Commentarii in Psalmos (Tom. I: Ps 1–50)
Author namesEusèbe de Césarée · Eusebe de Cesaree · Eusebius of Caesarea · Eusebius Caesariensis
- Scientific editors
- Barbara Villani Editor Berlin-Brandenburgische Akademie der Wissenschaften, Sergey Kim Editor Berlin-Brandenburgische Akademie der Wissenschaften, Benjamin Gleede Editor, Magali Coullet Editor
- Edition reference
- Patrologia graeca 30
- CTS identifier
urn:cts:greekLit:tlg2018.tlg034.local001- Corpus release
- 2.2.0 · 2026-08-29
Preface 1
Bei dem hier dargebotenen Text des eusebianischen Psalmenkommentars handelt es sich um einen vorläufigen Lesetext der in Arbeit befindlichen kritischen Edition, der aus den mit dem Classical Text Editor erstellten Dateien konvertiert wurde.
Commentary Ps_1
Ἀνεπίγραφος καὶ ὁ πρῶτος ψαλμός ἐστι καὶ ὁ δεύτερος, ἀλλ’ ὁ μὲν δεύτερος οὐ δέεται ἐπιγραφῆς, διότι οὐκ ἐν αἰνίγμασι τὰ περὶ Χριστοῦ, ἀλλ’ ἀνακεκαλυμμένως προαγορεύει· ὁ δὲ πρῶτος ἠθικὴν φέρει παραίνεσιν πᾶσιν ἀνθρώποις ἁρμόζουσαν καὶ οὐχ ἑνί τινι ὡρισμένως· διὸ οὐδὲ αὐτὸς ἐπιγράφεται· ἡ γὰρ ἐπιγραφὴ τότε τίθεται, ὅτε πρόσωπον ὡρισμένον ὑπόκειται· ὅτε δὲ ἀόριστον εἴη τὸ πρόσωπον, τότε ἡ ἐπιγραφὴ χώραν οὐκ ἔχει.
Μακάριος ἀνήρ, ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν.
Ἐπεὶ φυσικῶς ὀρεγόμεθα πάντες τοῦ μακάριοι εἶναι τέλος ἀγαθοῦ τὸ μακάριον ὁριζόμενοι, πεπλανημένως γε μὴν πολλοὶ τοῦτο μεταδιώκειν ἐν σωμάτων ἡδοναῖς ἡγοῦνται πλούτους θαυμάζοντες καὶ ἀξιώματα καὶ τὰς ἐν τῷ παρόντι βίῳ τρυφάς· εἰκότως ὁ λόγος ἐν τούτοις ὅθεν ἐχρῆν τὴν καταρχὴν ἐποιήσατο τῆς κατὰ θεὸν ὑμνῳδίας τὸν ἀληθῶς μακάριον καὶ τέλους ἀγαθοῦ τοῦ παρὰ θεῷ ἠξιωμένον ὑπογράφων. καὶ ἐνθάδε μὲν διὰ τὸ σπάνιον τῶν πάλαι πρότερον κατορθούντων ἕνα τινὰ μακαρίζει· ὁ δὲ σωτὴρ ἡμῶν πλείονας ποιῶν μακαρίους πληθυντικῶς τοὺς μακαρισμοὺς προφέρεται. πάντων δὲ πρῶτος αὐτὸς ἂν εἴη ὁ μακαριζόμενος· διὸ καὶ ἐπ’ αὐτὸν ἀνοίσει τις τὸν παρόντα ψαλμόν, ἅτε γενόμενον ἄνδρα τῆς νύμφης αὐτοῦ ἐκκλησίας· τοῦτο δὲ ἔοικεν ἡ ἑβραϊκὴ φωνὴ παριστᾶν καθ’ ἣν μακάριος ὁ ἀνὴρ μετὰ τῆς τοῦ ἄρθρου προσθήκης εἴρηται.
Καὶ ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη καὶ ἐπὶ καθέδρᾳ λοιμῶν οὐκ ἐκάθισεν.
Πρῶτοί εἰσιν οἱ κατὰ τὴν γνῶσιν πλημμελοῦντες διὰ τῆς ψευδοῦς περὶ τὰ μὴ ὄντα ὡς ὄντα ὑπολήψεως· οἱ δὲ ἁμαρτωλοί δεύτεροι οἱ μετὰ τὴν τῆς ἀληθείας γνῶσιν κατὰ τὸν βίον πλημμελοῦντες· τρίτοι δ’ ἂν εἶεν τούτων χείρους λοιμοί τινες διδάσκαλοι μὴ τῇ σφῶν ἀρκούμενοι διαστροφῇ, ἀλλὰ καὶ ἑτέρους δι’ ἀσεβῶν λόγων λοιμαινόμενοι, ᾖ ὀρθὰ μὲν κηρύττοντες, ἐναντία δὲ τοῖς ἔργοις ἐπιτηδεύοντες· διὸ οἵδε μὲν καθέδραν λοιμῶν ἔχειν λέγονται, οἱ δὲ μέσοι ἐν ὁδῷ ἁμαρτωλῶν ἑστάναι, τουτέστιν ἐν βίῳ καὶ πράξεσιν ἁμαρτάνειν, οἱ δὲ πρῶτοι ἐν ἀθέῳ ἀγνωσίᾳ πολυθέῳ τε εἰδωλολατρείᾳβουλὴν ἀσεβῶν περιέχειν. τούτων δὲ πάντων ὁ ἀπηλλαγμένος μακάριος.
Ἀλλ’ ἢ ἐν τῷ νóμῳ κυρίου τὸ θέλημα αὐτοῦ, καὶ ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέρας καὶ νυκτός.
Ἐπεὶ πολλή τίς ἐστι διαφορὰ τῶν φόβῳ τιμωριῶν εὖ πράττειν κατηναγκασμένων καὶ τῶν προαιρέσει αὐτὸ τὸ καλὸν αἱρουμένων, διὰ τοῦτό φησι· ἐν τῷ νόμῳ τὸ κυρίου θέλημα αὐτοῦ. νόμον δέ φησιν οὐ πάντως τὸν σκιώδη καὶ τυπικὸν νόμον, πολὺ δὲ πρότερον τὸν ἐν αὐτῷ λεληθότα πνευματικὸν λόγον. εἴη δ’ ἂν νόμος κυρίου καὶ ὁ κατὰ φύσιν πᾶσιν ἀνθρώποις ἐνεσπαρμένος, δι’ οὗ κατορθῶσαι λέγονται οἱ πρὸ τοῦ διὰ Μωϋσέως νόμου ἅγιοι περὶ ὧν φησιν ὁ ἀπόστολος· ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα,τὸν γραπτὸν δηλονότι, φύσει τὰ τοῦ νόμου ποιῇ, οὗτοι, νόμον μὴ ἔχοντες, ἑαυτοῖς εἰσι νόμος. ἢ νόμος κυρίου εἴη ἂν ὁ πρὸς αὐτοῦ τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν πᾶσι τοῖς ἔθνεσι κατηγγελμένος εὐαγγελικὸς λόγος.
Καὶ ἔσται ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων, ὃ τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀπορρυήσεται· καὶ πάντα, ὅσα ἂν ποιῇ, κατευοδωθήσεται.
Ὁ διὰ πάσης τῆς ἑαυτοῦ ζωῆς καὶ ἐν παντὶ καιρῷ νυκτός τε καὶ ἡμέρας τῷ θείῳ σχολάζων νόμῳ καὶ τοῖς ἐξ αὐτοῦ λογικοῖς νάμασιν ἀρδόμενος σφόδρα οἰκείως φυτῷ παρ’ ὕδασιν ἐρριζωμένῳ παραβέβληται· διὸ καὶ μακάριος ὡς ἀληθῶς οὗτος, ἅτε μάλιστα ποτιζόμενος τοῖς θείοις μαθήμασιν ὥριμον ἑαυτοῦ τὸν καρπὸν ἀποδίδωσιν. εἶτ’ ἐπειδὴ ξύλον ἐστὶ ζωῆς ὁ τοῦ θεοῦ υἱὸς κατὰ τὸν Σολομῶντα φήσαντα περὶ τῆς σοφίας· ξύλον ἐστὶ πᾶσι τοῖς ἀντεχομένοις αὐτῆς καὶ τοῖς ἐπερειδομένοις ἐπ’ αὐτὴν ὡς ἐπὶ κύριον ἀσφαλῆς, εἰκότως ὁ μακαριζόμενος τῷ τοῦ θεοῦ υἱῷ ἀφωμοίωται τῷ παρὰ τὰς διεξόδους ὄντι τῶν ὑδάτων μαρτυρούμενος καὶ κηρυττόμενος ὑπὸ τῶν τῆς θείας γραφῆς διδασκάλων καὶ προφητῶν, οἵτινες καὶ ἀφέσεις ὑδάτων παρὰ τῇ θεοπνεύστῳ λέγονται γραφῇ. τούτῳ οὖν ἀφωμοίωται ὁ μακαριζόμενος ἀρδόμενος διεξόδοις τῶν ἀπὸ τῆς θείας γραφῆς πνευματικῶν ναμάτων καρπόν τε ἀγαθὸν προφέρων.
Καὶ τὰ φύλλα δὲ αὐτοῦ, ὡς ἄλλος φησίν, ἕτερα ὄντα παρὰ τὸν τέλειον καρπόν, τὰ κατὰ τὸν θνητὸν δηλαδὴ βίον πράγματα τά τε κατὰ τὴν ἀνθρωπίνην ζωήν, καθ’ ἢν καὶ ὁ τέλειος καρπὸς σκέπτεταί τε καὶ φυλάττεται καὶ οὐκ ἀποῤῥεῖ, μέχρι καὶ τούτων ἀκριβῶς βιοῦν παραφυλαττομένου· διὸ καὶ ἐν πᾶσιν οἷς ἂν ποιῇ ὑπὸ τοῦ θεοῦ κατευοδωθήσεται. καὶ ἄλλως ὁ μακάριος διὰ παντὸς ἀρδόμενος ὕδασι λογικοῖς τῆς ἐνθέου διδασκαλίας καὶ τῆς προσηκούσης γεωργίας κατὰ τὸν παρόντα βίον τυγχάνωνἐν καιρῷ τῷ ἑαυτοῦ δώσει τὸν ἑαυτοῦ καρπόν. καιρὸς δὲ αὐτοῦ ὁ μέλλων ἐστὶν αἰών, ἐπειδὴ τοῦ παρόντος οὐκ ἔστιν οἰκεῖος, ἀλλ’ ἀλλότριος· διὸ ἐν ἐκείνῳ τῷ ἑαυτοῦ καιρῷ τῆς ἐνταῦθα γεωργίας ἀποδώσει τῷ θεῷ τοὺς καρπούς. καὶ καθ’ ἕτερον δὲ τρόπον ὁ μακαριζόμενος μεταφυτευθεὶς ἐκ τοῦ θνητοῦ βίου ἐπαγγελίαν ἕξει ἐν τῷ παραδείσῳ τοῦ θεοῦ ἔσεσθαι ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων.
Οὐχ οὕτως οἱ ἀσεβεῖς, οὐχ οὕτως, ἀλλ’ ἢ ὡς ὁ χνοῦς, ὃν ἐκριπτεῖ ὁ ἄνεμος ἀπὸ προσώπου τῆς γῆς.
Ὁ μὲν μακάριος τοιοῦτος οἷον ὁ λόγος διέγραψεν· σπάνιος δὲ οὗτος καὶ ἐν ὀλίγοις εὑρισκόμενος. πολλοὶ δὲ οἱ ἀσεβεῖς, οἵτινες ὡς μηδὲν ἔχοντες τῷ μακαρίῳ διαβέβληνται. καρπὸν γὰρ πρόσκαιρον καὶ σκεδαστὸν καὶ ἀπολλύμενον κτησάμενοι γεγόνασινὡς ὁ χνοῦς, ὃν ἐκρίπτει ὁ ἄνεμος ἀπὸ προσώπου τῆς γῆς.
Διὰ τοῦτο οὐκ ἀναστήσονται ἀσεβεῖς ἐν κρίσει οὐδὲ ἁμαρτωλοὶ ἐν βουλῇ δικαίων.
Κατὰ κοινοῦ τὸἐν βουλῇ δικαίων ἀκούσεις ὡς εἶναι τὴν διάνοιαν τοιαύτην· ἐπεὶ μηδὲν γόνιμον μηδὲ ζωτικόν, ἀλλ’ οὐδὲ καρπὸν θεοῦ ἄξιον τοῖς δικαίοις παραπλησίως οἱ ἀσεβεῖς προηνέγκαντο· διὰ τοῦτο ἐν τῷ τῆς κρίσεως καιρῷ οὔτε αὐτοὶ οὔτε οἱ ἁμαρτωλοὶ ἐν βουλῇ δικαίων ἀναστήσονται. ἀντὶ δὲ βουλῆς ὁ μὲν Ἀκύλας καὶ ὁ Θεοδοτίων συναγωγὴν ἡρμηνεύκασι, συνέλευσιν δὲ ὁ Σύμμαχος. βουλὴν τοίνυν ἡγητέον ἐνταῦθα εἰρῆσθαι τὴν σύνοδον τῶν ἁγίων, ὡς καὶ ἐν ἀρχῇ εἴρηται. κατὰ δευτέραν διάνοιαν τὴν σύνοδον τῶν ἀσεβῶν δηλοῦσθαι ἐκ τοῦ ἐν βουλῇ ἀσεβῶν. πλὴν ἀναστήσονται ἐπὶ κολάσει καὶ τιμωρίᾳ· πᾶνγὰρ τὸ ποίημα ἄξει ὁ θεὸς εἰς κρίσιν ἐν παντὶ παρεωραμένῳ, ἐάν τε ἀγαθὸν ᾖ, ἐάν τε πονηρόν. σημείωσαι δὲ, ὅτι πρῶτος Δαυῒδ καὶ ἀνάστασιν καὶ κρίσιν μετὰ τὴν ἀνάστασιν ἐσομένην καὶ ἐπαγγελίαν ζωῆς μελλούσης σαφῶς ἐδίδαξε Μωϋσέως μηδὲν τοιοῦτον παραδεδωκότος.
Commentary Ps_2
Ἵνα τί ἐφρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν κενά; παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ χριστοῦ αὐτοῦ.
Προφητείαν ἐντίθησι Χριστοῦ παρουσίας προαγορευτικήν· καὶ ὡς ὑπὸ Ἰουδαίων μὲν ἐπιβουλευθήσεται, κρατήσει δὲ τῶν ἐθνῶν ἁπάντων καὶ ὡς δι’ αὐτοῦ πάντες μακάριοι ἔσονται οἱ πεποιθότες ἐπ’ αὐτῷ. ὁ μὲν οὖν πρῶτος ψαλμὸς ἕνα τινὰ σπανίως σῳζόμενον ἐμακάριζεν, ὁ δὲ παρὼν ὁμοῦ πλήθη καλεῖ ἐπὶ τὸν μακαρισμόν, ἐπεὶ καὶ κλῆσιν τῶν ἐθνῶν ἁπάντων περιέχει καὶ τὰς βασιλείας τῆς γῆς ἐπὶ τὴν σωτηρίαν καλεῖ. ταῦτα δὲ πάντα διὰ τοῦ Χριστοῦ προξενηθήσεσθαι ἀνθρώποις θεσπίζει σφόδρα ἀκολούθως. ἔδει γὰρ ἡμᾶς προμεμαθηκότας περὶ τῶν δύο ὁδῶν, ἑξῆς καὶ τὰ περὶ τοῦ σωτῆρος παιδευθῆναι, δι’ οὗ πάντες ἄνθρωποι τὴν μὲν τῶν ἀσεβῶν ὁδὸν ἐξέφυγον, ἔτυχον δὲ τῆς ὁδοῦ τῆς σωτηρίου διὰ τῆς εἰς αὐτὸν πίστεως· ὃ δὴ παρίστησιν φάσκων ὁ λόγος· μακάριοι πάντες οἱ πεποιθότες ἐπ’ αὐτῷ.
Σωτὴρ ἀνθρώποις ἐπιδεδήμηκεν ὁ Χριστὸς τοῦ θεοῦ· σωτὴρ καὶ φωστὴρ τῶν ἐθνῶν ἁπάντων, διδάσκαλος εὐσεβείας, σωφροσύνης καθηγεμών, δικαιοσύνης ἀρχηγός, ἀρετῆς ἁπάσης καὶ θεογνωσίας ἀληθοῦς αἴτιος. τί δὲ οὖν, φησί, ταράττεται τὰ ἔθνη ἐπὶ τῇ τῶν τοσούτων ἀγαθῶν παρουσίᾳ;
Εἰ δὲ καὶ πληρωτὴς ἐλήλυθε τοῦ Μωϋσέως νόμου, ὥσπερ οὖν αὐτὸς διδάσκει λέγων· οὐκ ἦλθον καταλῦσαι τὸν νόμον, ἀλλὰ πληρῶσαι, καὶ τὰ τῶν προφητῶν λόγια δι’ αὐτοῦ τέλους ἐτύγχανε, τί δὴ οἱ ταῦτα μελετῶντες καὶ διὰ στόματος αὐτὰ φέρειν σπουδάζοντες οἱ τοῦ Ἰουδαίων ἔθνους λαοὶ ματαίαν ἐποιήσαντο τὴν περὶ αὐτοῦ μελέτην;
Ἀλλὰ καὶ οἱ καθ’ ὅλης τῆς οἰκουμένης τῶν ἐθνῶν ἄρχοντες· οἵ τε κατὰ χρόνους βασιλεῖς τῆς γῆς, τί δὴ παθόντες δεινὸν ἢ τί λέγειν ἔχοντες διαβολῆς ἄξιον ὁμοῦ καὶ κατὰ τὸ αὐτὸ κακὴν ταύτην συνετάξαντο συμφωνίαν ὡς μίαν ἐπιβουλὴν ἀρτῦσαι καὶ μίαν ἀσεβῆ γνώμην βουλεύσασθαι κατὰ τοῦ τῶν ὅλων δεσπότου τε καὶ βασιλέως θεοῦ καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ; οἱ γοῦν τὸν ὑπὸ τοῦ πάντων κυρίου τε καὶ θεοῦ ἀπεσταλμένον ἀνθρώποις σωτῆρα πολεμοῦντες ἐλαύνοντές τε αὐτοῦ τὴν διδασκαλίαν καὶ τὴν ἐκκλησίαν αὐτοῦ κατὰ χρόνους διώκοντες βασιλεῖς καὶ ἄρχοντες τῆς γῆς λελήθασιν οὐ μόνον εἰς τὸν χριστόν, ἀλλὰ καὶ εἰς τὸν ἀπεσταλκότα αὐτὸν τίνοντες τὰ τῆς ἀσεβείας· Χριστὸν μὲν οὖν ὀνομαστὶ ὑπὸ ἀνθρώπων ἐπιβουλευόμενον σαφῶς ἐν τούτοις ὁ λόγος θεσπίζει, προϊὼν δὲ καὶ υἱὸν τοῦ θεοῦ αὐτὸν ὀνομάζει· ἀλλὰ καὶ κλῆρον αὐτῷ παρὰ τοῦ πατρὸς δοθήσεσθαι πάντα τὰ ἔθνη καὶ τὰ πέρατα τῆς γῆς διδάσκει, ἃ δὴ ἐπὶ μόνῳ τῷ ἡμετέρῳ σωτῆρι πεπληρωμένα δείκνυται. ἐπεὶ δὲ γεγόνασιν παρὰ Ἰουδαίοις καὶ ἕτεροι χριστοί, ἱερεῖς δηλαδὴ καὶ βασιλεῖς τοῦ ἔθνους, σκοπήσεις ἐπὶ τινὸς τούτων τὰ θεσπιζόμενα συμβέβηκεν· εἴ τις καὶ ἄλλος ἐπιβεβούλευται, εἴ τις υἱὸς θεοῦ κέκληται· εἴ τις τῶν ἐθνῶν ἁπάντων κεκράτηκεν· εἴ τις καθ’ ὅλης Χριστὸς ἐγνώσθη τῆς οἰκουμένης· ἀλλ’ οὐκ ἂν ἔχοι τις εἰπεῖν· μόνος γὰρ ὁ Σωτὴρ ἡμῶν Ἰησοῦς Χριστὸς τῆς οἰκείας προσηγορίας τὸν σύμπαντα κατέπλησε Κόσμον, χριστιανῶν ἐξ αὐτοῦ πᾶσαν τὴν οἰκουμένην πληρώσας καὶ ἐπὶ μόνῳ αὐτῷ ἕκαστος τῶν εἰρημένων τέλους ἔτυχεν.
Τί ἂν εἰπεῖν ἔχοιεν ἐνταῦθα Ἰουδαῖοι μὴ βουλόμενοι ταῦτα νοεῖσθαι εἰς Χριστόν; εἰπάτωσαν, τίς ἐστιν ἄλλος, καθ’ οὗ ἔθνη ἐφρύαξαν, λαοὶ κενὰ ἐμελέτησαν, βασιλεῖς παρέστησαν, ἄρχοντες συνήχθησαν.
Διάψαλμα
Τὸ διάψαλμα παρὰ τοῖς Ἑβδομήκοντα κεῖται, οὐκέτι δὲ παρὰ Θεοδοτίωνι καὶ Συμμάχῳ. καίτοι γε εἰώθασι πολλάκις χρῆσθαι τῇ λέξει ταύτῃ ὁμοίως τοῖς Ἑβδομήκοντα. διὸ εἰκός, εἰ καὶ τὸ πρόσωπον μεταβέβληκε, τὸν μουσικὸν ῥυθμὸν τετηρῆσθαι καὶ διὰ τοῦτο μὴ προστεθεικέναι τὸ διάψαλμα τὸν Θεοδοτίωνα καὶ τὸν Σύμμαχον.
Διαρρήξωμεν τοὺς δεσμοὺς αὐτῶν καὶ ἀπορρίψωμεν ἀφ’ ἡμῶν τὸν ζυγὸν αὐτῶν. ὁ κατοικῶν ἐν οὐρανοῖς ἐκγελάσεται αὐτούς, καὶ ὁ κύριος ἐκμυκτηριεῖ αὐτούς.
Τῶν κατὰ τοῦ κυρίου καὶ τοῦ χριστοῦ αὐτοῦ συναχθέντων ἐθνῶν τε καὶ λαῶν, βασιλέων τε καὶ ἀρχόντων, ὁρωμένων τε καὶ ἀφανῶν, προστάττει τὸ πνεῦμα τὸ ἅγιον τοὺς τῆς εἰδωλολατρείας δεσμοὺς διαρρηγνύναι καὶ τὸν βαρὺν τῆς ἁμαρτίας ζυγὸν ἀπορρίπτειν τῆς ἑαυτῶν ψυχῆ,· οἷς καταδεδουλωμένοι πρότερον ἑτέροις ἄρχουσιν ὑπεκείμεθα, ἵν’ ἐκείνων ἐλευθερωθέντες τὸν ἐλαφρὸν τοῦ σωτῆρος ζυγὸν ἀναδεξώμεθα, ἐφ’ ὃν προκαλεῖται λέγων·δεῦτε πρὸς μὲ πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. ἂρατε τὸν ζυγόν μου, καὶ ἴδετε, ὅτι χρηστός ἐστι. λέλεκται δὲ ταῦτα πρὸς τὰ ἔθνη τὰ τῷ Χριστῷ ὑπὸ τοῦ πατρὸς δεδομένα προλαμβάνοντος τοῦ λόγου τοὺς μέλλοντας προσιέναι τῇ Χριστοῦ διδασκαλίᾳ καὶ παραινοῦντος μηκέτι τὸν παλαιὸν ζυγὸν ἐπὶ τῶν ὤμων φέρειν μηδὲ ταῖς σειραῖς τῶν προτέρων ἁμαρτημάτων ἑαυτῶν παραμένειν· ἀλλ’ εἰ καί τινες ἦσαν αὐτῶν πρότερον κύριοι ἄρχοντές τε πικροί οἱ πάλαι τῶν ἐθνῶν κατατυραννοῦντες δαίμονες πονηροί, οὓς δὴ θεοὺς ὠνόμαζον, ζυγὸν αὐτοῖς ἐπαιωροῦντες βαρὺν καὶ συγκύπτειν τὴν ψυχὴν ἐπὶ τὸ κάτω ποιοῦντες, δεσμοῖς τε αὐτοὺς ἀσεβείας καταδεσμοῦντες· τούτων ἁπάντων τὴν δυναστείαν φεύγειν παρακελεύεται· προσφεύγειν δὲ τῷ λυτρωτῇ καὶ σωτῆρι, τῷ δὴ κλῆρον αὐτοὺς παρὰ τοῦ ἰδίου πατρὸς εἰληφότι. ταῦτα δὲ, φησὶ, πράξωμεν οἱ τῆς τοῦ Χριστοῦ κληρονομίας ἄξιοι γενόμενοι, εἰδότες, ὅτι ὁ κατοικῶν ἐν οὐρανοῖς ἐκγελάσεται αὐτοὺς, τὰ ἔθνη δηλαδὴ καὶ τοὺς λαοὺς τοὺς ἐπαναστάντας τῷ Χριστῷ αὐτοῦ, καὶ ὁ κύριος ἐκμυκτηριεῖ αὐτούς. ταῦτα πάλαι μὲν προφητικῶς ἀνεφωνεῖτο· πέπονθε δὲ αὐτὰ τὸ Ἰουδαίων ἔθνος πολιορκηθὲν παραχρῆμα μετὰ τὴν κατὰ τοῦ σωτῆρος ἐπιβουλήν· καὶ κατὰ χρόνους δὲ οἱ τῆς ἐκκλησίας τοῦ Χριστοῦ πολέμιοι, κρυφαίᾳ ἀεὶ χειρὶ πολεμούμενοι, ὑπὸ τοῦ κατοικοῦντος ἐν οὐρανοῖς κυρίου, τοῦ πρὸς αὐτῶν πολεμουμένου.
Τότε λαλήσει πρὸς αὐτοὺς ἐν ὀργῇ αὐτοῦ, καὶ ἐν τῷ θυμῷ αὐτοῦ ταράξει αὐτούς.
ἀλλὰ καὶ ἐν τῷ τῆς κρίσεως καιρῷ ὀργῆς θεοῦ πειραθήσονται, καὶ τῷ θυμῷ αὐτοῦ ταραχθήσονται πάντες οἱ τοῦ σωτηρίου λόγου πολέμιοι. ἐπείπερ αὐτὸς ὁ ὑπ’ αὐτῶν προσηλωθεὶς καὶ θανάτῳ παραδοθεὶς, κατοικῶν ἐν οὐρανοῖς καὶ τὰ πάντα περιέχων ἐκγελάσεται αὐτοὺς, καὶ ὁ τούτου δὲ πατὴρ ὁ σὺν τῷ Χριστῷ πολεμούμενος ἐκμυκτηριεῖ αὐτοὺς, καὶ τὴν ἀξίαν αὐτοὺς εἰσπράξεται δίκην.
Ἐγώ δὲ κατεστάθην βασιλεὺς ὑπ’ αὐτοῦ ἐπὶ Σιων ὄρος τὸ ἅγιον αὐτοῦ διαγγέλλων τὸ πρόσταγμα κυρίου.
Οἵ δε μὲν, φησí, τάδε πείσονται οἱ κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ συνελθόντες, καὶ τοιοῦτο μὲν ἐκείνων τὸ τέλος· ἐμὲ δὲ τότε μετὰ τὴν τοσαύτην ἐπιβουλὴν καὶ τοσαῦτα πάθη βασιλέα πρὸς αὐτοῦ τοῦ Πατρὸς καθεστάσθαι, καὶ τὸ πατρικὸν ὑμῖν πρόσταγμα διαγγέλλειν· τοῦτο δ’ ἂν εἴη τὸ εὐαγγελικὸν κήρυγμα. εἰ δέ ἐστιν ὄρος ἅγιον θεοῦ τὸ ἐπουράνιον περὶ οὗ φησιν ὁ Παῦλος· προσεληλύθατε Σιὼν ὄρει· καὶ πάλιν· ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστίν, ἐνταῦθά φησι τὰ βασίλεια αὐτῷ συνεστάναι· μέρος δ’ ἂν εἴη τῆς ἄνω ἐκκλησίας καὶ ἡ ἐπὶ γῆς εἰς ἐκεῖνο τέλους καὶ αὐτῇ σπεύδουσα. Ὅπως δὲ ὑπὸ τοῦ Πατρὸς ἐν τῇ ἐπουρανίῳ Σιὼν κατεστάθη βασιλεὺς ὁ Χριστὸς αὐτοῦ, πάρεστι γνῶναι καὶ ἀπὸ τοῦ λέγεσθαι αὐτῷ· κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. ποίους δὲ ἐχθροὺς ἢ τοὺς προλεχθέντας, τοὺς δὴ συναχθέντας κατ’ αὐτοῦ καὶ παραστάντας ἄρχοντας καὶ βασιλεῖς, καὶ λαοὺς, καὶ ἔθνη; τούτους γὰρ ὑποτάξειν τοῖς αὐτοῦ ποσὶν ὁ πατὴρ ἐπηγγείλατο.
Κύριος εἶπεν πρὸς μέ· υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε.
Τὸ σήμερον ὄνομα χρόνου ἐστίν· ἰσοδυναμεῖ γὰρ τῷ τῇ ἐνεστώσῃ ἡμέρᾳ· ἡμέρα δὲ διάστημά τι χρονικόν ἐστιν. εἱ οὖν φησὶν πρὸς αὐτὸν ὁ κύριος· ἐγὼ σήμερον γεγέννηκά σε. δῆλον ὅτι περὶ τῆς χρονικῆς ἔφη γεννήσεως τῆς κατ’ οἰκονομίαν· γενομένης· περὶ γὰρ τῆς πρώτης γεννήσεως τῆς πρὸ χρόνου καὶ πρὸ παντὸς αἰῶνος ὁ αὐτὸς λέγει Δαυὶδ ἐκ προσώπου τοῦ θεοῦ καὶ πατρός· ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε· γεννᾶται δὲ σήμερον οὐχὶ ἀρχὴν συστάσεως ἐν τῷ γεννᾶσθαι λαμβάνων. ἀλλ’ εἰς υἱοθεσίαν γεννώμενος ὅτε ἀτρέπτως ἄνθρωπος γέγονεν· ὁ γὰρ λαβὼν ἐξουσίαν τέκνον θεοῦ γενέσθαι, ὅτε γίνεται τέκνον διὰ τοῦ βαπτίσματος ἀναγεννώμενος. ἕτερόν τι πρὸ τοῦ εἶναι τέκνον ὑπάρχων ἐξευγενίζεται· ὁ μέντοι γε Ἑβραῖος ἔφασκεν τὸ κύριον τῆς λέξεως ἔτεκον εἶναι· ὅπερ καὶ ὁ Ἀκύλας πεποίηκεν. ὁ δὲ ἀπόστολος νομομαθὴς ὑπάρχων ἐν τῇ πρὸς Ἑβραίους τῇ λέξει τῇ τῶν Ἑβδομήκοντα ἐχρήσατο.
Aἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.
Καὶ ὅτι γε εἰς τὸν ἡμέτερον σωτῆρα Ἰησοῦν τὸν Χριστὸν, καὶ οὐκ εἰς ἄλλον, πεπλήρωται ταῦτα, παρίστησι· τὸ γάρ· αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς, οὐδεὶς ἂν ἔχοι φάναι ἐφ’ ἑτέρου τῶν πάλαι τοῦ θεοῦ προφητῶν πεφανερῶσθαι καὶ πεπληρῶσθαι. οὔτε γὰρ Μωϋσῆς τῶν ἐθνῶν ἁπάντων ἐκράτησεν, οὔτε Δαυῒδ, οὔτε Σολομὼν, οὔτε τις ἕτερος προφητῶν ἢ βασιλέων τῶν ἐξ αἰῶνος γενομένων· μόνῳ δὲ τῷ ἡμετέρῳ σωτῆρι ἡ τῶν πραγμάτων ἐνάργεια μαρτυρεῖ· ἐπειδήπερ εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος τῶν ἀποστόλων αὐτοῦ, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν διῆλθεν.
Κατάσχεσιν οὖν ποιεῖται τὰ πέρατα· καὶ προφέρει τὴν προμήθειαν καὶ ἐπὶ τὰ ἔθνη. Ἰουδαῖοι δὲ τί ἂν εἴποιεν λέγοντες πρὸς τὸν Δαυιδ λελέχθαι τὸ υἱός μου εἶ σύ· καὶ τὸ δώσω σοι ἔθνη· πότε γὰρ ἡ τοῦ Δαυιδ βασιλεία τῆς γῆς κατέσχεται πέρατα ἢ ἀπὸ τῶν Ἰουδαίων εἰς τὰ ἔθνη μετέθετο.
Ποιμανεῖς αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ, ὡς σκεύη κεραμέως συντρίψεις αὐτούς.
Λαβὼν τὴν κατὰ πάντων ἐξουσίαν τοὺς προτέρους ἐκείνους τοὺς κατὰ σοῦ φρυάξαντας καὶ κενὰ μελετήσαντας, ἀλλὰ καὶ τοὺς παραστάντας καὶ συναχθέντας κατὰ σοῦ βασιλεῖς τε γῆς καὶ ἄρχοντας ποιμανεῖς, οὐ τῇ τῶν ἡμέρων προβάτων ποιμαντικῇ ῥάβδῳ τῇ διὰ λόγων καὶ σωτηρίων μαθημάτων· τοιαύτῃ γὰρ λογικῇ ῥάβδῳ τὰ Χριστοῦ πρόβατα ἐν ταῖς μάνδραις αὐτοῦ, ἐν ταῖς ἐκκλησίαις καὶ ταῖς τῶν ἱερῶν γραφῶν πνευματικαῖς νομαῖς ποιμαίνεται· ἀλλ’ ἐν ῥάβδῳ σιδηρᾷ, δι’ ἧς συντρίψειν αὐτούς, καὶ τὸ οἴημα αὐτῶν κατεάξειν δίκην ἀγγείου ὀστρακίνου λέγεται.
Ῥάβδον δὲ σιδηρᾶν τὴν Ῥωμαίων ἀρχὴν εἶναί φησιν, ἐπικρατεστέραν γενομένην μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν ἐπιφάνειαν. ἐξ ἐκείνου γὰρ τῶν κατ’ ἔθνη πολυαρχιῶν καὶ τῶν κατὰ χώρας ἐθναρχιῶν καταλυθεισῶν ἡ Ῥωμαίων ἐμονάρχησε βασιλεία, ἣν καὶ ἡ τοῦ Δανιὴλ προφητεία σιδηρᾶν προσεῖπεν, ἐπὶ μὲν τῆς εἰκόνος φήσασα· αἱ κνῆμαι καὶ οἱ πόδες σιδηροῖ καὶ τὴν ἑρμηνείαν ἐκθεμένη διὰ τοῦ φάναι· βασιλεία τετάρτη ἔσται ἰσχυρὰ ὡς ὁ σίδηρος· ὃν τρόπον γὰρ ὁ σίδηρος, λεπτυνεῖ καὶ δαμάσει πάντα, οὕτως λεπτυνεῖ καὶ δαμάσει· ἐπὶ δὲ τῆς ὁράσεως τοῦ προφήτου· καὶ ἰδοὺ, φησὶν, ζῶον τέταρτον φοβερόν, καὶ οἱ ὀδόντες αὐτοῦ σιδηροῖ, ἐσθίον καὶ λεπτύνον, καὶ τὰ ἐπίλοιπα τοῖς ποσὶν αὐτοῦ συνεπάτει.
Ταύτην τοίνυν καὶ ἐπὶ τοῦ παρόντος δηλοῦσθαι διὰ τοῦ φάσκοντος λόγου· ποιμανεῖς αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ, ὡς σκεύη κεραμέως συντρίψεις αὐτούς. δυνάμει γὰρ ἀφανεῖ καὶ ἀοράτῳ παρὰ τοῦ πατρὸς κλῆρον παραλαβὼν τὰ καθ’ ὅλης τῆς οἰκουμένης ἔθνη ὁ Χριστός, τοὺς μὲν ἐπεγνωκότας αὐτὸν καὶ ὑπὸ τὴν αὐτοῦ μάνδραν γενομένους ποιμανεῖ εἰσάγων καὶ ἐξάγων εἰς ἀγαθὰς νομάς, ὥστε λέγειν τὴν αὐτοῦ ποίμνην (λογικὴ γὰρ ἦν)· κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει. εἰς τόπον χλόης ἐκεῖ με κατεσκήνωσεν· ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέ με, τὴν ψυχήν μου ἐπέστρεψε· τοὺς δὲ ἀφηνιῶντας τῶν ἐθνῶν καὶ κατεπαιρομένους τῶν αὐτοῦ προβάτων τῇ ῥάβδῳ τῇ σιδηρᾷ καθυποτάττει δαμάζων καὶ συντρίβων διὰ τῆς Ῥωμαϊκῆς δυναστείας. οὕτω γοῦν συμβαίνει τῶν ἀπλήστων ἐθνῶν τοὺς θυμοὺς καὶ τὰς ὁρμὰς τὰς κατὰ τῆς ἐκκλησίας τοῦ θεοῦ διὰ τῆς Ῥωμαϊκῆς ἀπειλῆς ἀνακρούεσθαι, οὐκ ἂν ἐπιτρεψάντων τῶν κατὰ πόλεις ἀρχόντων τε καὶ δήμων, ἐν μέσοις αὐτῶν συστῆναι τὴν Χριστοῦ διδασκαλίαν ἀνατρεπτικὴν τῆς πολυθέου πλάνης αὐτῶν τυγχάνουσαν, εἰ μὴ ὁ Ῥωμαϊκὸς αὐτοῖς ἦν ἐπηρτημένος φόβος καὶ τὰ συντρίβοντα αὐτοὺς καὶ μὴ ἐῶντα κεφαλὴν ἐπᾶραι διατάγματα τοὺς θυμοὺς αὐτῶν ἐχαλίνου καὶ συνέτριβε.
Καὶ ἄλλῃ δὲ θεϊκῇ καὶ ἀπορρήτῳ δυνάμει ὁ Χριστὸς τὰ μὲν αὑτοῦ πρόβατα ἡμέρως ποιμαίνει, μηδέποτε ἀναχωρῶν ἀπ’ αὐτῶν, καθ’ ἣν πεποίηται ἐπαγγελίαν φήσας· ὅπου ἂν εἶεν δύο ἢ τρεῖς συνηγμένοι ἐν τῷ ὀνόματί μου, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν·καὶ πάλιν· ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος· τοὺς δ’ ἐπανισταμένους αὐτοῦ τῇ ποίμνῃ ἐν τοῖς κατὰ χρόνους διωγμοῖς πάλιν αὐτὸς μετέρχεται ἀφανεῖ καὶ ἀοράτῳ δυνάμει κολάζων ἐν ῥάβδῳ σιδηρᾷ, καὶ τιμωρητική ἀλλὰ καὶ τὴν ὑπερηφανίαν αὐτῶν καὶ τὸ ἔπαρμα τῆς ἀλαζονείας ὡς σκεύη κεράμέως συντρίβει· ὡς ἤδη μυρίους αὐτῶν ὑπὸ τῶν θεηλάτων αὐτοῦ μαστίγων ἐλαυνομένους δοῦναι δόξαν τῷ θεῷ, καὶ ἐξομολογήσασθαι τὰς δυσσεβείας αὐτῶν.
Καὶ νῦν, βασιλεῖς, σύνετε· παιδεύθητε, πάντες οἱ κρίνοντες τὴν γῆν. δουλεύσατε τῷ κυρίῳ ἐν φόβῳ, καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ. δράξασθε παιδείας, μήποτε ὀργισθῇ κύριος καὶ ἀπολεῖσθε ἐξ ὁδοῦ δικαίας. ὅταν ἐκκαυθῇ ἐν τάχει ὁ θυμὸς αὐτοῦ, μακάριοι πάντες οἱ πεποιθότες ἐπ’ αὐτῷ.
Ἐντεῦθεν μεταβὰς ὁ λόγος διδασκαλίαν ἐκτίθεται τοῖς ἄρχουσι καὶ τοῖς βασιλεῦσι, τοῖς ὑπὸ τῇ σιδηρᾷ ῥάβδῳ ποιμανθησομένοις, καί φησιν· ὅτι γνόντες, ὦ οὗτοι, καὶ συνέντες ὁπόση τις ἡ δύναμις τοῦ παρὰ πατρὸς εἰληφότος τὰ ἔθνη κληρονομίαν, καὶ ὁποία τις τυγχάνει ἡ σιδηρᾶ ῥάβδος ἡ καθ’ ὑμῶν ἐπεωρημένη, παύσασθε πολεμοῦντες αὐτῷ· καὶ καθ’ ἑαυτῶν ἐπισπώμενοι τὴν σιδηρᾶν ῥάβδον ἀναλαβόντες δὲ μᾶλλον σύνεσιν ἐπίδοτε ἑαυτοὺς τῇ λογικῇ παιδείᾳ. καὶ τὸν ζυγὸν τῆς τοῦ θεοῦ δουλείας ἀναλάβετε, ὡς ἂν μετάσχοιτε τῆς παρὰ τῷ θεῷ εὐφροσύνης καὶ ἀγαλλιάσεως· δουλεύοντες δὲ τῷ θεῷ μετὰ φόβου τοῦτο ποιεῖτε καὶ χαίροντες καὶ ἀγαλλιώμενοι ἐπὶ τῇ τοῦ θεοῦ δουλείᾳ σὺν τρόμῳ καὶ ἀγωνίᾳ τοῦτο πράττετε· οὐ γὰρ μόνον τοὺς δουλεύοντας τῷ Κυρίῳ φοβεῖσθαι δεῖ, ἀλλὰ καὶ τοὺς ἀγαλλιωμένους ἐπ’ αὐτῷ καὶ τοῦ φόβου τοῦ δεσποτικοῦ ἠλευθερωμένους μειζόνως ἀγωνιᾶν προσήκει. μήποτε ἀποπέσοιεν τῆς παρὰ τῷ θεῷ χαρᾶς χαυνωθέντες καὶ εἰς ἀφοβίαν περιτραπέντες· ὅπερ εἰ πάθοιεν ὀργῇ θεοῦ παραδοθέντες ἀπολοῦνται ἐξ ὁδοῦ δικαίας. ἐκκαύσαντες καθ’ ἑαυτῶν τὸν τοῦ θεοῦ θυμόν. ὀργὴν δὲ θεοῦ καὶ θυμόν, ὅτι μὴ ὁμοίως τοῖς ἀνθρωπίνοις πάθεσιν καὶ τῷ θεῷ περιάπτουσιν οἱ ἱεροὶ λόγοι. σαφὲς τοῖς ἐπιστήσασιν τῷ ἀποστόλῳ λέγοντι· κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν. θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς· δι’ ὧν παρίστησιν τὰς ἐπὶ τοῖς ἁμαρτανομένοις ἀποδοθησομένας ἑκάστῳ κολάσεις ὑπὸ τῆς τοῦ θεοῦ δικαιοκρισίας ὀργὴν ὀνομάζεσθαι καὶ θυμόν· ἅπερ ἕκαστον θησαυρίζειν ἑαυτῷ διδάσκει· οὐχὶ δὲ ἐκ πάθους θεοῦ ὁμοίως ἀνθρώποις γίνεσθαι· ἐν γοῦν τῷ καιρῷ τῆς τοῦ θεοῦ κρίσεως ὃς ἐπιστήσεται ἐν τάχει. βραχὺς γὰρ πᾶς ὁ ἐνεστηκὼς βίος. οἱ πεποιθότες ἐπὶ τὸν δι’ ὅλου τοῦ ψαλμοῦ προφητευθέντα Χριστόν. μακάριοι εὑρεθήσονται· καὶ τοῦτό γε ἦν τὸ λεῖπον τῷ δηλωθέντι διὰ τοῦ πρώτου ψαλμοῦ μακαρισμοῦ ὅπερ ὁ παρὼν ἐπεσφραγίσατο λόγος· οὐ γὰρ μόνον ἀποσχέσθαι δεῖ τῆς τῶν ἀσεβῶν καὶ ἁμαρτωλῶν καὶ λοιμῶν πορείας· οὐδὲ μόνον τὸ μελετῆσαι τὸν νόμον Κυρίου καὶ νυκτὸς καὶ ἡμέρας, ἀλλὰ καὶ μὴ εἰς κενὸν μελετῆσαι, ὅπερ πεπόνθασιν οἱ ἐκ περιτομῆς· καὶ συνιέναι δὲ προσήκει τὰ μεμελετημένα καὶ ἐπιγνῶναι ἀναγκαῖον ἐξ αὐτῶν τὸν Χριστόν, ἀλλὰ καὶ τῆς αὐτοῦ μερίδος καὶ κληρονομίας καταξιωθῆναι σπουδάσαι καὶ ἐπὶ τούτοις ἅπασιν πεποιθέναι ἐπ’ αὐτῷ καὶ διὰ πίστεως καὶ ἔργων ἐνδείξασθαι τὴν πεποίθησιν· ἐπειδὴ μακάριοι πάντες οἱ πεποιθότες ἐπ’ αὐτῷ, ὧν οὕτως ἐχόντων, εἰκότως ὡς ἂν μιᾶς οὔσης τῆς διανοίας καὶ τὸν δεύτερον τῷ πρώτῳ ψαλμῷ συνῆφθαι φησὶν παρ’ Ἑβραίοις.
Commentary Ps_3
Ψαλμὸς τῷ Δαυῒδ, ὁπότε ἀπεδίδρασκεν ἀπὸ προσώπου Ἀβεσσαλωμ τοῦ υἱοῦ αὐτοῦ.
Ἀναγκαίως τὸν καιρὸν ἐπισημειοῦται, ὡς ἂν ἐφαρμόσοι μὲν τοῖς λεγομένοις τὴν ἀπὸ τῶν βασιλειῶν ἱστορίαν, καὶ ὡς ἂν μάθοιμεν, ὅτι, μετὰ τὸ ἐξαμαρτῆσαι εἰς τὴν τοῦ Οὐρίου, τοσοῦτον εἰσηνέγκατο μετανοίας καρπὸν, ὡς πάλιν ἐνθέῳ πνεύματι ψάλλειν. ἕπεται γὰρ τῇ κατὰ τὸν Οὐρίαν ἱστορίᾳ ἡ τοῦ Ἀβεσσαλὼμ κατὰ τοῦ πατρὸς ἐπανάστασις. γένοιτο δ’ ἂν ἐκ τούτων καὶ ἑτέροις τροπὴ τῆς ἀπὸ προτέρων κακῶν ἐπὶ τὰ κρείττω μεταβολῆς, διδασκαλία τε γνησίας πρὸς τὸν θεὸν ἐπιστροφῆς. καὶ ἄλλως δὲ ἴδιον δικαίων ἐστὶ τὸ θλίβεσθαι· διὸ καὶ ὁ Σωτήρ φησιν· Ἐν τῷ κόσμῳ θλίψιν ἔχετε· καὶ στενὴ καὶ τεθλιμμένη ἐστὶν ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν.
Κύριε, τί ἐπληθύνθησαν οἱ θλίβοντές με; πολλοὶ ἐπανίστανται ἐπ’ ἐμέ· πολλοὶ λέγουσιν τῇ ψυχῇ μου· οὐκ ἔστι σωτηρία αὐτῷ ἐν τῷ θεῷ αὐτοῦ.
Πάντας διωγμοὺς χρὴ προσδοκᾷν τοὺς κατὰ θεὸν ζῇν προῃρημένους. ἐπεὶ κατὰ τὸν ἀπόστολον· πάντες οἱ θέλοντες ζῇν εὐσεβῶς ἐν Χριστῷ Ἰησοῦ διωχθήσονται. ἀλλ’ ἐν πᾶσι προσήκει τὰ δεινὰ καρτερῶς ὑπομένειν· ἐπεὶ μηδὲ πρὸς ὀλίγον ἐστὶν ἡμῖν ὁ ἀγών, μηδὲ πρὸς μικρούς, ἀλλὰ πρὸς πλείονας καὶ μεγάλους, οὐ μόνον τοὺς ἐν ἀνθρώποις, ἀλλὰ καὶ τοὺς ἀοράτους ἐχθρούς. καὶ κατὰ τὸ ῥητὸν δὲ, Δαυῒδ, ἐκ νέας ἡλικίας ὑπὸ τοῦ Σαοὺλ πολεμηθεὶς, καὶ μετὰ ταῦτα ὑπὸ μυρίων ἄλλων, καὶ τέλος ὑπὸ τοῦ υἱοῦ τῆς βασιλείας ἐλαυνόμενος καὶ φεύγων, ταῦτα κατὰ τὸν καιρὸν τῆς φυγῆς ἔλεγεν. ἐχθρῶν δέ ἐστι τὸ ἐπεμβαίνειν καὶ ἐπανίστασθαι τοῖς κακοῖς τῶν δι’ ἐναντίας· διόπερ καὶ τῷ Δαυῒδ ἡμαρτηκότι ἐπὶ τῆς τοῦ Οὐρίου πολλοὶ ἐπανίσταντο ἐπιχαιρεσίκακοι ἐχθροί τινες. πάλαι καὶ ἐκ μακροῦ διαφθονούμενοι αὐτοῦ τῇ κατὰ θεὸν προκοπῇ· οἱ δὲ τοιοῦτοι εὐδοκιμούντων μὲν ἀεὶ τῶν δικαίων ταπεινοῦνται καὶ καταισχύνονται· πταιόντων δὲ ἐπανίστανται· ἀλλ’ ἐπὶ τῷ σφάλματι τοῦ Δαυῒδ ἐπ’ ἐμβαίνοντες οἱ δεδηλωμένοι ἀπεγίνωσκον αὐτοῦ τῆς ψυχῆς τὴν σωτηρίαν καὶ ἔλεγον· οὐκ ἔστιν σωτηρία αὐτῷ ἐν τῷ θεῷ αὐτοῦ· ὁ δὲ τὰ περὶ τοῦ σωτῆρος τῶν ἐθνῶν ἁπάντων ἀπὸ τοῦ προτεταγμένου ψαλμοῦ μεμαθηκώς· πιστεύσαστε ὅτι μακάριοι πάντες οἱ πεποιθότες ἐπ’ αὐτῷ. ἐπὶ τὸν τοῦ θεοῦ λόγον τὰς ἐλπίδας ἐπιρρίψας, τῶν μὲν ἐχθρῶν οὐδένα λόγον ἐποιεῖτο, τῷ δὲ σωτῆρι προσφωνεῖ λέγων· σὺ δὲ Κύριε ἀντιλήπτωρ μου εἶ· δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου· πολλοὶ λέγουσιν τῇ ψυχῇ μου οὐκ ἔστιν σωτηρία αὐτοῦ ἐν τῷ θεῷ αὐτοῦ· οἱ διῶκται τῆς θεοσεβείας μὴ πιστεύοντες τὴν ψυχὴν ἀθάνατον εἶναι ταῦτα λέγειν εἰώθασιν· ἀλλὰ καὶ οἱ μὴ χώραν μετανοίας διδόντες τοῖς ἅπαξ ἡμαρτηκόσιν ταῦτα ἂν εἴποιεν περὶ τῶν μετανοεῖν ἐφ’ οἷς ἥμαρτον ἐθελόντων· καὶ οἱ ἄθεοι δὲ αἱρεσιῶται εἰς ἔτι καὶ νῦν βλασφημοῦντες τὸν Δαυὶδ ταῦτα φασὶν περὶ αὐτοῦ διὰ τὸ πραχθὲν αὐτῷ πλημμέλημα ἀπογινώσκοντες αὐτοῦ τὴν ἐν θεῷ σωτηρίαν.
Σὺ δέ, κύριε, ἀντιλήπτωρ μου εἶ, δόξα μου, καὶ ὑψῶν τὴν κεφαλήν μου.
Ὅπως δὲ ὑψώθη τοῦ Δαυῒδ ἡ κεφαλὴ, νοήσει ἐπιστήσας, ὡς καθ’ ὅλης τῆς τῶν ἀνθρώπων οἰκουμένης καὶ ἐν πᾶσι τοῖς ἔθνεσι τὸ τοῦ Δαυῒδ βεβόηται ὄνομα, διὰ τὸν ἐκ σπέρματος αὐτοῦ κατὰ σάρκα γενόμενον Χριστὸν τὸν τοῦ θεοῦ υἱόν· οὐχ οὕτως γὰρ ἐν ἀνθρώποις ὢν, καὶ μόνου τοῦ Ἰσραὴλ βασιλεὺς ὤν, δεδόξαστο καὶ ὕψωτο, καὶ μάλιστα μετὰ τὴν ἐπανάστασιν τοῦ Ἀβεσσαλὼμ τὴν κατ’ αὐτοῦ γενομένην, ὡς διὰ τῆς σωτηρίου θεοφανείας ἐκ σπέρματος αὐτοῦ προελθούσης κατὰ σάρκα.
Φωνῇ μου πρὸς κύριον ἐκέκραξα, καὶ ἐπήκουσέ μου ἐξ ὄρους ἁγίου αὐτοῦ.
Τοῦ ὄρους ἐμνημόνευσε τούτου καὶ ὁ πρὸ τούτου ψαλμὸς, ἐν οἷς ἔλεγεν· ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ’ αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ. ἦν δὲ καὶ ὁ λέγων ἐν ἐκείνοις ταῦτα ὁ Χριστός· καὶ νῦν τοιγαροῦν ἐπακούσεσθαι αὐτοῦ φησιν ὁ Δαυῒδ ἐξ ὄρους ἁγίου αὐτοῦ. τίνα δὲ ἐπακούσεσθαι αὐτοῦ, ἀλλ’ ἢ τὸν κύριον τὸν καταστάντα βασιλέα ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ; διὰ τούτου γὰρ μόνου ἀφέσεως τεύξεσθαι πεπίστευκεν, αὐτὸν τὲ εἶναι δόξαν αὐτοῦ, καὶ τὸν ὑψοῦντα τὴν κεφαλὴν αὐτοῦ. σφόδρα τοίνυν προειπὼν δοξασθήσεσθαι καὶ ὑψωθήσεσθαι τὴν ἑαυτοῦ κεφαλὴν, ὁπόθεν ὑπῆρξεν αὐτῷ τοῦτο διδάσκει λέγων· φωνῇ μου πρὸς κύριον ἐκέκραξα, καὶ ἐπήκουσέ μου ἐξ ὄρους ἁγίου αὐτοῦ.
Ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα· ἐξηγέρθην ὅτι κύριος ἀντιλήμψεταί μου.
Τὰ μέλλοντα καὶ ἐν τούτοις ὡς παρῳχηκότα θεσπίζει· ὡς γὰρ ἐν τῷ δευτέρῳ ἐλέγετο·ἵνα τί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά; παρέστησαν καὶ συνήχθησαν κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ, ταῦτά τε ἐνοεῖτο μελλητικῶς, οὕτω καὶ νῦν τὸ ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα προφητικῶς εἴρηται ἀντὶ τοῦ κοιμηθήσομαι καὶ ὑπνώσω καὶ ἐξεγερθήσομαι, ὅτι σὺ kύριε ἀντιλήπτωρ μου εἶ, δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου. ἐν τούτῳ γὰρ τὸν καιρὸν ἐπισημαίνεται καθ’ ὃν ὑπάρξει αὐτῷ ταῦτα. μετὰ γὰρ τὸ κοιμηθῆναι αὐτὸν ἐξεγερθήσεσται, φησὶν, ὅτι κύριος ἀντιλήψεται αὐτοῦ. κοίμησιν δὲ σημαίνει τὸν θάνατον, μεθ’ ὃν ταῦτα ἔσεσθαι περὶ αὐτοῦ προφητεύει ἀναπέμπων ἐπὶ τὸν χρόνον τῆς τοῦ σωτῆρος παρουσίας, μεθ’ ὃν τέλους ἔτυχεν ἡ προφητεία· ὅτε καὶ μέχρις ᾅδου καταβὰς ὁ υἱὸς τοῦ ἀνθρώπου ὁ Χριστὸς καὶ τῶν ἐκεῖ τὴν αὐτοῦ προσδοκώντων ἄφιξιν σωτὴρ ἐπεδείχθη, ὡς ἅμα τῇ αὐτοῦ ἐκ νεκρῶν ἀναστάσει πολλὰ σώματα τῶν ἁγίων τῶν κεκοιμημένων συναναστῆναι αὐτῷ, ἐν οἷς εἰκὸς ἦν καὶ τὴν τοῦ Δαυῒδ ψυχήν. θαρσῶν δὲ τῇ δυνάμει τῆς ἀναστάσεως τοῦ σωτῆρος, δι’ ἧς ἤμελλε καὶ αὐτὸς κοιμηθεὶς ἐξεγερθήσεσθαι, φησίν· ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα· ἐξηγέρθην ὅτι κύριος ἀντιλήμψεταί μου.
Oὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ τῶν κύκλῳ συνεπιτιθεμένων μοι.
Προεώρα γάρ, ὅτι μυριάδες ἀντικειμένων δυνάμεων βουλήσονται ἐπισχεῖν τὴν τῶν ἁγίων ἀναβίωσιν, διαφθονούμεναι τῇ αὐτῶν σωτηρίᾳ, ὧν ἐγώ, φησίν, λόγον οὐδένα ποιήσομαι θαρσῶν τῷ ὑπερασπιστῇ μου τῷ τοῦ θανάτου νικητῇ, ὃς δὴ θύρας χαλκὰς συντρίψας καὶ μοχλοὺς σιδηροῦς συγκλάσαςτὰς ἐξ αἰῶνος ἀποκεκλεισμένας τοῦ θανάτου πύλας ἀνέῳξεν· ὁδόν τε ἀναστάσεως παρέσχε τοῖς αὐτόθι γνωρίμοις αὐτοῦ, ὧν εἷς ἦν ὁ Δαυΐδ. διὸ ἐν ἑτέρῳ ψαλμῷ ἔλεγεν· ἐγνώρισάς μοι ὁδοὺς ζωῆς· πληρώσεις με εὐφροσύνης μετὰ τοῦ προσώπου σου.
Τοῦ κυρίου ἡ σωτηρία, καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐλογία σου.
Πιστεύσας τῇ προγνώσει τῆς γενησομένης αὐτῷ μετὰ τὴν κοίμησιν τουτέστι τὸν θάνατον διὰ τῆς σωτηρίου χάριτος καὶ εὐεργεσίας, ὅτι τε οὐκ ἄλλως ἔσται ἢ σὺν τῇ αὐτοῦ τοῦ σωτῆρος ἀναστάσει, ἀκολούθως εὔχεται ἐπιταχῦναι τοῦ κυρίου τὴν ἀνάστασιν, ὅπως δι’ αὐτῆς τύχῃ καὶ αὐτὸς τῆς σωτηρίας· διό φησιν· ἀνάστα, κύριε, σῶσόν με, ὁ θεός μου. νικητὴν δὲ τὸν σωτῆρα εἰδὼς πάντων τῶν ἐπιβούλων τοῦ τῶν ἀνθρώπων γένους, δαιμόνων πονηρῶν καὶ δυνάμεων ἀντικειμένων, φησίν·ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως.
Ἀλλὰ καὶ διὰ τοὺς ἀνωτέρω εἰρηκότας τῇ ψυχῇ αὐτοῦ, οὐκ ἔστι σωτηρία αὐτῷ ἐν τῷ θεῷ αὐτοῦ, νῦν φησιν· ὀδόντας ἁμαρτωλῶν συνέτριψας, τουτέστι τοὺς λόγους καὶ τὰς κατ’ ἐμοῦ βλασφημίας περιεῖλας· ἀλλὰ καὶ αὐτοὺς τοὺς κατ’ ἐμοῦ τὰ τοιαῦτα φθεγξαμένους, ἀσεβεῖς ὄντας καὶ ἐπιχαιρησικάκους συνέτριψας καὶ τὰς φωνὰς αὐτῶν κατῄσχυνας. καὶ οὐ μόνον γε ἐμοὶ μετὰ τὸ κοιμηθῆναι καὶ ἀναστῆναι παρέσχου, ἀλλὰ καὶ παντὶ τῷ μέλλοντι χρηματίζειν σου λαῷ. τηρητέον δέ, ὡς, ἀντὶ τοῦ σωτηρία ἡ Ἑβραϊκὴ φωνὴ τὸ τοῦ Ἰησοῦ ὄνομα παρείληπται· καὶ δὴ τὸ συμπέρασμα τοῦ παντὸς δύο περιέχει διδασκαλίας· ὅτι τε ἡ τοῦ κυρίου δύναμις σωτήριός ἐστι, καὶ ὅτι αὐτὸς τῷ αὐτοῦ λαῷ τῷ δι’ αὐτοῦ σεσωσμένῳ τὴν εὐλογίαν παρέξει· εὐλογία δὲ πάντως πνευματικὴ κατὰ τὸν ἀπόστολον εἰπόντα· εὐλογητὸς ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ὁ εὐλογήσας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ.ἔνθεν ἐπὶ τῆς τοῦ σωτῆρος γενέσεως λέλεκται τῷ Ἰωσὴφ ὑπὸ τοῦ ἀγγέλου· καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ, οὓς καὶ μακαρίους ὁ λόγος ἔφασκε. ταῦτα μὲν οὖν τις κατὰ θεωρίαν τῶν προκειμένων. εἴποι δ’ ἄν τις καὶ πρὸς λέξιν πεπληρῶσθαι αὐτά· προλεχθέντα μὲν ὑπὸ τοῦ Δαυῒδ προφητικῶς ἐν καιρῷ τῆς περιστάσεως, ὁπηνίκα ὁ υἱὸς ἐδίωκεν αὐτόν, ἐπὶ πέρας δὲ ἠγμένα μετ’ οὐ πολύ, ὅτε ἐν τῇ τοῦ πολέμου συμβολῇ πίπτει μὲν ὁ Ἀβεσσαλώμ, πίπτουσι δὲ καὶ οἱ τὰ φίλα αὐτῷ φρονοῦντες· κρατεῖ δὲ ἡ τοῦ Δαυῒδ πρόρρησις ἡ φήσασα· ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως· ὀδόντας ἁμαρτωλῶν συνέτριψας. τοῦ κυρίου ἡ σωτηρία, καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐλογία σου. ἐλέγετο γοῦν ταῦτα προφητικῶς, ὡς ἂν ἤδη τοῦ λαοῦ σεσωσμένου καὶ ὑπὸ τοῦ Δαυῒδ γεγενημένου.
Commentary Ps_4
Εἰς τὸ τέλος, ἐν ὕμνοις· ψαλμὸς τῷ Δαυίδ.
Ἐν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσέν μου ὁ θεὸς τῆς δικαιοσύνης μου.
Ὁ μὲν πρὸ τούτου ψαλμὸς ἐλέγετο ἐν τῷ ἀποδιδράσκειν Δαυὶδ ἀπὸ προσσώπου Ἀβεσσαλὼμ τοῦ υἱοῦ αὐτοῦ· ὁ δὲ παρὼν ἔοικεν ἑξῆς ἐκείνῳ εἰρῆσθαι μετὰ τὴν κατὰ τοῦ Ἀβεσσαλὼμ νίκην· μεθ’ ὃν ὕμνον ἐπινίκιον τῷ νικοποιῷ θεῷ ἀνατίθησι τὸν παρόντα ψαλμόν, δι’ οὗ καὶ ἡμεῖς ἐπαιδευόμεθα μὴ ἀμνημονεῖν τῶν τοῦ θεοῦ εἰς ἡμᾶς εὐεργεσιῶν. εἰκότως οὖν ἐν μὲν τῷ πρὸ τούτου ἔλεγεν· κύριε, τί ἐπληθύνθησαν οἱ θλίβοντές με; ἐν δὲ τούτῳ· ἐν θλίψει ἐπλάτυνάς μοι. λέγει δὲ ταῦτα περὶ τῆς κατὰ τὸν Ἀβεσσαλὼμ συμφορᾶς, καθ’ ἣν τὸν θεὸν ἐπικαλεσάμενος ἔτυχεν αὐτοῦ ἐπηκόου καὶ γενόμενος ἐν θλίψει διὰ τὸν λαὸν καὶ τὴν κιβωτὸν τοῦ θεοῦ ἀνέσεως καὶ πλατυσμοῦ ἠξιώθη, παυσαμένου μὲν τοῦ πολέμου, εἰρήνης δὲ βαθυτάτης διαλαβούσης αὐτόν τε καὶ πάντα τὸν λαόν. ἢ ἄλλως λέγει ταῦτα ἐπὶ τοῦ πταίσματος τῆς τοῦ Οὐρίου, καὶ ἡ τοῦ υἱοῦ ἐπανάστασις καὶ τὰ λοιπὰ πάντα τὰ κατὰ τὸν οἶκον κακὰ συμβέβηκεν αὐτῷ. ἐπὶ τούτοις γὰρ ἑαυτὸν κακώσας μετανοίᾳ τε καὶ ἐξομολογήσει ἑαυτὸν παραδοὺς καὶ τῷ πταίσματι ἐφαμίλλως ἑαυτὸν τιμωρησάμενος ἔργοις τε δικαιοσύνης καὶ καρποῖς ἀγαθοῖς πάσης εὐποιίας τὸν θεὸν ἱλασάμενος καὶ τυχὼν ἐπαγγελίας ἀγαθῆς, δι’ ἣν ἐν τῷ πρὸ τούτου ψαλμῷ προφητικῶς ἔλεγε· σὺ δέ, κύριε, ἀντιλήπτωρ μου εἶ, δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου, καὶ τὰ λοιπὰ ὅσα παρίστη ὁ πρὸ τούτου λόγος, ἀκολούθως διὰ τῶν προκειμένων φησίν· ἐν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσέ μου ὁ θεὸς τῆς δικαιοσύνης μου, ἐν θλίψει ἐπλάτυνάς μοι. οἰκτείρησόν με καὶ εἰσάκουσον τῆς προσευχῆς μου. τὸ πρῶτον ἐπακουσθεὶς ἐν τῷ ἐπικαλεῖσθαι τὸν κύριον, οὐκ ἐπαίρεται οὐδὲ ἀπορρᾳθυμεῖ· ἀλλ’ εὐθὺς περὶ τοῦ μέλλοντος χρόνου πάλιν δέεται, πάντοτε τὸν θεὸν ἐπήκοον ἔχειν παρακαλῶν· ἱκετεύει τε κατ’ οἶκτον ἐπακουσθῆναι, οὐ κατ’ ὀφειλήν. εἰ γὰρ καὶ παρῆν τις αὐτῷ καρπὸς δικαιοσύνης, ἀλλ’ οὐκ ἐπὶ τούτῳ θαρσεῖν ἔλεγεν· ἀλλ’ ἐπὶ τῷ ἐλέῳ καὶ τοῖς οἰκτιρμοῖς τοῦ θεοῦ.
Υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι; ἵνα τί ἀγαπᾶτε ματαιότητα, καὶ ζητεῖτε ψεῦδος;
Τοὺς τὴν διάνοιαν πεπαχυμμένους καὶ περὶ τὴν ὑπακοὴν τοῦ θείου λόγου βραδεῖς βαρυκαρδίους ὠνόμασεν ἢ τοὺς βεβαρημένους τὸ συνειδὸς ὑπὸ μοχθηρῶν λογισμῶν· πλήττων δὲ τούτους τῷ λόγῳ φησίν· ἕως ποτε ταῖς ἑαυτῶν ἁμαρτίαις παραμένετε σπεύδειν δέον ἐπὶ μετάνοιαν καὶ τὴν φίλην τῷ θεῷ ἐξομολόγησιν; κατὰ δὲ τὴν ἱστορίαν, ἔοικεν ὁ Δαυῒδ πρὸς τοὺς ἐπὶ τοῖς πειρασμοῖς καὶ ταῖς περιστάσεσι ταραττομένους καὶ θορυβουμένους καὶ πάντα μᾶλλον πράττοντας ἢ ἐπὶ τὸν θεὸν καταφεύγοντας ταῦτα λέγειν. τί γὰρ χρὴ ταράττειν καὶ ταράττεσθαι, φησίν, ἐν τοῖς περιστατικοῖς καιροῖς; τί δὲ χρὴ ματαιότητι ἑαυτοὺς ἐκδιδόναι, ὦ βαρυκάρδιοι ἄνδρες; τί δὲ τὸ ψεῦδος μετιέναι τὸ ἀληθὲς καταλιπόντας; ἀλλὰ γὰρ ἐντεῦθεν μαθόντες, ὅτι θεὸς καὶ κύριός ἐστιν ὁ τῶν ὅλων ἔφορος καὶ προνοητὴς ὁ μηδέποτε καταλειπὼν πάντα ὅσιον αὐτοῦ, ἀλλ’ ἀεὶ θαυμαστὰ ἐπ’ αὐτῷ δεικνύς· σπουδάζετε καὶ αὐτοὶ ὅσιοι γένεσθε εὖ καὶ ἀκριβῶς εἰδότες, ὅτι καὶ ὑμῶν ὥσπερ οὖν καὶ ἐμοῦ αὐτοῦ κύριος εἰσακούσεται ἐν τῷ κεκραγέναι με πρὸς αὐτόν. ἐπακούσαντος δὲ ὑμῶν τοῦ κυρίου οὐδὲν δεῖ λοιπὸν μεριμνᾷν ἔχοντας τὸ ἀσφαλὲς ἀπὸ τῆς παρ’ αὐτοῦ βοηθείας. δόξα δὲ τοῦ θείου λόγου εἶεν ἂν οἱ υἱοὶ τῶν ἀνθρώπων κατὰ τὸν Ἀκύλαν καὶ Σύμμαχον· ὁ μὲν γὰρ Ἀκύλας· ἕως πότε, οἱ ἔνδοξοί μου; ἐκδέδωκεν, ὁ δὲ Σύμμαχος· ἕως πότε ἡ δόξα μου; διὰ τὴν ἐν αὐτοῖς νοερὰν ψυχὴν καὶ λογικὴν τὴν κατ’ εἰκόνα τοῦ θεοῦ πεποιημένην. οὓς ἐπὶ τὸ χεῖρον ἑαυτοὺς διαστρέφοντας ὁ λόγος ἐπονειδίζει βαρυκαρδίους καλῶν καὶ ἀνθρώπων υἱούς· δέον εἶναιυἱοὺς θεοῦ κατὰ τό· ἐγὼ εἶπον· θεοί ἐστε, καὶ υἱοὶ ὑψίστου πάντες.
Ὀργίζεσθε καὶ μὴ ἁμαρτάνετε.
Συμβουλεύει κωλύειν τὸ τῆς ὀργῆς πάθος, εἴ ποτε ἀγανακτικῶς ἀνακινεῖται μηδὲ εἰς ἔργον τὸν θυμὸν κινεῖσθαι παραινῶν. οὐκ ἀκαίρως δὲ ταῦτά φησιν· ἀλλ’ ἐπειδὴ κατὰ τοῦ Ἀβεσσαλὼμ ὁρμῶντες εἰς πόλεμον μετ’ ὀργῆς ἐξῄεσαν, ὡς εἰκóς, οἱ μετὰ τοῦ Δαυῒδ, ἀγανακτοῦντες ἐπὶ τῇ τοῦ υἱοῦ κατὰ τοῦ πατρὸς ἐπαναστάσει· τούτου χάριν ἔοικε τοιαῦτά τινα πρὸς αὐτοὺς λέγειν· ὑμεῖς μέν, ὦ ἄνδρες σύμμαχοι, οἳ δὴ καὶ ἔνδοξοί μου, ὡς υἱοὶ ἀνθρώπων βαρυκάρδιοί τινες ὄντες καὶ τῇ τοῦ θνητοῦ βίου ματαιότητι προσέχοντες, οὐκ εἰδότες τὴν τοῦ θεοῦ κατὰ τῶν ἀσεβῶν δικαιοκρισίαν θυμοῦσθε κατὰ τοῦ ἀσεβοῦς υἱοῦ· καὶ δικαίως κινούμενοι καὶ ἀγανακτικῶς ὀργιζόμενοι ἐπὶ τὸν πόλεμον ὁρμᾶτε· ἐγὼ δὲ τοῖς πᾶσι παραινῶ, εἰ καὶ εὔλογος ἡ ὀργή, ἀλλ’ ὑμᾶς οὐ χρὴ τῆς οἰκείας ἐπιλανθάνεσθαι ἀνεξικακίας οὐδ’ ἐπὶ πλέον ἐξάπτεσθαι ὡς καὶ ἐπὶ ἁμαρτίας ἐκπίπτειν. διό φημι· ὀργίζεσθε, ἀλλὰμὴ ἁμαρτάνετε. εἰ δὲ καὶ κλονεῖσθε, κατὰ τὸν Ἀκύλαν, τὰς ψυχὰς διὰ τὰ τῷ Ἀβεσσαλὼμ προτετολμημένα, ἀλλ’ ὁρᾶτε, μὴ καὶ ἑτέραν ἐπὶ ταῖς προτέραις προσθείητε ἁμαρτίαν τῇ ὀργῇ ἐπιμένοντες. εὕροις δ’ ἂν καὶ κατὰ τὴν ἱστορίαν πολλὰ παραινοῦντα αὐτὸν φείσασθαι τοῦ παιδός.
Θύσατε θυσίαν δικαιοσύνης καὶ ἐλπίσατε ἐπὶ κύριον.
Εἰ καὶ ὡς ἄνθρωποι θνητοὶ πολλὰ διανοεῖσθε μεθ’ ἡμέραν ὀργιζόμενοι, ἀλλ’ ἐπὶ ταῖς κοίταις ὑμῶν ἐφ’ ἡσυχίας παρ’ ἑαυτοῖς γενόμενοι, κατανύγητε τὰ δι’ ἡμέρας ὑμῖν πεπραγμένα διαλογιζόμενοι. μὴ γοῦν, φησίν, ὀργίζεσθε κατὰ τῶν εἰς ὑμᾶς πλημμελούντων μηδὲ κατὰ τοῦ ἐπαναστάντος τῷ πατρί· μήτε αὐτοὶ ἁμαρτάνοντες, κἂν ἕτεροι ἀσεβοῦντες προκαλοῦνται ὑμᾶς εἰς ὀργῆς ἔργα καὶ εἰς ἁμαρτίας, ἀλλ’ ἀντὶ τούτων μᾶλλον, εἴπερ βούλεσθε τὸ ἀσφαλὲς ἔχειν, θύσατε θυσίαν δικαιοσύνης καὶ ἐλπίσατε ἐπὶ κύριον, καὶ μηκέτι ταράττεσθε οἰκειωθέντες τῷ κυρίῳ διὰ τῆς δικαιοσύνης. ἐπείπερ ἀντὶ πάσης θυσίας χαίρει δικαιοπραγίαις καὶ ταῖς κατ’ ἀρετὴν πράξεσι καὶ τοῦτο πολὺ βέλτιον πράττειν ἢ ὀργίζεσθαι καὶ ἑαυτοὺς ἐκδικεῖν σπουδάζειν, διὸ…
…
The complete text is available when the reading interface loads.