The Greek Library Catalogue

Anonymous

Canones isagogici de flexione verborum

Edition reference
Canones isagogici de flexione verborum, ed. Hilgard, op. cit., 43–99.
CTS identifier
urn:cts:greekLit:tlg2020.tlg002.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

4

1

44

τερόν τε καὶ τρίτον· περὶ δὲ τῆς συνεμπτώσεως τῶν δύο τοῦτό φαμεν,

ὅτε τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν εἰς σ̅ι̅ ἢ εἰς τ̅α̅ι̅ λήγει, ὁμο-

φωνοῦσι τὰ δεύτερα καὶ τρίτα τῶν δυϊκῶν, ὅτε δὲ μὴ οὕτως ἔχει, διαλ-

λάσσουσι· τὰ δὲ παραδείγματα ἐπὶ πάσης τῆς κλίσεως φανερωθήσεται.

Γέγονεν οὖν τὸ μὲν δεύτερον τῶν δυϊκῶν ἀπὸ τοῦ δευτέρου τῶν πλη-

θυντικῶν τροπῇ τοῦ τέλους εἰς τ̅ο̅ν̅, ποιεῖτε ποιεῖτον, λέγετε λέγετον·

τὸ δὲ τρίτον ὁμοφωνεῖ τῷ δευτέρῳ, ἐπεὶ εἰς σ̅ι̅ λήγει τὸ τρίτον τῶν

πληθυντικῶν τὸ τύπτουσι.

Πληθυντικά. <Τύπτομεν>: ἐνεστώτων καὶ μελλόντων τῆς τελευ-

ταίας συλλαβῆς τῆς γενικῆς τῆς μετοχῆς ἀποβαλλομένης τῆς τ̅ο̅ς̅ πρό

τε τοῦ ν̅ λαμβανομένου τοῦ μ̅ε̅ τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν

γίνεται, λέγοντος λέγον λέγομεν, ποιοῦντος ποιοῦν ποιοῦμεν, λέξοντος

λέξον λέξομεν· ὁ δὲ κανὼν ἐν τοῖς εἰς μ̅ι̅ μάλιστα χρειώδης ἡμῖν ὀφθή-

σεται, τιθέντος τίθεμεν, διδόντος δίδομεν. <τύπτετε>: τὰ εἰς μ̅ε̅ν̅ πλη-

θυντικὰ τροπῇ τῆς μ̅ε̅ν̅ εἰς τ̅ε̅ τὸ δεύτερον ποιοῦσιν, τὴν δὲ παραλή-

γουσαν οὐ τρέπουσι μὲν ὅτε εἰς ς̅ λήγει ἡ μετοχή, ὡς ἐπὶ παρακειμένου

ὑπερσυντελίκου ἀορίστου πρώτου, τρέπουσι δὲ ὅτε οὐκ εἰς ς̅, ὡς ἐπὶ

ἐνεστῶτος παρατατικοῦ μέλλοντος καὶ ἀορίστου δευτέρου. <τύπτουσι>:

45

ἐνεστώτων καὶ μελλόντων ὁμόφωνόν ἐστι τὸ τρίτον πρόσωπον τῶν

πληθυντικῶν τῇ δοτικῇ πληθυντικῇ τῶν ἰδίων μετοχῶν· ὁ δὲ λόγος

διήκει καὶ ἐπὶ τῶν εἰς μ̅ι̅, τοῖς τύπτουσι τύπτομεν τύπτετε τύπτουσι,

τοῖς τιθεῖσι τίθεμεν τίθετε τιθεῖσι· σεσημείωται τὸ φασίν, ὅτι τῆς μετοχῆς

βαρυνομένης τὸ ῥῆμα ὠξύνθη.

{Παρατατικοῦ}

Ἑνικά. <Ἔτυπτον>: ἡ γενικὴ τῆς μετοχῆς τοῦ ἐνεστῶτος ἀπο-

βάλλουσα τὴν ἐσχάτην συλλαβὴν καὶ τὴν ἄρχουσαν αὔξουσα χρονικῶς

ἢ συλλαβικῶς τὸν παρατατικὸν ποιεῖ· ἀλλ' εἰ μὲν ἀπὸ συμφώνου ἄρχοιτο

τὸ θέμα, προσόδῳ τοῦ ε̅ αὔξεται ἡ ἄρχουσα τοῦ παρατατικοῦ, λέγοντος

ἔλεγον, ποιοῦντος ἐποίουν· εἰ δ' ἀπὸ τοῦ ρ̅ ἄρχοιτο, καὶ ἕτερον ρ̅

προσλαμβάνει ὁ παρατατικός, ῥάπτω ἔρραπτον· εἰ δ' ἀπὸ φωνήεντος

ἄρχοιτο ὁ ἐνεστώς, χρονικῶς αὔξεται ὁ παρατατικός. Ἑπτὰ γὰρ ὄντων

τῶν φωνηέντων τέσσαρα μέν εἰσιν ἀμετάβολα ἐν τοῖς παρῳχημένοις,

η̅ ω̅ ι̅ υ̅, ἡβῶ ἥβων, ὠθῶ ὤθουν, ἰξεύω ἴξευον, ὑδρεύω ὕδρευον,

τρία δὲ μεταβολικά, α̅ ε̅ ο̅, ὧν τὸ μὲν α̅ εἰς η̅ τρέπεται, ἄγω ἦγον, τὸ

δὲ ε̅ ποτὲ μὲν εἰς η̅ τρέπεται, ἐλέγχω ἤλεγχον, ποτὲ δὲ τὸ ι̅ προσλαμ-

βάνει, ἔχω εἶχον, τὸ δὲ ο̅ εἰς ω̅, ὀμνύω ὤμνυον. Τῶν δὲ διφθόγγων

ἡ ε̅ι̅ καὶ ἡ ο̅υ̅ οὐ τρέπονται, ὡς τὸ εἰκάζω εἴκαζον, οὐρῶ οὔρουν, αἱ

δὲ λοιπαὶ εἰς τὰ οἰκεῖα μεταβάλλονται, οἴγω ᾦγον, αἰσχύνομαι ᾐσχυνό-

μην. Τὰ μέντοι ἀπὸ προθέσεως ἀρχόμενα ῥήματα ἄτρεπτον τηρεῖ τὴν

πρόθεσιν, εἰ μὴ κατὰ πλεονασμὸν εἴη, ὡς ἐπὶ τοῦ καθέζομαι ἐκαθεζόμην,

ἢ ἀττικῶς κλιθείη, ὡς ἀντιβολῶ ἠντιβόλουν. <ἔτυπτες>: τὰ εἰς ο̅ν̅

ῥήματα τροπῇ τοῦ ο̅ν̅ εἰς ε̅ς̅ τὸ δεύτερον ποιεῖ, ἔλεγον ἔλεγες· καὶ τοῦ

46

ἐποίουν τοίνυν τὸ ἐντελὲς ἦν ἐποίεον καὶ ἐποίεες, εἶτα ἐποίεις κατὰ

κρᾶσιν, ἐβόαον ἐβόαες ἐβόας, ἐχρύσοον ἐχρύσοες ἐχρύσους. <ἔτυπτε>:

εἴρηται.

Δυϊκά. <Ἐτύπτετον>: εἴρηται. <ἐτυπτέτην>: τὸ τρίτον τῶν

δυϊκῶν ἐκ τοῦ ἰδίου δευτέρου γέγονεν ἀμοιβῇ τοῦ ο̅ εἰς η̅· ἐπεὶ γὰρ τὸ

τρίτον τῶν πληθυντικῶν οὔτε εἰς σ̅ι̅ ἐστὶν οὔτε εἰς τ̅α̅ι̅, οὐχ ὡμοφώνησαν

ἀλλήλοις τὰ δυϊκά.

Πληθ. <Ἐτύπτομεν>: πᾶν πρῶτον πρόσωπον ἑνικὸν εἰς ν̅ λῆγον

μὴ ἔχον τὸ μ̅ κλιτικὸν προσόδῳ τοῦ μ̅ε̅ πληθυντικὸν γίνεται, ἔλεγον

ἐλέγομεν, ἐποίουν ἐποιοῦμεν· περὶ γὰρ τοῦ ἐτίθην ἐτίθεμεν καὶ τῶν

ὁμοίων ἐν τοῖς εἰς μ̅ι̅ ἐροῦμεν. Εἴπομεν «μὴ ἔχον τὸ μ̅ κλιτικόν» διὰ

τὸ ἐλεγόμην καὶ τὰ ὅμοια· οὐκέτι γὰρ τὰ πληθυντικὰ προσόδῳ τοῦ μ̅ε̅

ἀπετελέσθη· κλιτικὸν δέ ἐστι τὸ μὴ ὂν ἐκ θέματος ἀλλ' ἐκ κλίσεως γε-

γενημένον. <ἐτύπτετε>: εἴρηται. <ἔτυπτον>: τῶν τεσσάρων παρῳχη-

μένων, παρατατικοῦ τέ φημι καὶ παρακειμένου καὶ ὑπερσυντελίκου καὶ

ἀορίστου, ὅσοι μὲν εἶχον τὴν μετοχὴν εἰς ς̅ λήγουσαν καὶ ὀξυνομένην,

οὗτοι καὶ τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν εἶχον ἰσοσυλλαβοῦν

τῷ πρώτῳ, οἷον ἡ τετυφώς παρακειμένου ἐστὶ καὶ ὑπερσυντελίκου μετοχὴ

εἰς ς̅ τε οὖσα καὶ ὀξύτονος· ἀμφοτέρων τοίνυν τῶν χρόνων τὰ τρίτα

πρόσωπα τῶν πληθυντικῶν ἰσοσυλλαβοῦσι τοῖς πρώτοις, τετύφαμεν τετύ-

φασι, ἐτετύφειμεν ἐτετύφεισαν· ὅσοι δὲ αὐτῶν οὐκ εἶχον τὴν μετοχὴν

εἰς ς̅ μετ' ὀξείας, ἐνδέον συλλαβῇ τὸ τρίτον ἔχουσι τοῦ πρώτου καὶ

λῆγον εἰς ἐκείνην τὴν συλλαβήν, ἥ τις ἦν παράληξις τῆς γενικῆς τῆς

47

μετοχῆς· οἷον τοῦ ἔτυπτον ἡ μετοχὴ τύπτων οὐκ εἰς ς̅ ὀξύτονος· τὸ

τρίτον τοίνυν τῶν πληθυντικῶν ἐνδεήσει τε συλλαβῇ τοῦ πρώτου καὶ

λήξει εἰς τὴν π̅τ̅ο̅ν̅, ἥ τις ἦν παραλήγουσα τῆς τύπτοντος γενικῆς·

ὁμοίως καὶ ἐπὶ ἀορίστου τύψας· ἡ μετοχὴ εἰς ς̅ μὲν ἀλλ' οὐκ ὀξύτονος·

ἔσται τοίνυν ἐτύψαμεν ἔτυψαν.

{Παρακειμένου}

Ἑνικά. <Τέτυφα>: δύο χρόνοι κατασκευάζουσι τὸν παρακείμενον, ὁ

παρατατικὸς τὴν ἄρχουσαν, ὁ δὲ μέλλων τὴν λήγουσαν καὶ τὴν παρα-

λήγουσαν καὶ τὴν ποσότητα τῶν συλλαβῶν. Πᾶς τοίνυν παρακείμενος

εἰς α̅ λήγει, παραλήγεται δὲ ἢ τῷ κ̅ ἢ τῷ φ̅ ἢ τῷ χ̅· καὶ ταῦτα ποιεῖται

πρὸς τὴν τοῦ μέλλοντος συγγένειαν· ὅτε μὲν γὰρ ὁ μέλλων διὰ τοῦ ς̅,

ὁ παρακείμενος διὰ τοῦ κ̅, πείθω πείσω πέπεικα· ὅτε δὲ διὰ τοῦ ψ̅,

ὁ παρακείμενος διὰ τοῦ φ̅, λείβω λείψω λέλειφα· ὅτε δὲ διὰ τοῦ ξ̅, ὁ

παρακείμενος διὰ τοῦ χ̅, λέγω λέξω λέλεχα· ὅτε δὲ διὰ ἀμεταβόλου ὁ

μέλλων, ὁ παρακείμενος δι' αὐτοῦ καὶ τοῦ κ̅, κείρω κερῶ κέκαρκα,

πλὴν τῶν ἡμαρτημένων, τοῦ νενέμηκα καὶ τῶν ὁμοίων. Παραλήγουσαν

δὲ τὴν αὐτὴν ἔχει τῷ μέλλοντι ὁ παρακείμενος, λέξω λέλεχα, πλὴν

τῶν δισυλλάβων τῆς πέμπτης συζυγίας, ὅτε τῷ ε̅ παραλήγεται· τότε

γὰρ εἰς α̅ τρέπεται, κερῶ κέκαρκα. Ἡ δὲ ἄρχουσα, ὡς ἔφαμεν, ἐκ τοῦ

48

παρατατικοῦ γίνεται· καὶ ὅτε μὲν ὁ παρατατικὸς ἀπὸ μακρᾶς ἄρχεται

φύσει ἢ θέσει, ἀπὸ τῆς αὐτῆς ἄρχεται ὁ παρακείμενος, ἠγόραζον ἠγό-

ρακα, ἔφθειρον ἔφθαρκα· ἐὰν δὲ ἀπὸ βραχείας ἄρχηται ὁ παρατατικός,

ἀναδιπλασιάζεται ὁ παρακείμενος, ἔλεγον λέλεχα· ὥστε καὶ ὁ ἔπλεον

βραχεῖαν ἔχει τὴν ἄρχουσαν τῷ λόγῳ τῆς κοινῆς· διὸ ἀνεδιπλασίασεν

τὸν πέπλευκα· ὁμοίως καὶ ὁ ἔγραφον γέγραφα· τὰ μέντοι ἀπὸ τοῦ ρ̅

ἀρχόμενα συνάρχεται τοῖς ἰδίοις παρατατικοῖς, ῥαπίζω ἐρράπιζον ἐρρά-

πικα, ἔρραπτον ἔρραφα· τὸ γὰρ 〈ζ 59〉 <ῥερυπωμένα κεῖται> ποιη-

τικῶς. Ἰστέον δὲ ὡς πᾶς μέλλων ἀπὸ φωνήεντος ἀρχόμενος ἰσο-

σύλλαβον ἔχει τὸν παρακείμενον, ἀγοράσω ἠγόρακα, ἐλεήσω ἠλέηκα,

ἀπὸ δὲ συμφώνου μιᾷ πλεονάζοντα, τύψω τέτυφα, ποιήσω πεποίηκα,

πλὴν τοῦ μενῶ νεμῶ. <τέτυφας>: τὰ εἰς α̅ λήγοντα πρῶτα πρόσωπα προσ-

θέσει τοῦ ς̅ τὸ δεύτερον ποιεῖ, ἔλεξα ἔλεξας, πεποίηκα πεποίηκας. Εἰ

δέ τις λέγοι εἰς ε̅ς̅ ταῦτα λήγειν, ἵνα τῇ ἀποβολῇ τοῦ ς̅ τὸ τρίτον

ποιῶσιν, ἴστω ὡς καθόλου τῶν παρῳχημένων ἡ παραλήγουσα τοῦ δευ-

τέρου προσώπου τῶν πληθυντικῶν λήγουσα γίνεται τοῦ δευτέρου τῶν

ἑνικῶν, ἐποιεῖτε ἐποίεις, ἐβοᾶτε ἐβόας, ἐλελέχειτε ἐλελέχεις· εἰ τοίνυν

γεγράφατε καὶ γέγραφας, ἐλέξατε καὶ ἔλεξας. <τέτυφε>: ἔδει μὲν τῷ

κοινῷ λόγῳ τὸ δεύτερον κατὰ ἀποβολὴν τοῦ ς̅ ποιεῖν τὸ τρίτον, ἀλλ'

ἐπεὶ οὐκ ἐνεδέχετο κατὰ τὴν αὐτὴν διάλεκτον καὶ τὸν αὐτὸν ἀριθμὸν

ὁμοφωνεῖν τὸ τρίτον τῷ πρώτῳ προσώπῳ, καὶ τροπὴ παρηκολούθησε τοῦ

α̅ εἰς ε̅.

Δυϊκά. <Τετύφατον, τετύφατον>: εἴρηται.

Πληθ. <Τετύφαμεν>: τὰ εἰς α̅ ἑνικὰ προσθέσει τῆς μ̅ε̅ν̅ πληθυντικὰ

γίνεται, ἔλεξα ἐλέξαμεν, πεποίηκα πεποιήκαμεν. <τετύφατε, τετύ-

49

φασι>: εἴρηται μὲν διὰ τί ἰσοσυλλαβεῖ τῷ πρώτῳ, εἰς σ̅ι̅ δὲ λήγει μιμού-

μενος τὸν ἐνεστῶτα· καὶ αὐτὸς γὰρ παρὰ πολλοῖς ἐνεστὼς συντελικός

ὀνομάζεται.

{Περὶ Ἀττικοῦ παρακειμένου}

Ὅτε τὸ ῥῆμα ἄρχεται ἀπὸ τοῦ α̅ ἢ ε̅ ἢ ο̅, ποιοῦσιν Ἀττικοὶ ἴδιον

παρακείμενον οὕτω· τὰ ἀρκτικὰ τοῦ ἐνεστῶτος δύο γράμματα προστι-

θέασι τῷ κοινῷ παρακειμένῳ καὶ τὴν τρίτην συλλαβὴν συστέλλουσιν,

ἀλείφω ἤλειφα ὁ κοινός, ἀλήλιφα ὁ Ἀττικός, ἐλεύθω ἤλευθα ὁ κοινός,

ἐλήλυθα ὁ Ἀττικός, ὀμῶ ὤμοκα ὁ κοινός, ὀμώμοκα ὁ Ἀττικός.

{Μέσου παρακειμένου}

Ἑνικά. <Τέτυπα>: τρεῖς εἰσιν αἱ διαθέσεις τῶν ῥημάτων, ἐνέργεια

πάθος μεσότης· ἑκάστη δὲ αὐτῶν ἀνὰ ἓξ ἔχει χρόνους· ὥσπερ οὖν, εἴ

τις τριγενὲς ὄνομα κλίνοι, καθ' ἕκαστον γένος τὰς πέντε πτώσεις λέγει

καὶ οὐκ ἀναμίσγει τὰς τοῦ ἀρσενικοῦ τῷ θηλυκῷ, οὕτω καὶ ἐνταῦθα

ἔδει ἡμᾶς ἑκάστην διάθεσιν ἀνὰ μέρος κλίνοντας λέγειν πρῶτον τῆς

ἐνεργητικῆς τοὺς χρόνους, εἶτα τῆς παθητικῆς, καὶ τρίτον τῆς μέσης.

Ἀλλὰ τοῖς ἀρχαιοτέροις τῶν γραμματικῶν οὐκ ἔδοξεν οὕτως, ἀλλὰ

τοὺς χρόνους τῆς μέσης κατεμέρισαν τῇ τε ἐνεργητικῇ καὶ παθητικῇ,

παρακειμένους μὲν τῆς μέσης καὶ ὑπερσυντελίκους συγκαταλέγοντες τῇ

ἐνεργητικῇ, ἐπεὶ καὶ σχεδὸν ὁμόφωνοι ἦσαν τοῖς παρακειμένοις καὶ

ὑπερσυντελίκοις τῶν ἐνεργητικῶν, ἀορίστους δὲ καὶ μέλλοντας τῆς μέσης

συγκαταλέγοντες τῇ παθητικῇ, ἐπεὶ ὁμοιοκατάληκτοι ἦσαν τοῖς ἀορίστοις

καὶ μέλλουσι τῶν παθητικῶν· ἐνεστῶτας δὲ καὶ παρατατικοὺς τῆς μέσης

ἀμνημονεύτους εἴασαν, ἐπεὶ οἱ αὐτοί εἰσι τοῖς ἐνεστῶσι καὶ παρατατικοῖς

τῶν παθητικῶν· τὸ γὰρ κολάζομαι πρὸς τὴν σύνταξιν ἔχει τὴν διάθεσιν·

ἐὰν γὰρ εἴπῃς κολάζομαι ὑπ' αὐτοῦ, παθητικόν ἐστιν, ἐὰν δὲ κολάζομαι

αὐτόν, μέσον· ὁμοίως καὶ ὁ ἐκολαζόμην παρατατικός. Ὁ μέσος τοίνυν

παρακείμενος τὴν μὲν ἄρχουσαν τὴν αὐτὴν ἔχει τῷ ἐνεργητικῷ παρα-

50

κειμένῳ καὶ εἰς α̅ λήγει, πρὸ δὲ τοῦ α̅ τὸ σύμφωνον ἔχει τοῦ ἐνεστῶτος,

ὅταν ᾖ ἓν ἁπλοῦν, πείθω πέποιθα, χαίνω κέχηνα· εἰ δὲ δύο σύμφωνα

ἔχοι ὁ ἐνεστώς, δι' οὗ τὸ ῥηματικὸν ὄνομα ἐκφέρεται, διὰ τούτου καὶ

ὁ μέσος παρακείμενος, κόπτω κοπή κέκοπα, σκάπτω σκαφή ἔσκαφα· εἰ

δὲ διὰ δύο ἀμεταβόλων εἴη ὁ ἐνεστώς, διὰ τοῦ προτέρου ὁ μέσος παρα-

κείμενος, τέμνω τέτομα· εἰ δὲ εἴη διὰ τοῦ ζ̅ ἢ δύο σ̅ς̅ ὁ ἐνεστώς, τότε

ὁ μέσος παρακείμενος ἀκολουθήσει τῷ μέλλοντι· κἂν μὲν ὁ μέλλων διὰ

τοῦ ς̅, ὁ μέσος παρακείμενος διὰ τοῦ δ̅, φράζω φράσω πέφραδα, εἰ δὲ

ὁ μέλλων διὰ τοῦ ξ̅, ὁ μέσος παρακείμενος διὰ τοῦ γ̅, πλήσσω πλήξω

πέπληγα. Παραλήγουσαν δὲ τὴν αὐτὴν ἔχει τῷ ἐνεργητικῷ ὁ μέσος

παρακείμενος, οἷον νένηκα νένηθα, εἰ μή πω ἐν δισυλλάβῳ μέλλοντι τὸ

ε̅ εὑρεθείη ἢ μόνον ἢ μετὰ τοῦ ι̅· τότε γὰρ εἰς ο̅ αὐτὸ τρέπει ὁ μέσος,

λέγω λέξω λέλογα, κείρω κερῶ κέκορα, πείθω πείσω πέποιθα· ἀλλὰ

κἂν ὁ ἐνεστὼς τῇ α̅ι̅ διφθόγγῳ παραλήγοιτο, τρέπει αὐτὴν ὁ μέσος εἰς

η̅, χαίνω κέχηνα, φαίνω πέφηνα. <τέτυπας, τέτυπε>: εἴρηται.

Δυϊκά. <Τετύπατον, τετύπατον>.

Πληθ. <Τετύπαμεν, τετύπατε, τετύπασι.>

{Ὑπερσυντελίκου}

Ἑνικά. <Ἐτετύφειν>: πᾶς παρακείμενος τρέπων τὸ α̅ εἰς ε̅ι̅ν̅ ὑπερ-

συντέλικον ποιεῖ· εἰ δ' ἀπὸ συμφώνου ἄρχοιτο, καὶ τὴν ἄρχουσαν ἐκτείνει

προσόδῳ τοῦ ε̅· εἰ γὰρ ἀπὸ φωνήεντος, ἡ αὐτὴ ἀρχὴ καὶ ἐπὶ τοῦ ὑπερ-

συντελίκου, οἷον λέλεχα ἐλελέχειν, ἔφθαρκα ἐφθάρκειν. <ἐτετύφεις>:

πᾶν πρῶτον πρόσωπον εἰς ν̅ λῆγον μετὰ φυσικῆς μακρᾶς μὴ ἔχον τὸ

μ̅ κλιτικὸν τροπῇ τοῦ ν̅ εἰς ς̅ τὸ δεύτερον ποιεῖ, ἐδάρην ἐδάρης, ἐτετύ-

51

φειν ἐτετύφεις· πρόσκειται «μετὰ φυσικῆς μακρᾶς» διὰ τὸ ἐποίουν

ἐποίεις καὶ πάντας τοὺς ἀπὸ περισπωμένων παρατατικούς· τούτων γὰρ

αἱ ἐπὶ τέλους δίφθογγοι οὐκ ἦσαν φυσικαὶ ἀλλ' ἐκ συναιρέσεως, διὸ

ἐτράπησαν. Πῶς οὖν τὸ ἐχρύσουν ἐχρύσους οὐκ ἐτράπη; ἐπεὶ τὸ ἐντελὲς

ἦν ἐχρύσοον ἐχρύσοες, καὶ τὰ δύο δὲ ο̅ο̅ εἰς τὴν ο̅υ̅ δίφθογγον κιρνᾶται,

ὡς νόος νοῦς, καὶ τὸ ο̅ε̅ ὁμοίως, ὡς τὸ ἐμόν τοὐμόν. Πρόσκειται δὲ

τῷ κανόνι «μὴ ἔχον τὸ μ̅ κλιτικόν» διὰ τὸ ἐλεγόμην ἐλέγου καὶ τὰ

ὅμοια. <ἐτετύφει>.

Δυϊκά. <Ἐτετύφειτον, ἐτετυφείτην>: εἴρηται.

Πληθ. <Ἐτετύφειμεν, ἐτετύφειτε, ἐτετύφεισαν>: τὰ εἰς μ̅ε̅ν̅

πληθυντικὰ ἀπὸ τῶν εἰς ν̅ φύσει μακροκαταλήκτων κεκλιμένα εἰς σ̅α̅ν̅

ποιεῖ τὸ τρίτον, ἔγνων ἔγνωμεν ἔγνωσαν, δαρείην δαρείημεν δαρείησαν.

{Μέσου ὑπερσυντελίκου}

Ἑνικά. <Ἐτετύπειν>: ὥσπερ ὁ ἐνεργητικὸς παρακείμενος ποιεῖ

τὸν ἐνεργητικὸν ὑπερσυντέλικον, οὕτω καὶ ὁ μέσος παρακείμενος τὸν

μέσον ὑπερσυντέλικον ποιεῖ, λέλογα ἐλελόγειν. <ἐτετύπεις, ἐτε-

τύπει>.

Δυϊκά. <Ἐτετύπειτον, ἐτετυπείτην>.

Πληθ. <Ἐτετύπειμεν, ἐτετύπειτε, ἐτετύπεισαν.>

{Ἀορίστου πρώτου}

Ἑνικά. <Ἔτυψα>: πᾶς μέλλων ἀμείβων τὸ τελευταῖον ω̅ εἰς α̅ καὶ

τὴν ἄρχουσαν ἐκτείνων χρονικῶς ἢ συλλαβικῶς ἀόριστος γίνεται, κόψω

ἔκοψα, ἀγοράσω ἠγόρασα· εἰ μέντοι περισπῷτο ὁ μέλλων, καὶ τὴν παρα-

λήγουσαν αὐτοῦ ἐκτείνει ὁ ἀόριστος, κερῶ ἔκειρα, τελῶ ἔτειλα. <ἔτυψας,

ἔτυψε>.

52

Δυϊκά. <Ἐτύψατον, ἐτυψάτην>.

Πληθ. <Ἐτύψαμεν, ἐτύψατε, ἔτυψαν.>

{Ἀορίστου δευτέρου}

Ἑνικά. <Ἔτυπον>: ὁ δεύτερος ἀόριστος μόνῃ φωνῇ διενήνοχε τοῦ

πρώτου, σημαινομένῳ δὲ ὁ αὐτός ἐστιν, ὥσπερ καὶ ἐπὶ ὀνομάτων· ὁ

γὰρ πρῶτος καὶ δεύτερος τύπος τῶν ὑπερθετικῶν φωνῇ μόνον, οὐ ση-

μασίᾳ διενηνόχασι· τὸ γὰρ ταχύτατος ἢ τάχιστος οὐδὲν διαφέρουσιν

ὅσον γε περὶ τὸ σημαινόμενον. Πᾶς τοίνυν δεύτερος ἀόριστος ἀπὸ τῶν

εἰς ω̅ κεκλιμένος συνάρχεται μὲν τῷ πρώτῳ ἀορίστῳ, εἰς ο̅ν̅ δὲ λήγει

καὶ πρὸ τῆς ο̅ν̅ ἔχει τὸ σύμφωνον τοῦ μέσου παρακειμένου, τέτυπα

ἔτυπον· καὶ ἀπὸ μὲν βαρυτόνων θεμάτων τῷ πρώτῳ ἰσοσυλλαβεῖ, ἔνυξα

ἔνυγον, ἀπὸ δὲ περισπωμένων μιᾷ αὐτοῦ ἐνδεῖ, ἐμύκησα ἔμυκον. Ἔτι

δὲ ἀπὸ μὲν βαρυτόνων ἀεὶ βραχείᾳ παραλήγεται, πείθω ἔπιθον, δήκω

ἔδακον, τρώγω ἔτραγον· κἄν που τύχῃ τὸ ε̅ σὺν ἀμεταβόλῳ, εἰς α̅

αὐτὸ τρέπει, πλέκω ἔπλακον, τρέπω ἔτραπον· ἀπὸ δὲ περισπωμένων

διφορεῖται ἡ παραλήγουσα πῇ μὲν συστελλομένη, ληκῶ ἔλακον, πῇ δὲ

ἡ αὐτὴ μένουσα, χραισμῶ ἔχραισμον, ὀλισθῶ ὤλισθον. <ἔτυπες, ἔτυπε>.

Δυϊκά. <Ἐτύπετον, ἐτυπέτην>.

Πληθ. <Ἐτύπομεν, ἐτύπετε, ἔτυπον>.

53

{Μέλλοντος πρώτου}

Ἑνικά. <Τύψω>: πᾶς μέλλων ἐνεργητικὸς εἰς ω̅ λήγει καὶ συνάρ-

χεται τῷ ἐνεστῶτι, πλὴν τοῦ τρέφω θρέψω καὶ τρέχω θρέξω καὶ τοῦ

ἔχω ἕξω· καὶ ἀπὸ μὲν βαρυτόνων ἰσοσυλλαβεῖ αὐτῷ, πλέκω πλέξω, ἀπὸ

δὲ περισπωμένων μιᾷ περιττεύει, ποιῶ ποιήσω. Παραλήγεται δὲ ἡ μὲν

πρώτη τῶν βαρυτόνων τῷ ψ̅, τύψω, ἡ δὲ δευτέρα τῷ ξ̅, λέξω, ἡ δὲ

τρίτη τῷ ς̅, πείσω, ἡ δὲ τετάρτη τῷ ς̅ ἢ ξ̅, ὀρύξω φράσω· διφορεῖται

γάρ· ἡ πέμπτη τὰ ἀμετάβολα τηρεῖ μετὰ συστολῆς τῆς παραληγούσης

καὶ περισπωμένου τόνου, σπείρω σπερῶ, ψάλλω ψαλῶ· ἡ ἕκτη τῷ ς̅,

ἱππεύσω· οἱ δὲ ἀπὸ περισπωμένων ἀεὶ μὲν εἰς ω̅ λήγουσιν, παραλήγεται

δὲ ἡ μὲν πρώτη τῷ η̅ ἢ τῷ ε̅, νοήσω τελέσω, ἡ δὲ δευτέρα τῷ η̅ ἢ

τῷ α̅, βοήσω ἐάσω, ἡ δὲ τρίτη τῷ ω̅ ἢ τῷ ο̅, γυψώσω ἀρόσω. <τύ-

ψεις, τύψει>.

Δυϊκά. <Τύψετον, τύψετον>.

Πληθ. <Τύψομεν, τύψετε, τύψουσιν.>

{Μέλλοντος δευτέρου}

Ἑνικά. <Τυπῶ>: πᾶς δεύτερος ἀόριστος τὴν ο̅ν̅ εἰς ω̅ μεταβαλὼν

καὶ τὴν ἐν ἀρχῇ κλιτικὴν ἔκτασιν ἀποβαλὼν δεύτερον μέλλοντα ποιεῖ

πάντως περισπώμενον καὶ τὸ δεύτερον πρόσωπον ἔχοντα διὰ τῆς ε̅ι̅

διφθόγγου. <τυπεῖς, τυπεῖ>.

Δυϊκά. <Τυπεῖτον, τυπεῖτον>.

Πληθ. <Τυποῦμεν, τυπεῖτε, τυποῦσιν>.

54

{Περὶ παθητικῶν.}

Ἑνικά. <Τύπτομαι>: πᾶς ἐνεστὼς ὁριστικὸς εἰς ω̅ λήγων ἀμοιβῇ

τοῦ ω̅ εἰς ο̅ καὶ προσθέσει τῆς μ̅α̅ι̅ τὸ παθητικὸν ποιεῖ, λέγω λέγομαι·

πάλιν τὰ περισπώμενα ἀπὸ τῶν ἐντελεστέρων συναιρούμενα διαφόρως

ποιεῖ τὴν παραλήγουσαν, ποιέω ποιέομαι ποιοῦμαι, βοάω βοάομαι

βοῶμαι, χρυσόω χρυσόομαι χρυσοῦμαι. <τύπτῃ>: πᾶν πρῶτον πρόσωπον

ἔχον τὸ μ̅ κλιτικὸν τοῦ τρίτου προσώπου τὸ τ̅ ἤτοι τρέπον εἰς ς̅ ποιεῖ

τὸ δεύτερον, ὡς τὸ πεποίημαι πεποίησαι πεποίηται, ἢ ὑποστέλλον τὸ

τ̅ τοῦ τρίτου καὶ κρᾶσιν ποιούμενον τῶν φωνηέντων, ὡς τὸ τύπτομαι

τύπτῃ τύπτεται· καὶ ὅσα μὲν εἶχον τὴν ἐνεργητικὴν μετοχὴν εἰς ς̅ ὀξύ-

τονον, ἐκεῖνα τροπῇ τοῦ τ̅ εἰς ς̅ ποιεῖ τὸ δεύτερον, ὅσα δὲ μὴ εἰς ς̅

ὀξύτονον, ἐκεῖνα ἐνδείᾳ τοῦ τ̅ καὶ κράσει· ὁ δὲ λόγος καὶ ἐπὶ τῶν εἰς

μ̅ι̅. Ποιοῦνται τοίνυν τὴν μὲν τροπὴν ἐν μὲν τοῖς εἰς ω̅ παρακείμενοι

καὶ ὑπερσυντέλικοι, τὴν δὲ ἔνδειαν καὶ κρᾶσιν ἐνεστῶτες παρατατικοὶ

ἀόριστοι μέσοι καὶ μέλλοντες ἅπαντες· ἐν δὲ τοῖς εἰς μ̅ι̅ πάντες τῇ

τροπῇ γίνονται πλὴν τῶν μελλόντων καὶ τοῦ πρώτου μέσου ἀορίστου·

ἔστιν γὰρ ἔστησα καὶ στήσας ἡ μετοχὴ βαρυτόνως· ἦν οὖν τύπτεται,

ὑποστολῇ τοῦ τ̅ τύπτεαι, καὶ κράσει τοῦ ε̅α̅ εἰς η̅, ὡς βέλεα βέλη, τύπτῃ,

καὶ μένει τὸ ι̅ μὴ ἐκφωνούμενον διὰ τὸ μέγεθος τοῦ η̅. <τύπτεται>:

τὰ εἰς μ̅α̅ι̅ ἔχοντα τὸ μ̅ κλιτικὸν τροπῇ τῆς μ̅α̅ι̅ εἰς τ̅α̅ι̅ τὸ τρίτον ποιεῖ,

τρέποντα τὴν παραλήγουσαν ἔνθα μὴ ἔστιν ἡ ἐνεργητικὴ μετοχὴ εἰς ς̅.

Δυϊκά. <Τυπτόμεθον>: ἐκ τοῦ πρώτου τῶν πληθυντικῶν τροπῇ

τῆς θ̅α̅ εἰς θ̅ο̅ν̅. <τύπτεσθον>: ἐκ τοῦ δευτέρου τῶν πληθυντικῶν τροπῇ

τῆς θ̅ε̅ εἰς θ̅ο̅ν̅. <τύπτεσθον>: εἴρηται.

Πληθ. <Τυπτόμεθα>: πᾶν πρῶτον πρόσωπον ἔχον τὸ μ̅ κλιτικὸν

55

μετὰ μακρᾶς τροπῇ τῆς τελευταίας εἰς μ̅ε̅θ̅α̅ τὸ πληθυντικὸν ποιεῖ, λέγομαι

λεγόμεθα, ἐλεγόμην ἐλεγόμεθα, λέλεγμαι λελέγμεθα, καὶ ἐπὶ τῶν ὁμοίων·

πρόσκειται «μετὰ μακρᾶς,» ἐπεὶ τὰ εἰς μ̅ι̅ πάντα ὁριστικά τε καὶ εὐκτικὰ

κλιτικὸν μὲν ἔχουσι τὸ μ̅, οὐ ποιοῦσι δὲ εἰς μ̅ε̅θ̅α̅ τὸ πληθυντικόν.

<τύπτεσθε>: πᾶν τρίτον ἑνικὸν ἔχον τὸ τ̅ κλιτικὸν τροπῇ τῆς τελευταίας

συλλαβῆς εἰς θ̅ε̅ δεύτερον πληθυντικὸν ποιεῖ· ἀλλ' εἰ μὲν καθαρεύοι

τὸ τ̅, καὶ ς̅ προσλαμβάνει τὸ πληθυντικόν, λέγεται λέγεσθε, ἐλέγετο

ἐλέγεσθε, εἰ δὲ συμφώνῳ παραλήγοιτο, τοῦτο τηρεῖται, πλὴν εἰ μή πω

ψιλὸν ὂν διὰ ἀσυνταξίαν εἰς δασὺ τραπείη, οἷον κέκαρται κέκαρθε, τέτιλται

τέτιλθε· νένυκται δὲ νένυχθε καὶ τέτυπται τέτυφθε. <τύπτονται>: πᾶν

τρίτον ἑνικὸν ἔχον τὸ τ̅ κλιτικὸν πρὸ τοῦ τ̅ δεχόμενον τὸ ν̅ καὶ τὴν

παραλήγουσαν φυλάσσον τοῦ πρώτου προσώπου τὸ τρίτον πρόσωπον

τῶν πληθυντικῶν ποιεῖ, οἷον λέγεται λέγονται ὅτι λέγομαι, ἵσταται δὲ

ἵστανται καὶ ἐδίδοτο ἐδίδοντο.

{Παρατατικοῦ}

Ἑνικά. <Ἐτυπτόμην>: πᾶς ἐνεστὼς παθητικὸς τρέπων τὴν μαι εἰς

μ̅η̅ν̅ καὶ τὴν ἄρχουσαν ἐκτείνων χρονικῶς ἢ συλλαβικῶς τὸν παρατατικὸν

ποιεῖ, λέγομαι ἐλεγόμην, αἰδοῦμαι ᾐδούμην. <ἐτύπτου>: καὶ τοῦτο

ἀπὸ τοῦ τρίτου γέγονε τοῦ ἐτύπτετο ἐνδείᾳ τοῦ τ̅ καὶ κράσει τοῦ ε̅ο̅ εἰς

τὴν ου δίφθογγον, ἐτύπτετο ἐτύπτου. <ἐτύπτετο>: πᾶν πρῶτον πρόσ-

ωπον εἰς μ̅η̅ν̅ λῆγον τροπῇ τῆς μ̅η̅ν̅ εἰς τ̅ο̅ τὸ τρίτον ποιεῖ· τὴν δὲ παρα-

λήγουσαν τρέπει, ὅταν μὴ ἔχῃ τὴν ἐνεργητικὴν μετοχὴν εἰς ς̅ ὀξύτονον.

Δυϊκά. <Ἐτυπτόμεθον, ἐτύπτεσθον, ἐτυπτέσθην>.

Πληθ. <Ἐτυπτόμεθα, ἐτύπτεσθε, ἐτύπτοντο>.

56

{Παρακειμένου}

Ἑνικά. <Τέτυμμαι>: ὁ παθητικὸς παρακείμενος ἐκ τοῦ ἐνεργητικοῦ

γίνεται τροπῇ τοῦ τέλους εἰς μ̅α̅ι̅, πεποίηκα πεποίημαι· καὶ οἱ μὲν εἰς

φ̅α̅ ἐνεργητικοὶ καὶ ἄλλο μ̅ προσλαμβάνουσιν, νένιφα νένιμμαι, τέτυφα

τέτυμμαι· οἱ δὲ εἰς χ̅α̅ τὸ γ̅, λέλεχα λέλεγμαι, νένυχα νένυγμαι· οἱ δὲ

εἰς κ̅α̅ εἰ μὲν εἶεν ἀπὸ περισπωμένων, πρὸς τὴν παραλήγουσαν κανονί-

ζονται· βραχείας γὰρ οὔσης τῆς παραληγούσης προσλαμβάνει ὁ παθητι-

κὸς τὸ ς̅, τετέλεκα τετέλεσμαι, γεγέλακα γεγέλασμαι, μακρᾶς δὲ οὐ προσ-

τίθεται τὸ ς̅, πεποίηκα πεποίημαι, νενόηκα νενόημαι· ὅτε μέντοι ἐστὶν

ἀπὸ βαρυτόνων θεμάτων ὁ εἰς κ̅α̅ παρακείμενος, τὸ ς̅ προσλαμβάνει ἐν

τοῖς παθητικοῖς, πλὴν τῆς πέμπτης συζυγίας καὶ ὀλίγων τῆς ἕκτης, νέ-

νηκα νένησμαι, πέφρακα πέφρασμαι· τέτιλκα δὲ τέτιλμαι καὶ ἵππευκα

ἵππευμαι. Μηδεὶς δὲ οἰέσθω ἀπὸ τοῦ ἔρραγκα ἔρραμμαι, μεμίαγκα με-

μίαμμαι τὸν παθητικὸν παρακείμενον ἕτερον μ̅ προσειληφέναι· τὸ γὰρ

μ̅ τοῦτο οὐκ ἔστι κλιτικὸν ἀλλὰ θεματικόν ἐστι, πρὸς τὰς συντάξεις τῶν

συμφώνων τρεπόμενον ὁτὲ μὲν εἰς γ̅, ὡς ἐν τῷ ἔρραγκα, ὁτὲ δὲ εἰς μ̅,

ὡς ἐν τῷ ἔρραμμαι· ὁ μέντοι κέκλεικα, ὀφείλων ἐν τῷ κέκλεισμαι προσ-

λαμβάνειν τὸ ς̅, κέκλειμαι λέγεται παρὰ πᾶσιν Ἕλλησιν· ὁμοίως καὶ ἀπὸ

τοῦ ἐλήλακα ἐλήλαμαι, οὐκ ἐλήλασμαι. <τέτυψαι>: εἴπομεν ποῖα τῶν

ἐχόντων τὸ μ̅ κλιτικὸν τροπῇ τοῦ τ̅ εἰς ς̅ ποιεῖ τὸ δεύτερον, καὶ ποῖα

ἐνδείᾳ καὶ κράσει· τοῦ τοίνυν τέτυπται τρέποντος τὸ τ̅ εἰς ς̅ γίνεται

π̅ς̅, ἃ συγκιρνώμενα εἰς ψ̅· τὸ γὰρ ψ̅ ἐκ τοῦ π̅ καὶ ς̅· ποιεῖ τὸ τέτυ-

ψαι, ὡς καὶ τὸ νένυκται νένυξαι. <τέτυπται>: ἔδει μὲν τρεπομένου

τοῦ μ̅α̅ι̅ εἰς τ̅α̅ι̅ ἀπὸ τοῦ τέτυμμαι εἶναι τὸ τρίτον τέτυμται· ἀλλ' ἐπεὶ

57

ψιλὰ ψιλῶν ἡγεῖται καὶ δασέα δασέων, εἰς τὸ ἀντίστοιχον τοῦ τ̅ μετα-

βέβληται τὸ μ̅.

Δυϊκά. <Τετύμμεθον, τέτυφθον, τέτυφθον>.

Πληθ. <Τετύμμεθα, τέτυφθε>: εἴπομεν ὡς ἀπὸ τοῦ τρίτου τῶν

ἑνικῶν γίνεται τὸ δεύτερον τῶν πληθυντικῶν τροπῇ τῆς ἐσχάτης εἰς

θ̅ε̅· εἰ δὲ ψιλῷ παραλήγοιτο, τρέπεται εἰς δασὺ διὰ τὴν ἀσυνταξίαν.

<τετυμμένοι εἰσί>: πᾶν τρίτον ἑνικὸν ἔχον πρὸ τοῦ τ̅ σύμφωνον,

διὰ τὸ μὴ δύνασθαι δέξασθαι πρὸ τοῦ τ̅ τὸ ν̅ οὐ ποιεῖ τρίτον πληθυν-

τικόν, ἀλλὰ διὰ μετοχῆς αὐτὸ καὶ τοῦ εἰσί ῥήματος ἀναπληροῖ ἡ χρῆσις.

Καὶ ἰακῶς <τετύφαται>: πᾶν τρίτον ἑνικὸν ἔχον πρὸ τοῦ τ̅ ψιλὸν τροπῇ

τοῦ ψιλοῦ εἰς δασὺ καὶ προσθήκῃ τοῦ α̅ ποιοῦσιν Ἴωνες τρίτον πλη-

θυντικόν, νένιπται νενίφαται, λέλεκται λελέχαται· εἰ μέντοι εἴη τὸ κοι-

νὸν διὰ τοῦ σ̅τ̅ ἀπὸ βαρυτόνων, τότε τὸ Ἰωνικὸν ἔχει πρὸ τοῦ α̅τ̅α̅ι̅ τὸ

χαρακτηριστικὸν τοῦ μέσου παρακειμένου σύμφωνον, πέφρασται πεφρά-

δαται, ὅτι πέφραδα· οἱ μέντοι ἀπὸ περισπωμένων φύσει μακρᾷ παρα-

ληγόμενοι ταύτην συστέλλουσι πρὸ τοῦ α̅τ̅α̅ι̅ εἰς τὴν ὀφειλομένην συστο-

λήν, πεποίηται πεποιέαται.

58

{Ὑπερσυντελίκου}

Ἑνικά. <Ἐτετύμμην>: πᾶς παρακείμενος παθητικὸς τρέπων τὴν

μ̅α̅ι̅ εἰς μ̅η̅ν̅ ὑπερσυντέλικος γίνεται, προσλαμβάνων κατ' ἀρχὴν τὸ ε̅, εἰ

ἀπὸ συμφώνου ἄρχοιτο· εἰ δὲ ἀπὸ φωνήεντος, οὐ δεῖ προσθήκης, λέ-

λεγμαι ἐλελέγμην, ἔφθαρμαι ἐφθάρμην. <ἐτέτυψο, ἐτέτυπτο>.

Δυϊκά. <Ἐτετύμμεθον, ἐτέτυφθον, ἐτετύφθην>.

Πληθ. <Ἐτετύμμεθα, ἐτέτυφθε, τετυμμένοι ἦσαν>: εἰδέναι

δεῖ ὡς ἐν μὲν τῷ παρακειμένῳ τετυμμένοι εἰσί φαμέν, ἐν δὲ τῷ ὑπερ-

συντελίκῳ τετυμμένοι ἦσαν· κοινὴ μὲν γὰρ ἀμφοῖν τοῖν χρόνοιν ἡ

μετοχή, ἀλλ' οὐ τὸ ῥῆμα· παρακειμένῳ δὲ οἰκεῖος ὁ εἰσίν ἐνεστὼς καὶ

ὑπερσυντελίκῳ ὁ ἦσαν παρῳχημένος. Καὶ ἰακῶς <τετύφατο.>

{Ἀορίστου πρώτου}

Ἑνικά. <Ἐτύφθην>: τέσσαρας ἀορίστους εὑρίσκομεν ἐν τοῖς παθη-

τικοῖς, δύο παθητικούς, πρῶτον καὶ δεύτερον, καὶ δύο μέσους, ὁμοίως

πρῶτον καὶ δεύτερον· γίνεται οὖν ὁ μὲν πρῶτος παθητικὸς οὕτως·

πᾶς παρακείμενος παθητικὸς τὴν τελευταίαν τρέπων εἰς θ̅η̅ν̅ καὶ τὸ

κατ' ἀρχὰς σύμφωνον ἀποβαλὼν τὸν παθητικὸν πρῶτον ἀόριστον ποιεῖ,

τετέλεσμαι ἐτελέσθην, κέκαρμαι ἐκάρθην· εἰ μέντοι εὕροι πρὸ τοῦ μ̅ τὸ

γ̅ ἢ τὸ μ̅, εἰς ἐκεῖνα αὐτὰ τρέπει τὰ δασέα ἐξ ὧν καὶ μεταβέβληνται,

59

οἷον λέλεχα λέλεγμαι ἐλέχθην, τέτυφα τέτυμμαι ἐτύφθην. <ἐτύφθης,

ἐτύφθη>.

Δυϊκά. <Ἐτύφθητον, ἐτυφθήτην>.

Πληθ. <Ἐτύφθημεν, ἐτύφθητε, ἐτύφθησαν.>

{Ἀορίστου δευτέρου}

Ἑνικά. <Ἐτύπην>: πᾶς δεύτερος ἀόριστος ἐνεργητικὸς εἰς ο̅ν̅ λή-

γων τροπῇ τοῦ ο̅ εἰς η̅ παθητικὸς δεύτερος ἀόριστος γίνεται, ἔτυπον

ἐτύπην, ἔνυγον ἐνύγην. <ἐτύπης, ἐτύπη>.

Δυϊκά. <Ἐτύπητον, ἐτυπήτην>.

Πληθ. <Ἐτύπημεν, ἐτύπητε, ἐτύπησαν.>

{Μέσου ἀορίστου πρώτου}

Ἑνικά. <Ἐτυψάμην>: οἱ μέσοι ἀόριστοι ἀπὸ τῶν ἐνεργητικῶν γί-

νονται προσόδῳ τῆς μ̅η̅ν̅, ὁ πρῶτος ἀπὸ τοῦ πρώτου καὶ ὁ δεύτερος

ἀπὸ τοῦ δευτέρου, ἔπεισα ἐπεισάμην, ἔπιθον ἐπιθόμην. <ἐτύψω, ἐτύ-

ψατο>.

Δυϊκά. <Ἐτυψάμεθον, ἐτύψασθον, ἐτυψάσθην>.

Πληθ. <Ἐτυψάμεθα, ἐτύψασθε, ἐτύψαντο.>

{Μέσου ἀορίστου δευτέρου}

Ἑνικά. <Ἐτυπόμην, ἐτύπου, ἐτύπετο>.

Δυϊκά. <Ἐτυπόμεθον, ἐτύπεσθον, ἐτυπέσθην>.

Πληθ. <Ἐτυπόμεθα, ἐτύπεσθε, ἐτύποντο.>

{Μέλλοντος πρώτου}

Ἑνικά. <Τυφθήσομαι>: ὁμοίως τοῖς ἀορίστοις καὶ τοὺς μέλλοντας

τέσσαρας ἔστιν εὑρεῖν ἐν τοῖς παθητικοῖς, δύο παθητικοὺς καὶ δύο μέ-

60

σους· γίνονται οὖν οἱ μὲν παθητικοὶ μέλλοντες ἀπὸ τῶν παθητικῶν

ἀορίστων, οἱ δὲ μέσοι ἀπὸ τῶν ἐνεργητικῶν μελλόντων. Πᾶς παθητικὸς

ἀόριστος κατὰ τὸ τρίτον πρόσωπον προσλαβὼν τὸ σ̅ο̅μ̅α̅ι̅ καὶ τὴν ἐν

ἀρχαῖς κλιτικὴν ἔκτασιν ἀποβαλὼν παθητικὸν μέλλοντα ποιεῖ, ἐτύφθη

τυφθήσομαι, ἠγοράσθη ἀγορασθήσομαι, εἰκάσθη εἰκασθήσομαι. <τυφθήσῃ,

τυφθήσεται>.

Δυϊκά. <Τυφθησόμεθον, τυφθήσεσθον, τυφθήσεσθον>.

Πληθ. <Τυφθησόμεθα, τυφθήσεσθε, τυφθήσονται.>

{Μέλλοντος δευτέρου}

Ἑνικά. <Τυπήσομαι>: εἴπομεν ὡς ἀπὸ τοῦ δευτέρου ἀορίστου πα-

θητικοῦ τρίτου προσώπου γίνεται, ἐνύγη νυγήσομαι, ἐπράθη πραθήσο-

μαι. <τυπήσῃ, τυπήσεται>.

Δυϊκά. <Τυπησόμεθον, τυπήσεσθον, τυπήσεσθον>.

Πληθ. <Τυπησόμεθα, τυπήσεσθε, τυπήσονται.>

{Μέσου μέλλοντος πρώτου}

Ἑνικά. <Τύψομαι>: πᾶς μέλλων ἐνεργητικὸς προσλαβὼν τὴν μ̅α̅ι̅

καὶ τρέπων τὸ ω̅, εἰ μὲν βαρύνοιτο, εἰς ο̅, εἰ δὲ περισπῷτο, εἰς τὴν ο̅υ̅

δίφθογγον, μέσος μέλλων γίνεται, νύξω νύξομαι, νυγῶ νυγοῦμαι, κερῶ

κεροῦμαι. <τύψῃ, τύψεται>.

Δυϊκά. <Τυψόμεθον, τύψεσθον, τύψεσθον>.

Πληθ. <Τυψόμεθα, τύψεσθε, τύψονται.>

{Μέσου μέλλοντος δευτέρου}

Ἑνικά. <Τυποῦμαι>: εἴπομεν ὡς ἀπὸ τοῦ δευτέρου μέλλοντος

ἐνεργητικοῦ γίνεται τροπῇ τοῦ ω̅ εἰς τὴν ο̅υ̅ δίφθογγον καὶ προσθήκῃ

τῆς μ̅α̅ι̅· κλίσιν δὲ ἔχει ὁμοίαν τοῖς ἐνεστῶσι παθητικοῖς τοῦ ποιοῦμαι

καὶ τῶν ὁμοίων τῆς πρώτης τῶν περισπωμένων. <τυπῇ, τυπεῖται>.

61

Δυϊκά. <Τυπούμεθον, τυπεῖσθον, τυπεῖσθον>.

Πληθ. <Τυπούμεθα, τυπεῖσθε, τυποῦνται.>

{Μετ' ὀλίγον μέλλοντος τοῦ καὶ Ἀττικοῦ}

Ἑνικά. <Τετύψομαι>: ὁ παθητικὸς παρακείμενος κατὰ τὸ δεύτερον

ἑαυτοῦ πρόσωπον πρὸ τῆς α̅ι̅ διφθόγγου δεχόμενος τὸ ο̅μ̅ μετ' ὀλίγον

μέλλοντα ποιεῖ, τέτυμμαι τέτυψαι τετύψομαι, νένυγμαι νένυξαι νενύ-

ξομαι. <τετύψῃ, τετύψεται>.

Δυϊκά. <Τετυψόμεθον, τετύψεσθον, τετύψεσθον>.

Πληθ. <Τετυψόμεθα, τετύψεσθε, τετύψονται.

{Περὶ ἀπαρεμφάτων.}

Ἐδόκει τισὶ τὰ ἀπαρέμφατα μηδὲ ῥήματα εἶναι διὰ τὸ μὴ ἔχειν

πρόσωπά τε καὶ ἀριθμούς· φαμὲν οὖν ὡς πᾶν μέρος λόγου φύσει μὲν

ἕν ἐστιν ἁπλοῦν, θέσει δὲ ποικίλον· αὐτίκα γοῦν καὶ πάσῃ λέξει συν-

απτόμενον ἄρθρον κατὰ τὸν τῆς φωνῆς λόγον ἑνικῶς λέγεται, <τὸ Ἀρί-

σταρχος προπαροξύνεται, τὸ τύπτω παροξύνεται>: τὸ τοίνυν

ἀπαρέμφατον αὐτοῦ τοῦ φύσει ῥήματός ἐστιν ὄνομα· διὸ καὶ μονόφω-

νόν ἐστιν καὶ πολλάκις ἄρθρον ἔχει συναρτώμενον, οἷον <τὸ ἀναγινώ-

σκειν ὠφέλιμόν ἐστιν.

{Ἀπαρέμφατα ἐνεργητικά.

Χρόνου ἐνεστῶτος καὶ παρατατικοῦ.}

Τύπτειν>: πᾶς ἐνεστὼς ἀπὸ βαρυτόνων κατὰ τὸ τρίτον πρόσωπον

τὸ ν̅ προσλαβὼν ἀπαρέμφατον ποιεῖ, λέγει λέγειν· ἀπὸ δὲ περισπωμέ-

62

νων ὁ παρατατικὸς προσόδῳ τοῦ ν̅ καὶ συστολῇ τῆς ἀρχούσης, ἐποίει

ποιεῖν, ἐβόα βοᾶν, ἐχρύσου χρυσοῦν.

{Παρακειμένου καὶ ὑπερσυντελίκου.}

Τετυφέναι>: πᾶς παρακείμενος κατὰ τὸ τρίτον πρόσωπον τὴν ν̅α̅ι̅

προσλαβὼν ἀπαρέμφατον ποιεῖ, τέτυφε τετυφέναι, πεποίηκε πεποιηκέναι.

{Μέσου παρακειμένου καὶ ὑπερσυντελίκου.}

<Τετυπέναι>: ὁμοίως καὶ αὐτὸς γίνεται, τέτυπε τετυπέναι, νένυγε

νενυγέναι.

{Ἀορίστου πρώτου.}

<20τύψαι>: ὁ εἰς α̅ λήγων ἀόριστος προσθέσει τοῦ ι̅ καὶ συστολῇ τῆς

ἀρχούσης ἀπαρέμφατον ποιεῖ, ἔπεισα πεῖσαι· οὐ συνεζεύχθη δὲ τῷ μέλ-

λοντι, ἐπειδὴ μηδὲ ἡ μετοχή· ὧν γὰρ αἱ μετοχαὶ συνεμπίπτουσιν, τού-

των καὶ τὰ ἀπαρέμφατα. Εἰ δὲ λέγοι τις, πῶς οὖν δευτέρου ἀορίστου

καὶ μέλλοντος αἱ μετοχαὶ μὲν συνέπεσον, τὰ δὲ ἀπαρέμφατα οὔ, ἴστω

ὅτι αἱ μετοχαὶ αὐτῶν φωνῇ μὲν συνέπεσον, τόνῳ δὲ διεστάλησαν·

ἀορίστου γὰρ δευτέρου τυπών ὀξυτόνως, μέλλοντος δὲ τυπῶν περισπω-

μένως· τὸ μέντοι ἀπαρέμφατον τοῦ δευτέρου ἀορίστου, ὀξυνθῆναι μὴ

δυνάμενον καθὸ οὐκ ἔστι ῥῆμα ὀξυνόμενον, ἐξ ἀνάγκης περιεσπάσθη,

καὶ οὕτω συνέπεσε τῷ τοῦ δευτέρου μέλλοντος.

{Μέλλοντος πρώτου.}

<Τύψειν>: πᾶς μέλλων κατὰ τὸ τρίτον πρόσωπον τὸ ν̅ προσλαβὼν

ἀπαρέμφατον ποιεῖ, λέξω λέξεις λέξει λέξειν.

{Ἀορίστου δευτέρου καὶ μέλλοντος.}

<Τυπεῖν>: ὁ δεύτερος μέλλων κατὰ τὸ τρίτον πρόσωπον προσλαβὼν

63

τὸ ν̅ τὸ ἀπαρέμφατον ποιεῖ τοῦ ἀορίστου καὶ μέλλοντος, νυγῶ νυγεῖς

νυγεῖ νυγεῖν.

{Ἀπαρέμφατα παθητικά.

Χρόνου ἐνεστῶτος καὶ παρατατικοῦ.}

<Τύπτεσθαι>: πᾶν παθητικὸν ἢ μέσον ἔχον ἐν τῷ τρίτῳ προσώπῳ

τὸ τ̅ κλιτικὸν τρέπον τὴν ἐσχάτην εἰς θ̅α̅ι̅ καὶ τὴν κατ' ἀρχὰς κλιτικὴν

ἔκτασιν συστεῖλαν ἀπαρέμφατον ποιεῖ· καὶ εἰ μὲν καθαρεύοι τὸ τ̅, καὶ

ς̅ προσλαμβάνει, εἰ δὲ συμφώνῳ παραλήγοιτο, τηρεῖται τὸ σύμφωνον·

εἰ δὲ ψιλῷ, εἰς δασὺ τρέπεται· τοῦτο δὲ δεῖ εἰδέναι, ὅτι ὁ παρακείμενος

τὴν ἐν ἀρχαῖς αὐτοῦ κλιτικὴν ἔκτασιν οὐδαμοῦ ἀποβάλλει. Γίνονται

οὖν οἱ χρόνοι οὕτως· ἐνεστὼς καὶ παρατατικὸς τύπτεται τύπτεσθαι,

παρακείμενος καὶ ὑπερσυντέλικος τέτυπται τετύφθαι [ἀόριστος πρῶτος

ἐτύφθη τυφθῆναι, ἀόριστος δεύτερος ἐτύπη τυπῆναι] μέσος ἀόριστος

πρῶτος ἐτύψατο τύψασθαι, μέσος ἀόριστος δεύτερος ἐτύπετο τυπέσθαι,

μέλλων πρῶτος τυφθήσεται τυφθήσεσθαι, μέλλων δεύτερος τυπήσεται

τυπήσεσθαι, μέσος μέλλων πρῶτος τύψεται τύψεσθαι, μέσος μέλλων

δεύτερος τυπεῖται τυπεῖσθαι, μετ' ὀλίγον μέλλων τετύψεται τετύψεσθαι.

Ἀόριστοι δὲ παθητικοὶ πρῶτος καὶ δεύτερος, ἐπεὶ μὴ ἔχουσιν ἐν τῷ

τρίτῳ προσώπῳ κλιτικὸν τὸ τ̅, ἑτέρως γίνονται· κατὰ γὰρ τὸ τρίτον

πρόσωπον προσλαμβάνοντες τὴν ν̅α̅ι̅ καὶ τὴν ἐν ἀρχαῖς κλιτικὴν ἔκτασιν

ἀποβάλλοντες τὸ ἀπαρέμφατον ποιοῦσιν, ἐτύφθη τυφθῆναι, ἐτύπη τυ-

πῆναι.

{Περὶ προστακτικῶν.}

Καθόλου παντὸς προστακτικοῦ τὸ πρῶτον πρόσωπον ἐπὶ παντὸς

ἀριθμοῦ ἐπιλέλοιπεν, ἐπεὶ πρῶτόν ἐστι πρόσωπον τὸ περὶ ἑαυτοῦ ἀπο-

φαινόμενον, ἡ δὲ πρόσταξις πρὸς παρόν ἐστι πρόσωπον ἀπότασις· πῶς

64

οὖν δυνατὸν ἦν ἐν μιᾷ φωνῇ περὶ ἑαυτοῦ τε ἀποφαίνεσθαί τινα καὶ

πρὸς ἕτερον ποιεῖσθαι τὸν λόγον;

{Προστακτικὰ ἐνεργητικά.

Χρόνου ἐνεστῶτος καὶ παρατατικοῦ}

Ἑνικά, <Τύπτε>: πᾶν τρίτον πρόσωπον τοῦ ἐνεργητικοῦ παρατατι-

κοῦ τὴν ἐν ἀρχαῖς κλιτικὴν ἔκτασιν ἀποβάλλον προστακτικὸν γίνεται,

ἔτυπτε τύπτε, ἐποίει ποίει, ἐβόα βόα. <τυπτέτω>: πᾶν δεύτερον προσ-

τακτικὸν ἐνεργητικὸν εἰς φωνῆεν λῆγον, πλὴν τῶν εἰς θ̅ι̅, προσθέσει

τοῦ τ̅ω̅ τρίτον γίνεται, λέγε λεγέτω, ποίει ποιείτω.

Δυϊκά. <Τύπτετον, τυπτέτων>: τὸ μὲν δεύτερον τῶν δυϊκῶν

ἀπὸ τοῦ δευτέρου τῶν πληθυντικῶν τροπῇ τῆς τ̅ε̅ εἰς τ̅ο̅ν̅, τὸ δὲ τρίτον

ἀπὸ τοῦ ἰδίου δευτέρου· πᾶν γὰρ δυϊκὸν ἐν προστακτικοῖς τροπῇ τοῦ

ο̅ εἰς ω̅ τὸ τρίτον ποιεῖ, ποιεῖτον ποιείτων.

Πληθυντικά. <Τύπτετε, τυπτέτωσαν>: ἄμφω τὰ πληθυντικὰ ἀπὸ

τοῦ τρίτου τῶν ἑνικῶν γίνεται· τὸ γὰρ τρίτον τῶν ἑνικῶν τροπῇ μὲν

τοῦ ω̅ εἰς ε̅ δεύτερον πληθυντικὸν γίνεται, λεγέτω λέγετε, τετυφέτω

τετύφετε, προσθέσει δὲ τῆς σ̅α̅ν̅ τὸ τρίτον ποιεῖ, τυπτέτω τυπτέτωσαν,

βοάτω βοάτωσαν.

{Παρακειμένου καὶ ὑπερσυντελίκου}

Ἑνικά. <Τέτυφε>: τὸ τρίτον πρόσωπον τοῦ ὁριστικοῦ παρακειμένου

δεύτερόν ἐστι προστακτικόν, τέτυφε ἐκεῖνος τέτυφε σύ, πεποίηκε ἐκεῖνος

πεποίηκε σύ. <τετυφέτω>.

Δυϊκά. <Τετύφετον, τετυφέτων>.

Πληθ. <Τετύφετε, τετυφέτωσαν.>

{Μέσου παρακειμένου καὶ ὑπερσυντελίκου}

Ἑνικά. <Τέτυπε, τετυπέτω>.

Δυϊκά. <Τετύπετον, τετυπέτων>.

Πληθ. <Τετύπετε, τετυπέτωσαν>: ἡ αὐτὴ τεχνολογία τοῦ ἐνερ-

γητικοῦ παρακειμένου καὶ ὑπερσυντελίκου καὶ τοῦ μέσου.

65

{Ἀορίστου πρώτου καὶ μέλλοντος}

Ἑνικά. <Τύψον>: ἔδει μὲν καὶ τὸν ἀόριστον ἐκ τοῦ ἰδίου ὁριστικοῦ

τρίτου προσώπου γίνεσθαι, ἔτυψε ἐκεῖνος τύψε σύ, ἀλλ' ἐκρατήθη Συρα-

κουσίῳ ἔθει· ἐκεῖνοι γὰρ τὰ εἰς ε̅ προστακτικὰ εἰς ο̅ν̅ μεταποιοῦσιν, τὸ

λάβε λάβον λέγοντες καὶ τὸ ἄνελε ἄνελον· οὕτω καὶ τὸ τύψε τύψον.

<τυψάτω>: ἔδει μὲν κατὰ τὴν ἀναλογίαν τῶν εἰς ε̅ προστακτικῶν διὰ

τοῦ ε̅τ̅ω̅ εἶναι τὸ τρίτον, ἀλλ' ἐπεὶ πανταχοῦ ὁ ἀόριστος φιλεῖ τὸ α̅·

τὸ γὰρ ὁριστικὸν ἔτυψα, ἡ μετοχὴ τύψας, τὸ ἀπαρέμφατον τύψαι, τὸ

εὐκτικὸν τύψαιμι· τούτου χάριν οὐδὲ τὸ προστακτικὸν ἐχωρίσθη τοῦ α̅.

Δυϊκά. <Τύψατον, τυψάτων>.

Πληθ. <Τύψατε, τυψάτωσαν.>

{Ἀορίστου δευτέρου καὶ μέλλοντος}

Ἑνικά. <Τύπε>: τὸ τρίτον πρόσωπον τοῦ δευτέρου ἀορίστου τὴν

ἐν ἀρχαῖς κλιτικὴν ἔκτασιν ἀποβάλλον προστακτικὸν γίνεται, ἔνυγον

ἔνυγες ἔνυγε νύγε. <τυπέτω>.

Δυϊκά. <Τύπετον, τυπέτων>.

Πληθ. <Τύπετε, τυπέτωσαν.>

{Προστακτικὰ παθητικά.

Χρόνου ἐνεστῶτος καὶ παρατατικοῦ}

Ἑνικά. <Τύπτου>: τὸ δεύτερον πρόσωπον τοῦ παθητικοῦ παρατα-

τικοῦ τὴν ἐν ἀρχῇ κλιτικὴν ἔκτασιν συστεῖλαν προστακτικὸν γίνεται,

ἐποιοῦ ποιοῦ, ἐβοῶ βοῶ, ἐχρυσοῦ χρυσοῦ. <τυπτέσθω>: τὰ εἰς τ̅ω̅ τρίτα

66

ἐνεργητικὰ τροπῇ τοῦ τ̅ω̅ εἰς σ̅θ̅ω̅ παθητικὰ γίνεται, νοείτω νοείσθω,

λεγέτω λεγέσθω· ἑνὶ δὲ λόγῳ πᾶν δεύτερον πρόσωπον πληθυντικὸν

ὁριστικὸν τῶν παθητικῶν ἢ μέσων τροπῇ τοῦ ε̅ εἰς ω̅ προστακτικὸν γί-

νεται τρίτον, τύπτεσθε τυπτέσθω, τέτυφθε τετύφθω, ἐτύφθητε τυφθήτω,

ἐτύπητε τυπήτω, ἐτύψασθε τυψάσθω, ἐτύπεσθε τυπέσθω.

Δυϊκά. <Τύπτεσθον>: ἐκ τοῦ δευτέρου τῶν πληθυντικῶν. <τυπτέ-

σθων>: ἐκ τοῦ ἰδίου δευτέρου τροπῇ τοῦ ο̅ εἰς ω̅.

Πληθ. <Τύπτεσθε>: ἐκ τοῦ τρίτου τῶν ἑνικῶν τροπῇ τοῦ ω̅ εἰς ε̅.

<τυπτέσθωσαν>: ἐκ τοῦ τρίτου τῶν ἑνικῶν προσθήκῃ τῆς σαν.

{Παρακειμένου καὶ ὑπερσυντελίκου}

Ἑνικά. <Τέτυψο>: τὸ δεύτερον πρόσωπον τοῦ ὑπερσυντελίκου συ-

στολῇ τῆς ἀρχούσης προστακτικὸν γίνεται, ἐλελέγμην ἐλέλεξο λέλεξο.

<τετύφθω>: δύναται καὶ ἀπὸ τοῦ τετυφέτω τετυφέσθω καὶ ἐν συγκοπῇ

τετύφθω εἶναι, καὶ ἀπὸ τοῦ τέτυφθε τετύφθω γεγονέναι.

Δυϊκά. <Τέτυφθον, τετύφθων>.

Πληθ. <Τέτυφθε, τετύφθωσαν.>

{Ἀορίστου πρώτου καὶ μέλλοντος}

Ἑνικά. <Τύφθητι>: πᾶσα μετοχὴ εἰς ς̅ ὀξύτονος διὰ τοῦ ντ κλινο-

μένη εἰς θι ποιεῖ τὸ προστακτικόν, διδούς δίδοθι, ἱστάς ἵσταθι· οὕτως

οὖν τυφθείς τύφθηθι ἔδει εἶναι, ἀλλὰ διὰ τὸ κακόφωνον τῆς ἐπαλληλίας

τῶν δασέων τύφθητι φαμὲν διὰ τοῦ τ̅. <τυφθήτω>: τὰ εἰς θ̅ι̅ προσ-

τακτικὰ τροπῇ τῆς θ̅ι̅ εἰς τ̅ω̅ τὸ τρίτον ποιοῦσι, δίδοθι διδότω, ἵσταθι

ἱστάτω.

67

Δυϊκά. <Τύφθητον, τυφθήτων>.

Πληθ. <Τύφθητε, τυφθήτωσαν.>

{Ἀορίστου δευτέρου καὶ μέλλοντος}

Ἑνικά. <Τύπηθι>: ὁμοίως τῷ πρώτῳ γέγονεν ἀπὸ τῆς τυπείς

μετοχῆς· ἐνταῦθα δέ, ἐπειδὴ μὴ παρηνώχλει τὰ δασέα, τὸ θ̅ προσῆλθεν

ἐν τῷ τέλει. <τυπήτω>.

Δυϊκά. <Τύπητον, τυπήτων>.

Πληθ. <Τύπητε, τυπήτωσαν.>

{Μέσου ἀορίστου πρώτου καὶ μέλλοντος}

Ἑνικά. <Τύψαι>: ὁ εἰς α̅ λήγων ἀόριστος προσθέσει τοῦ ι̅ καὶ συ-

στολῇ τῆς ἀρχούσης μέσος προστακτικὸς γίνεται· διὸ καὶ διὰ διφθόγγου

γράφεται, ἔλουσα λοῦσαι, ἤσπασα ἄσπασαι. <τυψάσθω>.

Δυϊκά. <Τύψασθον, τυψάσθων>.

Πληθ. <Τύψασθε, τυψάσθωσαν.>

{Μέσου ἀορίστου δευτέρου καὶ μέλλοντος}

Ἑνικά. <Τυποῦ>: ὁ μέσος δεύτερος ἀόριστος τοῦ δευτέρου προ-

σώπου τὴν ἐν ἀρχαῖς κλιτικὴν ἔκτασιν συστείλας τὸ ἴδιον προστακτικὸν

ποιεῖ, ἐλαβόμην ἐλάβου λαβοῦ, ἐπραθόμην ἐπράθου πραθοῦ· ταῦτα δὲ

παραλόγως Ἀττικοὶ περισπῶσιν. <τυπέσθω>.

Δυϊκά. <Τύπεσθον, τυπέσθων>.

Πληθ. <Τύπεσθε, τυπέσθωσαν.>

68

{Περὶ εὐκτικῶν.

Εὐκτικὰ ἐνεργητικά.

Χρόνου ἐνεστῶτος καὶ παρατατικοῦ}

Ἑνικά. <Τύπτοιμι>: πᾶσα μετοχὴ ἐνεργητική, τὸ τέλος τῆς γενικῆς

τρέψασα εἰς μ̅ι̅ καὶ πρὸ τοῦ μ̅ δεξαμένη τὸ ι̅ παραιτησαμένη τε τὰ μὴ

δυνάμενα σὺν αὐτῷ ἀκουσθῆναι στοιχεῖα, τὸ εὐκτικὸν ἐνεργητικὸν ποιεῖ,

τύπτων τύπτοντος τύπτοιμι, τετυφώς τετυφότος τετύφοιμι· εἰ μέντοι

εἴη εἰς ς̅ ὀξύτονος ἡ μετοχὴ διὰ τοῦ ν̅τ̅ κλινομένη, τὸ τέλος τῆς γενι-

κῆς οὐκ εἰς μ̅ι̅ ἀλλ' εἰς η̅ν̅ τρέπεται, δοθείς δοθέντος δοθείην, στάς

στάντος σταίην. <τύπτοις>: πᾶν ῥῆμα εἰς μ̅ι̅ λῆγον τροπῇ τῆς μ̅ι̅ εἰς ς̅

τὸ δεύτερον ποιεῖ, λέγοιμι λέγοις, τίθημι τίθης. <τύπτοι>.

Δυϊκά. <Τύπτοιτον, τυπτοίτην>: καθόλου τὰ δυϊκὰ τῶν εὐκτι-

κῶν εἰς η̅ν̅ ἔχει τὸ τρίτον· οὐχ ὁμοφωνεῖ γὰρ τῷ δευτέρῳ διὰ τὸ μὴ

εἶναι τὸ τρίτον τῶν πληθυντικῶν εἰς σ̅ι̅ ἢ εἰς τ̅α̅ι̅.

Πληθ. <Τύπτοιμεν>: τὰ εἰς μ̅ι̅ τροπῇ τῆς μ̅ι̅ εἰς μ̅ε̅ν̅ τὸ πληθυν-

τικὸν ποιεῖ, λέγοιμι λέγοιμεν. <τύπτοιτε>: ἀπὸ τοῦ πρώτου γέγονε

τροπῇ τῆς μ̅ε̅ν̅ εἰς τ̅ε̅· οὐδέποτε δὲ τὰ εὐκτικὰ τὴν παραλήγουσαν τρέ-

πει. <τύπτοιεν>: τὰ εἰς μ̅ε̅ν̅ εὐκτικά, εἰ μὲν διφθόγγῳ παραλήγοιτο,

ἀποβολῇ τοῦ μ̅ τὸ τρίτον ποιεῖ, λέγοιμεν λέγοιεν, τύψοιμεν τύψοιεν·

εἰ δὲ μονοφθόγγῳ, εἰς σ̅α̅ν̅, δαρείημεν δαρείησαν καὶ δοίημεν δοίησαν·

ὡς δὲ γίνεται κατὰ συγκοπήν, 〈Ν 378〉 <δοῖμεν δ' Ἀτρείδαο θυγα-

τρῶν εἶδος ἀρίστην>, τότε καὶ τὸ τρίτον, 〈Α 18〉 <ὑμῖν μὲν θεοὶ

δοῖεν Ὀλύμπια δώματ' ἔχοντες.>

69

{Παρακειμένου καὶ ὑπερσυντελίκου}

Ἑνικά. <Τετύφοιμι>: ἡ μετοχὴ τετυφώς τετυφότος καὶ τὸ εὐκτικὸν

τετύφοιμι λέγεται· εἰς ς̅ μὲν γὰρ ἦν ὀξύτονος ἡ μετοχή, ἀλλ' οὐ κλί-

νεται διὰ τοῦ ν̅τ̅· διὸ οὐκ ἐποίησε τὸ εὐκτικὸν εἰς η̅ν̅. <τετύφοις,

τετύφοι>.

Δυϊκά. <Τετύφοιτον, τετυφοίτην>.

Πληθ. <Τετύφοιμεν, τετύφοιτε, τετύφοιεν>: εἴρηται.

{Μέσου παρακειμένου καὶ ὑπερσυντελίκου}

Ἑνικά. <Τετύποιμι, τετύποις, τετύποι>.

Δυϊκά. <Τετύποιτον, τετυποίτην>.

Πληθ. <Τετύποιμεν, τετύποιτε, τετύποιεν>: πρόδηλος ἡ

τεχνολογία ἀπὸ τῆς τετυπώς μετοχῆς.

{Ἀορίστου πρώτου}

Ἑνικά. <Τύψαιμι, τύψαις, τύψαι>.

Δυϊκά. <Τύψαιτον, τυψαίτην>.

Πληθ. <Τύψαιμεν, τύψαιτε, τύψαιεν>: πρόδηλος ἡ τεχνολογία

ἀπὸ τῆς τύψας μετοχῆς.

{Ἀορίστου δευτέρου}

Ἑνικά. <Τύποιμι, τύποις, τύποι>.

Δυϊκά. <Τύποιτον, τυποίτην>.

Πληθ. <Τύποιμεν, τύποιτε, τύποιεν>: πρόδηλος ἡ τεχνολογία

ἀπὸ τῆς τυπών μετοχῆς.

{Μέλλοντος πρώτου}

Ἑνικά. <Τύψοιμι, τύψοις, τύψοι>.

Δυϊκά. <Τύψοιτον, τυψοίτην>.

Πληθ. <Τύψοιμεν, τύψοιτε, τύψοιεν>: πρόδηλος ἡ τεχνολογία

ἀπὸ τῆς τύψων μετοχῆς.

{Μέλλοντος δευτέρου}

Ἑνικά. <Τυποῖμι, τυποῖς, τυποῖ>.

Δυϊκά. <Τυποῖτον, τυποίτην>.

Πληθ. <Τυποῖμεν, τυποῖτε, τυποῖεν>: πρόδηλος ἡ τεχνολογία

ἀπὸ τῆς τυπῶν μετοχῆς.

70

{Εὐκτικὰ παθητικά.

Χρόνου ἐνεστῶτος καὶ παρατατικοῦ}

Ἑνικά. <Τυπτοίμην>: πᾶν παθητικὸν ἢ μέσον ἔχον ἐπὶ τέλους τὸ

μ̅ κλιτικόν, τρέπον τὴν ἐσχάτην εἰς μ̅η̅ν̅ καὶ τὸ ι̅ δεχόμενον πρὸ τοῦ μ̅,

τὴν ἐν ἀρχαῖς κλιτικὴν ἔκτασιν συστεῖλαν εὐκτικὸν γίνεται, τύπτομαι

τυπτοίμην, ἐτυψάμην τυψαίμην, τυφθήσομαι τυφθησοίμην. <τύπτοιο>:

ὅσα τῶν εὐκτικῶν ἐν τῷ τρίτῳ προσώπῳ ἔχει κλιτικὸν τὸ τ̅ ἀποβολῇ

αὐτοῦ τὸ δεύτερον ποιεῖ, τύπτοιτο τύπτοιο, τύψαιτο τύψαιο. <τύπτοιτο>:

τὸ τρίτον ἀπὸ τοῦ πρώτου γέγονε τροπῇ τῆς μ̅η̅ν̅ εἰς τ̅ο̅.

Δυϊκά. <Τυπτοίμεθον, τύπτοισθον, τυπτοίσθην>.

Πληθ. <Τυπτοίμεθα>: πᾶν πρῶτον πρόσωπον ἔχον…

μ…

The complete text is available when the reading interface loads.