De xii gemmis
- Authority group
- Epiphanius Scr. Eccl. (catalogue association; authorship remains anonymous)
- Edition reference
- De xii gemmis, ed. C. É. Ruelle, Les lapidaires de l'antiquité et du Moyen Age, vol. 2.1, Paris: Leroux, 1898: 193–199.
- CTS identifier
urn:cts:greekLit:tlg2021.tlg004.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
1
7
λόγοις, οὔτε παρά τισιν ἀρχαίοις τοῖς περὶ τούτων μεμεριμνηκόσιν. Εὕρομεν δὲ
λαγκούριον οὕτω καλούμενον λίθον, ὅν τινες τῇ τρανῇ διαλέκτῳ λαγούριον
καλοῦσι· καὶ τάχα τοῦτο οἶμαι τὸ λιγύριον, ἐπειδὴ αἱ θεῖαι γραφαὶ τὰ ὀνόματα
ἑτέρως μετεποιήσαντο, ὡς τὸν σμάραγδον πράσινον, καὶ ὅτι πως ἐν τῇ τῶν λίθων
τούτων ὀνομασίᾳ οὐκ ἐμνήσθησαν καὶ ὑακίνθου, καίτοι γε προόπτου καὶ ἐντίμου
ὄντος λίθου· ὥστε εἰς νοῦν ἡμᾶς λαβεῖν μήποτε τὸ λιγύριον τοῦτο καλεῖ ἡ θεία
γραφή. Ὑάκινθος οὖν τὰς μὲν ἰδέας ἔχει διαφόρους· ὅσῳ γὰρ εὑρίσκεται ὁ λίθος
βαθύτερος τῇ χροιᾷ, τοσοῦτον ἀναγκαιότερός ἐστι τῶν ἄλλων. Ἔοικε δὲ ὑάκινθος
τῇ ἐρέᾳ ἢ ὑποπορφυρίζων ποσῶς. Διὸ καὶ ἡ θεία γραφὴ ἐξ ὑακίνθου καὶ πορφύρας
τὰ ἱερατικὰ ἐνδύματα κεκοσμῆσθαί φησι. Καὶ ὁ μὲν πρῶτος λίθος καλεῖται <θαλασ-
σίτης,> ὁ δὲ δεύτερος <ῥοδινός,> ὁ τρίτος <νάτιβος·> ὁ τέταρτος λέγεται <χαν-
νιαῖος,> ὁ δὲ πέμπτος <περιλεύκιος.> Εὑρίσκονται δὲ οὗτοι ἐν τῇ ἐσωτέρᾳ βαρ-
βαρίᾳ τῆς Σκυθίας. Οὗτοι δὲ οἱ λίθοι μετὰ τοῦ εἶναι πολύτιμοι ἔχουσι καὶ ἐνέργειαν
τοιαύτην· βαλλόμενοι εἰς ἄνθρακας πυρὸς αὐτὰ μὲν οὐ βλάπτονται, τοὺς δὲ ἄνθρακας
σβεννύουσιν· οὐ μόνον δὲ τοῦτο, ἀλλὰ καὶ εἰ λαβών τις τὸν λίθον ἐνειλίσσῃ ὀθόνῃ
καὶ ἐπιθῇ ἐπ' ἄνθρακας πυρός, οὐδ' αὐτὴ ἡ καλύπτουσα ὀθόνη φλογίζεται, ἀλλὰ
μένει ἀσινής. Λέγεται δὲ ὁ λίθος ταῖς τικτούσαις γυναιξὶν εἰς εὐτεκνίαν χρησι-
μεύειν· ἔστι δὲ καὶ φασμάτων ἀπελαστικός.
8
Λίθος <ἀχάτης.> Οὗτος ὑπελήφθη εἶναι περίλευκος καλούμενος, ὃς ὑπὸ τὸν
ὑάκινθον εὑρίσκεται· θαυμαστὸς δέ ἐστι, τῷ εἴδει ὑποκυανίζων, ἔξωθεν περιφέρειαν
λευκὴν ἔχων, μαρμάρου τρόπον ἢ ἐλεφαντίνου. Καὶ οὗτος δὲ περὶ τὴν Σκυθίαν
εὑρίσκεται. Ἔστι δὲ ἐκ τούτων τῶν λίθων ἀχάτης χρῶμα ἔχων λέοντος. Τριβόμενος
δὲ μεθ' ὕδατος καὶ χριόμενος ἐπὶ δήγματος θηρίου ἀποτρέπει ἰὸν σκορπίου καὶ ἐχι-
δνῶν καὶ τῶν τοιούτων.
9
Λίθος <ἀμέθυστος.> Οὗτος κατὰ τὴν αὐτοῦ περιφέρειαν φλογίζων ἐστὶ
βαθέως· ἡ δὲ αὐτή ἐστι λευκοτέρα ἐκ τοῦ μέσου, οἰνωπὸν ἀποπέμπουσα εἶδος.
Ἡ δὲ μορφὴ αὐτοῦ διάφορος· τάχα δὲ καὶ αὐτὸς ἐν τοῖς ὄρεσι γίνεται τῆς Λιβύης·
ὁ μὲν γὰρ αὐτῶν ἐστιν ὑακίνθῳ καθαρῷ παραπλήσιος, ὁ δὲ ἀμφικόχλῳ. Γίνεται ἐν
ταῖς ὄχθαις τῆς θαλάσσης τῆς αὐτῆς Λιβύης.
10
Λίθος <χρυσόλιθος.> Τοῦτόν τινες χρυσόφυλλον κεκλήκασι. Χρυσίζων μέν
ἐστιν· εὑρίσκεται δὲ ἐν τῷ φρέατι διπέτρῳ παρὰ τὸ τεῖχος τῆς Ἀχαιμενίτιδος Βαβυ-
λῶνος· τὴν γὰρ Βαβυλῶνα καὶ τὸ φρέαρ ἐκεῖνο Ἀχαιμενίτιδα καλοῦσιν, ὅτι, φασίν,
ὁ πατὴρ Κύρου τοῦ βασιλέως Ἀχιμενεὺς ἐκαλεῖτο. Ἔστι δὲ καὶ χρυσόπαστος.
Οὗτος στομαχικοῖς καὶ κοιλιακοῖς τριβόμενος καὶ πινόμενος ἰαματικὸς ὑπάρχει.
11
Λίθος <βηρύλλιον> γλαυκίζων μέν ἐστι, θαλασσοβαφής, ἔχων εἶδος καὶ
τῆς ὑδαρεστέρας ὑακίνθου. Γίνεται δὲ περὶ τὸ τέρμα τοῦ ὄρους τοῦ καλουμένου
Ταύρου. Εἰ δέ τις θελήσει κατ' ἀντικρὺ τοῦ ἡλίου τοῦτον ἀνακλάσαι, φαίνεται ὡς
ὕελος κέγχρους ἔχων ἔνδοθεν διαυγεῖς. Ἄλλη δέ τις βήρυλλος ταῖς κόραις τῶν
ὀφθαλμῶν τοῦ δράκοντός ἐστι παραπλησία. Ἔστι δὲ καὶ ἄλλη πάλιν ὁμοία κηρῷ·
ἐφάνη δὲ αὕτη περὶ τὴν ἔξοδον τοῦ Εὐφράτου ποταμοῦ.
12
Λίθος τὸ <ὀνύχιον.> Οὗτος ὁ λίθος ξανθὴν πάνυ ἔχει τὴν χροιάν. Τέρπεσθαι
δὲ τῷ λίθῳ τούτῳ φασὶ τὰς νύμφας τῶν βασιλέων ἢ καὶ πλουσίων ἀνδρῶν, αἵ τινες
καὶ εἰς ἐκπώματα ἴδια ἀνατρεψάσασαι ἔχουσι τὸν λίθον τοῦτον. Εἰσὶ δὲ καὶ ἄλλοι
ὀνυχίται ὁμωνύμως καλούμενοι, οἵ τινες κηρῷ τῷ μελιχρόῳ εἰσὶ παραπλήσιοι·
τινὲς δέ φασιν αὐτοὺς ἐξ ὕδατος στακτοῦ πεπῆχθαι. Ὀνυχίτας δὲ αὐτοὺς λέγουσι
φυσιολογικῶς, ἐπεὶ ὁ ὄνυξ τῶν ἀστείων ἀνδρῶν μαρμάρῳ ἐστὶ συνιδιαζόμενος
σὺν τῇ τοῦ αἵματος ἰδέᾳ· ἄλλοι δέ που καὶ τὸν λίθον τὸν μαρμάρινον ἀπὸ τοῦ
Δοκιμίου ψευδωνύμως ὀνυχίτην καλοῦσι διὰ τὸ καθαρὸν τῆς λευκότητος.
2
t
{ΠΕΡΙ ΤΟΥ ΑΔΑΜΑΝΤΟΣ ΛΙΘΟΥ}
Ὃν καὶ αὐτὸν ἐφόρει ὁ ἀρχιερεὺς τρὶς ἐνιαυτοῦ εἰσερχόμενος εἰς τὰ ἅγια
τῶν ἁγίων.
1
Ὁ λίθος ὁ <ἀδάμας> ἐμφερής ἐστι κατὰ τὴν χροιὰν τῷ ἀέρι· τοῦτον δὲ ἐφόρει ὁ
ἀρχιερεὺς ὅτε εἰσήρχετο εἰς τὰ ἅγια τῶν ἁγίων· τρὶς δὲ τοῦ ἐνιαυτοῦ εἰσήρχετο,
τῇ ἑορτῇ τοῦ πάσχα, τῆς πεντεκοστῆς, καὶ τῆς σκηνοπηγίας. Ἦν δὲ κείμενος ἐπὶ
τοῦ στήθους τοῦ ἀρχιερέως ὅτε ἐνεδιδύσκετο τὸν ποδήρη, καὶ ἐπάνω τοῦ ποδήρους
ἐπενεδύετο τὴν ἐπωμίδα· κατέβαινε δὲ ἡ ἐπωμὶς ὀλίγον κατώτερον τοῦ στήθους·
ἦν γὰρ σπιθαμῆς καὶ ἡμισείας τὸ μῆκος· ἐκ δεξιῶν δὲ καὶ ἐξ εὐωνύμων ἐπάνωθεν
τῶν μαζῶν, ἔνθα δύο ἀσπιδίσκοι ἦσαν συνερραμμένοι ἀπῃώρηντο δύο σμάραγδοι.
Εἰς μέσον δὲ τούτων ἦν ἡ δήλωσις, ὃς ἦν ὁ δηλωθεὶς ἀδάμας τὴν χροιὰν ἀερίζων.
Ἐπάνω δὲ τῶν ὤμων οἱ δηλωθέντες δώδεκα λίθοι. Τρὶς δέ, ὡς εἴρηται, τοῦ ἐνιαυ-
τοῦ ἐδηλοῦτο τῷ λαῷ διὰ τοῦ πετάλου. Καὶ εἰ ἐν ἁμαρτίᾳ εὑρέθησαν, καὶ μὴ ἐν
ταῖς ἐντολαῖς ἃς ἐδεδώκει ὁ Θεός, ἐτρέπετο, φασίν, ἡ χροιὰ τοῦ λίθου καὶ ἐγένετο
μέλας, καὶ ἐκ τούτου ἐγίνωσκον ὅτι θάνατον ἐξαπέστειλε Κύριος· ἡνίκα δὲ ἐν
μαχαίραις αὐτοὺς ἔπεμπεν, ἐγένετο αἱμάτινος, ὡς ἐν τῷ Ἰερεμίᾳ φησίν. «Ἐξαπόσ-
τειλον τὸν λαὸν αὐτοῦ, καὶ ἐξελθέτωσαν ὅσοι εἰς θάνατον εἰς θάνατον, ὅσοι εἰς
μάχαιραν εἰς μάχαιραν, καὶ ὅσοι εἰς λιμὸν εἰς λιμόν, καὶ ὅσοι εἰς αἰχμαλωσίαν
εἰς αἰχμαλωσίαν.» Εἰ δὲ ἐγίνετο ὡσεὶ χιὼν λαμπρός, ἐγίνωσκεν ὁ λαὸς ὅτι οὐδα-
μοῦ ἁμαρτία, καὶ τότε ἑώρταζον, ὡς λέγει ὁ προφήτης. «Ἑόρταζε, Ἰούδα, τὰς
ἑορτάς σου, ἀποδὸς τὰς εὐχάς σου». Περιεῖλε Κύριος τὰ ἀδικήματά σου· λελύ-
τρωκέ σε ἐκ χειρὸς ἐχθρῶν σου· βασιλεύσει Κύριος ἐν μέσῳ σου· οὐκ ὄψῃ κακὰ
οὐκέτι. Διὸ καὶ ἐπὶ Ζαχαρίου τοῦ πατρὸς Ἰωάννου ἐν τῇ ἐφημερίᾳ αὐτοῦ ἐν τῷ
πάσχα, λαμπρὸς ἐγίνετο ὁ λίθος· τότε γὰρ ἀρχὴν ἔλαβε τοῦ ἱερατεύειν τὸν ἐνιαυτόν,
καὶ τῷ ἐπιόντι ἕτερος ἀνελάμβανε τὸν ποδήρη· ὅτε καὶ βραδύνοντος τοῦ Ζαχαρίου
εἰς τὰ ἅγια τῶν ἁγίων ἐν ἀγωνίᾳ ἦν ὁ λαός, μήποτε ἔσται ὁ λίθος αὐτοῖς ἐλεγμὸς
ἁμαρτίας. Καὶ ἐξελθόντος αὐτοῦ, καὶ γνόντες ὅτι μεγάλης δόξης ὀπτασίαν ἑώρακεν,
ἐχάρησαν σφόδρα. Ἰωάννης γὰρ ἦν μέλλων γεννᾶσθαι ὁ ἄγγελος τοῦ Χριστοῦ. Διὸ
καὶ δεδοξαμένον τὸ πέταλον ἐφάνη.
Ἐπειδὴ δὲ κατὰ τὰς δώδεκα φυλὰς τοῦ Ἰσραὴλ οἱ δώδεκα λίθοι οὗτοι προσετάχ-
θησαν ἐγκαταλεχθῆναι, ὡς εἶναι ἕνα λίθον πρὸς μίαν φυλὴν ἡρμοσμένον, ἐλευσόμεθα
κατὰ τὴν προτέραν διαίρεσιν ἐπὶ τὴν ἀκολουθίαν τῶν γεγενημένων υἱῶν τοῦ Ἰακώβ·
οὕτω γάρ ἐστιν ἁρμόδιον συντάττειν αὐτούς.
Παῖδες Λείας δʹ. Ῥουβήν, σάρδιον· Συμεών, τοπάζιον· Λευί, σμάραγδος·
Ἰούδας, ἄνθραξ.
Παῖδες Βαλλᾶς βʹ. Ἡ Βαλλὰ παιδίσκη ἦν τῆς Ῥαχήλ· καὶ ἐπεὶ οὐκ ἔτικτε,
δίδωσι τῷ Ἰακὼβ αὐτὴν γυναῖκα πρὸς τὸ ποιῆσαι παῖδας· εἰσὶ δὲ οὗτοι Δάν, σάπ-
φειρος· Νεφθαλείμ, ἴασπις.
Παῖδες Ζελφᾶς βʹ. Ἡ Ζελφὰ παιδίσκη ἦν τῆς Λείας· καὶ δίδωσι τῷ Ἰακὼβ
〈αὐτὴν〉 γυναῖκα πρὸς τὸ ποιῆσαι παῖδας· εἰσὶ δὲ οὗτοι· Γάδ, λιγύριον·
Ἀσήρ, ἀχάτης.
Παῖδες Λείας βʹ, Ἰσάχαρ, ἀμέθυστος· Ζαβουλών, χρυσόλιθος.
Παῖδες Ῥαχὴλ βʹ, Ἰωσὴφ, βηρύλλιον· Βενιαμίν, ὀνύχιον.
Οὗτοί εἰσιν οἱ ἡρμοσμένοι δώδεκα λίθοι καθ' ἑκάστην φυλὴν τοῦ Ἰσραήλ.