The Greek Library Author

Eusebius of Caesarea

Commentarius in Isaiam

Author namesEusèbe de Césarée · Eusebe de Cesaree · Eusebius of Caesarea · Eusebius Caesariensis

Scientific editors
Joseph Ziegler
Edition reference
Eusebius Werke IX. Der Jesajakommentar · Berlin · Akademie-Verlag · 1975
CTS identifier
urn:cts:greekLit:tlg2018.tlg019.local001
Corpus release
2.2.0 · 2026-08-29

Book 1

Τὸ πνεῦμα τῷ προφήτῃ ἐδείκνυ ποτὲ μὲν σαφῶς τὰ δηλούμενα ὡς μὴ δεῖσθαι τρόπων ἀλληγορίας ἐν τῇ τῶν φωνῶν ἑρμηνείᾳ, μόναις δὲ αὐταῖς κεχρῆσθαι ψιλαῖς ταῖς λέξεσιν, ποτὲ δὲ διὰ συμβόλων ἑτέρων πραγμάτων, ἐμφαντικοῖς ῥήμασί τε καὶ ὀνόμασιν ἑτέραν ὑποβαλλόντων διάνοιαν, ὥσπερ καὶ ἐπὶ τῶν ὀνείρων τοῦ Ἰωσὴφ προσκυνεῖν ἐδόκουν ἀστέρες τὸν ἀριθμὸν ἕνδεκα, ὧδέ πη τῶν ἀδελφῶν αὐτοῦ δηλουμένων, ἄλλοτε δὲ στάχυς ἀναλέγοντας τοὺς ἀδελφοὺς ἑώρα τῆς σιτοδείας ὧδέ πως ᾐνιγμένης. οὕτως καὶ τῷ παρόντι προφήτῃ τὰ πλεῖστα τῶν θεσπιζομένων διὰ συμβόλων ἑωρᾶτο, πλεῖστα δὲ καὶ συμπεπλεγμένως εἴρηται κατὰ τὸ αὐτὸ τῶν μὲν πρὸς λέξιν τῶν δὲ πρὸς διάνοιαν ὑφασμένων, ὁποῖα καὶ ἐν ταῖς τοῦ σωτῆρος εὑρίσκεται διδασκαλίαις, δι’ ὧν ἀναγέγραπται εἰπεῖν· οὐχ ὑμεῖς λέγετε ὅτι τετράμηνός ἐστι καὶ ὁ θερισμὸς ἔρχεται; ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ ἴδετε τὰς χώρας, ὅτι λευκαί εἰσι πρὸς θερισμὸν ἤδη· τούτων γὰρ τὸ μὲν ῥητόν ἐστι, τὸ δὲ διανοίᾳ καὶ ἄλλα ἂν εὕροις μυρία ὥσπερ οὖν καὶ τῷ μετὰ χεῖρας προφήτῃ παρ’ ᾧ ῥήματα μὲν αὐτολεξεὶ νοούμενα εὕροις ἂν τοιαῦτα· τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν; λέγει κύριος· πλήρης εἰμὶ ὁλοκαυτωμάτων καὶ τὰ ἑξῆς, πρὸς δὲ μόνην διάνοιαν ταῦτα· ἀμπελὼν ἐγενήθη τῷ ἠγαπημένῳ ἐν κέρατι ἐν τόπῳ πίονι καὶ τὰ ἑξῆς.

Ὅρασιν δὲ οὐ κοινὴν λέγει οὐδὲ σωματικοῖς ὀφθαλμοῖς ὑποπίπτουσαν, ἀλλὰ προφητικὴν τῶν μακροῖς ὕστερον χρόνοις συμβησομένων ἐποπτικήν· ὥσπερ γὰρ εἴ τις ἐν μεγάλῳ πίνακι θεῷτο πολεμίων ἔφοδον καὶ δῃώσεις χώρας πολιορκίας τε καὶ ἀνδραποδισμοὺς χρώματος ἄνθεσιν ἐξεικονισμένας, τὸν αὐτὸν δοκεῖ τρόπον ὕπαρ ἀλλ’ οὐ καθ’ ὕπνους τὴν ὅρασιν τεθεᾶσθαι τοῦ θείου πνεύματος καταλάμποντος αὐτοῦ τὴν ψυχήν.

Ἠσαΐας οὐκ ἐκ διατριβῶν ὥρμητο οὐδ’ ἐκ διδασκαλιῶν ὠφελημένος, ἀλλ’ ἐξ ἀγροῦ παρελθὼν καὶ βίου ὥς γε δοκεῖ τοῖς πολλοῖς ἀφανοῦς καὶ ἀπεριμμένου τῆς θείας ἐμπνεύσεως καὶ σοφίας μετείληφεν. Ἠσαΐαν καὶ εὐαγγελιστὴν δεῖ λέγειν ὡς τὴν αὐτὴν διακονίαν τοῖς εὐαγγελισταῖς ποιήσαντα· διαφερόντως γὰρ τὸν υἱὸν τοῦ θεοῦ κηρύττει, ποτὲ μὲν θεολογῶν ποτὲ δὲ τὴν εἰς οὐρανοὺς πάροδον αὐτοῦ θεσπίζων καὶ τὴν ἐκ παρθένου προαγορεύων τοῦ Ἐμμανουὴλ γέννησιν καὶ τὴν ἀνάστασιν, ἀλλὰ καὶ ἀπόστολον· καὶ τοῦτο γὰρ παρίστησιν λέγουσα ἡ αὐτοῦ γραφή· καὶ εἶπεν κύριος Τίνα ἀποστελῶ, καὶ τίς πορεύσεται πρὸς τὸν λαὸν τοῦτον; καὶ εἶπον Ἰδοὺ ἐγώ εἰμι· ἀπόστειλόν με.

Τὴν πᾶσαν ὑπόθεσιν κατὰ τοῦ Ἰουδαίων ἔθνους εἶναι διδάσκει· οὐ γὰρ μόνον ἐπὶ τοῦ πρώτου καταλεχθέντος βασιλέως, ἀλλὰ καὶ ἐπὶ τοῦ δευτέρου καὶ τρίτου καὶ τοῦ τετάρτου. καὶ εὕροις αὐτὸν ἐφ’ ἑκάστῃ βασιλείᾳ τῶν προλεχθέντων ἐλέγχους τοῦ Ἰουδαίων ἔθνους καὶ προρρήσεις κατ’ αὐτῶν ποιούμενον μέχρις αὐτοῦ τέλους τῆς βασιλείας, ἤτοι τοῦ Ἰουδαίων ἔθνους ἢ τῆς χώρας, Ἰερουσαλὴμ δὲ τῆς πόλεως.

διὰ τί πρῶτον κατὰ τῆς Ἰουδαίας ἄρχεται καίτοι μέλλων λέγειν καὶ κατὰ Βαβυλῶνος καὶ Αἰγυπτίων; ἐπειδὴ ἐξ αὐτῶν ἄρχεται τῶν δοκούντων ἀνακεῖσθαι τῷ θεῷ κατὰ τὸ εἰρημένον ἀλλαχόθι· ἀπὸ τῶν ἁγίων μου ἄρξασθε καὶ δυνατοὶ δυνατῶς ἐτασθήσονται.

Ἐπεσημήνατο δὲ τὸν τῶν βασιλέων χρόνον, ἐπειδὴ ἄλλη τις ἦν κατάστασις παρὰ Ἰουδαίοις πραγμάτων. ἔμελλεν δὲ τὰ μηδ’ εἰς νοῦν μηδ’ εἰς ὑπόνοιαν ἐπιόντα τῶν τότε μακροῖς ὕστερον χρόνοις ἀποβήσεσθαι. ὅτι κἀκεῖνος τηρητέον ὡς μία μὲν συνημμένη εἶναι δοκεῖ ἡ πᾶσα βίβλος, λέλεκται δὲ τῷ προφήτῃ κατὰ μέρος ἐν διαφόροις καὶ μακρῶν καιρῶν διαστήμασιν ὡς πολλῆς δεῖσθαι καὶ ἀκριβοῦς ἐπιστήμης τῷ μέλλοντι διαιρεῖν καὶ εἰς χρόνους ἀφορίζειν τὴν τῶν ἐμφερομένων διάνοιαν καὶ ταῖς πράξεσι ταῖς καθ’ ἑκάστην βασιλείαν πεπραγμέναις τὴν προφητείαν ἐφαρμόζειν· ἐφ’ ὅλοις γὰρ ἔτεσιν πεντήκοντα ὁ τῶν προκειμένων βασιλέων ἀπαρτίζεται χρόνος, καθ’ ὃν εἴρηται τὰ δι’ ὅλης τῆς βίβλου φερόμενα.

Πληρῶσαν τὸ θεῖον πνεῦμα τὴν τοῦ προφήτου ψυχὴν τῆς οἰκείας δυνάμεως ὡς δι’ ὀργάνου τοῦ προφητικοῦ στόματος ἐξεφώνησεν τὰ προκείμενα προπαρασκευάζον ἀκροατὰς τῶν ὑπὸ τοῦ κυρίου λεγομένων λόγων, διό φησιν· ὅτι κύριος ἐλάλησεν. εἶθ’ ἑξῆς καὶ τὸν λόγον αὐτὸν ἐμφαίνει, ὃν ἐλάλησε κύριος φῆσαν ἐκ προσώπου κυρίου τό· υἱοὺς ἐγέννησα καὶ ὕψωσα· ὁ μὲν οὖν κύριος ἐλάλησε τὸν λόγον, ἐπακοῦσαν δὲ τὸ πνεῦμα τὸ προφητικὸν τῆς τοῦ κυρίου φωνῆς ὡς δι’ ὀργάνου τοῦ προφήτου ταῖς τῶν ἀνθρώπων ἀκοαῖς παρεδίδου τὸν λόγον, ὃν τοῦ κυρίου λέγοντος ἠκροάσατο, συνεκάλει δὲ πρὸς τὴν μάθησιν τὰ συνεκτικὰ μέρη, οὐρανὸν τοῦτον τὸν τὰς θείας δυνάμεις ἀπειληφότα καὶ γῆν τὸ τῶν θνητῶν οἰκητήριον. οὐρανῷ μὲν ἀκούειν, γῇ δὲ ἐνωτίζεσθαι παρακελεύεται ἢ ὡς ἐμψύχοις οὖσιν· διοικεῖν γὰρ καὶ τὸ οὐράνιον σῶμα ψυχὴν καὶ τὸ τῆς γῆς στοιχεῖον ὡσαύτως φασίν τινες, ἢ δι’ αὐτῶν τὰς ἀφανεῖς δυνάμεις ἀνακαλούμενος ἢ ἔπειτα θεσπιζόμενα μακροῖς χρόνοις ἔμελλον ἀποβήσεσθαι τῆς θνητῆς φύσεως οὔσης ὀλιγοχρονίου πρὸς τὰ διαμένοντα ποιεῖται τὸν λόγον, ἢ ὡς μὴ ἀξίους ὄντας Ἰουδαίους τὸν οὐρανὸν προσκαλεῖται καὶ τὴν γῆν. καὶ τὸ μὲν ἀκούειν τῷ οὐρανῷ προσνέμει, ὅπερ ἐστὶν τὸ συνιέναι ὡς κρεῖττον, τῇ δὲ γῇ ἐνωτίζεσθαι, ὅπερ ἐστὶν τὸ δι’ ὤτων ἀκούειν, ὅπερ ἐστὶ σωματικώτερον.

Υἱοὺς ἐγέννησα λέγει διὰ τὴν νοερὰν ψυχὴν τὸ κατ’ εἰκόνα αὐτοῦ γενέσθαι, ἀλλὰ καὶ διὰ τὸ γέρους ἐξαιρέτου τετυχηκέναι τοὺς πρώτους.

Αἰνίττεται διὰ τοῦ λέγειν ἔγνω βοῦς τὸν κτησάμενον, ὅτι τὰ μὲν πρὶν κτηνῶν ἀλόγων κατ’ οὐδὲν διαφέροντα ἔθνη συνήσουσιν, Ἰσραὴλ δὲ οὐ συνήσει· τὸ γὰρ οὐ συνῆκεν ἀντ’ οὐ συνήσει. καὶ βοῦς μὲν καὶ ὄνος φυσικῇ φαντασίᾳ τοὺς τρέφοντας ἐπιγινώσκουσιν, οἱ δὲ τοσαύτης ἀξιωθέντες παρὰ τῷ θεῷ προνοίας, ὡς μὴ μόνον λογικοὺς καταστῆναι, ἀλλὰ καὶ λαὸν θεοῦ χρηματίσαι καταξιωθῆναι, υἱῶν τε προσηγορίᾳ τιμηθῆναι, οὐδ’ ὁμοίως τοῖς ἀλόγοις θρέμμασιν τὸν γεννήσαντα καὶ ἀναθρέψαντα, τιμήσαντά τε καὶ ὑψώσαντα αὐτοὺς κύριον ἔγνωσαν. οἶμαι δὲ διὰ τούτων προφητικῶς αἰνίττεσθαι πρὸς τὸν Χριστὸν τοῦ θεοῦ αὐτὸν ὄντα τὸν κύριον μόνοις αὐτοῖς ἐξ ἁπάντων τῶν ἐθνῶν ἐπιδημήσαντα κατὰ τὴν ἐνανθρώπησιν οὐ παραδέξονται οὐδὲ ἐπιγνώσονται αὐτὸν οὐδὲ νοήσουσιν, ἀλλ’ οὐδὲ συνήσουσιν.

Τὰ μὲν οὖν πρῶτα τὸν υἱὸν αὐτοπροσώπως εἰρηκέναι τὸ προφητικὸν ἐμαρτύρησε πνεῦμα, διὰ δὲ τῶν ἑξῆς ἐπιφερομένων οὐκέθ’ ὁ κύριος, ἀλλ’ αὐτὸ τὸ πνεῦμα ἐπιμέμφεται ὡς ἐνταῦθα ὑπὸ τοῦ κυρίου κατηγορηθεῖσιν φάσκον· οὐαὶ ἔθνος ἁμαρτωλόν.

διὰ ταῦτα γοῦν ἀπελέγχει τὸ Ἰουδαίων ἔθνος καὶ ταλανίζει αὐτοὺς τὸ ἅγιον πνεῦμα ὡς πάντων τῶν ἐθνῶν χείρους καὶ ὡς τὸ μηδὲν ὠφεληθέντας μήτε ἐκ τῆς υἱοθεσίας μήτε ἐξ ἧς παρὰ τοῦ θεοῦ τιμῆς ἠξιώθησαν· ὑψωθέντες καὶ πλείστων ὅσων ἐξαιρέτων παρ’ αὐτοῦ τετυχηκότες, ἀλλ’ οὐδὲ ἐξ ὧν πολλάκις ἐπλήγησαν δι’ ὑπερβολὴν ἀγάπης θεοῦ τυπτόμενοι καὶ κολαζόμενοι τῶν ἀσεβημάτων αὐτῶν ἕνεκα· ὃν γὰρ ἀγαπᾷ κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται.

Τηρητέον ὡς τὸν λαὸν τὸν χρηματίζοντα Ἰσραὴλ καὶ διὰ τὸ ἐξ Ἀβραὰμ τὸ γένος κατάγειν καὶ διὰ τὸ ἐκ σπέρματος θεοφιλῶν ἀνδρῶν κατὰ σάρκα γεγονέναι μέγα φρονοῦντας τὸ πνεῦμα τὸ ἅγιον ἁμαρτωλὸν ἔθνος καὶ λαὸν πλήρη ἁμαρτιῶν καὶ σπέρμα πονηρὸν καὶ υἱοὺς ἀνόμους ἀποκαλεῖ, διδάσκων μάτην τυφοῦσθαι τοὺς ἐπὶ γένει καὶ προπάτορσι σεμνυνομένους.

Κύριον τὸν υἱὸν λέγει ἐνταῦθα, καὶ πρέποι δ’ ἂν τῷ υἱῷ τοῦ θεοῦ λόγῳ ὄντι περὶ ἀνθρώπου φύσεως καὶ τῶν ἐν ἀνθρώποις λογικῶν ψυχῶν φάσκειν τό· υἱοὺς ἐγέννησα καὶ ὕψωσα. καὶ ἐπιλέγει· ἐγκατελείπατε τὸν κύριον καὶ παρωργίσατε τὸν ἅγιον τοῦ Ἰσραήλ. τίς δὲ ἦν ὃν ἐγκατέλιπον ἢ ὁ Χριστός, ὃν διὰ τὸ παρωργικέναι καὶ ἐγκαταλελοιπέναι τὰ ἑξῆς ἐπιλεγόμενα πεπόνθασιν; τηρητέον ὡς τὰ προκείμενα τοῦ παντὸς ἔθνους Ἰουδαίων ἀρχόντων τε καὶ ἀρχομένων κατηγορεῖ, οὐδὲν ἕτερον ἢ ὡς τὸν κύριον καταλιπόντων· οὐ γὰρ εἰδωλολατρίαν αὐτοῖς ἐπιμέμφεται, ἀλλ’ ὅτι τὸν κύριον καταλελοίπασιν, ὃν βοῦς καὶ ὄνος ἐπέγνω, ὁ δὲ Ἰσραὴλ οὐ συνῆκεν. διόπερ εἰκότως αὐτὸν ταλανίζει ὡς καὶ αὐτῶν τῶν τῇ φύσει ἀλόγων ἀποδειχθέντα πολὺ χείρονα.

Ἀνίατόν τινα καὶ ἀθεράπευτον ἐπιμέμφεται αὐτοῖς νόσον· πᾶσαν γὰρ κεφαλήν φησιν εἰς πόνον καὶ πᾶσαν καρδίαν εἰς λύπην, ἀπὸ ποδῶν ἕως κεφαλῆς οὐκ ἔστιν ἐν αὐτῷ ὁλοκληρία. εἶτα καὶ ἀπογινώσκει αὐτῶν ὁ λόγος τὴν θεραπείαν λέγων· οὐκ ἔστιν μάλαγμα ἐπιθεῖναι οὔτε ἔλαιον οὔτε καταδέσμους, ἅπερ εἰ μετὰ τοὺς χρόνους τοὺς περὶ τὴν σωτήριον παρουσίαν ἐκλαμβάνοιτο χώραν ἔχει, ἐπειδὴ τότε ἔφθασεν εἰς αὐτοὺς ἡ ὀργὴ εἰς τέλος. εἰ δὲ ἐπὶ τοὺς ἀνωτέρω χρόνους οὐκ ἂν ἀληθεύοιτο, διὰ τὸ κατὰ χρόνους καὶ καθ’ ἑκάστην γενεὰν ἐπ’ αὐτῆς τε τῆς ἐν Βαβυλῶνι αἰχμαλωσίας γεγονέναι τινὰς παρ’ αὐτοῖς θεοφιλεῖς ἄνδρας, ὥστε εὐλόγως ἡμᾶς τὰ προκείμενα ἐπὶ τὴν ἐσχάτην αὐτῶν ἀπόπτωσιν ἐκλαβεῖν, καθ’ ἣν διὰ τὸ μὴ συνιέναι ἐπιδημήσαντα αὐτοῖς τὸν Χριστὸν τοῦ θεοῦ, πολιορκηθέντες ὑπὸ Ῥωμαίων οὐκέτι ἦραν κεφαλήν. ἀπηλλοτριώθησαν γοῦν εἰς τὰ ὀπίσω καὶ πᾶσα αὐτῶν κεφαλή, ἀρχοντικὴ δηλαδὴ ἐξουσία, ταπεινωθεῖσα γέγονεν εἰς πόνον, πᾶσά τε καρδία εἰς λύπην, ὡς ἀπὸ ποδῶν ἕως κεφαλῆς, ἀπὸ μικροῦ δηλαδὴ καὶ ἕως μείζονος, μὴ εἶναι ἐν αὐτοῖς ὁλοκληρίαν, μηδέ τι φάρμακον αὐτοῖς ἐπινοεῖς σωτήριον. πῶς γὰρ καὶ οἷόν τε ἦν ἕτερον αὐτοὺς ὑγείας καὶ σωτηρίας ποιητικὸν εὑρᾶσθαι φάρμακον ἀρνησαμένους τὸν κύριον, μηδὲ ἐπεγνωκότας αὐτὸν μηδὲ συνιέντας ἐπιδημήσαντα αὐτοῖς τὸν τῶν ψυχῶν ἰατρὸν τὸν μόνον πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ψυχῶν ὁμοῦ καὶ σωμάτων ἰάσασθαι δυνάμενον. ἀντὶ δὲ τοῦ· οὐκ ἔστιν ἐν αὐτῷ ὁλοκληρία οὔτε τραῦμα οὔτε μώλωψ καὶ τῶν ἑξῆς ὁ Σύμμαχος τοῦτον ἐξέδωκεν τὸν τρόπον· οὐκ ἔστιν ἐν αὐτῷ ὑγιές, ἀλλὰ τραῦμα καὶ μώλωψ καὶ πληγὴ κρούματος οὐ σφιγγομένη οὐδ’ ἐπιδεσμουμένη οὐδ’ ἁπαλυνομένη ἐλαίῳ.

Τό· ἡ γῆ ὑμῶν ἔρημος, αἱ πόλεις ὑμῶν πυρίκαυστοι, καὶ τὰ τούτοις ἐπιλεγόμενα καὶ τότε μὲν οὐδαμῶς ἐνηργεῖτο ὁπηνίκα ἐλέγετο, μέλλοντα δὲ συμβήσεσθαί ποτε μακροῖς ὕστερον χρόνοις τῷ προφήτῃ προεθεωρεῖτο. ἀντὶ δὲ τοῦ· ὡς σκηνὴ ἐν ἀμπελῶνι, ὁ Σύμμαχος ὡς καλύβη φησὶν ἐν ἀμπελῶνι καὶ ὡς νυκτοφυλάκιον ἐν σικυηράτῳ καὶ ὡς πόλις πεπορθημένη. τὸν δ’ ἐνταῦθα ἀμπελῶνα ὠνομασμένον ἐν τοῖς μετὰ ταῦτα τὸ πᾶν ἔθνος εἶναι διασαφεῖ ὁ αὐτὸς προφήτης λέγων· ὁ γὰρ ἀμπελὼν κυρίου σαβαὼθ οἶκος τοῦ Ἰσραήλ ἐστιν καὶ ἄνθρωπος τοῦ Ἰούδα νεόφυτον ἠγαπημένον. εἶθ’ ἐπάγει τὴν αἰτίαν τῆς ἐρημίας αὐτῶν λέγων· ἔμεινα ἵνα ποιήσῃ δικαιοσύνην, ἐποίησεν δὲ ἀνομίαν καὶ οὐ δικαιοσύνην ἀλλὰ κραυγήν.

Ἐπεὶ αὐτοὶ πρότεροι ἐγκατέλιπον τὸν κύριον καὶ παρώργισαν τὸν ἅγιον τοῦ Ἰσραήλ, εἰκότως ἐγκαταλειφθήσεσθαι λέγονται. τὸ δέ· ὡς σκηνὴ ἐν ἀμπελῶνι καταλείπεσθαι, σημαίνει τὴν παντελῆ αὐτῶν ἀκαρπίαν· ἕως μὲν γὰρ καρπῶν ἀγαθῶν πεπλήρωται, ἀμπελὼν τὸν φρουροῦντα κέκτηται, ὃς σκηνὴν πηξάμενος ἄνωθεν ἀφ’ ὑψηλοῦ ἀφορᾷ καὶ φυλάττει τὸν ἀμπελῶνα. εἰ δ’ ὁ τούτου καρπὸς ἀφανισθῇ, τηνικαῦτα ὁ φύλαξ ὡς ἂν μὴ εἰς μάταιον κάμνοι, τὴν σκηνὴν ἔρημον καταλιπὼν ἀναχωρεῖ τῆς φυλακῆς. τοῦτο δὴ οὖν αὐτὸ γενήσεσθαι περὶ τὸν νεὼν τὸ θεῖον πνεῦμα θεσπίζει· τοῦ γάρ τοι παντὸς ἔθνους δίκην ἀμπελῶνος συνεστῶτος, ὥσπερ τις σκηνὴν μέση τοῦ παντὸς ὁ ἐν τῇ Ἰερουσαλὴμ νεὼς ἵδρυτο, ἔνθεν τε ὡς ἀπὸ σκοπῆς ὁ φρουρὸς τὸν ἀμπελῶνα ἐπεσκόπει, ἐπεὶ δὲ ἀντὶ σταφυλῆς ἐποίησεν ἀκάνθας, ἀκόλουθον καὶ τὴν πόλιν καὶ τὸν νεὼν ἐγκαταλειφθήσεσθαι θεσπίζει. ὡς σκηνὴ ἐν ἀμπελῶνι, ἀλλὰ καὶ ὡς ὀπωροφυλάκιον ἐν σικυηράτῳ φησὶ διὰ τὸ οὐχ ὅπως τὰς κατ’ ἀρετὴν πράξεις ὀνομαζομένας σταφυλὴν τὴν ὡς καρποῖς τιμιωτέραν μὴ φέρειν, ἀλλὰ μηδὲ τὴν καλουμένην ὀπώραν. τοιαύτη δέ τις ἦν ἡ πρόσκαιρος καὶ σωματικὴ κατὰ τὸν Μωσέως νόμον λατρεία ὡραία τις οὖσα τῇ ὄψει καὶ εὐθαλής, πλὴν ἀλλὰ πρόσκαιρος. διὸ καὶ ὁ τόπος, ἐν ᾧ τὰ τῆς ὀπώρας ἤκμαζεν, ὀπωροφυλάκιον ὠνόμαστο, ὃ δὴ καὶ αὐτὸ ἐγκαταλειφθήσεσθαι λέγεται. καταλιπόντος δὲ τὴν ἑαυτοῦ σκηνὴν καὶ τὸ ὀπωροφυλάκιον τοῦ δεσπότου καὶ φύλακος ἀκολούθως καὶ ἡ πᾶσα πόλις πεπολιορκημένη γέγονεν τῇ τε ἐρημίᾳ τοῦ τόπου καὶ τοῦ ἔθνους.

Ἐπειδὴ τὸ ἐξ αὐτῶν σπέρμα ὁ ἀποστολικὸς χορὸς συνῆκέν τε αὐτὸν καὶ ἐπέγνω, εἰκότως ἀφορίζεται τοῦ πλήθους, μνήμην τε αὐτῶν ὁ λόγος ποιεῖται ἐκ προσώπου τῶν προφητῶν φάσκων· καὶ εἰ μὴ κύριος σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν· ἄτοπον γὰρ τὸ νομίζειν τοὺς ἀποστόλους ἀσεβῶν σπέρμα λέγεσθαι, περὶ ὧν ἀνωτέρω ἐλέγετο· σπέρμα πονηρόν, υἱοὶ ἄνομοι.

Ταῦτα οὖν τῷ θείῳ πνεύματι οἱ προφῆται θεώμενοι παραμύθιον αὐτοῖς ἐπὶ τῇ τοῦ παντὸς ἔθνους ἀπωλείᾳ προσῆγον λέγοντες· καὶ εἰ μὴ κύριος σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν.

Παραβάλλει αὐτοὺς ἄρχουσι Σοδόμων καὶ λαῷ Γομόρρας διὰ τὴν μέλλουσαν καὶ αὐτοῖς ἐλεύσεσθαι καταστροφήν, ὁμοίως τοῖς τὰ Σόδομα καὶ Γόμορρα οἰκήσασιν ἀνδράσιν ἀσεβεστάτοις ἢ διὰ τὴν ὁμοιοτροπίαν τοῦ βίου, ἣν ἐν τοῖς ἑξῆς προϊὼν αὐτὸς ὁ προφήτης παρίστη λέγων· τὴν δὲ ἀνομίαν αὐτῶν ὡς Σοδόμων ἀνήγγειλαν καὶ ἐνεφάνισαν. οὐαὶ τῇ ψυχῇ αὐτῶν, ὅτι ἐβουλεύσαντο βουλὴν πονηρὰν καθ’ ἑαυτῶν εἰπόντες· Δήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστιν· οὐκοῦν ἀποδέδεικται, δι’ ἣν αἰτίαν ἄρχοντας Σοδόμων ἐκάλεσεν.

Ἐπειδὴ Ἰουδαίων παῖδες ἐπὶ τῇ τῶν πατέρων ἀρετῇ σεμνυνόμενοι μέγα ἐφρόνουν ὡς τοῦ Ἀβραὰμ ὄντες σπέρμα καὶ τοῦ Ἰσραὴλ ἀπόγονοι, εἰκότως τὸ μεγάλαυχον αὐτῶν ὁ λόγος ταπεινοῖ καὶ τὸ μάταιον οἴημα καθαιρεῖ, τοὺς μὲν ἄρχοντας τοῦ διαβοήτου Ἰσραὴλ Σοδόμων ἄρχοντας ὀνομάζων, αὐτὸν δὲ τὸν χρηματίζοντα λαὸν τοῦ θεοῦ λαὸν Γομόρρας ἀποκαλῶν, τοὺς διὰ τῶν ἴσων ἐπιτηδευμάτων τοῖς πάλαι ἀσεβήσασιν ὁμοιωθέντας.

Καινὸν διδασκαλίας νόμον ὁ λόγος εἰσάγει παραίτησιν ἔχοντα τῆς κατὰ Μωσέα σωματικῆς λατρείας· ἀναφέρομεν δὲ ταῦτα ἐπὶ τοὺς κατὰ τὸν σωτῆρα γενομένους ἄρχοντας τοῦ ἔθνους, οἳ κατὰ τοῦ κυρίου τολμήσαντες θυσίαις καὶ σπονδαῖς καὶ ταῖς ἄλλαις κατὰ τὸν νόμον σωματικαῖς λατρείαις ἱλάσκεσθαι τὸν θεὸν ἐνόμιζον. πρὸς δὴ οὖν τούτους ἀποτείνεται ὁ λόγος φάσκων· τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν; καὶ τὰ ἑξῆς. οἷς προστίθησιν τό· ἐγενήθητέ μοι εἰς πλησμονὴν καὶ τὰ ἑξῆς. ἐπὶ πᾶσιν τὴν αἰτίαν τῆς τοσαύτης ἀπειλῆς ἐκφαίνει συνάπτων ἑξῆς καὶ λέγων· αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις, πληρώσαντες γὰρ τὸ μέτρον τῆς τῶν πατέρων αὐτῶν κακίας. τήρει τε ὡς ἐν τούτοις πᾶσιν οὐδαμοῦ διαβέβληνται εἰδωλολατρίᾳ, ἀλλ’ ὅτι μὴ ἔγνωσαν τὸν κύριον καὶ ὅτι μὴ συνῆκαν αὐτόν, τότε ἐγκατέλιπον αὐτὸν καὶ παρώξυναν τὸν ἅγιον τοῦ Ἰσραήλ. καὶ πρὸς ἅπασι τούτοις, ὅτι αἱ χεῖρες αὐτῶν γεγόνασιν αἵματος πλήρεις διὰ τῆς κατὰ τοῦ Χριστοῦ μιαιφονίας, ἣν μετὰ μυρίας προφητοκτονίας εἰργάσαντο, γεγόνασιν αἵματος πλήρεις. διὰ τοῦτο πᾶσα ἑορτὴ καὶ πανήγυρις, τά τε λοιπὰ δι’ ὧν ἐνόμιζον ἀφέσεως ἁμαρτημάτων τυγχάνειν κατὰ τὸν Μωσέως νόμον, ἀφῄρηται αὐτῶν μετὰ τὴν κατὰ Χριστοῦ τόλμαν. θέα δὲ καὶ ὁποία τις αὐτοῖς ἐπάγεται ἀπειλὴ λέγουσα· οὐκέτι ἀνήσω τὰς ἁμαρτίας ὑμῶν, ὃ καὶ αὐτὸ μετὰ τὴν κατὰ τοῦ σωτῆρος ἡμῶν ἐπιβουλὴν εἰς αὐτοὺς ἐπληροῦτο· διὸ ἑξῆς ἐπιλέγεται· αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις, εἰκότως γοῦν ἐπειδὴ χεῖρες αὐτῶν πλήρεις γεγόνασιν αἵματος, ἐπενήνεκται τό· οὐκέτι ἀνήσω τὰς ἁμαρτίας ὑμῶν, καὶ τό· ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν.

Σφόδρα ἀκολούθως ὁ τὰ πρῶτα εἰρηκὼς κύριος ἔτι καὶ ταῦτα πρὸς τοὺς δηλωθέντας ἄρχοντας Σοδόμων καὶ τὸν λαὸν Γομόρρας διεξέρχεται ἐπὶ ἀγαθὰς ἐλπίδας αὐτοὺς προσκαλούμενος, εἰ μεταθέμενοι τῆς κακίας καὶ τῆς ἐθελοθρησκίας τῆς κατὰ τὸν σωματικὸν νόμον ἀναχωρήσαντες, ὑπήκοοι γένοιντο τῆς καινῆς αὐτοῦ διαθήκης καὶ τοῦ καινοῦ νόμου καὶ λόγου. διὸ μετὰ τὴν παρόρασιν τῶν ἐν τῇ παλαιᾷ διαθήκῃ τὰ τῆς καινῆς διαθήκης καὶ τὰ τοῦ καινοῦ νόμου εἰσάγει μυστήρια. ἃ δὴ καὶ ἐν τοῖς Εὐαγγελίοις αὐτὸς παρεδίδου λέγων· ἐὰν μή τις ἀναγεννηθῇ ἐξ ὕδατος καὶ πνεύματος, οὐ μὴ εἰσέλθῃ εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. προκαλεῖται τοίνυν ὁ φιλάνθρωπος κύριος τοὺς τοσούτοις κακοῖς ἐνισχημένους τῷ τε προλεχθέντι αἵματι πεφυρμένους ἐπὶ τὴν ἀνάληψιν τῆς καινῆς διαθήκης σπεύδειν ἐπαγγελίαν αὐτοῖς προϊσχόμενος, τὴν διὰ αὐτῆς προξενουμένην ἄφεσιν ἁμαρτιῶν τοῖς τὰ μεγάλα ἠσεβηκόσιν. διό φησιν πρὸς αὐτούς· λούσασθε, καθαροὶ γένεσθε. καθαρτικὸς δὲ ψυχῶν ὁ σωτήριος τυγχάνων λόγος, οὐκ ἀναπέμπει μὲν ἐπὶ τὰ μωσαϊκὰ νόμιμα, προτρέπει δὲ σπεύδειν ἐπὶ τὰ εὐαγγελικὰ προστιθεὶς τῷ· λούσασθε, καθαροὶ γένεσθε τό· ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν. καὶ τοῦτο πράξατε ἀπέναντι τῶν ὀφθαλμῶν μου. μὴ γὰρ κατὰ τὸ νομιζόμενον ἀνθρώποις μέχρι τοῦ φανητιᾶν τὴν τῶν ἁμαρτημάτων ἐπιστροφὴν ποιεῖσθέ φησιν, ἐξ αὐτῆς δὲ ψυχῆς τῆς ἐμοὶ θεωρουμένης ἀφέλετε τὰς πονηρίας ὑμῶν. διὸ ἐπάγει· ἀπέναντι τῶν ὀφθαλμῶν μου παύσασθε ἀπὸ τῶν πονηριῶν ὑμῶν.

Εἶτα μεταβαλόντες τῆς κακίας μὴ μέχρι τούτου στῆτε, τὸν δὲ κατὰ ἀρετὴν ἀναλάβετε βίον, διδασκαλίᾳ καινῇ τῇ κατὰ τὸ εὐαγγέλιον χρησάμενοι· διδακτὸν γὰρ τὸ ἀγαθόν. διό φησι· μάθετε καλὸν ποιεῖν καὶ ἐκζητήσατε κρίσιν, ἔπειτα ταῦτα κατορθώσαντες ῥύσασθε ἀδικούμενον, κρίνατε ὀρφανῷ καὶ δικαιώσατε χήραν.

Ἐπειδὰν δὲ ταῦτα πάντα διαπράξησθε παρρησίαν λαβόντες, ἥκετε. εἶθ’ ὡς ἐν δικαστηρίῳ διελεγχθῶμεν ἐγώ τε καὶ ὑμεῖς· ἐγὼ μὲν ὅσα πέπονθα ὑφ’ ὑμῶν, ὅσα τε ὑμᾶς ἔτυχον εὐεργετήσας καταριθμούμενος καὶ ὡς μετὰ τοσαῦτα πλημμελήματα πάντων κακῶν ἀμνηστίαν ποιούμενος πεφοινιγμένας ὑμῶν τὰς χεῖρας ἐκ τοῦ προλεχθέντος αἵματος ἐκάθηρα λαμπροτέρας χιόνος αὐτὰς διὰ τῆς τοῦ λουτροῦ παλιγγενεσίας καταστήσας. ὑμεῖς δὲ εἴ τις ὑμῖν πρὸς τὴν τοσαύτην χάριν ἔνεστιν λόγος, εἰς φανερὸν τοῦτον ἄγετε.

Τούτοις ἐπιλέγεται τό· καὶ ἐὰν θέλητε καὶ εἰσακούσητέ μου ἐν τῷ λούσασθαι καὶ τὰ λοιπὰ διαπράξασθαι κατὰ τὸν ἀποδοθέντα τρόπον, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε. ἔνθ’ ὁ λόγος ὡς μὲν πρὸς Ἰουδαίους διαλεγόμενος, οἷα νηπίους αὐτοὺς διὰ τῆς σωματικῆς ἐπαγγελίας τοῖς εἰρημένοις προτρέπει· πρὸς δὲ τὸν ἀληθῆ λόγον, γῆς τῆς ψυχῆς νοουμένης κατὰ τὴν σωτήριον παραβολὴν ἢ τὸν ἐπουράνιον σπόρον λέγεται παραδέχεσθαι. καὶ τότε μὲν ἀποπνίγειν καὶ ἀπολλύειν διαφόρως τὸν ἐν αὐτῇ καταβαλλόμενον λόγον, τότε δὲ καρποὺς εὐθαλεῖς ἀποδιδόναι ἐν τριάκοντα ἢ ἑξήκοντα ἢ ἑκατὸν καρποφορίαις, ἀκόλουθόν ἐστιν ἀγαθὰ ψυχῆς νοεῖν ἤτοι τὰς κατὰ ἀρετὴν προκοπὰς καὶ τελειώσεις, ἢ τὰ ἐπηγγελμένα αὐτοῖς ἐν οὐρανῷ βασιλείᾳ καὶ ἐν ἐπουρανίῳ γῇ, περὶ ἧς ἐν Εὐαγγελίοις αὐτὸς ὁ σωτὴρ διδάσκων ἔλεγεν· μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσιν τὴν γῆν. ἐπὶ ταύτης γοῦν τῆς οὐρανίου γῆς τὰ ὄντως ἀγαθὰ τυγχάνει· ἃ ὁ ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσεν καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη. ἔνθα καὶ ἡ ἐπουράνιος νοεῖται Ἰερουσαλήμ.

Πεισθεῖσιν μὲν οὖν ταῦτα ὁ λόγος ἐπαγγέλλεται, ἀπειθοῦσι δὲ ἀπειλεῖ λέγων· ἐὰν μὴ θέλητε μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται· τὸ γὰρ στόμα κυρίου ἐλάλησεν ταῦτα. πρὸς μὲν οὖν τὴν λέξιν αὐτίκα τοῖς λόγοις ἐπηκολούθει ἡ διὰ τῶν ἔργων ἔκβασις· οἱ γοῦν μὴ ἐπακούσαντες τῇ σωτηρίῳ χάριτι αὐτοῖς ἄρχουσι καὶ αὐτῷ λαῷ τοῦ Ἰουδαίων ἔθνους παραχρῆμα καὶ οὐκ εἰς μακρὸν τῇ τῶν πολεμίων μαχαίρᾳ παρεδόθησαν, ἐπελθόντων αὐτοῖς Ῥωμαίων καὶ πολέμου νόμῳ τοὺς πάντας χειρωσαμένων. εἰ δὲ καὶ διαβολική τίς ἐστι μάχαιρα, καὶ ταύτῃ ἔκδοτοι γεγόνασιν διὰ τὸ ἀπειθῆσαι τῇ κλήσει τῆς τοῦ Χριστοῦ χάριτος.

Οὔτε γοῦν τὸ Ἑβραϊκὸν οὔτε οἱ λοιποὶ ἑρμηνευταὶ τῆς Σιὼν ἐνταῦθα ἐμνημόνευσαν. διδάσκει δὲ ὁ λόγος, ὡς πάλαι μὲν ᾤκησαν τὴν πόλιν ἄνδρες πιστοί, διὸ πιστὴ πόλις ἐχρημάτισεν, ὥσπερ ἂν εἴποι τις πιστῶν πόλις, ἀλλὰ καὶ πλήρης κρίσεως ἦν καὶ δικαιοσύνης, ὡς ἂν ἐναρέτων ψυχῶν οἰκητήριον τότε γενομένη· διὸ κεκοιμῆσθαι ἐν αὐτῇ δικαιοσύνην, τοῦτ’ ἔστιν ἐνοικῆσαι καὶ ἀναπεπαῦσθαι εἴρηται. πάλαι μὲν οὖν τούτων πλήρης ἐτύγχανεν, τάχα που περὶ τοὺς χρόνους Δαυίδ, ὃς πρῶτος ἑλὼν τὴν πόλιν ἐκ χειρὸς ἀλλοφύλων, τὴν κιβωτὸν τοῦ θεοῦ καὶ τὴν σκηνὴν ἐν αὐτῇ κατεστήσατο, αὐτός τε αὐτὴν βασιλικὴν ἀποδείξας ἑαυτοῦ ὡς χρηματίσαι πόλιν Δαυὶδ τὸν τόπον· τότε γὰρ εἰκὸς ἦν αὐτὴν καὶ πιστὴν γεγονέναι, πλήρη τε κρίσεως καὶ δικαιοσύνης, νυνὶ δὲ γέγονεν πόρνη διὰ τοὺς ἐκπορνεύσαντας ἐν αὐτῇ. οὗτοι δὲ ἦσαν, οὓς ἑξῆς δηλοῖ λέγων· νῦν δὲ φονευταί.

καὶ ταῦτα συμφώνως τοῖς προαποδοθεῖσιν ἐπὶ τοὺς χρόνους ἀναφέροιτ’ ἂν τοῦ σωτῆρος ἡμῶν, μετὰ δὲ τὸ φονευτὰς ἀποκαλέσαι τοὺς ἐκπορνεύσαντας ἀπὸ τοῦ νυμφίου λόγου τὸ πνεῦμα τὸ ἅγιον πρὸς αὐτοὺς τείνεται φάσκον· τὸ ἀργύριον ὑμῶν ἀδόκιμον ἐπειδὴ καὶ μετὰ τὸ ἐκπορνεῦσαι καὶ φονευτὰς γενέσθαι προσεποιοῦντο θεοσεβείας λόγους ἀπαγγέλλειν καὶ τὰς θείας γραφὰς διερμηνεύειν καὶ δευτερώσεις μυθικὰς ποιεῖσθαι τῶν ἀναγνωσμάτων. ἦν αὐτῶν τὸ ἀργύριον ἀδόκιμον , δηλαδὴ ὁ Ἰουδαϊκὸς λόγος μυθικός τις ὢν καὶ γραώδης καὶ διὰ τοῦτο ἀπόβλητος. καὶ αὐτοὶ δὲ οἱ διδάσκαλοι αὐτῶν καπηλεύοντες τὴν διδασκαλίαν κάπηλοι προσφυῶς ὠνομάσθησαν μιγνύντες τὸν οἶνον ὕδατι, λόγῳ ἐξυδαροῦντι τὸν ἄκρατον καὶ τὸν στρυφνὸν καὶ ἐπιστυπτικὸν τῶν θεοπνεύστων γραφῶν νοῦν διὰ τῆς μυθικῆς αὐτῶν καὶ ληρώδους δευτερώσεως.

Καλούμενοι γὰρ ὑπὸ τοῦ σωτῆρος οὐχ ὑπήκουον, ἀλλὰ καὶ κοινωνοὶ κλεπτῶν ἐγίνοντο τῷ προδότῃ Ἰούδᾳ κλέπτοντι συνόντες καὶ κοινωνοῦντες αὐτῷ τῆς τοῦ διδασκάλου προδοσίας, οἱ δ’ αὐτοὶ δωροδόκοι τινὲς ὄντες τὴν ὀρθότητα τοῦ δικαίου δώροις ἐπίπρασκον, ἐδίωκόν τε ἀνταπόδομα τῷ μὴ βούλεσθαι παραδέχεσθαι τὸν ὑπὸ ὠφελείας αὐτῶν γινόμενον ἔλεγχον, ἀμοιβῇ δὲ κακῇ κεχρῆσθαι ἐθέλειν. διὸ κατὰ τὸν Σύμμαχον λέγονται διώκειν ἀμοιβάς. πρὸς τούτοις ἅπασιν τὴν ἐπισκοπὴν πεπιστευμένοι τῶν ἐνδεῶν οὔτε ὀρφανοῖς ἔκρινον οὐδὲ χήρας ἀντιλαμβάνοντες. ταῦτα πάντα κατηγοροῦνται οἱ προλεχθέντες φονευταί, δύναται δὲ καὶ ἐπὶ τοὺς προπάτορας αὐτῶν ἀναφέρεσθαι· ταῦτα λέγω δὲ τοὺς πάλαι γενομένους τῶν τοῦ θεοῦ προφητῶν φονευτάς.

Τὸ κύριος σαβαὼθ ἑρμηνεύεται κύριος τῶν δυνάμεων ἢ κύριος στρατιῶν. ἀναφέρεται δ’ ὁ λόγος ἐπὶ τὸν σωτῆρα καὶ κύριον ἡμῶν τὸν τοῦ θεοῦ μονογενῆ λόγον, ὃς ἐπὶ τοῦ παρόντος διὰ τὰς τῶν κατηγορηθέντων φονευτῶν πράξεις τὰ προκείμενα ἀπειλεῖ· Οὐαὶ οἱ ἰσχύοντες Ἰσραὴλ λέγων. τίνες δὲ ἦσαν οὗτοι, παρίστησι φάσκον τὸ Εὐαγγέλιον· Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί· πρὸς γὰρ τοὺς ἄρχοντας καὶ τοὺς δυνατοὺς τοῦ ἔθνους ταῦτ’ ἐλέγετο ὡς αἰτίους τῆς τῶν ὑπηκόων διαστροφῆς. οὐαὶ δὲ αὐτοῖς ἔσεσθαί φησιν ὁ δεσπότης κύριος σαβαώθ, ἐπεὶ ὁ θυμὸς αὐτοῦ τε τῆς τιμωρητικῆς καὶ κολαστικῆς δυνάμεως οὕτως δηλουμένης οὐ παύσεταί φησιν οὐδὲ ἀνήσει, ἕως οὗ μετέλθῃ αὐτούς.

Φιλάνθρωπος δὲ ὢν ὁ λόγος καὶ μὴ βουλόμενος τὸν θάνατον τοῦ ἁμαρτωλοῦ ὡς τὴν μετάνοιαν ἐπαγγέλλεται τρόπον θεραπείας προσοίσειν τοῖς μὴ τοῦ θυμοῦ δεηθεῖσιν. τίς δὲ ἦν οὗτος, ἀλλ’ ἢ ἡ αὐτοῦ χείρ, ἣν σωτήριον ὑπάρχουσαν καὶ ἰατικὴν ἑτέραν οὖσαν παρὰ τὸν θυμὸν αὐτοῦ ἐπάξειν φησὶ καὶ πυρώσειν ἐπὶ τῷ καθάραι καὶ διακρίναι τοὺς φαύλους ἀπὸ τῶν ἀστείων. διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· καὶ πυρώσω εἰς καθαρὸν τὴν σκωρίαν σου, κατὰ δὲ τὸν Θεοδοτίωνα· καὶ πυρώσω εἰς καθαρὸν τὸ γιγαρτῶδές σου· ὥσπερ γὰρ οἱ καθαίροντες διὰ πυρὸς χαλκὸν ἢ σίδηρον, τὴν σκωρίαν ἀποβάλλουσιν, καὶ οἱ τοὺς βότρυας τῆς ἀμπέλου πιέζοντες ἐν ταῖς ληνοῖς τὸ γιγαρτῶδες καὶ τὰ περιττὰ τῶν ἐκπατηθέντων βοτρύων ἀπορρίπτουσιν, τὸν αὐτὸν τρόπον κἀγώ φησι πυρώσω εἰς καθαρὸν τὸ γιγαρτῶδές σου. καὶ κατὰ τὸν Ἀκύλαν ὁμοίως εἴρηται· καὶ πυρώσω εἰς καθαρὸν στέμφυλά σου. τίς δὲ ἦν ἡ σκωρία καὶ τί τὸ ἐν αὐτοῖς γιγαρτῶδες, διασαφεῖ λευκώτερον ἐπιφέρων· καὶ ἀφελῶ πάντας ἀνόμους ἀπὸ σοῦ καὶ πάντας ὑπερηφάνους. ἐπειδὰν δὲ τὴν ἐμαυτοῦ χεῖρα ἐπάγων ἀφορίσω τὴν σκωρίαν σου καὶ τὸ γιγαρτῶδές σου τὸ τηνικαῦτά φησιν τοὺς περιλειφθέντας ἀπὸ τῶν προλεχθέντων ὥσπερ χρυσὸν πυρὶ δεδοκιμασμένους, ἐπιστήσω κριτὰς καὶ συμβούλους τοιούτους ἐσομένους ὁποῖοι ἦσαν οἱ κατὰ τοὺς παλαιοὺς γενόμενοι χρόνους, δι’ οὓς καὶ ἡ πόλις ὑπῆρχε τότε πιστὴ καὶ πλήρης κρίσεως καὶ δικαιοσύνης. ἐπαγγέλλεται δὲ γενήσεσθαι τὸ εὑρεθησόμενον ἐν αὐταῖς λεῖμμα κατ’ ἐκλογὴν χάριτος, δι’ ὧν κἀνταῦθα πάλιν τοῦ σωτῆρος ἡμῶν τοὺς μαθητὰς σημαίνει τῇ μετὰ ταῦτα συστησομένῃ καινῇ πόλει, ἥν τινα καὶ ὄνομα πόλιν δικαιοσύνης ὀνομάζει καὶ μητρόπολιν πιστὴν Σιών, οὕτω προσειπὼν τὸ σύστημα τοῦ θεοφιλοῦς πολιτεύματος. ὃ πάλαι μὲν συνεστὸς παρὰ Ἰουδαίοις διεπεπτώκει, νυνὶ δὲ καθ’ ὅλης τῆς οἰκουμένης διὰ τῆς τοῦ Χριστοῦ ἐκκλησίας ἐγήγερται τεθεμελιωμένον ἐπὶ τὴν πέτραν. ταύτης δὲ τῆς καλῆς πόλεως οἱ προεστῶτες κριταὶ καὶ σύμβουλοι ἀρχὴν μὲν ἀπὸ τῶν ἀποστόλων καὶ μαθητῶν τοῦ σωτῆρος ἡμῶν εἰλήφασιν, ἐκ δὲ τῆς ἐκείνων διαδοχῆς εἰσέτι καὶ νῦν ὥσπερ ἐκ σπέρματος ἀγαθῶν φύντες διαλάμπουσι πρόεδροι τῆς τοῦ θεοῦ ἐκκλησίας καθεστῶτες.

Ὅτι δὲ περὶ ὀλίγων τοῦ Ἰουδαίων λαοῦ περιλειφθέντων ταῦτα θεσπίζεται, ἑξῆς ἡ προφητεία παρίστησι λέγουσα· μετὰ γὰρ κρίματος σωθήσεται ἡ αἰχμαλωσία αὐτῆς καὶ μετὰ ἐλεημοσύνης, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· καὶ μετὰ δικαιοσύνης· εἰ γὰρ μετὰ κρίματος σωθήσεσθαι λέγεται ἡ αἰχμαλωσία αὐτῆς, δηλονότι οἱ σωτηρίας ἄξιοι κριθέντες μόνοι τεύξονται τῆς ἐπαγγελίας. μάτην ἄρα φαντάζονται Ἰουδαίων παῖδες ἐπιστροφὴν τῆς διασπορᾶς τοῦ παντὸς ἔσεσθαι αὐτῶν ἔθνους, σαφῶς τοῦ λόγου οὐχὶ πάντας ἐπαγγελλομένου ἐπιστρέψειν, ἀλλὰ τοὺς ἀξίους κριθησομένους. αἰχμαλωσίας δὲ ἐπιστροφὴν χρὴ νοεῖν τὴν ἀπὸ τῆς πλάνης ἐπὶ τὴν ἀληθῆ τοῦ θεοῦ γνῶσιν μεταβολὴν τῶν ψυχῶν, ἣν καὶ ὁ σωτὴρ παρίστη, ὁπηνίκα ἐν τῇ συναγωγῇ λαβὼν τὴν βίβλον τοῦ Ἠσαΐου, τήν τε περικοπὴν ἀναγνοὺς τὴν ἐξ αὐτοῦ προσώπου φήσασαν· πνεῦμα κυρίου ἐπ’ ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με. πτύξας τὴν βίβλον εἶπεν· σήμερον ἡ γραφὴ αὕτη πεπλήρωται ἐν τοῖς ὠσὶν ὑμῶν, διδάσκων ὡς αὐτὸς εἴη ὁ λυτρωτὴς τῶν ἀνθρωπίνων ψυχῶν.

Τίνες δὲ ἦσαν οἱ ἐγκαταλιπόντες τὸν κύριον, ἐδίδαξεν ὁ λόγος διὰ τῶν ἔμπροσθεν εἰπών· οὐαὶ ἔθνος ἁμαρτωλόν, λαὸς πλήρης ἁμαρτιῶν, σπέρμα πονηρόν, υἱοὶ ἄνομοι· ἐγκατελείπατε τὸν κύριον καὶ παρωργίσατε τὸν ἅγιον τοῦ Ἰσραήλ . τούτοις οὖν αὐτοῖς ὁ λόγος συντέλειαν ἀπειλεῖ καὶ παντελῆ ἐρημίαν καὶ συντριβήν, ὅτε καὶ εἰς συναίσθησιν ἐλθόντες αἰσχυνθήσονται, ἐφ’ οἷς οἱ πατέρες αὐτῶν πάλαι πρότερον ἠσέβουν εἰδωλολατροῦντες. αἰσχυνθέντες δὲ παύσονται τῆς ὁμοίας ἐκείνοις πλάνης, διὸ ἐπιλέγεται· ἀπὸ τῶν εἰδώλων αὐτῶν, ἃ αὐτοὶ ἠβούλοντο, καὶ ἐπὶ τοῖς κήποις, ἃ ἐπεθύμησαν.

ἡ δὲ ἐπὶ τοῖς αἰσχροῖς αἰσχύνη ἐκ συναισθήσεως αὐτοῖς ἐγγενομένη τῆς ἀναισχύντου καὶ ἀναιδοῦς προαιρέσεως μεταβολὴν αὐτοῖς ἤμελλεν ἐμποιήσειν. καί ἐστιν ἔργῳ παραλαβεῖν τοῦ θεσπίσματος τὸ ἀποτέλεσμα· οὐκέτι γοῦν τὸ Ἰουδαίων ἔθνος εἰδωλολατρεῖ ὁμοίως τοῖς αὐτῶν πατράσιν, ἀλλ’ ᾐσχύνθη ἀληθῶς, ὁρῶντες τοὺς ἐκ πατέρων δαίμονας, λέγω δὲ τοὺς ἐξ ἐθνῶν διὰ τῆς Χριστοῦ διδασκαλίας ἐπὶ τὸν τῆς εὐσεβείας λόγον μεταβεβλημένους. οὐκοῦν πεπλήρωται ἡ πρόρρησις φήσασα· διότι αἰσχυνθήσονται ἀπὸ τῶν εἰδώλων αὐτῶν, ἃ αὐτοὶ ἠβούλοντο, καὶ ἐπῃσχύνθησαν ἐν τοῖς κήποις, ἃ ἐπεθύμησαν· ἐπὶ γὰρ τῶν κήπων τὸ πλεῖστον τὰ τῆς εἰδωλολατρίας οἱ πατέρες αὐτῶν συνετέλουν.

Οἱ πάλαι ὄντες ἀμπελὼν κυρίου σαβαὼθ καὶ ἐλαία εὔσκιος καὶ ἄμπελος εὐκληματοῦσα Ἰσραὴλ τοσαύτην πείσεσθαι αὐτοὺς τὴν ἐπὶ τὰ χείρω τροπὴν διδάσκει ὡς τερεβίνθῳ παραβαλέσθαι καὶ οὐδὲ ἀνθούσῃ ταύτῃ, ἀλλὰ ἀποβεβληκυίᾳ τὰ φύλλα. ὃ δὴ σημεῖον ἔσται τοῦ μηδαμῆ μηδαμῶς ὑγρᾶς νοτίδος μετέχειν μηδέ τινα ζωτικὴν ἐπάγεσθαι δύναμιν, πλῆθος δὲ μόνον φέρειν ψυχῶν ἀπεσκληκυιῶν καὶ διὰ τοῦτο καρποῖς τερεβίνθου σκληροτάτοις καὶ ξηροτάτοις παραβαλλομένῳ. τοιαῦτα δ’ ἂν ἴδοις τὰ ἐπὶ τοῦ παρόντος πλήθη τοῦ τῶν Ἰουδαίων ἔθνους, διὸ εἴρηται· ὡς τερέβινθος ἀποβεβληκυῖα τὰ φύλλα, κατὰ δὲ τὸν Σύμμαχον· ὡς τερέβινθος ἀπορρεύσασα τὰ φύλλα αὐτῆς. γεγόνασι δὲ καὶ ὡς παράδεισος ὕδωρ μὴ ἔχων· εἰ γοῦν τις θεάσαιτο τὰς παρ’ αὐτοῖς τῶν θείων γραφῶν ἀπαγγελίας, νομικῶν τε καὶ προφητικῶν ἀναγνώσεις, βίβλους τε ἱστορικῶν καὶ στιχηρῶν λόγων, ὑμνῳδίας τε τρόπους καὶ ψαλμῳδίας, ὄψεται παράδεισον ἀληθῶς καὶ λειμῶνα παντοίων ἀγαθῶν. εἰ δὲ ζητήσειεν παρ’ αὐτοῖς τὸν ἔμψυχον καὶ γόνιμον καὶ ζῶντα λόγον, οὗ ὁ πίνων πηγὴν ἕξει ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον, οὐκ ἂν εὕροι. διὸ θεσπίζονται ὡς παράδεισος ὕδωρ μὴ ἔχων.

Τὴν ἰσχὺν αὐτῶν φησιν ἔσεσθαι ὡς καλάμην οὐ σίτου οὐδέ τινος ἑτέρου τῶν ἀναγκαίων, ἀλλ’ ὡς στιππύου καλάμην διὰ τὸ ἀφῃρῆσθαι ἀπ’ αὐτῶν ἰσχύοντα καὶ ἰσχύουσαν, ἰσχὺν ἄρτου καὶ ἰσχὺν ὕδατος, γίγαντα καὶ ἰσχύοντα . διὸ οὐδὲ δύνανται λέγειν τοῖς Χριστοῦ μαθηταῖς ὁμοίως· πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ, καί· τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλῖψις ἢ στενοχωρία καὶ τὰ ἑξῆς. οὕτω γὰρ γέγονεν αὐτῶν ἡ ἰσχὺς ὡς καλάμη στιππύου, ὡς μὴ μόνον ἀπολέσαι τὴν ἐλευθερίαν, ἐν ᾗ πρότερον ἐκόμων αὐτονομίᾳ καὶ βασιλείᾳ οἰκείᾳ χρώμενοι, ἀλλὰ καὶ τοῖς τυχοῦσιν Ῥωμαίων στρατιωτικοῖς ἀνδράσιν δουλεύειν. καὶ ἐργασίαι αὐτῶν ὡς σπινθῆρες γεγόνασιν, ἐπειδήπερ αἱ πράξεις αὐτῶν αἴτιαι πυρὸς γίγνονται, ἅτε οὐ χρυσὸν οὔτε ἄργυρον οὔτε λίθους τιμίους, ξύλα δὲ μόνον καὶ χόρτον καὶ καλάμην οἰκοδομούντων. διὸ ἐπιλέγεται τούτοις ἅπασι· καὶ κατακαυθήσονται ἄνομοι καὶ οἱ ἁμαρτωλοὶ ἅμα, καὶ οὐκ ἔσται ὁ σβέσων. ὁρᾷς ὅπως πυρπόλησιν καὶ ἐμπρησμὸν αὐτοῖς ἀπειλεῖ ὁ λόγος. καὶ τοῦτο τέλος τῆς παρούσης κατ’ αὐτῶν προφητείας· ὃ δὴ καὶ πρὸς λέξιν ἀπέβη παραχρῆμα καὶ οὐκ εἰς μακρὸν μετὰ τὴν κατὰ τοῦ σωτῆρος ἡμῶν τόλμαν πυρποληθείσης τῆς μητροπόλεως, τῶν τε ἐν αὐτῇ ἀσεβῶν ἐκ τῶν οἰκείων σπινθήρων τὸ ἄσβεστον πῦρ τὸ αἰώνιον καὶ τὴν ἐκ θεοῦ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς ἑαυτοῖς ταμιευσαμένων.

Ἀκολούθως μετὰ τὴν κατηγορίαν τοῦ ἐκ περιτομῆς λαοῦ καὶ μετὰ τὴν κατ’ αὐτῶν ἐξενεχθεῖσαν ἀπόφασιν ἐπὶ τὴν τῶν ἐθνῶν κλῆσιν μεταβαίνει τὸ προφητικὸν πνεῦμα θεσπίζον τὴν ἐπὶ τὸν θεὸν ἐπιστροφὴν τῶν ἐθνῶν. εἶθ’ ἑξῆς τούτοις καινοῦ νόμου καὶ λόγου μέμνηται καὶ ὄρους καινοῦ καὶ οἴκου θεοῦ, ἐφ’ ἃ ἥξειν ποτὲ τὰ ἀλλόφυλά φησιν ἔθνη, τοὺς μὲν πατρῴους καταλιπόντα θεούς, τὸν δὲ θεὸν τῶν προφητῶν τὸν παρ’ αὐτοῖς θεὸν Ἰακὼβ χρηματίζοντα γνωσόμενα. σημεῖον δὲ ἐναργέστατον δίδωσιν τοῦ καιροῦ, καθ’ ὃν ἤμελλεν ταῦτα ἐπιτελεῖσθαι· τὸ δὲ σημεῖον εἰρήνην ἔσεσθαι τὸ τηνικαῦτα τῶν ἐθνῶν ἁπάντων εὐαγγελίζεται, ὡς μηκέτι τοπαρχίας εἶναι καὶ πολυαρχίας μηδὲ τὰ ἔθνη διαιρεῖσθαι στασιάζοντα πρὸς ἄλληλα μηδὲ τὰς καθ’ ἕκαστον ἔθνος πόλεις ἀλλήλαις πολεμεῖν καὶ μάχεσθαι, ὁμονοεῖν δὲ καὶ εἰρηνεύειν ἁπανταχοῦ πάντα ὡς μηκέτι κατὰ τὸ παλαιὸν τοὺς τὴν γῆν ἐργαζομένους ξίφων καὶ πολεμικῶν ὀργάνων πρόνοιαν ποιεῖσθαι, ὃ δὴ πρότερον ἔπραττον διὰ τὰς συνήθεις τῶν πλησιοχώρων ἐπαναστάσεις. ἄντικρυς δὲ καὶ ταῦτα ἐπληροῦτο μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίαν· οὐκ ἂν οὖν εὕροι τις ἐν τοῖς πρὸ τούτου χρόνοις τὴν αὐτὴν καιρῶν εὐσταθῆ καὶ εἰρηναίαν κατάστασιν, ὁποίαν ἐπὶ τῆς Ῥωμαίων ἀρχῆς μετὰ τοὺς τοῦ σωτῆρος ἡμῶν χρόνους ὀφθαλμοῖς ὁρῶμεν, ἐπιμιξίας οὔσης τῶν ἐθνῶν καὶ εἰρήνης ἁπανταχοῦ κατ’ ἀγροὺς καὶ κατὰ πόλεις, ὡς τὸν καινὸν νόμον καὶ τὸν εὐαγγελικὸν λόγον ἀρξάμενον ἀπὸ τῆς τῶν Ἰουδαίων χώρας καὶ ἀπ’ αὐτῆς τῆς Σιὼν ἀκωλύτως ἐπελθεῖν τὴν οἰκουμένην καὶ σύμπαντα τὰ ἔθνη πληρῶσαι. εἰκότως οὖν ὥσπερ καινῆς ὑποθέσεως ἀπαρχόμενον τὸ προφητικὸν πνεῦμα διαστολῇ κέχρηται μετὰ τὴν πρώτην κατηγορίαν καὶ τὴν κατὰ τοῦ Ἰουδαίων ἔθνους ἀπόφασιν, ἐξ ἑτέρας τε ἀρχῆς ὥσπερ εὐαγγελίου ἀπερχόμενον εἰσάγει τὸν τοῦ θεοῦ λόγον γενόμενον πρὸς Ἠσαΐαν. οὗτος δὲ ἦν ἐκεῖνος, οὗ καὶ τὸ Εὐαγγέλιον μέμνηται φῆσαν· ἐν ἀρχῇ ἦν ὁ λόγος· ἔδει γὰρ κλήσεως ἐθνῶν θεσπιζομένης τὸν θεὸν λόγον προτάττεσθαι εὐαγγελιζόμενον τὰ προκείμενα τοῖς ἔθνεσιν.

Ἐπειδὴ κατὰ τὸν Σύμμαχον ὑπὲρ τῆς Ἰουδαίας καὶ ὑπὲρ Ἰερουσαλὴμ λέγεται ἡ προφητεία, εἴποι ἄν τις εἰκότως ὑπὲρ αὐτῶν εἶναι τὸν λόγον πρὸς μὲν τὴν λέξιν καὶ τὴν πρόχειρον θεωρίαν διὰ τὸ ἐν τῇ Ἰουδαίᾳ καὶ ἐν Ἰερουσαλὴμ τὴν σωτήριον καὶ εὐαγγελικὴν χάριν ἀπαρχῆς πεποιῆσθαι τοῦ κηρύγματος. περιῄει οὖν ὁ Χριστὸς τοῦ θεοῦ τὴν Ἰουδαίαν καὶ τὴν Γαλιλαίαν, συνεχῶς τε ἐπεδήμει τῇ Ἰερουσαλὴμ κηρύσσων τὴν βασιλείαν τοῦ θεοῦ. ταῦτα μὲν οὖν πρὸς λέξιν καὶ πρὸς ἱστορίαν, πρὸς δὲ διάνοιαν καὶ τὴν Ἰουδαίαν καὶ τὴν Ἰερουσαλὴμ ἑτέρας εἶναι προσήκει νοεῖν παρὰ τὰς προκατηγορηθείσας, εἰ δὴ κατὰ τὸν Σύμμαχον ὑπὲρ τῆς Ἰουδαίας καὶ ὑπὲρ Ἰερουσαλὴμ ὁ λόγος ἦν τῷ προφήτῃ.

εἰ μὲν γὰρ ἐπήγετο τῷ Ἰουδαίων ἔθνει χρηστοτέρα τις ἐπαγγελία, καλῶς ἂν εἶχεν τὴν χώραν αὐτῶν νομίζειν δηλοῦσθαι, νυνὶ δὲ κλῆσις μὲν ἐθνῶν συνῆπται, ἑξῆς δὲ ταύτῃ ἀποτεταμένῃ κατηγορίᾳ τοῦ Ἰουδαίων λαοῦ καὶ αὖθις ἀπειλῇ κατὰ τῆς Ἰουδαίας καὶ κατὰ Ἰερουσαλήμ, μήποτ’ οὖν ὥσπερ καινὸν εἰσάγει νόμον παρὰ τὸν Μωσέως καὶ λόγον ἕτερον παρὰ τὸν παλαιόν, ἀλλὰ καὶ ὄρος καινὸν τὸ πάλαι μὲν ἀφανές, νυνὶ δὲ ἐμφανὲς γεγενημένον, οἶκόν τε θεοῦ τοῖς ἔθνεσι πᾶσιν ἐγνωσμένον, οὐχὶ δὲ καὶ Ἰουδαίοις οὐδὲ καὶ Ἰουδαίας χρὴ νοεῖν καὶ Ἰερουσαλὴμ ὁμοίας τὰς καὶ αὐτὰς τοῖς ἔθνεσιν ἐπηγγελμένας, ὑπὲρ ὧν ὁ παρών ἐστι λόγος. τί δ’ ἂν εἴποι τις κατὰ διάνοιαν τὴν Ἰουδαίαν ἢ τὴν δηλουμένην διὰ τοῦ φάσκοντος λόγου· γνωστὸς ἐν τῇ Ἰουδαίᾳ ὁ θεός. ἡ τοίνυν τοῦ θεοῦ τὴν γνῶσιν ἀνειληφυῖα ψυχὴ εἴη δ’ ἂν ἀληθῶς Ἰουδαία, εἰ δὴ γνωστὸς ἐν τῇ Ἰουδαίᾳ ὁ θεός, οὐκοῦν τὴν τῶν ἐθνῶν θεογνωσίαν Ἰουδαίαν ἀποκαλεῖ. ὁ δὲ οἶκος τοῦ θεοῦ ὁ ἐν ταύτῃ ὑποστὰς εἴη ἂν ἡ ἐξ ἐθνῶν ἐκκλησία οἶκος θεοῦ χρηματίζουσα καὶ τεθεμελιωμένη ἐπὶ τὴν σωτήριον καὶ ἀρραγῆ πέτραν καὶ τὸ ὄρος δὲ τὸν θεοῦ λόγον εἰπών. οὐκ ἐκτὸς βάλλοις τῆς ἀληθείας τῷ προφήτῃ μαθητευόμενος Δανιὴλ τεθεαμένῳ ἐξ ὄρους τμηθέντα λίθον ἄνευ χειρῶν, δι’ ὧν ᾐνίττετο λίθος μὲν τὴν ἀνθρωπότητα τοῦ σωτῆρος, ὄρος δὲ τὸν θεὸν λόγον. ταῦτα δὲ ἔσεσθαι ἐν ταῖς ἐσχάταις ἡμέραις θεσπίζει. οἶκον δὲ τοῦ θεοῦ ἐπ’ ἄκρων τῶν ὀρέων νοήσεις τοῦ σωτῆρος ἡμῶν ἐπακούσας περὶ τῆς ἐκκλησίας αὐτοῦ εἰρηκότος· οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη. τὸ δὲ ὄρος τοῦ θεοῦ κατὰ διαφόρους ἐξακούεται τρόπους· σωματικώτερον μὲν ὡς ἂν ὑπολάβοιεν Ἰουδαῖοι τὸ ἐπὶ τῆς Παλαιστίνης χώρας, κατὰ διάνοιαν δὲ ὁ ὑψηλὸς καὶ ἐπουράνιος τοῦ θεοῦ λόγος εὐαγγελικός, κατὰ τρίτον δὲ λόγον ὁ θεῖος Ἀπόστολος Σιὼν ἐπουράνιον εἶναι διδάσκει καὶ τὴν ἄνω Ἰερουσαλήμ, ἥν τινα εἶναι μητέρα πάντων ἡμῶν. οὐκ ἦν δὲ ἄρα τοῖς παλαιοῖς ἀνθρώποις ἐμφανὲς τὸ ὄρος τοῦτο, πλὴν θεσπίζει τὸ θεῖον πνεῦμα ἐμφανὲς αὐτὸ γενήσεσθαι πᾶσιν τοῖς ἔθνεσιν ἐν ταῖς ἐσχάταις ἡμέραις, ὅτε Χριστὸς εἰς ἀθέτησιν τῶν ἁμαρτιῶν πεφανέρωται. σπεύσουσιν οὖν πάντα τὰ ἔθνη Ἑλληνικά τε καὶ βάρβαρα ἀποστρεφόμενα μὲν τὴν πολύθεον πλάνην καὶ τὰ πάλαι νομιζόμενα δαίμοσιν ἢ θεοῖς ἀνακεῖσθαι σωματικὰ ὄρη, σπεύδοντα δὲ ἐπὶ τὸν ἐν τοῖς δηλουμένοις καταγγελλόμενα θεόν, διὸ ἀλλήλοις προσφωνοῦντά φασι· Δεῦτε ἀναβῶμεν εἰς τὸ ὄρος τοῦ κυρίου καὶ εἰς τὸν οἶκον τοῦ θεοῦ Ἰακώβ, καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν αὐτῇ. τούτοις οὖν τοῖς ἔθνεσιν ὁ λόγος ὑπισχνεῖται τὸ ὄρος καὶ τὸν οἶκον τοῦ θεοῦ τὰ ἐν οὐρανοῖς ἐμφανῆ καὶ γνώριμα πᾶσιν τοῖς μαθητευομένοις ποιήσειν.

Εἴη δ’ ἂν οὗτος ὁ Χριστοῦ νόμος εὐαγγελικὸς ὁ ἄνωθεν ὁρμηθεὶς ἐκ Σιὼν τῆς ἐπουρανίου καὶ ἐκ ταύτης δὲ τῆς ἐπὶ γῆς Σιών, ἐν ᾗ ὁ ὑπ’ ἀνθρώπων θάνατος τοῦ σωτῆρος καὶ ἡ ἐκ νεκρῶν ἀνάστασις αὐτοῦ, τά τε τῆς καινῆς διαθήκης μυστήρια καὶ παραγγέλματα ἀρχὴν λαβόντα προῆλθον εἰς πᾶσαν τὴν οἰκουμένην. αὐτὸς δὴ οὗτος ὁ νόμος καὶ ὁ καινὸς τοῦ εὐαγγελικοῦ λόγου κηρυχθεὶς πᾶσι τοῖς ἔθνεσιν ἐπαίδευσεν τοὺς ὑποδεξαμένους αὐτὸν τὰ περὶ τοῦ ὄρους τοῦ θεοῦ καὶ τοῦ οἴκου, ἐδίδαξέν τε τὰ ἔθνη λέγων· Δεῦτε καὶ ἀναβῶμεν εἰς τὸ ὄρος κυρίου καὶ εἰς τὸν οἶκον τοῦ θεοῦ Ἰακώβ. ὁ αὐτὸς δὲ καὶ διέκρινεν ἀνὰ μέσον τῶν ἐθνῶν ἀφορίσας ἑαυτῷ τοὺς ἀξίους καὶ ἐκλεξάμενος τοὺς κλητοὺς ἀπὸ τῶν μὴ τοιούτων. οὕτως οὖν ἀνὰ μέσον τῶν ἐθνῶν διακρίνας ὁ εὐαγγελικὸς λόγος λαὸν πολὺν ἤλεγξεν ἤτοι τοὺς εἰς αὐτὸν πεπιστευκότας ἀπελέγξας τὴν ἐν αὐτοῖς προτέραν πλάνην ἢ τοὺς μὴ εἰς αὐτὸν πεπιστευκότας ἐλέγξας παρὰ τὴν αὐτῶν αἰτίαν ἀπολλυμένους. οἱ δὴ οὖν καταδεξάμενοι αὐτὸν πάσης πολεμικῆς προαιρέσεως ἀπαλλαγέντες, ἐν εἰρήνῃ λοιπὸν διάγουσιν βίον ἀτάραχον ἀναλαβόντες, ὡς μηκέθ’ ὑπὸ τῶν ἀντικειμένων δυνάμεων πολεμεῖσθαι μηδ’ ὑποχειρίους εἶναι τῶν πάλαι κατακρατούντων αὐτῶν δαιμόνων. οἷς καὶ ὁ σωτὴρ αὐτὸς τὴν ἑαυτοῦ προξενῶν εἰρήνην ἔφασκεν· εἰρήνην ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν. καὶ πρὸς λέξιν δὲ ταῦτα τέλους ἠξιοῦτο μετὰ τὴν αὐτοῦ θεοφάνειαν καὶ μετὰ τὸν κηρυχθέντα τοῖς ἔθνεσιν εὐαγγελικὸν νόμον διαλαβούσης εἰρήνης βαθυτάτης τὰ ἔθνη, ὃ δὴ καὶ σημαίνει τὸν Χριστὸν ἐδίδου…

Ἀ…

The complete text is available when the reading interface loads.