα δι’ ἀρετὴν θεοσεβείας λόγων τε θείων ἀσκήσεως ἡ φήμη καθ’ ὅλης ὡς εἰπεῖν ᾄδεται τῆς οἰκουμένης. τούτων δὲ αὐτῶν οὐχ ἅπαξ ἐμνήσθη κακῶς, πολλάκις δὲ καὶ διαφόρως, τὰς κατ’ αὐτῶν διαβολάς τε καὶ συκοφαντίας ἀφειδῶς πεποιημένος.
ἤδη δὲ καὶ ἀραῖς κέχρηται κατ’ αὐτῶν, οἷα γυναικῶν ἐν μάχῃ, λοιδορούμενος καὶ ἐπαρώμενος τοῖς μηδὲν αὐτὸν ἠδικηκόσιν. διὸ καὶ πέρα τοῦ δέοντος εἰς μακρὸν αὐτῷ καὶ ἄμετρον μῆκος ἐξέπεσεν ἡ γραφή, ὡς ὅλον ἐπῶν ἐγγύς που μυρίων τὸν ἕνα λόγον ἀπαρτισθῆναι.
εἰκότως οὖν κατὰ τῶν ἁγίων τοῦ θεοῦ λειτουργῶν κακήγορον γλῶτταν ὀξύνας καὶ τὸ ἀνευλαβὲς καὶ ἄφοβον προγυμνάσας ἐν τούτοις, προϊὼν ἑξῆς προὔκοψεν ἐπ’ αὐτὸ τὸ κορυφαιότατον τοῦ παντός, τὸν μονογενῆ καὶ ἀγαπητὸν υἱὸν τοῦ θεοῦ τοιαύταις ἀθέοις ὑποβαλὼν βλασφημίαις. οἵας μικρὸν ὕστερον αὐτοῦ λέγοντος, ἀλλ’ οὐκ ἐμοῦ, βέλτιον ἀκούειν.
τῇ δέ γε παραθέσει τῶν αὐτοῦ ῥημάτων χρησάμενος μέχρι τούτου στήσομαι τέως πρὸς ἐναντίωσιν καὶ ἀνατροπὴν αὐτῶν οὐ μακροὺς ἐπάγων λόγους, τῷ μήτε τοὺς ἄνδρας τοὺς ὑπ’ αὐτοῦ βλασφημηθέντας ἀγνῶτάς τινας εἶναι καὶ ἀφανεῖς, γνωρίζεσθαι δὲ παρὰ τοῖς πᾶσιν καὶ σιωπῶντος,
μήτε τὴν εἰς τὸν Χριστὸν τοῦ θεοῦ βλασφημίαν ἀμφήριστόν τινα καὶ ἀγνοουμένην ὑπάρχειν, ὡς πολλῆς τινος καὶ λογικωτέρας πρὸς ἔλεγχον δεηθῆναι σπουδῆς· οὕτως πᾶσιν τοῖς τῆς ἐκκλησιαστικῆς χάριτος μετειληχόσιν, μικροῖς ὁμοῦ καὶ μεγάλοις, καὶ αὐτὸ μόνον λεχθεῖσα πρόδηλος καθέστηκεν ἡ τοῦ ξένου τούτου [καὶ] θεολόγου κενοφωνία. διὸ βραχέσιν αὐτὸ μόνον παρασημειώσεσιν χρήσομαι, εἱρμῷ καὶ τάξει σωματοποιῶν τὸν λόγον, ὑποσημαινόμενός τε αὐτὸ μόνον τὸ παράλογον τῶν ἐμφερομένων.
πρὶν δ’ ἐπὶ τὰς αὐτοῦ χωρῆσαι φωνὰς ἀναγκαίως τοῖς ἐντυγχάνουσι τῷ τοῦ ἀνδρὸς συγγράμματι συμβουλεύσαιμ’ ἄν, εἰ δὴ μάλιστα Γαλατῶν εἶέν τινες, μὴ ἀμνημονεῖν τῆς θείας φωνῆς Παύλου τοῦ ἀποστόλου, ὃς αὐτοῖς Γαλάταις γράφων παρῄνει μὴ μετατίθεσθαι »ἀπὸ τοῦ καλέσαντος « αὐτοὺς » ἐν χάριτι Χριστοῦ εἰς ἕτερον εὐαγγέλιον « (» οὐκ ἔστιν « γὰρ » ἄλλο « , ὡς αὐτὸς ἔφη, » εἰ μή τινές εἰσιν οἱ ταράσσοντες « αὐτοὺς » καὶ θέλοντες μεταστρέψαι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ «),
κἀκείνῳ δὲ ἀναγκαίως προσέχειν τὸν νοῦν, δι’ οὗ καὶ ἑαυτοῦ καθαπτόμενος ὁ τοσοῦτος ἀπόστολος εἰς δυσώπησιν τῶν διαστρέφειν τοὺς ἄνδρας πειρωμένων προσετίθει λέγων » ἀλλὰ καὶ ἐὰν ἡμεῖς ἢ ἄγγελος ἐξ οὐρανοῦ ὑμῖν εὐαγγελίσηται παρ’ ὃ εὐηγγελισάμεθα ὑμῖν, ἀνάθεμα ἔστω « .
ὃ δὴ ἐπαναλαβὼν δευτεροῖ φάσκων »ὡς προειρήκαμεν καὶ ἄρτι πάλιν λέγω, εἴ τις ὑμᾶς εὐαγγελίζεται παρ’ ὃ παρελάβετε, ἀνάθεμα ἔστω « . τί δὲ ἦν τοῦτο, παρ’ ὃ οὐκ ἦν εὐαγγελί‹ζεσθαι ἄλλο εὐαγγέλι›ον, ἤ που πάντως αὐτὸ ἐκεῖνο ὃ δὴ τοῖς αὐτοῦ παραδιδοὺς μαθηταῖς ὁ σωτὴρ ἀναγέγραπται εἰρηκὼς » πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος« ;
ταύτην γὰρ ἡμῖν τὴν χάριν τῆς γνώσεως τῆς ἁγίας τριάδος μόνος αὐτὸς διὰ τῆς μυστικῆς δεδώρηται ἀναγεννήσεως, οὕτε Μωσέως οὔτε προφητῶν τινος τῷ προτέρῳ λαῷ ταύτην διακονησαμένου· μόνῳ γὰρ ἔπρεπεν τῷ υἱῷ τοῦ θεοῦ τὴν πατρικὴν ἅπασιν ἀνθρώποις εὐαγγελίσασθαι χάριν, ἐπειδήπερ » ὁ νόμος διὰ Μωσέως ἐδόθη « , διὰ δὲ μόνου » Ἰησοῦ Χριστοὺ «, ὡς διὰ » μονογενοῦς υἱοῦ « [Ἰησοῦ], » ἡ χάρις καὶ ἡ ἀλήθεια « ἐγένετο.
ἔνθεν εἰκότως ὁ μὲν παιδαγωγοῦ τρόπου νηπιάζοντι τῷ προτέρῳ λαῷ »στοιχεῖα τῆς ἀρχῆς τῶν τοῦ θεοῦ « παρεδίδου » λογίων« , πολυθέου μὲν ἀπείργων πλάνης, θεὸν δὲ κηρύττων ἕνα μόνον εἰδέναι. ἡ δὲ σωτήριος χάρις, ὑπερκόσμιόν τινα καὶ ἀγγελικὴν ἡμῖν παρέχουσα γνῶσιν, τὸ πάλαι τῷ προτέρῳ λαῷ σεσιγημένον μυστήριον ἀναφανδὸν ἐξεκάλυπτεν, αὐτὸν τὸν ἐπέκεινα τῶν ὅλων θεόν, τὸν τοῖς πάλαι ἀνθρώποις ἐγνωσμένον, θεὸν ἅμα καὶ πατέρα εἶναι υἱοῦ τοῦ μονογενοῦς κηρύττουσα, τήν τε τοῦ ἁγίου πνεύματος διὰ τοῦ υἱοῦ τοῖς ἀξίοις ἐπιχορηγοῦσα δύναμιν.
αὐτόθεν πως τὴν ἁγίαν καὶ μακαρίαν καὶ μυστικὴν τριάδα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος εἰς σωτήριον ἐλπίδα διὰ τῆς ἐν Χριστῷ ἀναγεννήσεως ἡ | τοῦ θεοῦ ἐκκλησία παραλαβοῦσα φυλάττει. καὶ τοῦτ’ ἦν τὸ εὐαγγέλιον, ὃ μὴ θεμιτὸν εἶναι μετατίθεσθαι εἰς ἕτερον εὐαγγέλιον, ὃ οὐκ ἔστιν ἄλλο « ὁ μέγας ἀπόστολος εἰσέτι δεῦρο Γαλάταις μαρτύρεται, διὰ τῆς πρὸς αὐτοὺς ἐπιστολῆς βοῶν »κἂν ἡμεῖς ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίζηται ὑμᾶς παρ’ ὃ παρελάβετε, ἀνάθεμα ἔστω « · πόρρωθεν, ὡς εἰκός, μηδ’ ἐπισκόποις μηδ’ ἄρχουσιν μη‹δὲ› διδασκάλοις προσέχειν, εἰ τὸν ἀληθῆ τῆς πίστεως διαστρέφοι τις αὐτῶν λόγον, διαστελλόμενος.
τίς δ’ ἦν οὗτος 〈ἢ〉 ὁ θεὸν πατέρα εἰδέναι διδάσκων καὶ υἱὸν θεοῦ γιγνώσκειν παραδιδοὺς καὶ πνεύματος ἁγίου φιλοτιμεῖσθαι μετέχειν; ἅπερ μόνων ἂν γένοιτο Χριστιανῶν γνωρίσματα, ὧδέ πη τῆς ἁγίας τοῦ θεοῦ ἐκκλησίας ἀφοριζομένης τοῦ Ἰουδαϊκοῦ τρόπου.
ὡς γὰρ ἐκεῖνος τὴν πολύθεον καὶ Ἑλληνικὴν ἀπεδοκίμαζεν πλάνην ἑνὸς θεοῦ ὁμολογίᾳ, οὕτως καὶ τῆς ἐκκλησίας ἡ ἐξαίρετος περὶ υἱοῦ γνῶσις κρεῖττόν τι καὶ πλέον [τι] προὐξένει, τὸν αὐτὸν θεὸν πατέρα εἰδέναι μονογενοῦς υἱοῦ διδάσκουσα, ἀληθῶς υἱοῦ ὄντος καὶ ζῶντος καὶ ὑφεστῶτος. »ὡς γὰρ ὁ πατὴρ ζωὴν ἔχει ἐν ἑαυτῷ 〈οὕτως καὶ τῷ υἱῷ ἔδωκεν ζωὴν ἔχειν ἐν ἑαυτῷ〉« αὐτὸς λέγων ἐδίδασκεν ὁ μονογενὴς τοῦ θεοῦ,
ἵν’ ᾖ καὶ ὁ πατὴρ ἀληθῶς πατὴρ (οὐ μέχρι φωνῆς ὧδέ πη χρηματίζων, οὐδὲ ψευδῆ κεκτημένος τὴν προσηγορίαν. ἀληθείᾳ δὲ καὶ ἔργῳ πατὴρ υἱοῦ μονογενοῦς) καὶ ὁ υἱὸς ἀληθῶς υἱός. ὁ δὲ ψιλὸν λόγον εἶναι τὸν υἱὸν ὑπολαμβάνων καὶ μόνον λόγον εἶναι μαρτυρόμενος καὶ πολλάκις τοῦτ’ αὐτὸ λέγων ὡς οὐδὲν ἕτερον ἦν ἢ λόχος, ἔνδον μένων ἐν ἡσυχάζοντι τῷ πατρὶ ἐνεργῶν δὲ ἐν τῷ τὴν κτίσιν δημιουργεῖν, ὁμοίως τῷ ἡμετέρῳ ἐν σιωπῶσιν μὲν ἡσυχάζοντι ἐν δὲ φθεγγομένοις ἐνεργοῦντι, δῆλος ἂν εἴη Ἰουδαϊκῷ τινι καὶ ἀνθρωπίνῳ συντρέχων φρονήματι τὸν δ’ ἀληθῶς υἱὸν τοῦ θεοῦ ἀρνούμενος.
εἰ γοῦν τις Ἰουδαίων ἔροιτό τινα, εἰ λόγον ἔχει ὁ θεός, πάντως που φήσει· ἐπεὶ [καὶ λόγον] καὶ λόγους πλείους ἔχειν αὐτὸν ὁμολογήσειεν ἂν Ἰουδαίων ἅπας. ὅτι δὲ καὶ υἱὸν ἔχει, οὐκέτ’ ἂν ὁμολογήσειεν ἐρωτηθείς.
εἰ δὲ μὴ Ἰουδαίων ἀλλ’ ἐπισκόπων τις ταύτην εἰσαγάγοι τὴν δόξαν, λόγον αὐτὸν μόνον διδοὺς ἡνωμένον τῷ θεῷ καὶ τοῦτον εἶναι ἀίδιον καὶ ἀγέννητον ἕν τε εἶναι καὶ ταὐτὸν τῷ θεῷ, ὀνόμασιν μὲν διαφόροις πατρὸς καὶ υἱοῦ χρηματίζοντα οὐσίᾳ δὲ καὶ ὑποστάσει ἓν ὄντα, πῶς οὐ δῆλος ἂν γένοιτο τὸν μὲν Σαβέλλιον ὑποδυόμενος, τῆς δ’ ἐν Χριστῷ γνώσεώς τε καὶ χάριτος ἠλλοτριωμένος; οὐδὲ γὰρ ζητεῖν οὐδ’ ἀμφιβάλλειν οὐδ’ ἐρωτᾶν 〈αὐ τοῖς. εἰ ἦν καὶ προῆν ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ, ὁ τῆς ἐκκλησίας ἐπιτρέποι ἂν θεσμός· ὁμολογουμένῃ δὲ καὶ ἀναμφιβόλῳ πίστει σὺν πολλῷ θάρρει καὶ παρρησίᾳ διδάσκει τὸν θεὸν πατέρα εἶναι υἱοῦ τοῦ μονογενοῦς ὁμολογεῖν, καὶ μήτε τὸν πατέρα υἱὸν εἶναι ἢ τὸν υἱὸν πατέρα νομίζειν· ἀλλὰ τὸν μὲν ἀγένητον καὶ ἀίδιον καὶ ἄναρχον καὶ πρῶτον καὶ μόνον πατέρα σέβειν, τὸν δὲ ἐκ τοῦ πατρὸς γεννη θῆναι καὶ ὑποστῆναι καὶ μόνον υἱὸν μονογενῆ εἶναι πιστεύειν, θεόν τε αὐτὸν ὡς ἀληθῶς υἱὸν ὄντα θεοῦ γνωρίζειν.
εἰ δὴ οὖν τούτοις μὲν ἀντιλέγων τις φαίνοιτο, λόγον δὲ θεοῦ ὁμοίως τῷ ἐν ἀνθρώποις τοῦτον ὁρίζοιτο, 〈πῶς οὐκ ἂν ἐλέγχοιτο〉 οὐκ ἐννοῶν οὐδὲ λογιζόμενος ὡς οὐδὲν χρὴ θνητὸν οὐδὲ ἀνθρώπινον τῷ ἐπέκεινα τῶν ὅλων ἀνατιθέναι θεῷ, οὐδ’ ὅλως τι τῶν εἰς ἡμετέραν ἐνθύμησιν ἀνιόντων, κἂν αἱ θεῖαι γραφαί, ὥσπερ τινὰς νηπίους παιδαγωγοῦσαι τοὺς ἐντυγχάνοντας, ἀνθρωπικώτερον περὶ αὐτοῦ διαλέγωνται, χεῖρας αὐτῷ καὶ πόδας καὶ ὀφθαλμοὺς καὶ φωνὰς καὶ λόγους καὶ στόμα καὶ πρόσωπον καὶ μυρία ἄλλα τοιαῦτα περιάπτουσαι· ἃ δὴ προσήκει μεταφέρειν ἐπὶ θεοπρεπεῖς ἐννοίας, οὐδὲν θνητὸν οὐδ’ ἀνθρώπινον ἐν τῷ θεῷ εἶναι φανταζομένους· »πνεῦμα« γὰρ »ὁ θεός, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν «, αὐτὸς ἐδίδαξεν ὁ σωτήρ.
εἰ δὲ πνεῦμα, δῆλον ὅτι θεῖον, κρεῖττον παντὸς αἰσθητοῦ καὶ συνθέτου σώματος, ὡς μήτε λόγον αἰσθητὸν ἔχειν, ὑπὸ γλώττης ἐξηχούμενον καὶ διὰ προφορᾶς θνητοῖς ὠσὶν ἐξακουόμενον, μήτε γλῶτταν μήτε φωνὴν μήτε πρόσωπον μήτε ‹ τι›〉 ἄλλο θνητῷ καὶ ἀνθρωπίνῳ λογισμῷ παραβαλλόμενον.
εἰ γάρ τι ἄλλο »ὃ ὀφθαλμὸς οὐκ εἶδεν οὐδὲ οὖς ἤκουσεν, οὐδὲ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη« τοιαῦτ’ εἶναι »ἃ ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτὸν« ὁ θεῖος ἐδίδαξεν ἀπόστολος, τούτων ἀπάντων αὐτὸς ὁ τούτων δοτὴρ ἀρρήτων ἂν εἴη ἀρρητότερος, | ὡς πολλῷ μᾶλλον ἀληθέστερον φάναι ἂν ἐν τῇ περὶ αὐτοῦ θεολογίᾳ ὀφθαλμὸν μὴ ἑωρακέναι μηδὲ οὖς ἀκηκοέναι μηδὲ » ἐπὶ καρδίαν ἀνθρώπων « ἀναβεβηκέναι τῆς περὶ αὐτοῦ καταλήψεως τὴν γνῶσιν.
ὁ δ’ αὐτὸς ἂν εἴη λόγος καὶ περὶ τῆς τοῦ υἱοῦ γενεσιουργίας. τούτων δ’ αὐτὸς ὁ σωτὴρ ἀξιόχρεως γένοιτ’ ἂν ἡμῖν ἱεροφάντης, ὧδέ πη φάσκων » πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου, καὶ οὐδεὶς ἐπιγινώσκει τὸν υἱὸν εἰ μὴ ὁ πατήρ, οὐδὲ τὸν πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ υἱός «.
εἰ δὴ οὖν τούτοις μὲν ἀντιφθέγγοιτό τις καὶ μὴ τὸν υἱόν, ᾧ πάντα παρέδωκεν ὁ πατήρ. ὑφεστάναι λέγειν τολμῴη, λόγον δὲ αὐτὸν ὁρίζοιτο μόνον ὅμοιον τῷ ἐν ἀνθρώποις, ποτὲ μὲν ἐν τῷ θεῷ ἡσυχάζοντα ὁμοίως τῷ παρ’ ἡμῖν σιωπῶντι. ποτὲ δὲ ἐνεργοῦντα τῷ παρ’ ἡμῖν ἐν τῷ λαλεῖν φθεγγομένῳ παραπλησίως, εἶτα τοῦτον αὐτὸν καιρῷ τινι οὐδ’ ὅλων ἐτῶν ἔμπροσθεν τετρακοσίων σάρκα φήσαι (οὐκ οἶδ’ ὅπως) ἀνειληφέναι καὶ δι’ αὐτῆς τὴν κατὰ ἄνθρωπον οἰκονομίαν τετελεκέναι, καὶ τότε υἱὸν θεοῦ γεγονέναι καὶ Ἰησοῦν Χριστὸν χρηματίσαι βασιλέα τε ἀνηγορεῦσθαι εἰκόνα τε »θεοῦ τοῦ ἀοράτου«, καὶ πρωτότοκον »πάσης κτίσεως« μὴ ὄντα πρότερόν ποτε ἀποδεδεῖχθαι· εἶτ’ ἐπὶ τῇ τοσαύτῃ ἀτοπίᾳ μηδ’ ἐξ οὑπερ ὑπέθετο χρόνου τὴν εἰς ἄπειρον καὶ ἀτελεύτητον ζωήν τε καὶ βασιλείαν τῷ Χριστῷ διδούς, τέλος δὲ αὐτῷ μηδ’ αἴσιον ἐπάγοι μηδ’ οἷον τοῖς δι’ αὐτοῦ τῶν ἐπαγγελιῶν καταξιωθησομένοις ὧν αὐτὸς ὁ σωτὴρ ἐπήγγελται, ζωὴν αἰώνιον καὶ ἀφθαρσίαν ἀθανασίαν τε καὶ βασιλείαν οὐρανῶν τοῖς ἀγαπῶσιν αὐτὸν ὑποσχόμενος·
τηνικαῦτα δὲ κατὰ τὴν προσδοκωμένην τούτων ἐλπίδα τοῖς μὲν ἄλλοις ἅπασιν τὰ τῆς βασιλείας εἰς ἀτελεύτητον διαρκέσειν αἰῶνα φάσκοι, μόνῳ δὲ αὐτῷ τῷ Χριστῷ τούτων ἁπάντων ἀθρόαν γενήσεσθαι στέρησιν, παυθησομένης μὲν αὐτοῦ τῆς βασιλείας, τῆς δὲ σαρκὸς ἧς ἀνείληφεν καταλειφθησομένης ἐρήμου, ‹αὐ›τοῦ δὲ τοῦ προόντος ἐν θεῷ λόγου ἀφοριζομένου μὲν τοῦ σώματος (κἂν ἀθάνατον τοῦτο καὶ ἄφθαρτον ᾖ) τῷ δὲ θεῶ συναφθησομένου, ὡς ἕν καὶ ταὐτὸν πάλιν τῷ θεῷ γενήσεσθαι καθὰ καὶ πρότερον ἦν· τίς ἂν λείποιτο τούτῳ δυσσεβείας ὑπερβολή;
διὸ δὴ τούτοις ἀναγκαία ἡ τῆς ἀποστολικῆς διαστολῆς μαρτυρία φήσασα | »κἂν ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίζηται παρ’ ὃ παρελάβετε, ἀνάθεμα ἔστω«. θαυμάζειν δέ μοι ἔπεισιν ἐπιθεωροῦντι τὴν ἀποστολικὴν διάνοιαν. ὥσπερ γὰρ θεσπίζων τὸ μέλλον αὐτοῖς Γαλάταις τὴν τοῦ σωτῆρος ἐξηκρίβου θεολογίαν, αὐτόθεν ἐν ἀρχῇ τῆς πρὸς αὐτοὺς ἐπιστολῆς καινότερον ἢ κατὰ τὸ σύνηθες γράφων ὧδε »Παῦλος ἀπόστολος, οὐκ ἀπ’ ἀνθρώπων οὐδὲ δι’ ἀνθρώπου ἀλλὰ διὰ Ἰησοῦ Χριστοὺ«.
οὐκ ἂν γοῦν οὕτω γράψαντα εὕροι τις αὐτὸν ἑτέροις· τῷ μηδένας εἶναι, ὡς εἰκός, περὶ τὴν πίστιν ὁμοίως, οἷς ἔγραφεν, ἑτέρους. ὡς γὰρ ψιλὸν ἄνθρωπον ὑπολαμβάνουσιν τὸν Χριστὸν προσῆγεν τὴν διόρθωσιν, οὐκ ἄνθρωπον αὐτὸν κατὰ τὴν ἀρχὴν τῆς ἐπιστολῆς διδάσκων· καὶ προϊὼν τοῖς αὐτοῖς ἔλεγεν ὅτι »τὸ εὐαγγέλιόν μου, τὸ εὐαγγελισθὲν εἰς ὑμᾶς, οὐκ ἔστιν κατὰ ἄνθρωπον, οὐδὲ ἐγὼ παρὰ ἀνθρώπου παρἑλαβον αὐτὸ οὐδὲ ἐδιδάχθην, ἀλλὰ δι’ ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ«. δι’ ὧν αὖθις ὅτι μὴ ἄνθρωπος ἦν Ἰησοῦς Χριστὸς παρίστη.
τί δὲ ἦν, εἰ μὴ ἄνθρωπος, προϊὼν αὖθις διεσάφει λέγων »ὅτε δὲ εὐδόκησεν ὁ θεὸς ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου ἀποκαλύψαι τὸν υἱὸν αὐτοῦ ἐν ἐμοί«. ὁρᾷς πῶς υἱὸν θεοῦ σαφῶς ἀνηγόρευε τὸν σωτῆρα. καὶ διὰ τοῦτο θεόν.
καὶ ὅτι γε πρὸ τῆς ἐνσάρκου παρουσίας υἱὸν αὐτὸν τοῦ θεοῦ ὄντα ἠπίστατο, τρανότατα παρίστησιν ἐπιλέγων ἐν τῇ αὐτῇ πρὸς Γαλάτας ἐπιστολῇ »ὅτε δὲ ἦλθεν τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ θεὸς τὸν υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικός«. οὐκοῦν οὐ νῦν, ἀλλὰ πρὶν ἢ γενέσθαι ἐκ γυναικός, υἱὸν ὄντα καὶ προόντα ἀπέστειλεν ὁ πατήρ· ὡς ἂν ὁ πάλαι υἱὸς θεοῦ καὶ υἱὸς ἀνθρώπου γένοιτο, γενόμενος »ἐκ γυναικός«.
ἀλλὰ καὶ μεσίτην αὐτὸν τοῦ Μωσέως νόμου γενέσθαι διδάσκει, διορίζων τὸν τῆς μεσιτείας λόγον δι’ ὧν φησιν »τί οὖν; ὁ νόμος τῶν παραβάσεων χάριν ἐτέθη. ἄχρι ἂν ἔλθῃ τὸ σπέρμα ᾧ ἐπήγγελται, διαταγεὶς δ’ ἀγγέλων ἐν χειρὶ μεσίτου. ὁ δὲ μεσίτης ἑνὸς οὐκ ἔστιν, ὁ δὲ θεὸς εἷς ἐστιν«. ἀκούεις ὅπως ἐν τούτοις ὁ ἀπόστολος Γαλάτας αὐτοὺς ἐδίδαξεν ἐξ ἐκείνου ἕνα ‹τὸν› θεὸν εἰδέναι, καὶ ἕνα τὸν μεσίτην θεοῦ καὶ ἀγγέλων.
ὃ δὴ καὶ ἐν ἑτέροις ἐδήλου λέγων | »εἷς γὰρ ὁ θεός· εἷς καὶ μεσίτης θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Ἰησοῦς Χριστός«. ἀλλ’ ὅτε μὲν »θεοῦ καὶ ἀνθρώπων« μεσίτην αὐτὸν ὠνόμαζεν, εἰκότως ἄνθρωπον αὐτὸν διὰ τὴν ἐνανθρώπησιν ἐκάλει· ὅτε δὲ οὐ μεσίτην θεοῦ καὶ ἀνθρώπων, ἀλλὰ θεοῦ καὶ ἀγγέλων τὸν αὐτὸν εἰσῆγεν, οὐκέτ’ ἄνθρωπον ὠνόμαζεν, μόνον δὲ μεσίτην φησίν, τὸν νόμον διατετάχθαι εἰπὼν »δι’ ἀγγέλων ἐν χειρὶ μεσίτου«,
διαιρέσει τε ἀναγκαίως τὸ τοῦ μεσίτου ὄνομα διασαφῶν ἐν τῷ λέγειν »ὁ δὲ μεσίτης ἑνὸς οὐκ ἔστιν, ὁ δὲ θεὸς εἷς ἐστιν«. οὔτε ἄρα ὁ θεὸς εἴη ἂν ὁ μεσίτης (τίνος γὰρ καὶ γένοιτ’ ἂν μεσίτης;) οὕτε ὁ μεσίτης αὐτὸς [αὐτὸς] ἂν εἴη ὁ θεός· «ὁ» γὰρ «μεσίτης ἑνὸς οὐκ ἔστιν«.
δυεῖν δ’ ἄρα μέσος ἕστηκεν. τίνων τούτων, διασαφεῖ ἀγγέλους ὀνομάζων καὶ τὸν θεόν· ὧν μέσον ὄντα τὸν υἱὸν τοῦ θεοῦ [ἐκ] τὸν νόμον χειρὶ μὲν ἰδίᾳ εἰληφέναι φησὶν παρὰ τοῦ πατρός, »δι’ ἀγγέλων« δὲ τῷ πρώτῳ διατεταχέναι λαῷ. ἦν ἄρα ἐξ ἐκείνου ὁ υἱὸς μεσίτης θεοῦ τε καὶ ἀγγέλων, πρὶν ἢ γενέσθαι »μεσίτης θεοῦ καὶ ἀνθρώπων«.
καὶ ἦν οὐχ ὡς ψιλὸς θεοῦ λόγος, ἀνυπόστατος, ἓν καὶ ταὐτὸν ὑπάρχων τῷ θεῷ (οὐ γὰρ ἂν εἴη οὕτω γε μεσίτης)· ἀλλ’ ἦν καὶ προῆν ὡς »μονογενὴς υἱὸς πλήρης χάριτος καὶ ἀληθείας«. καὶ ἦν μεσιτεύων τῷ πατρὶ παρέχοντι τὸν νόμον »δι’ ἀγγέλων« ἀνθρώποις. ὃ δὴ διδάσκων ἐξ ἐκείνου τοὺς ἀγνῶτας καὶ ἀμαθεῖς τῆς τοῦ υἱοῦ θεοῦ θεολογίας ὁ ἀπόστολος ἐπεσφραγίζετο λέγων »ὁ δὲ μεσίτης ἑνὸς οὐκ ἔστιν«. οὐ γὰρ ἔχει φύσιν ἐφ’ ἑνὸς τὸν μεσίτην ὁρίζεσθαι.
διὸ οὗτος μὲν οὐκ ἔστιν ἑνός, δυεῖν δὲ μέσος ἐξ ἀνάγκης, οὐδέτερος ὢν ἐκείνων ὧν μέσος τυχχάνει· ὥστε μήτε αὐτὸν εἶναι τὸν ἐπὶ πάντων θεὸν ἡγεῖσθαι μήτε τῶν ἀγγέλων ἕνα, τούτων δὲ μέσον καὶ μεσίτην, ὅτε τῷ πατρὶ καὶ ἀγγέλοις μεσιτεύει· ὡς οὐ πάλιν, ὅτε »μεσίτης« γίνεται »θεοῦ καὶ ἀνθρώπων«, μέσος ὢν ἑκατέρου τάγματος οὐδέτερόν ἐστιν, 〈ὧν〉 μεσίτης ὑπάρχει̇ οὔτ’ αὐτὸς ὢν ὁ εἷς καὶ μόνος θεὸς οὔθ’ ὁμοίως τοῖς λοιποῖς ἀνθρώποις ἄνθρωπος.
τί δέ, εἰ μηδὲν τούτων, ἢ θεοῦ μονογενὴς υἱός, νῦν μὲν ἀνθρώπων καὶ θεοῦ μεσίτης γεγονώς, πρόπαλαι δὲ | ἐπὶ Μωσέως θεοῦ καὶ ἀγγέλων μεσίτης ὑπάρχων; ταῦτα δὲ αὐτοῖς γράφων, ὧδέ πη παραδιδοὺς λέγει ὁ μέγας ἀπόστολος »ὁ νόμος διαταγεὶς δι’ ἀγγέλων ἐν χειρὶ μεσίτου.
ὁ δὲ μεσίτης ἑνὸς οὐκ ἔστιν, ὁ δὲ θεὸς εἷς ἐστιν«. »εἷς« οὖν ἔστιν ὁ »θεός«, καὶ »εἷς μεσίτης θεοῦ« τε καὶ τῶν γενητῶν πάντων, οὐ νῦν ἀρξάμενος τῆς σωτηρίου μεσιτείας, ἀλλὰ καὶ πρὸ τῆς εἰς ἀνθρώπους αὐτοῦ θεοφανείας, ὥσπερ οὖν ὁ λόγος ἀπέδειξεν.
τούτων δ’ ἐν βραχεῖ Γαλάταις αὐτοῖς ἐκ μόνης τῆς πρὸς αὐτοὺς ἐπιστολῆς παρατεθέντων, τῆς τε σωτηρίου πίστεως τὴν μυστικὴν [καὶ] ἀναγέννησιν »εἰς ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος« παρεχούσης, καὶ πρὸς τοῖς θείοις ἐγγράφοις τῆς ἀπὸ περάτων γῆς ἕως περάτων καθολικῆς τοῦ θεοῦ ἐκκλησίας τὰς ἀπὸ τῶν θείων γραφῶν μαρτυρίας ἐξ ἀγράφου παραδόσεως ἐπισφραγιζομένης, ὥρα λοιπὸν καὶ τὰς Μαρκέλλου διασκέψασθαι λέξεις τῶν τε ἐπηγγελμένων ἡμῖν τὰς ἀποδείξεις ὑποσχεῖν, ὡς ἂν μή τις τὸν ἄνδρα συκοφαντεῖσθαι πρὸς ἡμῶν νομίσειεν.
σκοποῦ δέ μοι προκειμένου διὰ βραχέων ἐκφῆναι τὰ εἰρημένα, οὐ πάσας ἀναλέξομαι τοῦ ἀνδρὸς τὰς φωνὰς, μόναις δὲ ταῖς συνεκτικαῖς χρήσομαι, τὰς πλείους ὡσανεὶ περιττὰς καὶ διὰ τῶν αὐτῶν χωρούσας ὑπερθησόμενος. πρὸ δὲ τῆς τῶν εἰρημένων ἀποδείξεως οἶμαι δεῖν ἐν πρώτοις παραστῆσαι τοῖς ἐντυγχάνουσιν, ὅτι μηδὲ τὰς προχείρους λέξεις τῶν θείων ἐξηκρίβου ἀναγνωσμάτων, ὡς ἂν γνωσθῇ τοῖς ἔτ’ αὐτὸν ἀγνοοῦσιν ὁποῖός τις ὢν ἐπὶ τὴν τῶν εἰρημένων προήχθη τόλμαν.
Chapter 2
Αὐτίκα δ’ οὖν τοῦ προφήτου Ζαχαρίου κατὰ τοὺς τῆς ἐπανόδου χρόνους τῆς ἀπὸ Βαβυλῶνος γενομένου Ἰησοῦ τε μνημονεύσαντος τοῦ ἱερέως τοῦ μεγάλου, δηλαδὴ τοῦ υἱοῦ Ἰωσεδὲκ, ὃς ἅμα Ζοροβάβελ τῶν ἀπὸ Βαβυλῶνος ἐπανελθόντων ἡγήσατο, ὁ γενναῖος οὗτος καὶ θαυμαστὸς συγγραφεὺς ταῦτ’ ἀγνοήσας τίθησιν μὲν τοῦ Ζαχαρίου τὴν λέξιν δι’ ἧς μέμνηται τοῦ Ἰησοῦ, μακρὰν δὲ τῆς ἱστορίας ἀκοντισθεὶς λέγειν αὐτὸν ὑπείληφεν περὶ Ἰησοῦ τοῦ Μωσέως διαδόχου.
καὶ πάλιν τοῦ ἀποστόλου γράψαντος ἐν τῇ πρὸς Γαλάτας ἐπιστολῇ τοῦτον τὸν τρόπον »ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστίν, ἥτις ἐστὶν μήτηρ ἡμῶν«, ἢ λάθετ’ ἢ οὐκ ἐνοήσεν ἢ καὶ ἑκὼν διαστρέφει τὸν λόγον. γράφων (No. 1) »ἡ δὲ ἡμετέρα Ἱερουσαλὴμ ἄνω ἐστίν· αὕτη γὰρ δουλεύει μετὰ τῶν τέκνων αὐτῆς«.
καὶ αὖθις τοῦ σωτῆρος ἡμῶν τῷ Πέτρῳ εἰρηκότος »ὕπαγε ὀπίσω μου, σατανᾶ, σκάνδαλον εἶ ἐμοί, ὅτι οὐ φρονεῖς τὰ τοῦ θεοῦ ἀλλὰ τὰ τῶν ἀνθρώπων«, οὐ συνεὶς ὅπως ὁ λόγος εἴρητο πρὸς τὸν ἀπόστολον καὶ διὰ ποίαν αἰτίαν, πρὸς τὸν διάβολον ταῦτα λελέχθαι φησίν. ὁμοῦ δὲ τοσαῦτα σφάλματα ὑπὸ μίαν τίθησιν περικοπὴν αὐτολεξεὶ τοῦτον γράφων τὸν τρόπον (No. 1) ὅτι οὐδὲν ὄνομα μεῖζον Ἰησοῦ τῶν ἐπὶ τῆς γῆς ὀνομασθέντων γέγονεν, μαρτυρεῖ μὲν τὸ εὐαγγέλιον, ἔνθα »ὁ ἄγγελος« τῇ Μαριὰμ »μὴ φοβοῦ« ἔφη »εὗρες γὰρ χάριν παρὰ τοῦ θεοῦ. καὶ ἰδοὺ συλλήψῃ ἐν γαστρὶ καὶ τέξῃ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν.
οὗτος ἔσται μέγας, καὶ υἱὸς ὑψίστου κληθήσεται«· δῆλον δέ ἐστιν καὶ ἀπὸ τῆς τοῦ Ζαχαρίου προφητείας, πάλαι περὶ τοῦ ὀνόματος τούτου προφητευσάσης, »ἔδειξεν« γὰρ »μοι« φησὶν »κύριος Ἰησοῦν τὸν ἱερέα τὸν μέγαν, ἑστῶτα πρὸ προσώπου ἀγγέλου κυρίου. καὶ ὁ διάβολος εἱστήκει ἐκ δεξιῶν αὐτοῦ τοῦ ἀντικεῖσθαι αὐτῷ. καὶ εἶπεν κύριος πρὸς τὸν διάβολον· ἐπιτιμήσαι κύριος ἐν σοὶ ὁ ἐκλεξάμενος τὴν Ἱερουσαλήμ«.
πότε γὰρ αὐτῷ ἐπετίμησεν; ὅτε τὸν ἀγαπηθέντα ὑπ’ αὐτοῦ ἄνθρωπον τῷ ἑαυτοῦ συνῆψεν λόγῳ. »ὁ ἐκλεξάμενος« φησὶν »τὴν Ἱερουσαλήμ«, δηλονότι ταύτην τὴν ἡμετέραν, περὶ ἧς ὁ ἀπόστολος λέγει »ἡ δὲ ἡμετέρα Ἱερουσαλὴμ ἄνω ἐστίν· αὕτη γὰρ δουλεύει μετὰ τῶν τέκνων αὐτῆς«.
τηνικαῦτα γὰρ ἐν τῇ μεγάλῃ αὐτῇ Ἱερουσαλήμ, τουτέστιν ἐν τῇ ἡμετέρᾳ ἐκκλησίᾳ, γενόμενος ἐπε τίμησεν τῷ διαβόλῳ κατὰ τὴν προφητείαν εἰπὼν »ἄπελθε ὀπίσω μου, σατανᾶ, ὅτι σκάνδαλον εἶ ἐμοῖ«. οὗτος τοίνυν ἐστὶν ὁ ἱερεὺς ὁ μέγας, οὗ τύπον ἔσωζεν ὁ τηνικαῦτα Ἰησοῦς.
οὐ γὰρ ἦν δυνατὸν ἐκεῖνον μέγαν κληθῆναι ἱερέα, καίτοι ἔνδοξον ἐν πᾶσιν γεγονότα, Μωσέως μὴ ὀνομασθέντος μεγάλου (οὕπω γὰρ μέγας ἦν Μωσῆς, ὅτι καὶ θεράπων ἤκουσεν θεοῦ καὶ θεὸς τοῦ Φαραὼ ὑπ’ αὐτοῦ τοῦ θεοῦ ὠνομάσθη) |
εἰ δέ τις κατὰ τοῦτο μέγαν εἰρῆσθαι τὸν Ἰησοῦν νομίζοι, ὅτι αὐτὸς ἠξιώθη εἰσαγαγεῖν τὸν λαὸν εἰς τὴν ἁγίαν γῆν καὶ ἕτερα πολλὰ θαυμαστὰ ἐποίησεν, γνώτω καὶ διὰ τούτου, ὅτι οὐ τῷ τυπικῷ τοσοῦτον διέφερεν πράγματι τὸ λεχθὲν μέγεθος ἐπὶ τοῦ Ἰησοῦ, ἀλλὰ τῷ μικρὸν ὕστερον τὸν ἑαυτοῦ λαὸν εἰς τὴν μεγάλην ταύτην Ἱερουσαλὴμ εἰσαγαγεῖν μέλλον〈τι〉. ὁρᾶς ὅσον ἠγνόησεν ἀποπλανηθεὶς τῆς ἱστορίας, καὶ μὴ δυνηθεὶς ἐπιστῆσαι τῷ ὑπὸ τοῦ προφήτου Ζαχαρίου δηλωθέντι Ἰησοῦ.
ὁ μὲν γὰρ ἦν υἱὸς Ἰωσεδὲκ, φυλῆς Λευιτῶν ἀπὸ γένους Ἀαρὼν τὴν ἀρχιερωσύνην ἀναδεδεγμένος, παρ’ ὃ καὶ μέγας ἱερεὺς ἐχρημάτιζεν, ὥσπερ οὖν ὁ προφήτης διδάσκει λέγων καὶ ἔδειξέν μοι κύριος Ἰησοῦν τὸν ἱερέα τὸν μέγαν«.
ὁ δὲ Μωσέως διάδοχος [υἱὸς μέν], ὁ εἰς τὴν γῆν τῆς ἐπαγγελίας ἄγων τὸν λαὸν καὶ ἕτερα πολλὰ καὶ θαυμαστὰ ποιήσας, 〈υἱὸς μὲν⟩ ἐτύγχανεν τοῦ Ναυῆ, φυλῆς δὲ τῆς Ἐφραίμ, οὐδὲν κοινὸν ἐχούσης πρὸς ἱερωσύνην. ὁ τοίνυν τοσοῦτον ἀποσφαλεὶς τῆς προχείρου λέξεως ψιλήν τε τὴν ἱστορίαν ἀγνοήσας πῶς ἂν γένοιτο ἀξιόχρεως πρὸς διδασκαλίαν τῆς ἀνωτάτω θεολογίας; καὶ ἐπὶ τοῦ Πέτρου δὲ ὡσαύτως ἐπιστῆσαι δέον τὸ ὅπως ἐλέχθη πρὸς αὐτὸν τὸ »ὕπαγε ὀπίσω μου«,
καὶ τίς ἡ τοῦ σατανᾶ ὀνόματος ἑρμηνεία, διὰ τί δὲ καὶ »σκάνδαλον« αὐτὸν εἶπεν, πῶς δὲ σχεδὸν ὑφ’ ἕνα καὶ τὸν αὐτὸν καιρὸν καὶ τὸ »μακάριος εἶ Σίμων βὰρ Ἰωνᾶ« πρὸς αὐτὸν ἐλέγετο καὶ τὸ »ὕπαγε ὀπίσω μου, σατανᾶ«,
καὶ τίς ἡ διάνοια τοῦ »ὀπίσω πορεύεσθαι« [καὶ] τοῦ σωτῆρος (ἢν παρὰ πόδας αὐτὸς διεσάφησεν συνάψας ἑξῆς τὸ »εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι«· ὃ δὴ καὶ ἔργῳ διεπράξατο μικρὸν ὕστερον αὐτὸς ὁ Πέτρος, μαρτυρίῳ τελειωθείς),
ἀλλὰ καὶ ἐπιζητῆσαι δέον ἐπὶ ποίοις μὲν αὐτὸν ἐμακάρισεν, ἐπὶ ποίοις δὲ αὐτῷ ἐπέπληξεν· ὁ δὲ μηδενὶ τούτων προσεσχηκὼς ταῦτ’ εἰρῆσθαι πρὸς τὸν διάβολον ἀπεφήνατο τῆς γραφῆς ἐναντίως.
ἆρα οὖν τοῦτο μόνον ἠγνόησεν; οὐχὶ δὲ καὶ προϊὼν αὖθις, τῆς ἀναστάσεως τοῦ σωτῆρος ἡμῶν μνημονεύσας, ἔπειτα βουληθεὶς δεῖξαι ὅτι καὶ πρὸ αὐτοῦ κατὰ τοὺς χρόνους τοὺς προφητικοὺς φέρεταί τις ἐκ νεκρῶν ἐγηγερμένος, πάλιν κἀνταῦθα σφάλλεται, πρῶτον λέγων Ἐλισσαῖον τὸν προφήτην ἐκ νεκρῶν ἐγεῖραι· ἀγνοήσας ὡς καὶ πρὸ Ἐλισσαίου | Ἠλίας ὁ μέγας τὸν τῆς χήρας υἱὸν ἀποθανόντα ἀνέστησεν, ὡς ἔστιν μαθεῖν ἐκ τῆς τρίτης τῶν Βασιλειῶν;
ὁ δὲ καὶ τοῦτ’ ἀγνοήσας φαίνεται, δι’ ὧν ταῦθ’ οὕτως γράφει (Nr. 2) οὐ μόνον τοίνυν τῆς »καινῆς κτίσεως« πρωτότοκον αὐτὸν ὁ ἀπόστολος εἶναι φησίν, ἀλλὰ καὶ πρωτότοκον »ἐκ νεκρῶν«, δι’ οὐδὲν ἕτερον, ἐμοὶ δοκεῖν, ἀλλ’ ἵνα διὰ τοῦ πρωτοτόκου »τῶν νεκρῶν«, ὅπως καὶ »πρωτότοκος ἁπάσης κτίσεως« εἴρηται, γνωσθῆναι δυνηθῇ. οὐ γὰρ ἐκ νεκρῶν ἀνέστη πρῶτος ὁ δεσπότης ἡμῶν Ἰησοῦς Χριστός· ἀλλ’ ὁ δι’ Ἐλισσαίου τοῦ προφήτου ἀναστὰς ἀνέστη πρότερος, καὶ Λάζαρος δὲ πρὸ τῆς αὐτοῦ ἀναστάσεως ἀνέστη, καὶ ἐν τῷ καιρῷ τοῦ πάθους »πολλὰ σώματα τῶν κεκοιμημένων« ἀνέστησαν.
καὶ τοῦτο δὲ ἀθεωρήτως δοκεῖ μοι τεθεικέναι ὁ Μάρκελλος, λέγω δὲ τὸ »πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων« πρὸ αὐτοῦ ἐγεγέρθαι. οὐ γὰρ προσέσχεν ὄλῃ τῇ τοῦ εὐαγγελίου γραφῇ διδασκούσῃ, ὅτι »μετὰ τὴν 〈ἔγερσιν〉 αὐτοῦ« τὰ τῶν ἁγίων ἐγήγερται σώματα.
εὕροις δ’ ἂν αὐτὸν σφαλλόμενον καὶ ἐν τῇ τοῦ ἀποστολικοῦ ῥητοῦ ἐκθέσει. ὁ μὲν γὰρ θεῖος ἀπόστολος Ῥωμαίοις γράφων τάδε φησὶν »ἀφωρισμένος εἰς εὐαγγέλιον θεοῦ, ὃ προεπηγγείλατο διὰ τῶν προφητῶν αὐτοῦ ἐν γραφαῖς ἁγίαις περὶ τοῦ υἱοῦ αὐτοῦ τοῦ γενομένου ἐκ σπέρματος Δαυὶδ κατὰ σάρκα, τοῦ ὁρισθέντος υἱοῦ θεοῦ ἐν δυνάμει κατὰ πνεῦμα ἁγιωσύνης«.
ὁ δέ. οὐκ οἶδα ποίᾳ διανοίᾳ, κἀνταῦθα διαστρέφει τὴν ἀποστολικὴν λέξιν. ἀντὶ τοῦ »ὁρισθέντος« ποιήσας προορισθέντος, ἵν’ ᾗ ὅμοιος τοῖς »κατὰ πρόγνωσιν« προορισθεῖσιν.
λέγει οὖν κατὰ λέξιν οὕτως (Nr. 16) ὥσπερ οὗν τὴν ἐκκλησίαν πάλαι προωρίσατο ὁ παντοκράτωρ θεός, οὕ〈τω〉 καὶ τὴν κατὰ σάρκα τοῦ Χριστοῦ οἰκονομίαν, δι’ οὗ τὸ τῶν θεοσεβῶν γένος »εἰς υἱοθεσίαν« καλέσαι προωρίσατο, πρότερον θεμελιώσας ἐν τῇ αὐτοῦ διανοίᾳ. διὰ τοῦτο ὁ ἀπόστολος τῷ ἁγίῳ πνεύματι σαφῶς προαγορεύει »τοῦ προορισθέντος υἱοῦ θεοῦ« λέγων. καὶ αὐθίς φησιν ἐν ἑτέροις (Nr. 109) οὗτός ἐστιν περὶ οὗ ὁ Παῦλος ἔφη »τοῦ προορισθέντος υἱοῦ θεοῦ«.
καὶ ἐνταῦθα δὲ οὐ τὴν λέξιν μόνην τὴν ἀποστολικὴν παρέφθειρεν, ἀλλὰ καὶ τὴν διάνοιαν αὐτὴν διὰ τῆς προσθήκης τῆς τοῦ πρὸ προθέσεως. ἀδελφὰ δὲ τούτοις πράττων, τῆς ψαλμῳδίας περιεχούσης »ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε«, | ὁ δὲ κἀνταῦθα προσθήκῃ κέχρηται τῇ μηδαμῶς ἐμφερομένῃ πρὸς τὸ καταμέμφεσθαι τῷ μὴ ὁμοίως αὐτῷ φάσκοντι.
ἐπάκουσον οὖν ὅπως γράφει λέγων (Nr. 23) διὰ τοῦτο τοίνυν δοκεῖ μοι καλῶς ἔχειν ἔτι περὶ ὧν μηδέπω πρότερον διῆλθον νυνὶ διελθεῖν.
τὰ γὰρ πλεῖστα τῶν ὑπ’ αὐτοῦ γραφέντων ἐκ τῶν ἤδη προειρημένων ἡμῖν γέγονεν δῆλα. »ἐκ γαστρὸς« φησὶν »πρὸ ἑωσφόρου ἐξεγέννησά σε« ᾤετο γὰρ πάντως που τὴν ἐξ πρόθεσιν κλαπεῖσαν συνδραμεῖσθαι τῇ τῆς αἱρέσεως γνώμῃ. διὸ τὸ κυριώτατον τῆς συλλαβῆς ἐξελὼν τὴν ἀρχαίαν αὐτοῦ ἀναγέννησιν σημῆναι ἐβουλήθη. καὶ ἐπειδήπερ ἐν τούτοις ἰσχυρῶς διετείνατο περὶ τοῦ οἰκείου σφάλματος τὸν ὀρθῶς γράψαντα μεμψάμενος, οὐδὲν αὐτὸς εἰπών, τοῖς ἐντυγχάνουσιν τὴν αὐτὴν τῆς ἀναγνώσεως παραδίδωσι μαρτυρίαν.
προϊὼν δ’ αὖθις ὁ αὐτὸς εἰσάγει τὸν σωτῆρα λέγοντα »ἐγώ εἰμι ἡ ἡμέρα«, ὧδέ πη φάσκων (Nr. 25) σκότους γὰρ ὄντος πρότερον διὰ τὴν τῆς θεοσεβείας ἄγνοιαν, τῆς δὲ ἡμέρας φαίνεσθαι μελλούσης (»ἐγὼ« γάρ »εἰμι« φησὶν »ἡ ἡμέρα«) εἰκότως τὸν ἀστέρα ἑωσφόρον ὀνομάζει.
καὶ ἐν ἑτέρῳ τόπῳ φησὶν (Nr. 37) ἐπειδὴ [τὴν] μετὰ τὴν τῆς σαρκὸς ἀνάληψιν Χριστός τε καὶ Ἰησοῦς κηρύττεται, ζωή τε καὶ ὁδὸς καὶ ἡμέρα. καὶ αὖθις προϊὼν τοῦ ἀποστόλου τίθησιν τὸ (Nr. 1) »ἡ δὲ ἡμετέρα Ἱερουσαλὴμ ἄνω ἐστίν«.
καὶ τί με δεῖ μηκύνειν, παρὸν τῷ βουλομένῳ ἐκ τῶν εἰρημένων τὰ παραπλήσια ἐκ τοῦ παντὸς συγγράμματος ἀναλέγεσθαι καὶ τὸ εὐχερὲς τοῦ ἀνδρὸς ἐποπτεύειν. ἐξ ἧς εὐχερείας ἀκούσει αὐτοῦ τὸν Σολομῶνα προφήτην ἀποκαλοῦντος πολλάκις καὶ τὰς Παροιμίας προφητείας ὀνομάζοντος·
ὥσπερ οὖν ἐν οἷς φησιν (Nr. 110) τούτου γὰρ χάριν ὁ ἁγιώτατος προφήτης Σολομὼν »δέξασθαί τε στροφὰς λόγων« ἔφη, καὶ πάλιν »ῥήσεις τε σοφῶν καὶ αἰνίγματα« τὴν παροιμίαν προφητείαν ὀνομάζει, καὶ αὖθις (Nr. 111) διό μοι δοκεῖ ὁ σοφώτατος οὗτος προφήτης καὶ τὰ πρῶτα ῥήματα τῆς προφητείας παροιμιωδῶς εἰρηκέναι.
καὶ δεύτερον δὲ καὶ τρίτον καὶ πολλάκις, ὡς ἔφην, τοῦτο ποιεῖ, ἀγνοῶν ὅτι »διαιρέσεις χαρισμάτων εἰσὶν« εἰ καὶ τὸ »αὐτὸ πνεῦμα« καὶ ἄλλῳ μὲν »δίδοται λόγος σοφίας« κατὰ τὸν ἀπόστολον. »ἄλλῳ λόγος γνώσεως κατὰ τὸ αὐτὸ πνεῦμα, ἑτέρῳ πίστις ἐν τῷ αὐτῷ πνεύματι, ἄλλῳ προφητείαι. διόπερ ὁ Σολομὼν σοφίας μὲν εἰληφὼς χάρισμα μεμαρτύρηται· |
»καὶ ἔδωκεν γὰρ κύριος τῷ Σολομῶνι σοφίαν« , ὡς ἡ γραφή φησιν. »καὶ ἐσοφίσθη ὑπὲρ πάντας ἀνθρώπους«· οὕτε δὲ τὸν βίον προφητικὸν ἐσχηκὼς οὕτε τὸν τῆς προφητείας χαρακτῆρα, τὸν ἀπὸ τοῦ »τάδε λέγει κύριος« τῶν τε ὁμοιοτρόπων γνωριζόμενον, διὰ τῶν οἰκείων ἐμφαίνει λόγων.
ὁ δὲ τούτων οὐδὲν ἰδών, ὥσπερ τι χαριζόμενος τῷ ἀνδρὶ προφήτην αὐτὸν καλεῖ, οὐ συνιεὶς ὅτι οἱ προφῆται »περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι. θλιβόμενοι, κακουχούμενοι«. καὶ τὰς Παροιμίας δὲ αὐτοῦ προφητείαν εἶναι λέγει, [εἰ] μηδαμοῦ τῆς θείας γραφῆς διδασκούσης, αὐτοῦ δὲ τοῦ σοφωτάτου σὺν θείῳ πνεύματι ταύτῃ μὲν τῇ βίβλῳ ΠΑΡΟΙΜΙΑΙ ὄνομα θέντος, τῇ δὲ ἑτέρα ΕΚΚΛΙΣΙΑΣΙΑΣΤΗΣ καὶ τῇ τρίτῃ ΑΙΣΜΑΤΑ ΑΙΣΜΑΤΩΝ,
οὐκ ἀθεεὶ οὐδ’ ἀνθρωπίνῳ λογισμῷ ταύταις ἐπιβάλλοντος ταῖς ἐπηγορίαις. ἀλλὰ καὶ αὐτὴν τὴν θεόπνευστον αὐτοῦ γραφὴν δι’ Ἑλληνικῶν πειρᾶται παραδειγμάτων ἑρμηνεύειν. οὐκ ἐπακούσας Παύλου τοῦ ἀποστόλου λέγοντος »ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν ἀλλὰ τὸ πνεῦμα τὸ ἐκ τοῦ θεοῦ, ἵνα ἴδωμεν τὰ ὑπὸ τοῦ θεοῦ χαρισθέντα ἡμῖν· ἃ καὶ λαλοῦμεν οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ’ ἐν διδακτοῖς πνεύματος ἁγίου, πνευματικὰ ‹πνευματικοῖς› συγκρίνοντες. ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος τοῦ θεοῦ· μωρία γὰρ αὐτῷ ἐστιν. καὶ οὐ δύναται γνῶναι, ὅτι πνευματικῶς ἀνακρίνεται«. καὶ ταῦτα δὲ ἀγνοήσας ὁ γενναῖος πειρᾶται ἡμῖν ἐξ Ἑλληνικῶν ἀναγνωσμάτων τὴν τῶν θείων Παροιμιῶν διάνοιαν παρατιθέναι, τοῦτον γράφων αὐτοῖς ῥήμασιν τὸν τρόπον
Chapter 3
(Nr. 112) Οὐδὲν γὰρ ἄτοπον. οἶμαι, ἐν τῷ παρόντι ὀλίγον τῶν ἔξωθεν ὑπομνῆσαί σε παροιμιῶν. ΑΛΛ’ Η ΤΕΘΝΗΚΕΝ Η ΔΙΔΑΣΚΕΙ ΓΡΑΜΜΑΤΑ. ταύτην τὴν
παροιμίαν πρὸς μὲν τὸ φαινόμενον τοῦ γράμματος ὑπολάβοι ἄν τις κατὰ τῶν γράμματα διδασκόντων εἰρῆσθαι· ἐπεὶ καὶ ἕτερός τις τῶν παρ’ αὐτοῖς »ἐδίδασκες γράμματα, ἐγὼ δ’ ἐφοίτων« ἔφη. τὸ δ’ οὐχ οὕτως ἔχειν οἱ τὰ ὑπομνήματα γράψαντες ἔφασαν· ἀλλ’ ἐπειδὴ Ἀθηναίους Σικελιῶται, φασίν, πολέμῳ νικήσαντες μόνους ἔσωζον τοὺς παιδείαν σκηπτομένους, διδασκάλους αὐτοὺς τοῖς παισὶν ἄγοντες, τοὺς δὲ ἄλλους πάντας ἐφόνευον, ἐξ αὐτῶν δή τινας φυγόντας καὶ ἐπανελθόντας ἐρωτωμένους τε ὑπὸ Ἀθηναίων περί τινων διαφερόντων αὐτοῖς ἔφασαν εἰρηκέναι ΑΛΛ’ Η TEΘΝΗΚΕΝ. Η ΔΙΔΑΣΚΕΙ ΓΡΑΜΜΑΤΑ.
τί δὲ καὶ τὸ ΑΙΞ ΤΗΝ ΜΑΧΑΙΡΑΝ; νομίσειεν ἄν τις [εἰρῆσθαι], ἵνα θῶ πρότερον τὰ περὶ αὐτῆς λεγόμενα, πάντως που διὰ ‹τὸ› τὴν θυομένην αἶγα εἰς τὴν μάχαιραν ἀφορᾶν εἰρῆσθαι τὴν παροιμίαν. ἀλλ’ οὔτι γε τοῦτ’ ἔφασαν οἱ παλαιοί· οὐδὲ γὰρ παροιμία ἦν ἂν ἡ λεχθεῖσα, εἴγε τοῦθ’ οὕτως εἶχεν (τοῦτο γὰρ ἀκόλουθον ἦν ἐκ τῶν φαινομένων ἐννοεῖν), ἀλλ’ ἐπὶ τῶν ἑαυτοῖς κακὰ προξενούντων εἰρῆσθαι τοῦτό φασιν. φασὶν γὰρ Μήδειαν ἐν Κορίνθω τὰ τέκνα ἀποκτείνασαν κατακρύψαι τὴν μάχαιραν αὐτόθι· τοὺς δὲ Κορινθίους κατὰ χρησμὸν αὐτοῖς δοθέντα αἶγα μέλαιναν ἐναγίζοντας ἀπορεῖν μαχαίρας, τὴν δὲ αἶγα σκάλλουσαν τῷ ποδὶ τὴν Μηδείας ἀνευρεῖν μάχαιραν καὶ αὐτῇ τυθῆναι.
τί δὲ τὸ ΑΛΙΣ ΔΡΥΟΣ σημαίνει; φησί τις· οὐ γὰρ δυνατὸν ἐκ τοῦ προχείρου γιγνώσκειν τὴν παροιμίαν. οἱ παλαιοί, ὡς ἔφασαν, πρὸ τῆς τοῦ σίτου γεωργίας βαλανηφαγοῦντες, ἐπειδὴ ὡς ᾤοντο ὁ καρπὸς οὗτος ὕστερον εὑρέθη, ἐκείνῳ προσέχοντες τὸν νοῦν καὶ τῇ μεταβολῇ προσχαίροντες ΑΛΙΣ ΔΡΥΟΣ ἔλεγον· καὶ τοῦτο τὴν παροιμίαν ἔφασαν εἶναι.
αὖθίς τε ἑτέρας παροιμίας ὑπὸ πλείστων τῶν παρ’ αὐτοῖς σοφῶν ἐν πλείστοις καὶ διαφόροις βιβλίοις εἰρημένης, τίνα περὶ αὐτῆς γεγράφασιν οἱ τὰς παροιμίας ἑρμηνεῦσαι προελόμενοι ἀναγ καῖον ἐν τῷ παρόντι μνημονεῦσαι, * * * ἀλλ’ ἵν’ ἐλέχξωμεν Ἀστέριον, καὶ ἀπὸ τῶν ἔξωθεν αὐτὸν μαθημάτων εἰδότα μὲν ἀκριβῶς τὸ τῆς παροιμίας ἐξαίρετον, ἐν δὲ τῷ παρόντι ἄγνοιαν προσποιηθέντα, ἵνα τὸ ἑαυτοῦ βούλημα διὰ τῆς τοῦ παροιμιώδους ῥητοῦ χρήσεως πιθανῶς κατασκευάζειν δόξῃ. ἔστιν δὲ ΓΛΑΥΚΟΥ ΤΕΧΝΗ. ταύτης οἱ ἔξωθεν σοφοὶ τῆς παροιμίας μνημονεύσαντες διαφόρως αὐτὴν ἐξηγήσαντο. |
ὁ μὲν γὰρ αὐτῶν τις ἔφη, Γλαῦκόν τινα ἐπιστήμονα τέχνης τινὸς γεγονότα † πολλῶν οὖσαν θαυμασιωτάτην, ἀπολέσθαι ἄμα ἐκείνῳ κατὰ θάλατταν, μηδενός πω διακηκοότος αὐτῆς. ἕτερος δέ, τὴν ἐπ’ ἄκρον μουσικῆς ἐμπειρίαν μαρτυρήσας τῷ Γλαύκῳ. τοὺς κατασκευασθέντας ὑπ’ αὐτοῦ δίσκους χαλκοῦς φησιν τέσσαρας, πρὸς τὸ ἐμμελῆ τινα τῆς κρούσεως τὴν συμφωνίαν τῶν φθόγγων ἀποτελεῖν· ἔνθεν τε εἰρῆσθαι τὴν παροιμίαν.
ἄλλος δέ τις Ἀλυαττικῶν ἀναθημάτων φησὶν ἀνακεῖσθαι κρατῆρα καὶ ὑποκρατήριον θαυμάσιον, Γλαύκου Χίου ποίημα. ἕτερος δέ. Γλαῦκον αὐτὸν ἀναθεῖναι εἰς Δελφοὺς τρίποδα χαλκοῦν, οὕτω δημιουργήσαντα τοῖς † παχέως τε κρουομένου, τούς τε πόδας, ἐφ’ ὧν βέβηκεν, καὶ τὸ ἄνω περικείμενον καὶ τὴν στεφάνην τὴν ἐπὶ τοῦ λέβητος καὶ τὰς ῥάβδους διὰ μέσου τεταγμένας φθέγγεσθαι λύρας φωνῇ. καὶ αὖθις ἕτερος, ἀπὸ Γλαύκου τινὸς δόξαντός τι πλέον πεποιηκέναι εἰρῆσθαι τὴν παροιμίαν.
ὁρᾶς, ὅπως τὸ δυσχερὲς τῆς παροιμίας καὶ διὰ τούτου δείκνυται, διὰ τοῦ μηδὲ ἐπὶ τῆς αὐτῆς ἑρμηνείας στῆναι τοὺς τὴν παροιμίαν ταύτην ἐξηγήσασθαι βουληθέντας. οὕτως δυσεύρετόν τι πρᾶγμα τὸ τῆς παροιμίας καὶ παρὰ τοῖς ἔξωθεν εἶναι δοκεῖ. διὸ καί τις τῶν παρ’ αὐτοῖς σοφῶν συναγαγὼν τὰς ὑπὸ πολλῶν καὶ διαφόρως λεχθείσας παροιμίας, εἰς αὐτὰς γέγραφεν ἕξ βιβλία, δύο μὲν τῶν ‹ἐμ›μέτρων, τῶν δὲ ἀμέτρων τέσσαρα.
ταύτας δὲ παροιμίας ὠνόμασαν οἱ ἔξωθεν δι’ οὐδὲν ἕτερον, ἐμοὶ δοκεῖν, ἀλλ’ ἐπειδὴ ταῖς τοῦ σοφωτάτου Σολομῶνος Παροιμίαις ἐντυχόντες καὶ γνόντες δι’ αὐτῶν ὅτι οὐδέν ἐστιν ἐκ τοῦ προχείρου σαφῶς τῶν ἐν αὐταῖς εἰρημένων μαθεῖν, καὶ αὐτοὶ ζηλῶσαι τὸ προφητικὸν βουληθέντες γράμμα τὸν αὐτὸν ἐκείνῳ γεγράφασι τρόπον. εἶτα ὡς μηδὲν ἕτερον ὄνομα κυριώτερον ἐκείνου ἐπινοῆσαι δυνηθέντες καὶ ταύτας παροιμίας ὠνόμασαν.
διὰ τοιούτων Μάρκελλος παραθέσεων τὴν ἐκκλησίαν τοῦ θεοῦ διδάσκειν τὰς θεοπνεύστους νοεῖν πειρᾶται γραφάς. ὅλην δὲ ταύτην παρεθέμην τὴν μακρὰν καὶ ἀδόλεσχον περιττολογίαν δεῖξαι βουλόμενος αὐτοῦ τὴν ἄνοιαν τῆς πολλῆς καὶ ἀκαίρου φιλοτιμίας, ᾗ κέχρηται ὁ ἀνήρ, τῶν μὲν Ἑλληνικῶν λόγων ἐπιδεικτικῶς, τῶν δὲ θείων ἀμνημόνως.
οὐ γὰρ ἄν ποτε εἰς τοσαύτην ἐξέπιπτε φλυαρίαν, εἰ τῶν ἀποστολικῶν ἐμέμνητο παραγγελμάτων, δι’ ὧν παραινεῖ χρῆναι »τὰ ὑπὸ τοῦ θεοῦ χαρισθέντα ἡμῖν « λαλεῖν | ὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ’ ἐν διδακτοῖς πνεύματος, πνευματικὰ πνευματικοῖς συγκρίνοντας« ,
οὐδὲ νοήσας ὅπως ἐλέχθη τὸ ψυχικὸς ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος τοῦ θεοῦ, μωρία γὰρ αὐτῷ ἐστίν, καὶ οὐ δύναται γνῶναι, ὅτι πνευματικῶς ἀνακρίνεται«. ταῦτα δὲ ἀγνοήσας τοὺς Ἑλλήνων σοφοὺς ὑπέλαβεν γνῶσιν ἐσχηκέναι τῆς ὑπὸ τοῦ θεοῦ τῷ Σολομῶνι χαρισθείσης σοφίας καὶ γνόντας ζηλῶσαι τὸ προφητικόν, ὡς αὐτός φησιν, γράμμα.
καὶ πῶς οἷοί τ’ ἦσαν γνῶναι τὰ θεῖα καὶ ζηλῶσαι οἱ ψυχικοὶ καὶ οὐκ εἰδότες »πνευματικὰ πνευματικοῖς« συγκρίνειν, τοῦ θείου ἀποστόλου ἀποφηναμένου ψυχικὸν ἄνθρωπον μὴ δέχεσθαι τὰ τοῦ πνεύματος τοῦ θεοῦ« ; τοῦ δ’ αὐτοῦ φήσαντος μὴ δύνασθαι γνῶναι τὸν ψυχικὸν τὰ πνευματικά, »ὅτι πνευματικῶς ἀνακρίνεται«, ἀντιδοξάζων ὁ γενναῖος τῷ ἀποστόλῳ φάσκει τὸν αὐτὸν τρόπον τῷ Σολομῶνι γεγραφέναι τοὺς τὰς Ἑλληνικὰς παροιμίας πεποιημένους.
λέγει δ’ οὖν ἐπὶ λέξεως (Nr. 112) ἐπειδὴ ταῖς τοῦ σοφωτάτου Σολομῶνος Παροιμίαις ἐντυχόντες καὶ γνόντες δι’ αὐτῶν ὅτι οὐδέν ἐστιν ἐκ τοῦ προχείρου σαφῶς τῶν ἐν αὐταῖς εἰρημένων μαθεῖν, καὶ αὐτοὶ ζηλῶσαι τὸ προφητικὸν βουληθέντες γράμμα τὸν αὐτὸν ἐκείνῳ γεγράφασι τρόπον. σκέψαι δὲ καὶ ἄλλως ἐξ αὐτῶν τῶν παραθέσεων ὅσον τῆς ἀληθείας διήμαρτεν, εἰπὼν τοὺς παρ’ Ἕλλησιν τὸν αὐτὸν τῷ Σολομῶνι γεγραφέναι τρόπον.
ὁ μὲν γὰρ Σολομὼν θεοδωρήτῳ σοφίᾳ κινούμενος πᾶσαν αὐτοῦ τὴν γραφὴν ἐπ’ ὠφελείᾳ καὶ σωτηρίᾳ ψυχῶν τῷ τῆς θεοσεβείας ἀνετίθει λόγῳ, γυμνασίου δ’ ἕνεκεν τῆς τῶν ἐντυγχανόντων διανοίας σκοτεινοῖς ἐχρῆτο προβλήμασιν καὶ λόγων στροφαῖς καὶ φωναῖς δι’ αἰνιγμάτων προενηνεγμέναις. καὶ τοῦτο δ’ ἐν ἀρχῇ τῆς βίβλου μαρτύρεται λέγων » τῶνδε γὰρ ἀκούσας σοφὸς σοφώτερος ἔσται, ὁ δὲ νοήμων κυβέρνησιν κτήσεται, νοήσει τε παραβολὴν σκοτεινῶν λόγων, ῥήσεις τε σοφῶν καὶ αἰνίγματα« ,
καὶ πάλιν »δέξασθαι στροφὰς λόγων« . ἃ δὴ καὶ οὕτως ἔχοντα ἐκ τῶν ἐμφερομένων τῇ βίβλῳ καταμαθεῖν ῥᾴδιον, ἄλλως οὐ δυναμένων νοηθῆναι ἢ διιόντων ἡμῶν ἐκ τῆς προχείρου λέξεως ἐπὶ τὸν ἐξ αὐτῆς θεωρούμενον νοῦν· οἷόν ἐστιν τὸ »τῇ βδέλλῃ τρεῖς θυγατέρες ἦσαν ἀγαπήσει ἀγαπώμεναι, καὶ αἱ τρεῖς αὗται οὐκ ἐνεπίπλασαν αὐτήν. καὶ ἡ τετάρτη οὐκ ἠρκέσθη εἰπεῖν ἱκανόν«, |
καὶ »ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον, καὶ ὑπήρεισεν στύλους ἑπτά· ἔσφαξεν τὰ ἑαυτῆς θύματα, ἐκέρασεν εἰς κρατῆρα τὸν ἑαυτῆς οἶνον« , καὶ ὅσα ἄλλα τούτοις παραπλήσια, οὐχ ἑτέρως δυνατὰ νοεῖσθαι, οὔτε προχείρως οὔτε ἔκ τινος ἱστορίας, εἰ μὴ κατὰ μόνην μεταφορὰν καὶ ἀναστροφὴν τῆς λέξεως. αἱ δ’ ἐκτεθεῖσαι τῶν Ἑλλήνων παροιμίαι ἀπό τινων ἱστοριῶν τὰς ἀρχὰς εἰλήφασιν.
τὸ γὰρ Η ΤΕΘΝΗΚΕΝ Η ΔΙΔΑΣΚΕΙ ΓΡΑΜΜΑΤΑ διὰ τήνδε, φησίν, ἐλέχθη τὴν ἱστορίαν, καὶ δι’ ἑτέραν πάλιν γενομένην τοιανδὶ πρᾶξιν τὸ ΑΙΞ ΤΗΝ ΜΑΧΑΙΡΑΝ εἴρηται· καὶ τὸ ΑΛΙΣ ΔΡΥΟΣ ὡσαύτως, διὰ τὸ βαλανηφαγοῦντάς ποτε παύσασθαι τῆς τοιαύτης τροφῆς. εἰ δὲ καὶ Γλαῦκός τις ἐπιστήμων τέχνης τινὸς γεγονὼς διαφόρως ἐμνημονεύθη παρὰ τοῖς μετὰ ταῦτα διαφωνήσασιν ἐν τῷ περὶ αὐτοῦ λόγῳ, τί τοῦτο πρὸς τὰς θεοπνεύστους Παροιμίας; οὐ γὰρ ὁμοίως ταῖς Ἑλληνικαῖς παροιμίαις καὶ αὗται ἔκ τινος ἱστορίας τὴν λύσιν ἐπιδέχονται. ἀμαθῶς ἄρα καὶ ἀπείρως τῆς τῶν θείων γραφῶν θεωρίας οὐ μόνον, ἀλλὰ καὶ ἐναντίως τῷ…
το…
The complete text is available when the reading interface loads.