De dialectis
- Edition reference
- De dialectis [Sp.] (fort. auctore Theodosio alio vel anonymo), ed. R. Schneider, Excerptum Περὶ διαλέκτων [Programm Gymnasium Duisburg. Leipzig: Teubner, 1894]: 3–16.
- CTS identifier
urn:cts:greekLit:tlg2020.tlg008.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
ion
37
Τὸ μακρὸν α̅ εἰς η̅ τρέπουσι, οἱ δὲ νεώτεροι καὶ τὸ
βραχὺ τρέπουσιν, ἀληθείην τὴν ἀλήθειαν λέγοντες.
38
Αἱ κατὰ τὴν ἀρχὴν τῶν λέξεων ἀφαιρέσεις τῶν συμ-
φώνων τῶν αὐτῶν εἰσί· λεῖβον εἶβον. ὁμοίως καὶ τῶν
φωνηέντων· ἐκεῖνος κεῖνος, ἑορτή ὁρτή.
39
Ἐπὶ τῶν ῥημάτων τῶν μετὰ προθέσεων συντιθεμέ-
νων προστιθέασι μεταξὺ τῶν τε προθέσεων καὶ τῶν
ῥημάτων τὴν ω̅ν̅ συλλαβήν, οἷον ἐξ ὦν εἷλον ἀντὶ
τοῦ ἐξείλοντο, καὶ ἀπ' ὦν ἔδοντο, ἀντὶ τοῦ ἀπέδοντο.
40
Τὸ προερχόμενον ε̅ κατὰ τοὺς παρῳχημένους ἀφαι-
ροῦσι· τίκτεν ἀντὶ τοῦ ἔτικτεν, καὶ λέγεν ἀντὶ τοῦ
ἔλεγεν.
41
Τῷ π̅ ἀντὶ τοῦ φ̅ χρῶνται· ἀπικόμην ἀντὶ τοῦ ἀφι-
κόμην, καὶ ἀπεῖλον ἀντὶ τοῦ ἀφεῖλον.
41a
Ἐν τοῖς τρίτοις προσώποις τῶν ῥημάτων τοῖς εἰς ι̅
ἢ εἰς ε̅ ψιλὸν λήγουσι καὶ ἐν ταῖς δοτικαῖς τῶν πλη-
θυντικῶν καὶ συμφώνου ἐπιφερομένου ἐνίοτε προστι-
θέασι τὸ ν̅ διὰ τὴν τοῦ μέτρου ἀνάγκην.
42
Τοῖς ἐνεστῶσιν ἀντὶ τῶν ἀορίστων χρῶνται, ὡς τὸ
ἵνα εἰδῶμεν ἀντὶ τοῦ ἵνα γνῶμεν.
43
Αἱ προ〈σ〉θέσεις τοῦ ι̅ τῶν Ἰώνων εἰσίν, οἷον κεινὴ
ἀντὶ τοῦ κενή.
44
Ἡ ἐναλλαγὴ τῆς ο̅ι̅ διφθόγγου εἰς ε̅ς̅ τῶν Ἰώνων
ἐστίν· ἐρίηρες ἀντὶ τοῦ ἐρίηροι, καὶ υἱέες ἀντὶ τοῦ
υἱοί καὶ υἱεῖς.
45
Τῶν εἰς α̅ς ληγόντων οὐδετέρων καὶ διὰ τοῦ τ̅ο̅ς̅ κλι-
νομένων ἀποβάλλουσι τὸ τ̅ καὶ κλίνουσι διὰ καθαροῦ
τοῦ ο̅σ̅, οἷον κρέαος γήραος.
46
Τὸ ἐθέρμανα καὶ ἐκάθαρα ἐθέρμηνα καὶ ἐκάθηρα λέ-
γουσι διὰ τοῦ η̅.
Τέλος τῶν Ἰωνικῶν ἰδιωμάτων.
dor
1
Ἡ Δωρὶς διάλεκτος τρέπει τὸ η̅ εἰς α̅ μακρόν· ἅλιος
ἀντὶ τοῦ ἥλιος, ἁμέρα ἀντὶ τοῦ ἡμέρα.
2
Τῷ α̅ ἀντὶ τοῦ ω̅ χρῆται ἐπὶ τῆς γενικῆς τῶν πλη-
θυντικῶν· πασᾶν ἀντὶ τοῦ πασῶν.
3
Τὸ ε̅ καὶ ο̅ εἰς τὴν ε̅υ̅ δίφθογγον κιρνᾷ· ἐμέο ἐμεῦ,
σέο <σεῦ>.
4
Τῷ ω̅ ἀντὶ τοῦ ο̅υ̅ χρῆται ἐπὶ τῶν ὀνομάτων· μῶσα
ἀντὶ τοῦ μοῦσα, βωκόλος ἀντὶ τοῦ βουκόλος· ἐπὶ δὲ
τῶν θηλυκῶν μετοχῶν τῶν τῇ ο̅υ̅ διφθόγγῳ παρα-
ληγομένων ἀντὶ τῆς ο̅υ̅ τῇ ο̅ι̅ διφθόγγῳ χρῶνται·
λέγοισα ἀντὶ τοῦ λέγουσα.
5
Διπλασιασμοῖς τῶν αὐτῶν συμφώνων χρῶνται· ὅττι
ἀντὶ τοῦ ὅτι, ὁππότε.
6
Ἀφαιρέσεις τοῦ ι̅ ποιοῦνται· ἔστι δὲ τοῦτο τὸ ἰδίωμα
καὶ τῇ Ἀττικῇ διαλέκτῳ καὶ τῇ Αἰολίδι.
7
Τὰς ἀποκοπὰς ποιεῖ· δῶ ἀντὶ τοῦ δῶμα, σκέπα ἀντὶ
τοῦ σκέπασμα.
8
Ἐπὶ τῶν εἰς α̅ς̅ ληγόντων ὀνομάτων, ὧν ἡ γενικὴ εἰς
ο̅υ̅, διὰ τοῦ α̅ τὴν γενικὴν ἐκφέρουσι· κοχλίας κοχλία,
Παπίας Παπία.
9
Τὰς εἰς ο̅υ̅ς̅ ληγούσας γενικὰς τὰς ἀπὸ τῶν εἰς η̅ς̅
εὐθειῶν γινομένας διὰ τοῦ ε̅υ̅ς̅ ἐκφέρουσι· Διογένης
Διογένους Διογένευς.
10
Τὰς ἀπὸ τῶν εἰς ε̅υ̅ς̅ εὐθειῶν αἰτιατικὰς εἰς η̅ συναι-
ροῦσι· τὸν Τυδέα τὸν Τυδῆ, τὸν Ἰδομενέα τὸν Ἰδο-
μενῆ, τὸν βασιλέα τὸν βασιλῆ.
11
Ἐξαιροῦσιν ἐκ τῶν κλίσεων τὸ δ̅ καὶ τὸ τ̅· Πάρις
Πάριος κλίνουσι, καὶ οὐ Πάριδος, καὶ κρέας κρέαος,
καὶ οὐ κρέατος, καὶ κέρας κέραος.
12
Τὸ ι̅ τῆς ε̅ι̅ διφθόγγου ἀφαιροῦσιν ἐκ τῶν εὐθειῶν,
οἷον χαρίες ἀντὶ τοῦ χαρίεις καὶ τιμῆες ἀντὶ τοῦ
τιμήεις.
13
Τὸ α̅ καὶ ο̅ εἰς α̅ κιρνᾷ, οἷον Μενέλαος Μενέλας, καὶ
Νικόλαος Νικόλας.
14
Τὰ εἰς ι̅ξ̅ διὰ τοῦ γ̅ κλινόμενα διὰ τοῦ κ̅ κλίνεται·
τέττιξ <τέττικος>.
15
Τὴν διὰ τῶν δύο σ̅σ̅ ἐκφερομένων τετάρτην συζυγίαν
τῶν βαρυτόνων διὰ τοῦ σ̅ καὶ γ̅ ποφέρει· <ὀρύσγω>
ἀντὶ τοῦ ὀρύσσω.
16
Τὴν δὲ διὰ τοῦ ζ̅ ἐκφερομένην συζυγίαν διὰ τοῦ σ̅
καὶ δ̅ προφέρει· φράσδω ἀντὶ τοῦ φράζω.
17
Τὴν ἐν τῇ παραληγούσῃ τῶν Ἀττικῶν παρακειμένων
βραχεῖαν συλλαβὴν μακρὰν ποιεῖ· <ἀκήκουα> λέγοντες
ἀντὶ τοῦ ἀκήκοα.
18
Τὸ σ̅ τῶν τῆς τετάρτης συζυγίας μελλόντων εἰς τὸ
ξ̅ τρέπει, οἷον ἁρπάξω ἀντὶ τοῦ ἁρπάσω.
19
Πάντας τοὺς ὁριστικοὺς μέλλοντας περισπᾷ· τυψῶ
λέγουσι καὶ γραψῶ καὶ ποιησῶ. τοὺς δὲ μέσους μέλ-
λοντας τούτων διὰ τῆς ο̅υ̅ διφθόγγου ἐκφέρουσι·
τυψοῦμαι λέγοντες καὶ γραψοῦμαι καὶ ποιησοῦμαι.
20
Τὸ πεινήσω <πεινά̆σω>, τὸ διψήσω <διψά̆σω> λέγουσι.
21
Τὸ ι̅ ἐξαιρεῖ ἀπὸ τῶν λέξεων καὶ ἀναβιβάζει τὸν
τόνον· λάβεν καὶ λάλεν λέγουσι ἀντὶ τοῦ λαβεῖν καὶ
λαλεῖν.
22
Προστίθησιν ἐπὶ τοῖς 〈εἰς〉 ν̅α̅ι̅ λήγουσιν ἀπαρεμφά-
τοις τὴν μ̅ε̅ συλλαβὴν πρὸ τῆς ν̅α̅ι̅· βήμεναι λέγουσιν
ἀντὶ τοῦ βῆναι.
23
Τοῖς ἄρθροις τοῖς ἀπὸ φωνήεντος ἀρχομένοις προστί-
θησι τὸ τ̅, τοὶ βοῦται καὶ τοὶ ποιμένες ἀντὶ τοῦ οἱ
ποιμένες.
24
Τὴν ἐκεῖνος ἀντωνυμίαν τῆνος λέγουσιν, ἀφαιροῦντες
τὸ ε̅, τὸ δὲ κ̅ τρέποντες εἰς τ̅, τὴν δὲ δίφθογγον
διαιροῦσι καὶ τὸ μὲν ε̅ εἰς η̅ τρέπουσι, τὸ δὲ ι̅ ἐκ-
βάλλουσιν.
25
Τὴν ὑπό πρόθεσιν ὑπαί λέγουσι.
26
Τὸ σ̅ εἰς τ̅ τρέπουσι, τύ λέγοντες ἀντὶ τοῦ σύ.
27
Τὸ συρίζω τυρίσδω λέγουσιν· ἐπὶ δὲ τοῦ δευτέρου
καὶ τρίτου προσώπου ἀφαιροῦσι τὸ ι̅ τῆς ε̅ι̅ διφθόγγου·
τυρίσδες ἀντὶ τοῦ συρίζεις καὶ τυρίσδε ἀντὶ τοῦ συρίζει.
Τέλος τῶν Δωρικῶν ἰδιωμάτων.
aeol
1
Ἡ Αἰολὶς τὸ β̅ προστίθησι τῷ ρ̅, τοῦ υ̅ ψιλοῦ ἐπι-
φερομένου ἢ τοῦ α̅, οἷον βρύτηρ λέγοντες ἀντὶ τοῦ
ῥυτήρ, καὶ βράκος ἀντὶ τοῦ ῥάκος.
2
Τῷ π̅ χρῆται ἀντὶ τοῦ μ̅, ὄππατα λέγοντες ἀντὶ τοῦ
ὄμματα.
3
Τὰ ἀμετάβολα διπλασιάζει· ἀγείρω καὶ Αἰολικῶς
ἀγέρρω.
4
Προστίθησι τὸ υ̅ ἐπὶ τοῦ ε̅· χεύαντας λέγουσι ἀντὶ
τοῦ χέαντας.
5
Τῷ υ̅ ἀντὶ τοῦ ο̅ χρῆται, ὔμοιον λέγοντες ἀντὶ τοῦ
ὅμοιον, καὶ ὄνυμα ἀντὶ τοῦ ὄνομα, ἀφ' οὗ καὶ τὸ
συνώνυμος.
6
Ταῖς συγκοπαῖς χρῆται· ὦρσεν λέγουσιν ἀντὶ τοῦ
ὥρμησεν.
7
Τὰ ὀξύτονα τῶν ὀνομάτων παροξύνει· Ἄτρευς λέγοντες
ἀντὶ τοῦ Ἀτρεύς, Πήλευς.
8
Τὰ μακρᾷ παραληγόμενα τῶν ῥημάτων βραχύνει· φθέρω
λέγουσιν ἀντὶ τοῦ φθείρω καὶ λέβω ἀντὶ τοῦ λείβω.
9
Τὰ εἰς α̅ς̅ λήγοντα ὀνόματα εἰς α̅ι̅ς̅ μεταποιεῖ· Θόαις
λέγουσιν ἀντὶ τοῦ Θόας καὶ μέλαις ἀντὶ τοῦ μέλας,
πλὴν τοῦ Αἴας καὶ τῶν ὁμοίων, διὰ τὴν ἐπαλληλίαν
τῶν δύο διφθόγγων. Αἴας γὰρ καὶ αὐτοὶ λέγουσι.
10
Κλητικαῖς ἀντὶ εὐθειῶν χρῶνται, ὡς καὶ οἱ Ἀττικοί,
ὁ ἱππότα λέγοντες ἀντὶ τοῦ ἱππότης.
10a
Ὦ Ἄπολλον, καὶ ὦ Πόσιδον.
11
Τὰς ἀπὸ τῶν εἰς α̅ι̅ εὐθειῶν γινομένας γενικὰς πλη-
θυντικὰς διὰ τοῦ α̅ω̅ν̅ ἐκφέρουσι· νύμφαι νυμφάων,
πύλαι πυλάων.
12
Τὰ εὐκτικὰ τοῦ πρώτου ἀορίστου διὰ τοῦ ε̅ι̅α̅ προ-
φέρουσιν, οἷον τύψεια λέγουσιν ἀντὶ τοῦ τύψαιμι.
13
Ἰστέον δὲ ὅτι οἱ Βοιωτοὶ προστιθέασι τὸ ο̅ ἐπὶ τῆς
〈εἰς〉 α̅ ληγούσης γενικῆς τῆς ἀπὸ τῶν εἰς α̅ς̅ εὐθειῶν
γινομένης, οἷον Αἰνείας, ἡ γενικὴ κοινῶς μὲν Αἰνείου,
Δωρικῶς δὲ Αἰνεία, καὶ προσθέσει τοῦ ο̅ κατὰ τοὺς
Βοιωτούς, Αἰνείαο.
14
Τὸ η̅ εἰς τὴν ε̅ι̅ δίφθογγον τρέπουσιν οἱ Αἰολεῖς,
εἵρωες λέγουσιν ἀντὶ τοῦ ἥρωες.
15
Τὰς τῶν εἰς ε̅υ̅ς̅ ληγόντων ὀνομάτων γενικὰς διὰ τοῦ
ι̅ο̅ προφέρουσι· βασιλίος λέγοντες ἀντὶ τοῦ βασιλέως
καὶ Ἀχιλλίος ἀντὶ τοῦ Ἀχιλλέως· ὅθεν καὶ τὸ Ζεύς
Διός κλίνουσι κατὰ τὴν αὐτὴν ἀκολουθίαν, ὅπερ ἐπεκρά-
τησε καὶ παρὰ τοῖς κοινοῖς.
16
Ἐπὶ τῶν μὴ ἐχόντων ῥημάτων τὴν μετοχὴν εἰς σ̅
λήγουσαν μετ' ὀξείας, ἰσοσύλλαβον ποιοῦσι τὸ τρίτον
τῶν πληθυντικῶν τῷ πρώτῳ· οἷον ἐμάθομεν ἐμάθοσαν,
εἴδομεν εἴδοσαν, ὅθεν τὸ παρὰ τῇ θείᾳ γραφῇ εἰρη-
μένον (psalm. xcvii [xcviii], 4)· εἴδοσαν πάντα τὰ
πέρατα τὸ σωτήριον τοῦ θεοῦ, Αἰολικὸν ἰδίωμά ἐστιν.
17
Ἀντὶ θηλυκῶν ὀνομάτων ἀρσενικὰ λαμβάνει. ἕσπερος
λέγουσιν ἀντὶ τοῦ ἑσπέρα.
18
Διὰ τῶν αὐτῶν στοιχείων τούς τε ἐνεστῶτας καὶ
παρατατικοὺς ἐκφέρουσιν, οἷον ἔχω, καὶ ὁ παρατα-
τικὸς ἔχον.
19
Τὸ τύπτε τύπτεσκε λέγουσι καὶ τὸ βόα βόασκε· καὶ
τὸ εἱστήκειν εἱστήκεα καὶ τὸ ἐτετύφειν ἐτετύφεα· τὰ
δὲ πληθυντικὰ εἱστήκεμεν καὶ ἐτετύφεμεν καὶ εἱστή-
κεσαν καὶ ἐτετύφεσαν.
20
Τὰ δασέα εἰς ψιλὰ τρέπουσι, κύθρα λέγοντες ἀντὶ
τοῦ χύτρα.
21
Τὸ δύνασαι καὶ ἐπίστασαι κατὰ ἀποβολὴν τοῦ σ̅ ἐκ-
φέρουσι· δύνααι καὶ ἐπίστααι, κατὰ δὲ συναίρεσιν
τῶν δύο α̅α̅ δύνῃ καὶ ἐπίστῃ, προσγραφομένου τοῦ ι̅.
22
Τὸ ἐτύφθησαν ἐτύφθων λέγοντες καὶ τὸ ἐλήφθησαν
ἐλήφθων.
Τέλος τῶν Αἰολικῶν ἰδιωμάτων.
att
1
Ἡ Ἀτθὶς ἤγουν ἡ τῶν Ἀττικῶν διάλεκτος χρῆται τῇ
περιττολογίᾳ, οἷον λέγω λόγον, καὶ τρέχω δρόμον.
2
Τῶν αὐτῶν ἐστι καὶ ἡ ἔλλειψις· τύπτω ἀμφοτέραις,
λείπει γὰρ τὸ χερσίν.
3
Καὶ τούτων τῶν Ἀττικῶν ἐστι τὸ Λαμβάνειν τὸ 〈ἐν〉
οἷς ἀντὶ τοῦ διότι, καὶ τὸ οὕνεκα ἀντὶ τοῦ ὅτι, καὶ
τὸ αὖ ἀντὶ τοῦ πάλιν, καὶ ἑκὼν εἶναι οὐ σιωπήσομαι,
καὶ τὸ εἰς Ἅιδου, καὶ τρέχω τὸν περὶ ψυχῆς, καὶ τὸ
τοῦ θράσους, τῆς ἀναιδείας.
4
Τούτων εἰσὶ καὶ αἱ ἐλλείψεις τῶν ἄρθρων, οἷον θεὸς
ἦν μὲν ἀεί.
5
Τούτων ἐστὶ καὶ ἡ ἔλλειψις τοῦ ὑπαρκτικοῦ ῥήματος.
6
Τούτων ἐστὶ καὶ τὸ ἀπὸ κοινοῦ λαμβάνειν τὰς λέξεις.
7
Τούτων ἐστὶ καὶ ἡ ἀντίπτωσις, ἤγουν νυκτὸς καὶ
ἡμέρας, ἀντὶ τοῦ νύκτα καὶ ἡμέραν.
8
Τούτων ἐστὶ τὸ λέγειν· ἔαρος μὲν ἀνθεῖ τὰ δένδρα,
χειμῶνος δὲ ἀπανθεῖ, καὶ ἀντὶ τοῦ εἰπεῖν· δέον γεγε-
νῆσθαι τόδε, λέγουσιν· ἐγένετο τόδε. καὶ τὸ λαμ-
βάνειν πληθυντικὰ ἀντὶ ἑνικῶν.
9
Τούτων ἐστὶ καὶ τὸ πραγματικῶς εἰς ἑνικὸν συν-
τάσσειν τὰ πληθυντικά, οἷον ἀγαθὸν οἱ λόγοι· τουτ-
έστιν ἀγαθὸν πρᾶγμα.
10
Τούτων ἐστὶ καὶ τὸ λέγειν· λεκτέα καὶ πρακτέα, ἀντὶ
τοῦ λεκτέον καὶ πρακτέον.
11
Τούτων ἐστὶ καὶ τὸ λέγειν· πολεμίαν ἵππον ἤλασε,
καὶ πολὺν τὸν αἰχμάλωτον εἵλκυσε.
12
Τούτων ἐστὶ καὶ τὸ λαμβάνειν ὀνόματα εἰς τόπον
ἐπιρρήματος, βαρὺς ἐπερράγη λέγοντες ἀντὶ τοῦ βαρέως.
13
Τούτων ἐστὶ καὶ τὸ ἐπιφέρειν πληθυντικὸν ῥῆμα
ἑνικῷ ὀνόματι, οἷον ὁ δῆμος κάθηνται.
14
Τούτων ἐστὶ καὶ τὸ ἀρσενικῶς ἐκφέρειν τὰ θηλυκά,
οἷον στερὸς ἀνθρώπου φύσις ἀντὶ τοῦ στερά.
15
Τούτων ἐστὶ καὶ τὸ λαμβάνειν τὰ συγκριτικὰ ἀντὶ
τῶν ἁπλῶν, ἤγουν τῶν θετικῶν, καὶ τὸ λαμβάνειν
τὰ ὑπερθετικὰ ἀντὶ συγκριτικῶν.
16
Τούτων ἐστὶ καὶ τὸ ἀπὸ μέρους συνεκδοχικῶς δηλοῦν
τὸ ὅλον, οἷον ἔφαγον ἄρτου ἀντὶ τοῦ ἄρτον, καὶ ἔπινον
οἴνου ἀντὶ τοῦ οἶνον.
17
Τούτων ἐστὶ τὸ ἐκφέρειν εἰς ο̅υ̅ς̅ τάς τε εὐθείας καὶ
τὰς αἰτιατικὰς τὰς πληθυντικὰς ἐπὶ τῶν συγκριτικῶν,
οἱ καλλίους λέγοντες ἀντὶ τοῦ οἱ καλλίονες, καὶ τοὺς
καλλίους ἀντὶ τοὺς καλλίονας.
18
Τούτων ἐστὶ καὶ τὸ λέγειν ἐπὶ τῶν τρίτων προσώπων
τῶν ῥημάτων τῶν προστακτικῶν λεγέσθω καὶ νοείσ-
θων ἀντὶ τοῦ λεγέσθωσαν καὶ νοείσθωσαν.
19
Καὶ τὴν γενικὴν τῶν πληθυντικῶν τῆς μετοχῆς ἀντὶ
προστακτικοῦ τρίτου προσώπου τῶν πληθυντικῶν
λαμβάνειν, τούτων ἐστί· ποιούντων καὶ λεγόντων
ἀντὶ τοῦ ποιείτωσαν καὶ λεγέτωσαν.
20
Τούτων ἐστὶ καὶ τὸ λέγειν ἀγωνίζομαι πρᾶγμα. καὶ
Ἀριστοφάνης (eq. 614)·
ἄγγειλον ἡμῖν πῶς τὸ πρᾶγμ' ἠγωνίσω.
τὸ γὰρ κοινὸν οὐχ οὕτως, ἀλλὰ ἀγωνίζομαι περὶ τοῦ
πράγματος.
21
Τούτων ἐστὶ καὶ τὸ λέγειν· ἀγάλλομαι ποιεῖν. τὸ γὰρ
κοινὸν οὐχ οὕτως, ἀλλὰ ἀγάλλομαι ποιῶν. καὶ τὸ
οὐδέν λαμβάνειν ἀντὶ τοῦ οὐδαμῶς.
22
Τούτων ἐστὶ καὶ ἡ κρᾶσις τοῦ α̅ καὶ ε̅ εἰς α̅ μακρόν,
οἷον τὰ ἐμά τἀμά.
23
Τούτων ἐστὶ καὶ ἡ κρᾶσις τοῦ ε̅ καὶ ο̅ εἰς τὴν ε̅ι̅
δίφθογγον, οἷον πλέον πλεῖν.
24
Τούτων εἰσὶ καὶ αἱ ἐπεκτάσεις· δευρί, νυνί.
25
Τούτων ἐστὶ καὶ ἡ κρᾶσις τοῦ ο̅ καὶ ε̅ εἰς τὴν ο̅υ̅
δίφθογγον, οἷον τὸ ἔνδυμα τοὔνδυμα.
26
Τούτων ἐστὶ καὶ ἡ χρῆσις τοῦ ρ̅ ἀντὶ τοῦ σ̅· θάρρος
λέγοντες ἀντὶ τοῦ θάρσος, καὶ ἄρρην ἀντὶ τοῦ ἄρσην.
27
Τούτων ἐστὶ καὶ ἡ τροπὴ τῶν δύο σ̅σ̅ εἰς δύο τ̅τ̅,
θάλαττα λέγοντες ἀντὶ τοῦ θάλασσα.
28
Τούτων ἐστὶ καὶ ἡ τροπὴ τοῦ σ̅ εἰς ξ̅· ξύμβολον λέ-
γοντες ἀντὶ τοῦ σύμβολον.
29
Τούτων ἐστὶ καὶ ἡ συναλοιφή· θοἰμάτιον λέγοντες
ἀντὶ τοῦ τὸ ἱμάτιον.
30
Τούτων ἐστὶ καὶ ἡ χρῆσις τῶν κλητικῶν ἀντὶ εὐθειῶν,
ὡς καὶ οἱ Αἰολεῖς ποιοῦσιν, ἱππότα ἀντὶ τοῦ ἱππό-
της λέγοντες καὶ νεφεληγερέτα Ζεύς ἀντὶ τοῦ νεφε-
ληγερέτης.
31
Τούτων ἐστὶ καὶ ἡ διὰ τοῦ ε̅ω̅ς̅ κλίσις τῶν ἀπὸ τοῦ
α̅ο̅ς̅ εὐθειῶν ὀξυνομένων ἢ καὶ προπαροξυνομένων,
οἷον Μενέλαος καὶ Ἀττικῶς Μενέλεως, Νικόλαος καὶ
Ἀττικῶς Νικόλεως, ναός καὶ Ἀττικῶς νεώς.
32
Τούτων ἐστὶ καὶ ἡ διὰ τοῦ ω̅ μεγάλου κλίσις ἐπὶ
τῶν εἰς ι̅σ̅ καὶ εἰς ε̅υ̅ς̅ εὐθειῶν· ὄφις ὄφεως, Ἀχιλ-
λεύς Ἀχιλλέως.
33
Τούτων ἐστὶ καὶ ἡ ἐπὶ τῶν γενικῶν συναίρεσις
τῶν ἀπὸ τῶν εἰς ε̅υ̅ς̅ καθαρὸν εὐθειῶν· Ἐρετριεύς
Ἐρετριέως καὶ κατὰ συναίρεσιν Ἀττικὴν Ἐρετριῶς· ἡ
δὲ ἐπὶ τῶν μὴ καθαριευουσῶν τῶν Ἰώνων καὶ τῶν
Δωριέων ἐστὶν ἰδίωμα.
34
Τούτων ἐστὶ καὶ ἡ συναίρεσις τῶν δοτικῶν· τῷ βα-
σιλεῖ καὶ Ἡρακλεῖ.
35
Τούτων ἐστὶ καὶ ἡ ἐπὶ τῶν ἀπὸ τοῦ πούς ὀνομάτων
συντιθεμένων κατὰ ἀποβολὴν τοῦ σ̅ κλίσις· τρίπους
τρίπου.
36
Τούτων ἐστὶ καὶ ἡ ἀπὸ τῶν εἰς α̅ς̅ οὐδετέρων εἰς ω̅ς̅
κλίσις· κρέας κρέως.
37
Τούτων ἐστὶ καὶ ἡ ἐπὶ τῶν ῥημάτων τοῦ α̅ καὶ ο̅ εἰς
ω̅ μέγα κρᾶσις· ἐκρέμαο ἐκρέμω.
38
Τούτων ἐστὶ καὶ ἡ κατὰ ἀποβολὴν τοῦ σ̅ κλίσις ἐπὶ
τῶν εἰς ω̅ς̅ ληγόντων ὀνομάτων καὶ διὰ τοῦ τ̅ο̅ς̅ κλι-
νομένων ἢ διὰ τοῦ ο̅ς̅ καθαροῦ, οἷον ὁ γέλως τοῦ
γέλω, ὁ ἥρως τοῦ ἥρω.
39
Τούτων καὶ ἡ διὰ τοῦ ω̅ μεγάλου τοῦ δύω γραφή.
40
Τούτων ἐστὶ καὶ ἡ τῶν ἀπὸ προθέσεων ἀρχομένων
ῥημάτων ἐπὶ τῶν παρῳχημένων αὔξησις· ἀντιβολῶ
ἠντιβόλουν, ἀμφισβητῶ ἠμφισβήτουν.
41
Τούτων ἐστὶ καὶ ἡ ἐπὶ τῶν δισυλλάβων ῥημάτων τῆς
τε πρώτης καὶ δευτέρας συζυγίας τῶν βαρυτόνων κατὰ
τὸν παρακείμενον τοῦ ε̅ εἰς ο̅ τροπή· λέλοχα ἀντὶ τοῦ
λέλεχα.
42
Τούτων καὶ ἡ ἐπὶ τῶν διὰ τοῦ ι̅ζ̅ω̅ ῥημάτων τῶν
ὑπὲρ δύο συλλαβὰς τῶν τῷ ι̅ παραληγομένων ἀπο-
βολὴ τοῦ ἐν τῷ μέλλοντι σ̅ καὶ ἀμοιβὴ τῆς βαρείας
εἰς περισπωμένην· κουφίζω κουφίσω καὶ Ἀττικῶς
κουφιῶ.
43
Τούτων ἐστὶ καὶ ἡ ἐπὶ τῶν εἰς μ̅ι̅ εὐκτικῶν τῶν τῇ
ο̅ι̅ διφθόγγῳ παραληγομένων τροπὴ τοῦ μ̅ι̅ εἰς η̅ν̅,
οἷον ποιοῖμι, καὶ Ἀττικῶς ποιοίην.
Τέλος.