The Greek Library Author

Eusebius of Caesarea

περὶ τῆς ἐκκλησιαστικῆς θεολογίας

Author namesEusèbe de Césarée · Eusebe de Cesaree · Eusebius of Caesarea · Eusebius Caesariensis

Scientific editors
Erich Klostermann
Edition reference
Eusebius Werke · Leipzig · J. C. Hinrichs · 1906
CTS identifier
urn:cts:greekLit:tlg2018.tlg009.local002
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Book 1

Chapter Pin

Τάδε τὸ α′ περιέχει σύγγραμμα.

αʹ ὅτι μάτην Σαβέλλιον διέβαλλεν Μάρκελλος τὰ ἴσα αὐτῷ δοξάζων. βʹ ὅτι τῇ ἐκκλησίᾳ τοῦ θεοῦ ἡ Χριστοῦ χάρις τὴν περὶ πατρὸς καὶ υἱοῦ γνῶσιν ἐξαίρετον ἐδωρήσατο. γʹ ὅτι ποικίλως ἐσφάλησαν οἱ ἑτερόδοξοι ἐν τῷ περὶ υἱοῦ λόγῳ. δʹ ὅτι μάτην Χριστιανοὺς ἑαυτοὺς λέγουσιν οἱ μὴ ὑφεστάναι τὸν υἱὸν τοῦ θεοῦ ὁμολογοῦντες. εʹ ὅπως Μάρκελλος τὸν υἱὸν τοῦ θεοῦ ἠρνεῖτο τὴν Σαβελλίου αἵρεσιν μιμούμενος. ϛʹ ὅπως ἡ ἐκκλησία τοῦ θεοῦ πιστεύει. ζʹ ὅπως οἱ ἑτερόδοξοι διαφόρως τῆς περὶ τοῦ υἱοῦ θεολογίας ἐκπεπτώκασιν. η′ παράθεσις τῆς ὑγιοῦς καὶ ἐκκλησιαστικῆς ὀρθοδοξίας. θʹ ὅτι μὴ τοῖς πολλοῖς κτίσμασιν ὁμοίως καὶ ὁ υἱὸς ὑπέστη. ιʹ ὅτι μόνος ἐκ τοῦ πατρὸς γεννηθεὶς εἰκότως καὶ θεὸς καὶ μονογενῆς υἱὸς μόνος αὐτὸς ἀνείρηται. | ιαʹ ὅπως ἕνα θεὸν ἡ ἐκκλησία γνωρίζει, καίτοι τὸν υἱὸν θεὸν ἐκ θεοῦ εἶναι παραδεχομένη. ιβʹ ὡς ἄρρητος αὐτοῦ ἡ ἐκ τοῦ πατρὸς γέννησις. ιγʹ ὅτι ἀναγκαία καὶ σωτήριος τοῖς πᾶσιν ἡ τοῦ υἱοῦ ἐπιστασία. ιδʹ ὅτι εὐλόγως ἡ ἐκκλησία τὰ αὐτὰ φρονήσαντα Σαβελλίῳ Μάρκελλον ἀπεδοκίμασεν. ιεʹ ὁποίοις ῥήμασιν Μάρκελλος τὸν Σαβέλλιον ἔκοπτεν, προσποιούμενος μὴ τὰ ἴσα αὐτῷ φρονεῖν. ιςʹ ὅπως ἁλίσκεται διὰ τῶν αὐτοῦ φωνῶν τὰ αὐτὰ τῷ Σαβελλίῳ δοξάζων. ιζʹ ὅπως ἠρνεῖτο γυμνῇ τῇ κεφαλῇ τὴν ὑπόστασιν τοῦ υἱοῦ. ιηʹ ὅπως πρὸ τῆς ἐνανθρωπήσεως οὐδὲν ἕτερον ἔφασκεν εἶναι τὸν υἱόν, ἢ λόγον αὐτὸ μόνον ὅμοιον τῷ παρ’ ἀνθρώποις. ιθʹ ὅπως αἱ θεῖαι γραφαὶ οὐ μόνον λόγον ἀλλὰ καὶ μυρία ἕτερα καὶ πρὸ τῆς ἐνανθρωπήσεως ὠνόμαζον τὸν υἱὸν τοῦ θεοῦ. κʹ παραθέσεις καὶ ἑρμηνεῖαι μερικαὶ τῶν ἀπὸ τῆς θείας γραφῆς ἀποδείξεων ἐν ὅλοις λʹ κεφαλαίοις.

Chapter Pref

Ἐγὼ μὲν ᾤμην ἐξαρκεῖν τὰς τῶν αὐτοῦ Μαρκέλλου φωνῶν παραθέσεις, ἃς διὰ τῶν ἔμπροσθεν ἀνελεξάμην, πρὸς τὸν καθ’ ἑαυτῶν ἔλεγχον. οὕτω γὰρ προφανῆ καὶ ἀδιάτρεπτον τὴν ἄρνησιν τοῦ υἱοῦ τοῦ θεοῦ περιεῖχον, ὡς καὶ δίχα πάσης ἀντιρρήσεως τοῖς τῆς ἐκκλησίας τοῦ θεοῦ τροφίμοις φευκτὸν εἶναι τὸν ἐν αὐτοῖς λόγον.

ἐπεὶ δὲ διεσκεψάμην, μήποτ’ ἄρα τινὲς τῆς ἐκκλησιαστικῆς θεολογίας ὑποσυρεῖεν τῇ πολλῇ | παραθέσει, ᾗ κέχρηται ὁ ἀνὴρ εἰς πίστωσιν ὧν ᾤετο αὐτῷ συμβαλεῖσθαι, καὶ τούτων ἔκρινα δεῖν ἐπὶ τοῦ παρόντος τὸν ἔλεγχον ἐκφῆναι, ὡς ἂν μάθοι πᾶς ὅτι μηδὲ εἷς αὐτῷ λόγος τῆς ἐνθέου γραφῆς ἀρνουμένῳ τὸν υἱὸν τοῦ θεοῦ συνῳδὸν παρείχετο μαρτυρίαν, πάντες δ’ ἄντικρυς αὐτῷ τὴν ἐναντίαν ἐφθέγγοντο φωνὴν ‹ἀ›διαστρόφως τὰς οὐκ ὀρθῶς αὐτοῦ τῶν θείων γραφῶν παρεξηγήσεις εὐθύνοντες. συνάψω δὲ κατὰ τὸ αὐτὸ τῇ τούτων φώρᾳ τὴν τοῦ σωτῆρος ἡμῶν θεολογίαν. νεώτερον μὲν λέγειν ἔχων οὐδέν, οὐδ’ ἐμαυτοῦ σοφόν τι καὶ οἰκεῖον εὕρεμα, τῆς δ’ ἐκκλησίας τοῦ θεοῦ τὴν ἀδιάφθορον διδασκαλίαν προϊσχόμενος, ἣν παρὰ τῶν αὐτοπτῶν καὶ αὐτηκόων τοῦ λόγου ἄνωθεν ἐξ ἀρχῆς παραλαβοῦσα φυλάττει.

Chapter 1

πρὸ δὲ τῆς τούτων ἐξετάσεως, ἐπειδὴ μεταξὺ τοῦ συγγράμματος τὸν Σαβέλλιον ὑπ’ αὐτοῦ κοπτόμενον εὗρον, καταπλαγεὶς τῆς ἠλιθιότητος τὸν ἄνδρα. ὡς οὐκ ἐφείσατο κακῶς ἀγορεῦσαι ὃν πάντων μᾶλλον ἐπαινεῖν αὐτὸν ἐχρῆν ὁμόδοξον αὐτῷ καὶ ὁμογνώμονα γεγονότα, οὐχ ἡγησάμην ἀντιπαρελθεῖν σιγῇ τὸν λόγον, παραδοῦναι δὲ καὶ τούτου ἔλεγχον τῷ παρόντι γράμματι. τὸ μὲν γὰρ τοὺς τοῦ θεοῦ λειτουργοὺς πρὸς αὐτοῦ διαβεβλῆσθαι εἰ καὶ αὐτῷ μὲν ψόγον τοῖς δ’ ἐλευθερουμένοις τῆς πρὸς αὐτὸν κοινωνίας εὐδοξίαν ἐπήγαγεν,

ὅμως εἴχετό τινος εἰκότος τὸ δοκεῖν τὰ μὴ αὐτῷ φίλα φαυλίζειν· τὸ δὲ λαθεῖν κόπτοντα αὑτὸν διὰ τῆς τοῦ ὁμογνώμονος δυσφημίας ἀναιδείας ἔμοιγε δοκεῖ ἅμα καὶ ἀναισθησίας ὑπάρχειν. ὅτι δὲ ταῦθ’ οὕτως ἔχει, γένοιτ’ ἂν ἔλεγχος αὐτὸς ἑαυτοῦ, υἱοπάτορα τὸν θεὸν κατὰ τὸν Σαβέλλιον, | εἰ καὶ μὴ γυμνῷ τῷ λόγῳ, τῇ γοῦν ἀληθείᾳ εἰσάγων, τῷ τὴν ὑπόστασιν ἀναιρεῖν τοῦ υἱοῦ, ἕνα δὲ θεὸν ὁρίζεσθαι. καὶ τοῦτον ἑαυτοῦ πατέρα καὶ αὖ πάλιν υἱὸν ἀποκαλεῖν ἑαυτοῦ. λόγον γὰρ εἶναι δοὺς τὸν ἐν τῷ θεῷ,

ἕν τε καὶ ταὐτὸν ὄντα αὐτῷ τοῦτον ὁρισάμενος, πατέρα τούτου χρηματίζειν αὐτὸν ἔφη· τόν τε λόγον υἱὸν εἶναι αὐτοῦ, οὐκ ἀληθῶς ὄντα υἱὸν ἐν οὐσίας ὑποστάσει, κυρίως δὲ καὶ ἀληθῶς ὄντα λόγον. ἐπισημαίνεται γοῦν ὅτι μὴ καταχρηστικῶς λόγον. ἀλλὰ κυρίως καὶ ἀληθῶς ὄντα λόγον, καὶ μηδὲν ἕτερον ἢ λόγον.

εἰ δὲ μηδὲν ἕτερον, δῆλον ὡς οὐδὲ υἱὸς ἦν κυρίως καὶ ἀληθῶς, μέχρι δὲ φωνῆς καὶ ὀνόματος καταχρηστικῶς ὠνομασμένος. ἕν τε εἶναι λέγων καὶ ταὐτὸν τῷ θεῶ τὸν λόγον, τὸν σαρκωθέντα καὶ ἐκ τῆς παρθένου τεχθέντα, θεὸν αὐτὸν ἀπέφηνεν. ὃ δὴ πάλαι καὶ πρόπαλαι τὸν Σαβέλλιον φθεγξάμενον ἀπεδοκίμασεν ἡ ἐκκλησία τοῦ θεοῦ, τοῖς ἀθέοις αὐτὸν αἱρεσιώταις ‹ἐγ›καταλέξασα.

Chapter 2

τὸ μὲν γὰρ θεὸν ὁμολογεῖν ἕνα πρὸς ἀντιδιαστολὴν τῆς Ἑλλήνων πολυθέου πλάνης πρῶτοι παρειλήφασιν Ἰουδαίων παῖδες. τὸ δὲ καὶ πατέρα τὸν αὐτὸν υἱοῦ μονογενοῦς γνωρίζειν ἐξαίρετον γέρας ἡ χάρις ἡ σωτήριος τῆ ἔκκλησίᾳ δεδώρηται. υἱὸν δε Ἰησοῦν Χριστὸν μόνον οἶδεν καὶ οὐδένα ἕτερον, οὐ κατὰ τὴν τῆς σαρκὸς ἣν ἀνείληφεν γένεσιν (ταύτην γὰρ δούλου μορφὴν καὶ υἱὸν ἀνθρώπου καλεῖν δεδίδακται), κατὰ δὲ τὴν ἐξ αὐτοῦ τοῦ θεοῦ καὶ πατρὸς πρὸ πάντων αἰώνων ἄγνωστον τοῖς πᾶσιν· καθ’ ἣν τὸ πλήρωμα τῆς πατρικῆς θεότητος καὶ αὐτὸν υἱὸν θεὸν ὑπεστήσατο, οὐκ ἰδιόκτητον καὶ τοῦ πατρὸς ἀφωρισμένην | οὐδ’ ἄναρχόν τινα καὶ ἀγέννητον οὐδὲ ἄλλοθέν ποθεν ξένην καὶ τοῦ πατρὸς ἀλλοτρίαν ἐφελκόμενον θεότητα, ἐξ αὐτῆς δὲ τῆς πατρικῆς μετουσίας ὥσπερ ἀπὸ πηγῆς ἐπ’ αὐτὸν προχεομένης πληρούμενον. μόνῳ γὰρ »ἐν αὐτῷ πᾶν τὸ πλήρωμα« τῆς πατρικῆς ἐνοικεῖν »θεότητος« ὁ μέγας ἐπαίδευσεν ἀπόστολος. διὸ δὴ εἷς θεὸς τῇ ἐκκλησίᾳ τοῦ θεοῦ κηρύττεται, »καὶ οὐκ ἔστιν ἕτερος πλὴν αὐτοὺ«· εἷς δὲ καὶ μονογενὴς τοῦ θεοῦ υἱός, εἰκὼν τῆς πατρικῆς θεότητος, καὶ διὰ τοῦτο θεός.

Chapter 3

ἣν δὴ θεολογίαν οἱ πολλοὶ νοεῖν οὐ χωρήσαντες, ποικίλας ἀτραποὺς ἐπενόησαν πλάνης· α′) οἱ μὲν θεὸν δόντες τὸν υἱόν, τὸν δ’ ἄνθρωπον ὃν ἀνείληφεν ἀρνησάμενοι, β′) οἱ δὲ ψιλὸν ἄνθρωπον ὑποθέμενοι. τὸν δ’ ἐν αὐτῷ θεὸν ἀγνοήσασντες, γ′) οἱ δὲ φόβῳ τοῦ δοκεῖν δεύτερον εἰσηγεῖσθαι θεὸν τὸν αὐτὸν εἶναι πατέρα καὶ υἱὸν ὁρισάμενοι. οὓς ἐκτραπεῖσα ἡ ἐκκλησία τοῦ θεοῦ τῷ τῆς ἀληθείας εὐαγγελικῷ κηρύγματι σεμνύνεται, ἕνα μὲν τὸν ἐπὶ πάντων θεὸν ἔχειν αὐχοῦσα, ἕνα δὲ καὶ υἱὸν μονογενῆ θεὸν ἐκ θεοῦ Ἰησοῦν Χριστὸν ἐπιγραφομένη, σωτῆρα τὸν αὐτὸν καὶ υἱὸν ἀνθρώπου γινόμενον ὁμολογοῦσα, ὄντα μὲν υἱὸν θεοῦ πρὶν ἢ καὶ ἀνθρώπου γενέσθαι, καὶ τοῦτο δὲ γενόμενον ὅπερ οὐκ ἦν δι’ ἄφατον ὑπερβολὴν τῆς τοῦ πατρὸς φιλανθρωπίας.

Chapter 4

ὁ μὲν δὴ τῆς ἀληθείας λόγος ταῦτ’ ἐκ προσώπου βοᾷ τῆς ἐκκλησίας· οἱ δὲ τὸν υἱὸν τοῦ θεοῦ ἀρνούμενοι, ἕνα δὲ θεὸν εἶναι φάσκοντες καὶ οὐδὲν ἕτερον, τί καὶ παρενοχλοῦσιν μάτην τῇ ἐκκλησίᾳ, ταῖς Ἰουδαίων προσομιλεῖν συναγωγαῖς δέον; | τί δὲ καὶ βλασφήμοις σφὰς αὐτοὺς περιπείρουσιν λόγοις, τὸν ἕνα θεὸν συκοφαντοῦντες διτταῖς ἐπηγορίαις, εἰ δὴ τὸν αὐτὸν πατέρα καὶ τὸν αὐτὸν υἱὸν ὑποτίθενται; καὶ τίνος γάρ ἐστιν πατήρ, μηδενὸς ὑφεστῶτος υἱοῦ; τίνος δὲ υἱὸς ἔσται, μὴ προϋπάρχοντος τοῦ γεγεννηκότος; εἷς δὲ ὢν πάντως που αὐτὸς ἔσται ὁ σαρκωθεὶς καὶ παθὼν καὶ τὸν ἐν ἀνθρώποις διανύσας θνητὸν βίον.

Chapter 5

ἀλλὰ ταῦτα λέγοντα Σαβέλλιον ἡ ἐκκλησία τοῦ θεοῦ, ὡς ἄθεα καὶ δυσσεβῆ τολμῶντα, μακρὰν ἤλασεν· ταῦτα δὲ Μάρκελλος ἀνανε οῦσθαι πειρᾶται, προκαλύμματι χρώμενος οὐ πιθανῷ λόγῳ. θεὸν γὰρ ἕνα ὀρθῶς ὁριζόμενος τοῦτον αὐτὸν λόγον ἔχειν ἐν ἑαυτῷ ἡνωμένον καὶ συνημμένον αὐτῷ φησίν· κἄπειτα τοῦ ἑνὸς θεοῦ τὸ μέν τι πατέρα καλεῖ, τὸ δὲ υἱόν, ὡς διπλῆν τινα καὶ σύνθετον οὐσίαν ἐν αὐτῷ εἶναι.

καὶ πόσῳ τούτου κρείττων, ἐν κακῶν ἐκλογῇ, ὁ μὴ διαιρῶν μὲν τὴν ἄναρχον καὶ ἀγέννητον καὶ θεϊκὴν δύναμιν τὸν αὐτὸν δ’ εἶναι ὁμολογῶν γυμνῷ τῷ λόγῳ, πόσῳ δὲ ἑκατέρων βελτίων ὁ Ἰουδαῖος, τὸν ἕνα θεὸν οὐ διαιρῶν εἰς πατέρα καὶ υἱὸν Μαρκέλλῳ παραπλησίως οὐδὲ τὸν αὐτὸν υἱοπάτορα κατὰ τὸν Σαβέλλιον εἰσάγων, ἀλλὰ σέβων μὲν τὸν θεὸν γνωρίζων δὲ καὶ προσδοκῶν τὸν Χριστὸν αὐτοῦ τὸν διὰ τῶν προφητῶν ἥξειν κηρυττόμενον, ὃν ἐλθόντα ἐπεὶ μὴ παρεδέξαντο, δίκην τῆς εἰς αὐτὸν ἀπιστίας ὑπέσχον τε καὶ ὑφέξουσιν.

Chapter 6

| οἱ δὲ πιστεύειν εἰς τὸν ἀφικόμενον δι’ εὐχῆς ἔχοντες τρία ταῦτα γνωριοῦσιν· τὸν »ἐκ σπέρματος Δαυὶδ« καὶ τῆς [αὐτῆς] ἁγίας παρθένου καὶ τὸν ἐνοικήσαντα τούτῳ υἱὸν τοῦ θεοῦ προόντα καὶ οὐσιωδῶς ὑφεστῶτα καὶ τὸν τούτου πατέρα θεόν, ὑφ’ οὗ καὶ αὐτὸς ἀπεστάλθαι συνεχῶς ὁμολογεῖ. »ἡμῖν« τοίνυν »εἷς θεὸς ὁ πατήρ, ἐξ οὗ τὰ πάντα« κατὰ τὸν ἀπόστολον »καὶ εἷς κύριος Ἰησοῦς Χριστός, δι’ οὗ τὰ πάντα«, ὁ προὼν τοῦ θεοῦ μονογενὴς υἱός, καὶ τρίτος ὁ κατὰ σάρκα υἱὸς ἀνθρώπου, ὃν δι’ ἡμᾶς ἀνείληφεν ὁ υἱὸς τοῦ θεοῦ.

ἀλλ’ οὔτε ὃ ἀνείληφεν σῶμα ταὐτὸν ἦν τῷ ἀνειληφότι υἱῷ τοῦ θεοῦ, οὔτε αὐτὸς ὁ υἱὸς τοῦ θεοῦ εἷς καὶ ὁ αὐτὸς ἂν νομισθείη τῷ γεγεννηκότι. τριῶν δὴ τούτων ὑποκειμένων, οἱ δύο διδόντες τὸ τρίτον δ’ ἐκποδὼν ποιούμενοι τῆς ἐκκλησίας εἶεν ἂν ἀπόβλητοι.

Chapter 7

τὴν μὲν δὴ σάρκα τοῦ σωτῆρος ἄθεοί τινες τῶν ἑτεροδόξων παραιτησάμενοι, δόξῃ δέ τινι φαντασίας ὦφθαι αὐτὸν ἐπὶ τῆς γῆς εἰρηκότες, πρῶτοι τοῦ τῆς ἀληθείας σκοποῦ διημαρτήκασιν. οἱ δὲ τὴν ἔνσαρκον οἰκονομίαν παραδεδεγιμένοι, τὸν δὲ προόντα τοῦ θεοῦ υἱὸν ἀρνησάμενοι, ποικίλας ὡς ἔφην ἑαυτοῖς ἀνοδίας ἐπενόησαν· οἱ μὲν ψιλὸν ἄνθρωπον τῆς κοινῆς ἁπάντων φύσεως κατ’ οὐδὲν κρείττονα ἢ ὅσον ἀρετῆς προτερήμασιν γεγονέναι αὐτὸν εἰρηκότες, οἱ δ’ αὐτὸν ἐνοικῆσαι τὸν τῶν ὅλων θεὸν τῷ σώματι δογματίσαντες υἱόν τε αὐτὸν ἑαυτοῦ χρηματίσαι φάντες δι’ ἣν ὑπέμεινεν κατὰ ἄνθρωπον οἰκονομίαν. δύο διδόντες οὗτοι, θεὸν καὶ ἄνθρωπον, τοῦ τρίτου σφὰς αὐτοὺς ἐστέρησαν, αὐτὸν τὸν σωτῆρα τὸν μονογενῆ τοῦ θεοῦ υἱὸν ἀρνησάμενοι. |

τούτων πάλαι μὲν Σαβέλλιος νυνὶ δὲ Μάρκελλος τῇ γνώμῃ συναπαχθέντες τὸν μὲν ἐπὶ πάντων θεὸν Ἰουδαίων τοῖς ἀπίστοις ὁμοίως εὖ μάλα εἰδέναι διισχυρίζοντο, καὶ ‹τὸ› δεύτερον, τὴν σάρκα τὴν ἐκ τῆς ἁγίας παρθένου, συνωμολογήκασιν· τὸ δὲ τρίτον, αὐτὸ τὸ κεφάλαιον τῆς ἁπάντων ἡμῶν σωτηρίας, τὸν υἱὸν τοῦ θεοῦ παραγκωνισάμενοι, φῶς ὄντα καὶ ἀλήθειαν, ὁμοῦ τῇ ἀρνήσει τοῦ υἱοῦ καὶ τοῦ τῆς ἀληθείας φωτὸς ἐκπεπτώκασιν.

ἔνθεν ἕνα μὲν θεὸν ὁμολογούντων αὐτῶν ἀκούσει καὶ τὴν σάρκα δὲ τοῦ σωτῆρος τιμώντων· τὸν δ’ ἐνοικήσαντα τῇ σαρκὶ θεοῦ υἱὸν φωνῇ μὲν καὶ χείλεσιν παραδεχομένων, ἔργῳ δὲ παραιτουμένων. υἱὸν γὰρ θεοῦ χρῆν ζητεῖν, ἀληθῶς ζῶντα καὶ ὑφεστῶτα, οὔτε τὸν αὐτὸν ᾧ ἀνείληφεν ὄντα σώματι, οὔτε τὸν αὐτὸν ὄντα τῷ θεῷ καὶ πατρί. οὔτε γὰρ τὸν ἐπέκεινα τῶν ὅλων θεὸν υἱὸν ἄν τις εἰπὼν εὐσεβήσειεν (τίνος γὰρ ἔσται υἱὸς ὁ τὴν ἄναρχον καὶ ἀγέννητον θεότητα περιβεβλημένος;), οὔτε τὸν μονογενῆ τοῦ θεοῦ υἱὸν αὐτὸν εἶναι τὸν πατέρα τις εἰπὼν ‹δια›δράσεται τὴν κατὰ τῶν δυσφήμων δίκην.

Chapter 8

διὸ δὴ τὴν εὐθεῖαν καὶ βασιλικὴν ὁδὸν ὀρθοτομοῦσα ἡ ἐκκλησία τοῦ θεοῦ τὰς μὲν ἄλλας παρεκτροπὰς ἀπεδοκίμασεν. τοῖς δ’ αὐτῆς θρέμμασιν τῆς ἐνθέου χάριτος παραδίδωσιν τὴν γνῶσιν, κατ’ αὐτὸ 〈τὸ〉 τῆς παλιγγενεσίας μυστήριον ὁμολογεῖν διδάσκουσα πιστεύειν εἰς ἕνα θεόν, πατέρα παντοκράτορα, τελείαν καὶ ἀκριβῆ καὶ ὁλόκληρον ταύτην εἰδέναι παρέχουσα τὴν θεολογίαν, ἣ θεὸν μὲν ἕνα παραδίδωσιν ἀφορίζουσα τῆς Ἑλληνικῆς καὶ πολυθέου πλάνης, πατέρα δὲ αὐτὸν οἶδεν τῆς Ἰουδαϊκῆς χωρίζουσα διδασκαλίας, παντοκράτορα δὲ αὐτὸν ὁμολογεῖ [τῆς] τῶν ἀθέων ἑτεροδόξων ἀποστρεφομένη τὴν δυσσέβειαν.

οὐδεὶς γοῦν τῶν ἑτεροδόξων εἴποι ἂν τὸν πατέρα τοῦ Χριστοῦ αὐτὸν εἶναι τὸν θεὸν τὸν παντοκράτορα. ὡς οὐδὲ Ἰουδαίων ὁμολογήσειεν ἄν τις τὸν θεὸν πατέρα εἶναι τὸν μονογενῆ υἱὸν μὴ εἰδώς, οὐδέ γε Ἕλλην ἕνα μόνον φήσειεν 〈ἂν〉 εἰδέναι θεόν. διὸ δὴ τούτων ἀπάντων ἀποκαθαίρουσα τὴν πλάνην ἡ ἐκκλησία τὸν ἕνα θεὸν κηρύττει, αὐτὸν εἶναι καὶ πατέρα καὶ παντοκράτορα διδάσκουσα, πατέρα μὲν ἑνὸς τοῦ Χριστοῦ μόνου, τῶν δὲ λοιπῶν ἁπάντων θεὸν καὶ κτίστην καὶ κύριον. οὕτω καὶ υἱὸν θεοῦ μονογενῆ Ἰησοῦν Χριστὸν παραδίδωσιν, τὸν πρὸ πάντων αἰώνων ἐκ τοῦ πατρὸς γεγεννημένον, οὐ τὸν αὐτὸν ὄντα τῷ πατρί, καθ’ ἑαυτὸν δὲ ὄντα καὶ ζῶντα καὶ ἀληθῶς υἱὸν συνόντα, θεὸν ἐκ θεοῦ καὶ φῶς ἐκ φωτὸς καὶ ζωὴν ἐκ ζωῆς, ἀλέκτοις καὶ ἀρρήτοις καὶ παντάπασιν ἀγνώστοις ἡμῖν καὶ ἀκαταλήπτοις λόγοις ἐκ τοῦ πατρὸς ἐπὶ σωτηρίᾳ τῶν ὅλων γεγεννημένον, καὶ οὐχ ὁμοίως μὲν τοῖς λοιποῖς γεννητοῖς ὑποστάντα οὐδὲ ζωὴν ἐμφερῆ τοῖς δι’ αὐτοῦ γεγεννημένοις ζῶντα, μόνον δὲ ἐξ αὐτοῦ τοῦ πατρὸς ἀποτεχθέντα καὶ αὐτοζωὴν ὄντα.

καὶ ἔπρεπεν γὰρ τῷ ἐπὶ πάντων θεῷ πρὸ παντὸς γενητοῦ καὶ πρὸ πάντων αἰώνων τὸ μονογενὲς τοῦτο προβαλέσθαι γέννημα, ὥσπερ τινὰ κρηπίδα καὶ θεμέλιον ἀρραγῆ τῶν μελλόντων δι’ αὐτοῦ γενήσεσθαι. διὸ δὴ πρὸ πάντων τῶν μελλόντων ἔσεσθαι τὸν υἱὸν ἐγέννα ὥσπερ τινὸς φωτὸς ἀκτῖνα καὶ ζωῆς πηγὴν καὶ θησαυρὸν ἀγαθῶν, »ἐν ᾧ πάντες εἰσὶν οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι« κατὰ τὸν θεῖον ἀπόστολον.

τοσούτων ἀγαθῶν ὁ μόνος ἀγαθὸς πατὴρ τὸν υἱὸν ὑφίστη, αὐτοζωὴν ὄντα ζωοποιὸν τῶν ὅλων, καὶ αὐτοφῶς »τὸ ἀληθινὸν« καὶ πάσης νοερᾶς καὶ λογικῆς οὐσίας φωτιστικόν, καὶ αὐτολόγον καὶ 〈αὐτο〉σοφίαν σοφῶς τὰ πάντα καὶ λογικῶς ὑφιστάμενόν τε καὶ διοικοῦντα, ὧν δὴ χάριν μονογενὴς υἱὸς τοῦ θεοῦ μόνος αὐτὸς καὶ οὐδεὶς ἄλλος ἀνηγόρευταί τε καὶ ἔστιν.

Chapter 9

ὅθεν εἰκότως ἄν τις μέμψαιτο τοῖς κτίσμα αὐτὸν φάναι τετολμηκόσιν, ἐξ | οὐκ ὄντων ὁμοίως τοῖς λοιποῖς κτίσμασιν γενόμενον. καὶ πῶς γὰρ ἔτι ἔσται υἱός; πῶς δὲ μονογενὴς τοῦ θεοῦ ὁ τὴν αὐτὴν τοῖς λοιποῖς κτίσμασιν ἐπιγραφόμενος φύσιν; ταύτῃ γὰρ ἀδελφὸς ἂν τούτων γένοιτο μᾶλλον, οὐχὶ δὲ υἱὸς τοῦ θεοῦ, τῶν τε πολλῶν γενητῶν ἔσται εἷς, ἅτε τῆς ἐξ οὐκ ὄντων κτίσεως ὁμοίως αὐτοῖς μετασχὼν κοινωνίας.

ἀλλ’ οὐχ ὧδε τὰ θεῖα περὶ αὐτοῦ παιδεύει λόγια. ἀλλ’ ὅτε μὲν τῆς τῶν γενητῶν ὑπάρξεως τὴν διδασκαλίαν ποιεῖται, ἀθρόως τὰ πάντα μαρτυρεῖ δι’ αὐτοῦ γεγονέναι· »πάντα« γὰρ »δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν« καὶ »ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, εἴτε ὁρατὰ εἴτε ἀόρατα« καὶ »τὰ πάντα δι’ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται· καὶ αὐτός ἐστιν πρὸ πάντων καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκεν« κατὰ τὰς ἀποστολικὰς διδασκαλίας.

ὅτε δὲ τὴν περὶ αὐτοῦ θεολογίαν εἰσάγει, τῶν μὲν λοιπῶν ἀπάντων αὐτὸν ἀφορίζει, κύριον δὲ αὐτὸν καὶ δεσπότην καὶ δημιουργὸν καὶ θεὸν καὶ σωτῆρα τῶν ὅλων οἶδεν, μονογενῆ τε υἱὸν θεοῦ μόνον αὐτὸν καὶ οὐδένα ἄλλον ἀποφαίνει, σοφίαν τε καὶ λόγον καὶ ζωὴν καὶ φῶς μόνον αὐτὸν ἀποκαλεῖ, εἰκόνας 〈τε〉 »τοῦ θεοῦ τοῦ ἀοράτου« καὶ »ἀπαύγασμα φωτὸς ἀιδίου«, ἕτερά τε μύρια τούτοις ἀδελφὰ περὶ αὐτοῦ δοξάζειν διδάσκει, ὧδέ πη τῆς πατρικῆς θεότητος τὴν πρὸς μόνον αὐτὸν ὡσανεὶ πρὸς υἱὸν μονογενῆ ἰδιάζουσαν σχέσιν ἐπιδεικνύμενα.

διὸ καὶ υἱὸν ἀγαπητὸν ἀνεκήρυττεν μόνον αὐτὸν ἀμφὶ τὰ Ἰορδάνου ῥεῖθρα ἡ πατρικὴ φωνὴ μεγάλῃ μαρτυροῦσα βοῇ »οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα« . καὶ δευτεροῖ γε τὴν μαρτυρίαν καὶ ἐπὶ τῆς ἐν τῷ ὄρει μεταμορφώσεως τὸν αὐτὸν ἐπισφραγιζομένη λόγον.

αὐτοῦ τοιγαροῦν τοῦ τῶν ὅλων θεοῦ ταύτην αὐτῷ τὴν μαρτυρίαν παρασχομένου, τοῦ τε εὐαγγελιστοῦ διαρρήδην αὐτὸν υἱὸν μονογενῆ εἶναι διδάσκοντος δι’ ὧν ἔφη »θεὸν οὐδεὶς ἑώρακεν πώποτε· ὁ μονογενὴς υἱὸς (ἢ »μονογενὴς θεὸς«) ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός, ἐκεῖνος ἐξηγήσατο« ἀλλὰ καὶ αὐτοῦ τοῦ σωτῆρος ἐν ταῖς περὶ αὐτοῦ διδασκαλίαις ταῦτ’ ἐπισφραγιζομένου, δι’ ὧν ἔλεγεν »οὕτως γὰρ ἠγάπησεν ὁ θεὸς τὸν κόσμον, ὥστε τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν ἔχῃ ζωὴν αἰώνιον«,

ὁ μετὰ ταύτας | τὰς φωνὰς γενητὸν ἐξ οὐκ ὄντων καὶ κτίσμα προηγμένον ἐκ τοῦ μὴ ὄντος τὸν υἱὸν ὁριζόμενος λέληθεν τοὔνομα μὲν αὐτῷ μόνον χαριζόμενος. τὸ δ’ ἀληθῶς υἱὸν εἶναι ἀρνούμενος. ὁ γὰρ ἐξ οὐκ ὄντων γεγονὼς οὐκ [ἂν] ἀληθῶς γένοιτ’ ἂν υἱὸς θεοῦ, ὅτι μηδὲ ἄλλο τι τῶν γεννητῶν.

Chapter 10

ὁ δ’ ἀληθῶς υἱὸς τοῦ θεοῦ, ἐξ αὐτοῦ ἅτε δὴ ἐκ πατρὸς ἀποεχθείς, εἰκότως καὶ μονογενὴς καὶ ἀγαπητὸς χρηματίσειεν ἂν τοῦ πατρός· οὕτω δὲ καὶ θεὸς ἂν εἴη. τί γὰρ ἂν γένοιτο θεοῦ γέννημα 〈ἢ τὸ〉 τῷ γεγεννηκότι ἀφωμοιωμένον ; κτίζει μὲν οὖν βασιλεὺς πόλιν ἀλλ’ οὐ γεννιᾷ πόλιν, γεννᾶν δὲ υἱὸν ἀλλ’ οὐ κτίζειν λέγεται· καὶ [ὁ] τεχνίτης δημιουργὸς ἀλλ’ οὐχὶ πατὴρ γένοιτ’ ἂν τοῦ πρὸς αὐτοῦ δημιουργουμένου, τοῦ δ’ ἐξ αὐτοῦ φύντος υἱοῦ οὐκ ἢν δημιουργὸς λεχθείη. καὶ δὴ καὶ ὁ τῶν ὅλων θεὸς τοῦ μὲν υἱοῦ πατήρ, τοῦ δὲ κόσμου κτίστης ἂν εἰκότως καὶ ποιητὴς λέγοιτο.

εἰ δ’ ἅπαξ που τῆς γραφῆς εὑρίσκοι τις εἰρημένον »κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ«, τὸν νοῦν ἐπισκοπεῖν χρὴ τοῦ λόγου, ὃν μικρὸν ὕστερον ἐκθήσομαι, ἀλλὰ μὴ κατὰ Μάρκελλον ἐκ μιᾶς λέξεως τὸ κυριώτατον τῆς ἐκκλησίας παρασαλεύειν δόγμα. κἀκεῖνος γὰρ ἅπαξ ἀκούσας λόγον εἶναι τὸν υἱόν, ἐπὶ τὸν ἄνθρωπον καταπεσὼν τὴν ὕπαρξιν ἠθέτει αὐτοῦ.

ὃν δὴ καὶ πρὸς αὐτοῦ καὶ πρὸς τοῦ πατρὸς μαρτυρούμενον εἶναι υἱὸν πῶς τοῖς λοιποῖς γενητοῖς παραβάλλειν ὅσιον; πῶς δ’ ἔσται μονογενὴς τῷ πλήθει τῶν γεγονότων συναριθμούμενος; καὶ μὴν ἐξ αὐτῆς τῆς προσηγορίας ὁ υἱὸς τὴν πρὸς τὸν πατέρα φυσικὴν σχέσιν παρίστησιν, ὡς αὖ πάλιν τὸ μονογενὲς ὄνομα καὶ τοῦ γένους ἐφάπτεται καὶ τῆς γενέσεως αὐτῆς καὶ τοῦ μόνον εἶναι καὶ μηδέτερον αὐτῷ τῆς υἱότητος κοινωνεῖν. | ἀλλ’ ἐοίκασιν ταὐτὸν Μαρκέλλῳ πάθος πεπονθέναι καὶ οὗτοι.

ὁ μὲν γὰρ δέει τοῦ μὴ δύο θεοὺς εἰπεῖν τὴν ἄρνησιν τοῦ υἱοῦ προὐβάλλετο, τὴν ὑπόστασιν ἀθετῶν αὐτοῦ. οἱ δὲ δύο δόντες ὑποστάσεις, τὴν μὲν ἀγένητον τὴν δ’ ἐξ οὐκ ὄντων κτισθεῖσαν, ἕνα μὲν θεὸν ὑφίστανται· ὁ δὲ υἱὸς οὐκέτ’ αὐτοῖς οὕτε ὁ μονογενὴς ἔσται οὔτε μὴν κύριος, οὕτε θεός, μηδὲν μὲν ἐπικοινωνῶν τῇ τοῦ πατρὸς θεότητι, τοῖς δὲ λοιποῖς κτίσμασιν, καθ’ ὃ ἐξ οὐκ ὄντων ὑπέστη, παραβαλλόμενος. ἀλλ’ οὐχ οὕτως ἡ ἐκκλησία·

τὸν δ’ υἱὸν τοῦ θεοῦ θεὸν καὶ κύριον ἀνακηρύττει, καὶ ἀληθῶς υἱὸν εἶναι καὶ θεὸν διδάσκει· οὐ κατὰ τοὺς πολλοὺς τοὺς ἐπίκλην ὀνομασθέντας υἱούς τε καὶ θεούς, περὶ ὧν εἴρηται »ἐγὼ εἶπα θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες«, καθ’ ὃ δὲ μόνος αὐτὸς ὁ ἐξ αὐτοῦ γεννηθεὶς τοῦ πατρὸς »ἐν μορφῇ θεοῦ ὑπῆρχεν«, »εἰκών« τ’ ἦν »τοῦ θεοῦ τοῦ ἀοράτου καὶ πρωτότοκος ἀπάσης κτίσεως«. διὸ καὶ τιμᾶν καὶ σέβειν καὶ προσκυνεῖν μόνον αὐτόν, οἷα κύριον καὶ σωτῆρα καὶ θεὸν ἑαυτῆς, μεμάθηκεν.

Chapter 11

εἰ δὲ φόβον αὐτοῖς ἐμποιεῖ, μή πη ἄρα δύο θεοὺς ἀναγορεύειν δόξαιεν, ἴστωσαν ὡς καὶ τοῦ υἱοῦ πρὸς ἡμῶν ὁμολογουμένου θεοῦ εἷς ἂν γένοιτο θεὸς μόνος ἐκεῖνος, ὁ μόνος ἄναρχος καὶ ἀγέννητος, ὁ τὴν θεότητα οἰκείαν κεκτημένος, αὐτῷ τε τῷ υἱῷ τοῦ εἶναι καὶ τοῦ τοιῷδε εἶναι γεγονὼς αἴτιος· δι’ ὃν καὶ αὐτὸς ὁ υἱὸς ὁμολογεῖ ζῆν, ἄντικρυς λέγων »καθὼς ἀπέστειλέν με ὁ ζῶν πατὴρ κἀγὼ ζῶ διὰ τὸν πατέρα« καὶ »ὥσπερ γὰρ ὁ πατὴρ ζωὴν ἔχει ἐν ἑαυτῷ, οὕτως καὶ τῷ υἱῷ ἔδωκεν ζωὴν ἔχειν ἐν ἑαυτῷ« .

διὸ καὶ ἡμῶν καὶ ἑαυτοῦ θεὸν εἶναι διδάσκει τὸν πατέρα, ἐν οἷς φησιν »ἀνέρχομαι πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν καὶ θεόν μου καὶ θεὸν ὑμῶν« . καὶ κεφαλὴν δὲ αὐτοῦ μὲν τοῦ υἱοῦ τὸν θεόν, τῆς δ’ ἐκκλησίας τὸν υἱὸν ὁ μέγας ἀπόστολος διδάσκει, πῆ μὲν λέγων »κεφαλὴ δὲ τοῦ Χριστοῦ ὁ θεός«, πῆ δὲ περὶ τοῦ υἱοῦ φάσκων »καὶ αὐτὸν ἔδωκεν κεφαλὴν ὑπὲρ πάντα τῇ ἐκκλησίᾳ, ἥτις ἐστὶν τὸ σῶμα αὐτοῦ«.

οὐκοῦν τῆς μὲν ἐκκλησίας αὐτὸς ἀρχηγὸς ἂν εἴη καὶ κεφαλή, 〈κεφαλὴ〉 δὲ αὐτοῦ ὁ πατήρ· οὕτως εἷς θεὸς ὁ τοῦ μονογενοῦς υἱοῦ πατήρ, καὶ μία ἡ καὶ αὐτοῦ τοῦ Χριστοῦ κεφαλή. μιᾶς δὲ οὔσης ἀρχῆς τε καὶ κεφαλῆς, πῶς ἂν γένοιντο θεοὶ δύο, οὐχὶ δὲ εἷς ἐκεῖνος μόνος ὁ μηδένα ἀνώτερον μηδὲ ἑαυτοῦ αἴτιον ἕτερον ἐπιγραφόμενος, οἰκείαν δὲ καὶ ἄναρχον καὶ ἀγέννητον τῆς μοναρχικῆς ἐξουσίας τὴν θεότητα κεκτημένος καὶ τῷ υἱῷ τῆς ἑαυτοῦ θεότητός τε καὶ ζωῆς μεταδούς ὁ δι’ αὐτοῦ τὰ σύμπαντα ὑποστησάμενος, ὁ ἀποστέλλων αὐτόν, ὁ προστάττων αὐτῷ, ὁ ἐντελλόμενος, ὁ διδάσκων, ὁ πάντα αὐτῷ παραδιδούς, ὁ δοξάζων αὐτόν, ὁ ὑπερυψῶν, ὁ ἀναδείξας βασιλέα τῶν ὅλων, ὁ πᾶσαν αὐτῷ τὴν κρίσιν παραδιδούς, ὁ καὶ ἡμᾶς αὐτῷ πείθεσθαι βουλόμενος, ὁ τὸν ἐν δεξιᾷ τῆς μεγαλοπρεπείας αὐτοῦ κατέχειν θρόνον ἐγκελευόμενος ἐν τῷ προσφωνεῖν αὐτῷ καὶ λέγειν

»κάθου ἐκ δεξιῶν μου«, ὁ διὰ ταῦτα πάντα καὶ αὐτοῦ ὑπάρχων τοῦ υἱοῦ θεός, ᾧ πειθόμενος ὁ μονογενὴς αὐτοῦ παῖς »ἐκένωσεν ἑαυτόν, ἐταπείνωσεν 〈ἑαυτόν〉, μορφὴν δούλου ἀνείληφεν, ὑπήκοος μέχρι θανάτου γέγονεν«, ᾧ καὶ προσεύχεται, ᾧ 〈καὶ〉 κελεύοντι πείθεται, ιὧ καὶ εὐχαριστεῖ, ὃν καὶ »μόνον ἀληθινὸν θεὸν« ἡγεῖσθαι ἡμᾶς διδάσκει, μείζονά τε εἶναι ἑαυτοῦ ὁμολογεῖ, ὃν ἐπὶ πᾶσι τούτοις καὶ θεὸν ἑαυτοῦ εἶναι πάντας ἡμᾶς εἰδέναι βούλεται.

ὃν οὕτω δοξάζοντα τὸν ἑαυτοῦ πατέρα ἀμοιβαίως ἀντιδοξάζων ὁ πατὴρ καὶ κύριον καὶ σωτῆρα καὶ θεὸν τῶν ὅλων καὶ σύνθρονον τῆς αὐτοῦ βασιλείας ἀνέδειξεν. ἃ δὴ πεπαιδευμένη ἡ ἐκκλησία τοῦ θεοῦ ἑαυτῆς μὲν καὶ θεὸν καὶ κύριον καὶ σωτῆρα τοῦ δ’ ἐπὶ πάντων θεοῦ υἱὸν μονογενῆ αὐτὸν γινώσκειν καὶ οὐδένα μὲν ἄλλον τῶν γενητῶν ἀναγορεύειν θεὸν ἀξιοῖ, μόνον δὲ τοῦτον οἶδεν θεόν, ὃν μόνον ὁ πατὴρ ἐξ ἑαυτοῦ ἐγέννα,

ὥσπερ οὖν αὐτὸς διὰ Σολομῶνος παρίστη λέγων »πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με«, ὧδέ πη ὄρη καὶ βουνοὺς τὰς θείας καὶ ὑπερκοσμίους δυνάμεις αἰνιττόμενος.

Chapter 12

εἰ δὲ δὴ περιεργάζοιτό τις καὶ πῶς ἂν γεννήσειεν ὁ θεός, πῶς δ’ ἔσται πατὴρ 〈ὁ〉 ἐπέκεινα τῶν ὅλων, τὸ τολμηρὸν τοῦ πύσ μάτος κατασιγάσει ὁ φήσας »βαθύτερά σου μὴ ζήτει, καὶ ὑψηλότερά σου μὴ ἐξέταζε. ἃ προσετάγη σοι, ταῦτα διανοοῦ· οὐ γάρ ἐστίν σοι χρεία τῶν κρυπτῶν«. καὶ ὁ Παῦλος δὲ εἰπὼν »ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως θεοῦ· ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοὺ« τὸν περαιτέρω χωρεῖν τολμῶντα μὴ ἀνεφίκτοις ἐπιχειρεῖν πειθέτω. ἢ λεγέτω πρότερον αὐτός, ἃ δή φησιν ἐξ οὐκ ὄντων γεγονέναι, πῶς καὶ τίνα τρόπον ὑπέστη, μηδαμῆ μηδαμῶς ὄντα πρότερον.

οὐ γὰρ δὴ κατὰ τοὺς παρ’ ἡμῖν τεχνίτας ὕλην προϋποκειμένην λαβὼν ταῖς χερσὶν τὸ πᾶν ἐτεκτήνατο. ὥσπερ δὲ τὸ τῇ φύσει ἀμήχανον ὅσον ἐπ’ ἀνθρώποις (λέγω δὲ τὸ μηδαμῶς ὑπάρχον ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι προαγαγεῖν) αὐτῷ δυνατὸν κατέστη, καὶ γέγονεν τῶν ὅλων ποιητὴς οὐ κατὰ ἄνθρωπον, ἀρρήτοις δὲ καὶ ἀφράστοις ἡμῖν λόγοις, οὕτω καὶ πολὺ πλέον ἡ τοῦ μονογενοῦς αὐτοῦ γέννησις ἀνεξερεύνητος καὶ ἀνεξιχνίαστος ἂν εἴη, οὐχ ἡμῖν ὡς ἂν φαίη τις μόνοις, ἀλλὰ καὶ πάσαις ταῖς κρείττοσιν ἢ καθ’ ἡμᾶς δυνάμεσιν.

τὰ γὰρ μακρῷ τὴν φύσιν ὑποβεβηκότα, κάτω τε καὶ πορρωτάτω τῆς ἀρρήτου καὶ θεικῆς καθεστῶτα οὐσίας, πῶς ἂν ἐφίκοιτο τῆς ἐπέκεινα καὶ ἀνωτάτω καταλήψεως; πῶς δ’ ἂν τὰ μὴ ὄντα πρότερον, δι’ αὐτοῦ δ’ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι προαχθέντα, τοῦ προαγαγόντος αἰτίου τε αὐτοῖς τῆς ὑπάρξεως γενομένου σχοίη ἄν τῆς πρώτης γενέσεως τὴν γνῶσιν; ἢ πού γε ἡμεῖς οἱ χθιζοί, »δέρμα καὶ κρέας« ἐνδεδυμένοι, »ὀστέοις καὶ νεύροις« ἐνειρμένοι, καὶ μηδὲ τὰ καθ’ ἡμᾶς εἰδότες, τὴν περὶ τῶν ἀρρήτων ἀκίνδυνον ποιησόμεθα ζήτησιν, πῶς ἐγέννα | τὸν υἱὸν ὁ πατὴρ πολυπραγμονοῦντες; ὅτι δὲ καὶ τῶν παρὰ πόδας μυρία τὴν ἡμετέραν διαδιδράσκει γνῶσιν, δῆλον ἂν εἴη ἐνθένδε.

τίς γὰρ ἂν εἰπεῖν ἔχοι, πῶς καθεῖρκται τῷ σώματι ἡ ψυχή, πῶς ἔξεισιν, πῶς δὲ τὴν ἀρχὴν εἰσεκρίθη, ὁποῖον δὲ αὐτῆς τὸ εἶδος, τί τὸ σχῆμα, τίς ἡ μορφή, τίς ἡ οὐσία; οὕπω μοι τὸν περὶ δαιμόνων πολυπραγμονεῖν, οὐ τὸν περὶ οὐσίας ἀγγέλων, οὐ τὸν περὶ ἀρχῶν καὶ θρόνων καὶ κυριοτήτων, οὐ τὸν περὶ ἐξουσιῶν καὶ κοσμοκρατόρων.

εἰ δ’ ἐν τούτοις ἄποσιν ἀμηχανοῦμεν, τί δεῖ τὴν περὶ τῆς ἀνάρχου καὶ ἀγενήτου θεότητος γνῶσιν διερευνᾶσθαι; τί τὰ ἀνέφικτα ἐρωτᾶν, πῶς υἱοῦ μονογενοῦς ὁ θεὸς ὑπέστη πατήρ, ὡς μὴ ἀπαρκούσης ἡμῖν τῆς πατρικῆς φωνῆς πρὸς μαρτυρίαν τοῦ ἀγαπητοῦ, ὃν ἀνεκήρυξεν εἰπὼν »οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα, αὐτοῦ ἀκούετε« ;

εἰ δὴ ἀκούειν αὐτοῦ ἐγκελεύεται, βασιλικῷ νόμῳ πειθαρχοῦντες ἀκούσωμεν τοῦ ἀγαπητοῦ υἱοῦ. τί δὲ οὑτος περὶ ἑαυτοῦ βούλεται ἡμᾶς εἰδέναι, παραστήσει λέγων »οὕτως γὰρ ἠγάπησεν ὁ θεὸς τὸν κόσμον, ὥστε τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν ἔχῃ ζωὴν αἰώνιον«. πιστευτέον δῆτα αὐτῷ, ὡς ἂν τῆς αἰωνίου τύχοιμεν ζωῆς, »ὁ« γὰρ »πιστεύων« φησὶν »εἰς αὐτὸν ἔχει ζωὴν αἰώνιον«·

οὐχ ὁ γινώσκων ὅπως ἐκ τοῦ πατρὸς γεγέννηται, οὐ γὰρ ἄν τινι μετῆν ζωῆς αἰωνίου, εἰ δὴ τοῦτ’ εἴρηται ὅτι »μηδεὶς ἔγνω τὸν πατέρα εἰ μὴ ὁ υἱός, μηδὲ τὸν υἱόν τις ἔγνω εἰ μὴ« μόνος ὁ γεννήσας αὐτὸν »πατήρ« . ἀπαρκεῖ τοιγαροῦν ἡμῖν ἡ πίστις πρὸς σωτηρίαν, ἡ θεὸν πατέρα παντοκράτορα παρέχουσα γινώσκειν, καὶ τὸν μονογενῆ αὐτοῦ υἱὸν ἐπιγράφεσθαι σωτῆρα, ὃς δὴ πρὸς τοῖς ἄλλοις καὶ ταῦθ’ ὧδε παρεδίδου λέγων »τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστιν, καὶ τὸ γεγεννημένον ἐκ τοῦ πνεύματος πνεῦμά ἐστιν«. »πνεῦμα« δὲ »ὁ θεός«.

διὸ ἕπεται νοεῖν, ὡς καὶ τὸ γεγεννημένον ἐκ τοῦ θεοῦ θεὸς ἂν εἴη. ὅσῳ δὲ τῆς γεώδους σαρκὸς ὁ ἐπέκεινα τῶν ὅλων θεὸς ἀπηλλοτρίωται καὶ ἀπεσχοίνισται τῇ φύσει, τοσούτῳ χρὴ νοεῖν καὶ τῆς τῶν σαρκῶν γενέσεως ἀπηλλοτριῶσθαι τὸν τρόπον, καθ’ ὃν ὁ πατὴρ ἐγέννα τὸν υἱόν. | οὐ γάρ τι προϊεμένος οὐδ’ ἀλλοιούμενος οὐδέ γε παθητικῶς κινούμενος οὐδ’ ὅλως τι τῶν ἡμῖν συνεγνωσμένων ὑπομένων, ὑφίστη αὐτόν.

οὐδὲ γὰρ σῶμα ἦν, ὡς ἀπόρροιαν ἢ μείωσιν ἢ ἔκτασιν ἢ μεταβολὴν ἢ τροπὴν ἢ ῥοὴν ἢ μέρος ἢ πάθος ἐπ’ αὐτῷ λογίσασθαι. τούτων δ’ ἐκτὸς ἁπάντων, ἄρρητον ἡμῖν καὶ ἀνεπιλόγιστον, μᾶλλον δὲ πάσῃ γενητῇ φύσει ἀνεξερεύνητον καὶ ἀνεξιχνίαστον τὴν γενεσιουργίαν ὑφίστη. γεννᾶ μὲν οὖν καὶ ἥλιος τὴν αὐγήν, λέγεται δὲ καὶ ὁ υἱὸς »ἀπαύγασμα φωτὸς ἀιδίου« καὶ »ἀπαύγασμα τῆς δόξης«, οὐ μὴν κατὰ τὴν αἰσθητὴν τοῦ φωτὸς εἰκόνα· ἐπέκεινα γὰρ παντὸς παραδείγματος ἀρρήτοις αὐτὸν καὶ ἀκαταλήπτοις λόγοις ὑφίστη, καὶ τοῦτον ἕνα καὶ μονογενῆ.

δυσσεβῶν δὲ καὶ ἀθέων ἀνδρῶν τῶν τὴν πολύθεον πλάνην νενοσηκότων ἀποπεφράχθω πᾶν στόμα, οἳ τοῦ μονογενοῦς υἱοῦ τὴν ἐξαίρετον καὶ ἰδιάζουσαν γέννησιν εἰς πλῆθος καταβαλόντες πατέρα »ἀνδρῶν τε θεῶν τε« ἀνειρήκασιν, ὁμοῦ μὲν ἄνδρας μίξαντες θεοῖς. ὁμοῦ δὲ τούτοις ὁμοφυᾶ καὶ τὸν αὐτὸν εἰσηγούμενοι πατέρα. ἀλλ’ οἵδε μὲν ἐνεργείᾳ δαιμονικῇ τὸ δυσσεβὲς τουτὶ καὶ ἄθεον προήκαντο ῥῆμα, τῷ θνητῷ καὶ παθητικῷ καὶ ἁμαρτητικῷ γένει τῶν ἀνθρώπων ὁμοφυεῖς καὶ ὁμοπαθεῖς θεοὺς καὶ τὸν τούτων κοινὸν ὑποθέμενοι πατέρα πάντως που τοῖς παισὶν παρωμοιωμένον· ὁ δ’ ἐκκλησιαστικὸς κῆρυξ ἑνὸς θεοῦ ἕνα μονογενῆ υἱὸν τοῖς πᾶσιν ἀνακηρύττει, ὃν ὑπὲρ τῆς τῶν γενητῶν ἁπάντων σωτηρίας τε καὶ προνοίας ὑφίστη.

Chapter 13

ἐπειδὴ γὰρ ἡ τῶν γεγονότων φύσις, ἐν σώμασιν καὶ ἀσωμάτοις ἐμψύχοις τε καὶ ἀψύχοις λογικοῖς τε καὶ ἀλόγοις θνητοῖς τε καὶ ἀθανάτοις τὸ διάφορον κεκτημένη, τῷ ὑπὲρ πάντων καὶ ἐπὶ πάντων θεῷ πελάζειν καὶ τῶν | τῆς αὐτοῦ θεότητος μαρμαρυγῶν οὐχ οἵα τε ἦν μετέχειν δι’ ὑπερβολὴν τῆς ἀπὸ τοῦ κρείττονος ἐλλείψεως, μακρὰν δὲ καὶ πορρωτάτω φύσεως ἀσθενείᾳ διώλισθεν ἄν. εἰ μὴ θεοῦ σωτῆρος ἔτυχεν βοηθοῦ, εἰκότως ἡ πατρικὴ φιλανθρωπία τὸν αὐτοῦ μονογενῆ παῖδα ἐπὶ πᾶσιν καθίστη, καὶ διὰ πάντων χωροῦντα καὶ τοῖς πᾶσιν ἐπιστατοῦντα καὶ τὰς ἐξ αὐτοῦ χορηγίας ἐπάρδοντα.

πάντων γὰρ ἀθρόως τῶν τε κατ’ οὐρανὸν καὶ τῶν ἐπὶ γῆς ποιμένα καὶ σωτῆρα κηδεμόνα τε καὶ φύλακα καὶ ἰατρὸν καὶ κυβερνήτην μόνον αὐτὸν ὁ γεννήσας ἀνέδειξεν πατήρ, τῆς τῶν ὅλων συστάσεώς τε καὶ διοικήσεως μόνῳ τοὺς οἴακας ἐγχειρίσας, ὃ διδάσκει λέγων αὐτὸς »πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου« καὶ αὖθις »ὁ γὰρ πατὴρ φιλεῖ τὸν υἱόν, καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ«.

ὁ δ’ οἷα σοφὸς κυβερνήτης τὸν κλῆρον παρὰ τοῦ πατρὸς ὑποδεδεγμένος, ἐπιβὰς τοῦ σύμπαντος κόσμου ἄνω τε πρὸς τὸν αὐτοῦ πατέρα βλέπων, ἄγει καὶ φέρει πηδαλιουχῶν τὸ πᾶν, οὐδὲ τὸ σμικρότατον τῶν δεομένων τῆς ἐξ αὐτοῦ χορηγίας παρορῶν οὐδ’ ὑπερφρονῶν τῶν βραχυτάτων· διὸ δὴ τοῖς πᾶσιν ἐπιπάρεστιν, ἑκάστῳ νέμων τὰ πρόσφορα, τῇ τε τῶν ὅλων θεραπείᾳ δίκην ἰατροῦ τὰ ἁρμόδια πρὸς σωτηρίαν ἐπαρκῶν.

ὅθεν εἰκότως οὐδὲ τοῦ κατὰ ἄνθρωπον ὑπερεφρόνησεν βίου, ἀλλὰ καὶ πάλαι πρότερον τοῖς ἐξ αἰῶνος φιλοθέοις ἀνδράσιν τὴν ἐξ αὐτοῦ παρεῖχεν ἐπικουρίαν, ὧδε μὲν ‹ἐν› ἀνθρωπείῳ σχήματι τοῖς Ἑβραίων προπάτορσιν ἐπιφαινόμενος ὧδε δὲ τοῖς τούτων ἀπογόνοις ἁρμοδίους διαταττόμενος νόμους, ἤδη δὲ καὶ τοῖς μετέπειτα διὰ προφητῶν μελλούσης αὐτοῦ θεοφανείας ἅπασιν ἐκλάμψειν ἀνθρώποις ἐξεδίδου θεσπίσματα.

ὡς δὲ ὁ τούτων παρήλαυνε χρόνος, ἔργοις ἐπλήρου παλαιῶν χρησμῶν ἀποτελέσματα, καὶ δὴ παρῆν λοιπὸν ἀναμὶξ τῷ θνητῷ βίῳ συναγελαζόμενος, αὐτός τε ἦν ὁ τοῦ θεοῦ μονογενὴς υἱὸς ὡς ἐν ἀγάλματι θείῳ, τῷ τοῦ σώματος ὀργάνῳ, τῷ τῶν ἀνθρώπων καθομιλῶν γένει διδασκαλίαις, θεραπείαις,

ἐνθέου σοφίας ἀπορρήτοις παιδεύμασιν. | ἤδη δὲ αὐτῶν μέχρι θανάτου πυλῶν ἤλαυνεν πατρικοῦ νεύματος ὑπερβαλλούσῃ φιλανθρωπίᾳ, ὡς ἂν καὶ τοὺς τῇδε τῆς ἑαυτοῦ καταξιώσειεν χάριτος, ἐπὶ τὴν παρ’ αὐτῷ ζωὴν ἀνελκύσας. οὕτω »θεὸς ἦν ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ«· καὶ τὴν ἔνσαρκον ὑπέμεινεν οἰκονομίαν, προὼν μὲν αὐτῆς καὶ προϋπάρχων, θεότητι πατρικῆς δόξης τετιμημένος· οὐ μὴν »ἁρπαγμὸν« ἡγούμενος »τὸ εἶναι ἴσα θεῷ, ἑαυτὸν« δ’ οὖν κενώσας καὶ »μορφὴν δούλου λαβὼν ἐταπείνωσεν ἑαυτόν, ὑπήκοος« τῷ πατρὶ »γενόμενος μέχρι θανάτου«, ἵν’ »ὥσπερ« »ὁ θάνατος« »δι’ ἑνὸς ἁμαρτήσαντος« »ἀνθρώπου« παντὸς κατεκυρίευσεν γένους, οὕτως καὶ ἡ αἰώνιος ζωὴ διὰ »τῆς αὐτοῦ χάριτος« τῶν εἰς αὐτὸν ‹πιστευόντων› καὶ δι’ αὐτοῦ τῷ θεῷ καὶ πατρὶ αὐτοῦ γνωριζομένων βασιλεύσειεν.

Chapter 14

εἰκότως δὴ ταῦτα κηρύττουσα ἡ ἐκκλησία, ὥσπερ τι κίβδηλον παραχαράξαντα νόμισμα τὴν ἄρνησιν τοῦ υἱοῦ τοῦ θεοῦ, τὸν Σα βέλλιον ἀπεδοκίμασεν, καίτοι θεὸν ἕνα εἰδέναι καὶ πλὴν αὐτοῦ μὴ εἶναι Μαρκέλλῳ παραπλησίως λέγοντα· καὶ αὐτοῦ δὲ τοῦ σωτῆρος ἡμῶν οἱ πρωτοκήρυκες Ἐβιωναίους ὠνόμαζον, Ἐβρακῇ φωνῇ πτωχοὺς τὴν δάνοιαν ἀποκαλοῦντες, τοὺς ἕνα μὲν θεὸν λέγοντας εἰδέναι καὶ τοῦ σωτῆρος τὸ σῶμα μὴ ἀρνουμένους, τὴν δὲ τοῦ υἱοῦ θεότητα μὴ εἰδότας.

καὶ τὸν Σαμοσατέα δέ, καίπερ Ἰησοῦν τὸν Χριστὸν τοῦ θεοῦ εἶναι διδάσκοντα, θεόν τε ἕνα τὸν ἐπὶ πάντων ὁμοίως ὁμολογοῦντα Μαρκέλλῳ, τῆς ἐκκλησίας τοῦ θεοῦ ἀλλότριον ἀπέφηναν οἱ ἐκκλησιαστικοὶ πατέρες, ὅτι μὴ καὶ υἱὸν θεοῦ καὶ θεὸν πρὸ τῆς ἐνσάρκου γενέσεως ὄντα τὸν Χριστὸν ὡμολόγει. ἀλλ’ οὗτος μὲν ὡς εἰς τὸν Χριστὸν ἀσεβῶν τῆς ἐκκλησίας αὐτοῦ μακρὰν ἠλαύνετο·

Σαβέλλιος δ’ ὡς | εἰς αὐτὸν πλημμελῶν τὸν πατέρα, ὃν υἱὸν λέγειν ἐτόλμα, τὴν ἴσην τοῖς ἀθέοις αἱρεσιώταις ὑπεῖχε τιμωρίαν. τὰ ἴσα δ’ αὐτῶ ὑπιδόμενος Μάρκελλος παθεῖν, καινοτέραν ἐξεῦρε τῇ πλάνῃ μηχανήν, θεὸν καὶ τὸν ἐν αὐτῷ λόγον ἕνα μὲν εἶναι ὁριζόμενος, δύο δ’ αὐτῷ πατρὸς καὶ υἱοῦ χαριζόμενος ἐπηγορίας. οὐ μὴν ἔλαθεν οὐδ’ ἐξέφυγεν, ὀψέ ποτε φωραθεὶς τοῖς αὐτὸς αὐτοῦ δικτύοις·

πλὴν καὶ πρὶν ἁλῶναι συνειδήσει πληττόμενος εἰς ἀποσκευὴν τῆς ὑπονοίας βλασφημεῖν ὥρμητο τὸν Σαβέλλιον.

Chapter 15

ὅπως δὲ τὸν ἄνδρα διέβαλεν ὀνομαστὶ μνημονεύσας αὐτοῦ, ἐπάκουσον ταῦτα περὶ αὐτοῦ γράφοντος αὐταῖς συλλαβαῖς (Nr. 38) Σαβέλλιος γὰρ καὶ αὐτὸς τῆς ὀρθῆς ὀλισθήσας πίστεως οὕτε τὸν θεὸν ἀκριβῶς ἔγνω οὕτε τὸν ἄγιον αὐτοῦ λόγον. ὁ γὰρ μὴ τὸν λόγον γνοὺς ἠγνόησεν καὶ τὸν πατέρα. »οὐδεὶς« γὰρ »οἶδεν« φησὶν »τὸν πατέρα, εἰ μὴ ὁ υἱός«, τουτέστιν ὁ λόγος· ‹ὁ γὰρ λόγος› δι’ αὑτοῦ τὴν τοῦ πατρὸς παρέχει γνῶσιν. οὕτω γὰρ καὶ πρὸς τοὺς οἰομένους τηνικαῦτα τῶν Ἰουδαίων εἰδέναι τὸν θεόν, ἀθετοῦντας δ’ αὐτοῦ τὸν λόγον, δι’ οὑ μόνου γινώσκεται ὁ θεός ἔλεγεν »οὐδεὶς ἐπιγινώσκει τὸν πατέρα εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἂν ὁ υἱὸς ἀποκαλύψῃ« . ἐπειδὴ γὰρ ἀδύνατον ἦν ἑτέρως γνῶναι τὸν θεόν, διὰ τοῦ ἰδίου λόγου εἰδέναι αὐτὸν τοὺς ἀνθρώπους διδάσκει, ὥστε ἐσφάλη μὲν κἀκεῖνος μὴ τὸν πατέρα καὶ τὸν τούτου λόγον ἀκριβῶς γνούς.

ταῦτα Μάρκελλος ἔγραφεν, τῆς τοῦ Σαβελλίζειν ὑπονοίας καθαίρων ἑαυτὸν μέχρι φωνῆς καὶ λόγου· τῇ γε μὴν γνώμῃ καὶ τῇ πρὸς τὸν ἄνδρα ὁμοφροσύνῃ ἁλίσκεται τοῖς αὐτοῖς ἐκείνῳ περιπειρόμενος βέλεσιν, ὡς ἔμοιγε ***** καὶ δι’ εὐχῆς ὑπῆρξεν ἂν τὸ μὴ τοῖς αὐτοῖς αὐτὸν περιπεσεῖν· νυνὶ δὲ κάκιον ἢ ἐκεῖνος πλημμελῶν φαίνεται. ὁ μὲν γὰρ τάχα που σφαλλόμενος ἠγνόει· | ὁ δ’ ὁμολογῶν ἐσφάλθαι τὸν ἄνδρα, κἄπειτα αὑτὸν ὠθῶν ἐπὶ τὸν προφανῆ τῆς αὐτῆς δυσσεβείας κρημνόν, οὐδεμιᾶς γένοιτ’ ἂν συγγνώμης ἄξιος. ἀλλὰ γὰρ διασκεψώμεθα τὰ λελεγμένα.

Chapter 16

πρῶτον μὲν οὖν ‹ὅτι› μήτε τὸν Σαβέλλιον μήτε Ἰουδαίους ἐγνωκέναι τὸν θεὸν ἔφη τῷ μὴ τὸν λόγον ἐγνωκέναι αὐτούς, σκέψασθαι χρὴ ὁποῖον ὑποτίθεται λόγον· εἰ μὲν γὰρ τὸν υἱὸν τοῦ θεοῦ τὸν μονογενῆ, τὸν ὑφεστῶτα καὶ ζῶντα, ἀλλ’ οὐδ’ αὐτὸς τοῦτον ἔγνω. αὐτίκα δ’ οὖν τοῦ σωτῆρος ἡμῶν διαφόρως μνημονεύσαντος τοῦ υἱοῦ καὶ πολλάκις μονογενῆ υἱὸν ἀνειπόντος καὶ μηδεπώποτε λόγον ἑαυτὸν ἀποκαλέσαντος, διὰ πάντων δὲ τῶν εὐαγγελίων υἱὸν θεοῦ εἶναι διδάξαντος (ἐφ’ ᾧ καὶ μακαρίζει τὸν Πέτρον εἰρηκότα »σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος«, καὶ τὴν γνῶσιν αὐτῷ ‹δι’› ἀποκαλύψεως τοῦ πατρὸς γεγονέναι μαρτυρεῖ φήσας »μακάριος εἶ, Σίμων βὰρ Ἰωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέν σοι ἀλλ’ ὁ πατήρ μου ὁ οὐράνιος«), ὁ θαυμαστὸς οὗτος ὥσπερ βεβυσμένος τὰ ὦτα ταῦτα κατὰ λέξιν γράφει (Nr. 34) καὶ διὰ τοῦτο οὐχ υἱὸν θεοῦ ἑαυτὸν ὀνομάζει. ἀλλὰ πανταχοῦ υἱὸν ἀνθρώπου ἑαυτὸν λέγει, ἵνα διὰ τῆς τοιαύτης ὁμολογίας θέσει τὸν ἄνθρωπον διὰ τῆς πρὸς αὐτὸν κοινωνίας υἱὸν θεοῦ γενέσθαι παρασκευάσῃ.

ὁρᾷς ὅπως υἱὸν μὲν αὐτὸν τοῦ θεοῦ ὁμολογεῖν οὐ τολμᾷ, ὡς ἂν μὴ ἐκπέσοι τοῦ Σαβελλίου δόγματος· υἱὸν δὲ ἀνθρώπου καλεῖ, δι’ ἣν ἀνείληφεν σάρκα. καὶ λόγον δὲ δι’ ὅλου τοῦ οἰκείου συγγράμματος ὀνομάζει συνεχῶς ἐπισημαινόμενος, ὡς οὐδὲν ἕτερον ἦν ἢ λόγος.

καὶ ἐν οἷς δ’ οὖν τὸν Σαβέλλιον καταμέμφεται, παρατίθεται μὲν τὰς τοῦ σωτῆρος φωνάς, δι’ ὧν ἔφη »οὐδεὶς ἔγνω τὸν πατέρα εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἂν ὁ υἱὸς ἀποκαλύψῃ«,

ὥσπερ δὲ ἐπανορθούμενος αὐτὰς | ἀντὶ τοῦ υἱοῦ λόγον αὖθις ὀνομάζει, ὧδε λέγων (Nr. 38) »οὐδεὶς« γὰρ »οἶδεν« φησὶν »τὸν πατέρα εἰ μὴ ὁ υἱός«, τουτέστιν ὁ λόγος, καὶ ἐπιφέρει (Nr. 38) ὁ γὰρ λόγος δι’ ἑαυτοῦ τὴν τοῦ πατρὸς παρέχει γνῶσιν, καὶ προστίθησιν (Nr. 38) ἀδύνατον ἦν ἑτέρως γνῶναι τὸν θεὸν ἢ διὰ τοῦ ἰδίου λόγου καὶ αὖθις λόγον ἀντὶ τοῦ υἱοῦ τίθησιν καὶ τὸν ἴδιον αὐτοῦ λόγον ἀποκαλεῖ· καὶ ἐν οὕτω βραχυτάτοις ῥήμασιν πολλάκις μὲν ἐμνημόνευσεν λόγου, υἱοῦ δὲ οὐδ’ ἅπαξ. ἀλλὰ καὶ αὐτὴν τοῦ σωτῆρος μεταποιεῖ τὴν ῥῆσιν,

ἀντὶ τοῦ »ὁ υἱὸς« ἐπάγων (Nr. 38) τουτέστιν ὁ λόγος, 〈ὡς〉 οὐχὶ μᾶλλον τῆς τοῦ υἱοῦ σημασίας ἁρμοζούσης τῇ τοῦ πατρὸς ἐπηγορίᾳ· ὅθεν εἰκότως ὁ μὲν σωτὴρ προσφυῶς ἐφήρμοσεν τῇ τοῦ πατρὸς τὴν τοῦ υἱοῦ συζυγίαν, ὁ δὲ τὸν υἱὸν εἰπεῖν παραιτησάμενος ἄνω κάτω τὸν λόγον θρυλεῖ, καὶ Σαβελλίου μὲν κατηγορεῖ τὸν υἱὸν ἀρνουμένου, ταὐτὸν δὲ πράττων ἐκείνῳ σχηματίζεται, τῇ κατ’ αὐτοῦ διαβολῇ τὴν τῆς κακοδοξίας ὑπόνοιαν ἐκκλίνειν οἰόμενος. εἰ μὲν οὖν τῷ Σαβελλίῳ μέμφεται τὸν υἱὸν τοῦ θεοῦ ἀρνουμένῳ, ἑαυτῷ πρότερον χρῆν μέμψασθαι· εἰ δὲ ὅτι ὃν αὐτὸς ὡρίζετο λόχον Σαβέλλιος ἠγνόει, οὐκ ὀρθῶς τοῦτό γε ᾐτιᾶτο.

οὔτε γὰρ Σαβέλλιον οὔτ’ αὐτοὺς Ἰουδαίους, τοὺς τὸν Χριστὸν τοῦ θεοῦ ἀρνουμένους, ὅν φησιν Μάρκελλος ἐν τῷ θεῷ εἶναι λόγον, δι’ οὑ Μωσεῖ καὶ τοῖς προφήταις κεχρημάτικεν, ἀγνοῆσαι, τοῦτον δὲ ἀκριβῶς εἰδέναι καὶ [ὁ] πᾶς εἴποι ἂν οὐ μόνον Ἰουδαίων ἀλλὰ καὶ Ἑλλήνων. λογικὸν γὰρ τίς οὐκ ἂν ὁμολογήσειεν εἶναι τὸν θεόν, ὡς καὶ σοφὸν καὶ ἀγαθὸν καὶ δυνατόν; Σαβέλλιος τοῦτο μὲν οὐκ ἂν ἀρνηθείη εἰδέναι· ὅτι δὲ μὴ καὶ υἱὸν τοῦ θεοῦ ζῶντα καὶ ὑφεστῶτα ὄντα τε καὶ προόντα τῆς σαρκὸς ὡμολόγει, ταύτης ἕνεκα τῆς πρὸς Μάρκελλον συμφωνίας ὁμοίως αὐτῷ τῆς τοῦ θεοῦ ἐκκλησίας ἠλάθη.

πῶς δὲ τὰ ἴσα Μάρκελλος τῷ Σαβελλίῳ ἐφρόνει, δῆλος ἂν εἴη ἐξ ὧν ἓν καὶ ταὐτὸν εἶναι τὸν θεὸν καὶ τὸν αὐτοῦ λόγον διεστείλατο, ποτὲ μὲν αὐτοῖς ῥήμασιν εἰπὼν

Chapter 17

| (Nr. 62) εἰ μὲν γὰρ ἡ τοῦ πνεύματος ἐξέτασις γίγνοιτο μόνη, ἓν καὶ ταὐτὸν εἰκότως ἂν ὁ λόγος εἶναι τῷ θεῷ φαίνοιτο· ποτὲ δὲ παραβάλλων τῷ ἀνθρωπείῳ λόγῳ τὸν τοῦ θεοῦ καὶ ἐπι λέγων (Nr. 55) ἓν καὶ ταὐτὸν εἶναι τῷ ἀνθρώπῳ τὸν ἐν αὐτῷ λόγον, οὐδενὶ χωριζόμενον ἑτέρῳ ἢ μόνῃ τῇ τῆς πράξεως ἐνεργείᾳ. διόπερ ποτὲ μὲν ἀπεφαίνετο πρὸ τῆς τοῦ κόσμου συστάσεως μηδὲν ἕτερον εἶναι πλὴν θεοῦ, καὶ πάλιν αὐτοῖς ῥήμασιν ἔλεγεν ὅτι (Nr. 93) μήπω τοῦ κόσμου γεγονότος οὐδὲν ἕτερον ἦν πλὴν θεοῦ μόνου·

ποτὲ δὲ τῷ ἡμετέρῳ σημαντικῷ λόγῳ τὸν τοῦ θεοῦ παρέβαλλεν, ἐν οἷς ὧδε ἔγραφεν (Nr. 55) ὥσπερ τὰ γεγονότα πάντα ὑπὸ τοῦ πατρὸς διὰ τοῦ λόγου γέγονεν, οὕτω καὶ τὰ λεγόμενα ὑπὸ τοῦ πατρὸς διὰ τοῦ λόγου σημαίνεται. καὶ δὴ λόγον σημαντικὸν ἐν τούτοις αὐτὸν ἀνειπών, προϊὼν ἑξῆς ἀχώριστον αὐτὸν τῇ ὑποστάσει ἓν καὶ ταὐτὸν εἶναι τῷ πατρὶ παρίστησιν, ὡδέ πη λέγων (Nr. 55) τοῦτο δὲ ῥᾴδιον, οἶμαι, τοῖς εὖ φρονοῦσιν καὶ ἀπὸ μικροῦ τινος καὶ ταπεινοῦ καθ’ ἡμᾶς παραδείγματος γνῶναι.

οὐδὲ γὰρ τὸν τοῦ ἀνθρώπου…

τα…

The complete text is available when the reading interface loads.