Epistula ad Eusebium, Marcellum, Vivianum, Carpum et ad Aegyptios
- Authority group
- Epiphanius Scr. Eccl. (catalogue association; authorship remains anonymous)
- Edition reference
- Epistula ad Eusebium, Marcellum, Vivianum, Carpum et ad Aegyptios (fragmentum), ed. K. Holl, Gesammelte Aufsätze zur Kirchengeschichte, vol. 2, Tübingen: Mohr, 1928 (repr. Darmstadt: Wissenschaftliche Buchgesellschaft, 1964): 204–207.
- CTS identifier
urn:cts:greekLit:tlg2021.tlg007.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
205
ἕνεκα οὐκέτι τῇ πέμπτῃ ἔφαγον τὸ πάσχα, ἥτις κατήντα τῇ ι̅δ̅ τῆς
σελήνης, ἀλλὰ τῇ τρίτῃ σαββάτων ἐπιφωσκούσης τετράδος συλλαμ-
βάνουσι τὸν Χριστόν, ἐν ᾗ καὶ τὸ πάσχα προλαμβάνοντες ἐπετέλουν.
206
βεβρώκει τοίνυν μετ' αὐτῶν τὸ πάσχα πρὸς ἑσπέραν τῇ δωδεκάτῃ
πρὸ δύο ἡμερῶν τοῦ πάσχα, ἐπιφωσκούσης ι̅γ̅, λογιζομένης τῆς νυκτὸς
εἰς τὴν ἡμέραν τουτέστιν ἀπὸ τρίτης εἰς τετράδα σαββάτων· ὅθεν ἡ
ἐκκλησία τὴν τετράδα φυλάττει διὰ τὴν τοῦ κυρίου σύλληψιν, νηστεύ-
ουσα δι' ὅλου τοῦ ἔτους πάρεξ μόνον πεντηκοστῆς καὶ ἐπιφανίων.
συλληφθεὶς δὲ πρὸς ἑσπέραν ἐπιφωσκούσης τετράδος μένει ἐν τῇ
αὐλῇ τοῦ Καιάφα ὅλην τὴν νύκτα. μὴ γὰρ νόμιζε ἐν τῇ πέμπτῃ πρὸς
ἑσπέραν αὐτὸν συνειλῆφθαι, ἀνάγνωθι εἰς τὸ κατὰ Ἰωάννην εὐαγγέλιον
καὶ διάσκεψαι καὶ ὁρᾷς, ὅτι ὅτε μὲν ἀπὸ Γεθσημανῆ συλλαμβάνεται
πρὸς Καιάφαν φέρεται. ἔμεινεν δὲ ἐν τῇ οἰκίᾳ τοῦ Καιάφα ἕως τῆς
ἕω. πρωίας δὲ παραδίδοται Ποντίῳ Πιλάτῳ· γέγονε δὲ τοῦτο τετάρτῃ
τῶν σαββάτων. καὶ ποιεῖ τὴν ἡμέραν ἐκείνην παρὰ Ποντίῳ Πιλάτῳ καὶ
τὴν νύκτα ἕως πρωΐ. πέμπτῃ δὲ σαββάτων ἀποστέλλεται πρὸς Ἡρῴδην,
ὄντα τότε ἐν Ἱεροσολύμοις, διὰ τὸ καὶ αὐτὸν ἐληλυθέναι μετὰ τῶν
ἄλλων φαγεῖν τὸ πάσχα. καὶ ὡς ἐκεῖνος πολλὰ αὐτὸν ἐρωτήσας καὶ
μὴ καταξιωθεὶς ἀποκρίσεως ἀντιπέμπει αὐτὸν Πιλάτῳ, καὶ ἐπιμείνας
ἕως ἐνάτης ὥρας ἐν τῷ πραιτωρίῳ συγκεκλεισμένος. παράδοσις δέ τις
ἔδραμε λεγόντων ἕως καὶ τῶν ἡμετέρων χρόνων, ὅτι τὴν ἐνάτην ὥραν
εἰσῆλθον οἱ μαθηταὶ κρυφῇ πρὸς αὐτὸν καὶ ἔκλασεν ἄρτον ψιλὸν καὶ
συνεγεύσατο μετ' αὐτῶν ἐν τῇ φυλακῇ. ἔμεινε δὲ ἐκεῖ ὅλην τὴν νύκτα καὶ
πρωῒ λίαν προφέρει αὐτὸν ἀπὸ τοῦ πραιτωρίου ἡμέρᾳ προσαββάτου τῇ
παρασκευῇ καλουμένῃ καὶ οὕτως ὥρᾳ γ̅ σταυροῦται κατὰ τὴν ἀκριβῆ
τοῦ Μάρκου εἰσήγησιν καὶ Ἰωάννου τῶν θεσπεσίων εὐαγγελιστῶν·
εἰ καὶ ἔν τισιν ἀντιγράφοις τοῦ κατὰ Ἰωάννην εὐαγγελίου γραφικοῦ
ἕνεκεν σφάλματος παραπεποίηται τὸ Γ στοιχεῖον, ὅπερ τὸν τρεῖς ψῆφον
δηλοῖ, εἰς τὸ ἐπισήμου, ὅπερ τὸν ἓξ παρίστησι διὰ τὸ ἀμφοτέρων τῶν
στοιχείων τὰς κεραίας ἐκ τῶν εὐωνύμων εἰς τὰ δεξιὰ ἐπιβλέπειν ἡμᾶς·
ὃ καὶ πρὸ ἡμῶν ἠκρίβωσαν Κλήμης τε καὶ Ὠριγένης καὶ ὁ Πάμφιλος
Εὐσέβιος. καὶ οὐ χρὴ τοὺς φιλομαθεῖς ἀκροατὰς διὰ τὴν τοῦ στοιχείου
ἀναίρεσιν ἢ παράθεσιν διασπᾶν τὴν τῶν θείων εὐαγγελίων συμφωνίαν.
ὅρα γὰρ πῶς καὶ Ματθαῖος ὁ σοφώτατος τὸν τοῦ σταυροῦ καιρὸν ἀκρι-
βῶς ἐπισημαίνεται τῷ εἰπεῖν „καὶ ἐλθόντες εἰς τόπον λεγόμενον Γολγοθά,
ὅ ἐστι κρανίου τόπος“, ἔπειτα καὶ τὸν οἶνον μετὰ τῆς σμύρνης λοιπὸν
207
καὶ τὴν τῶν ἱματίων διαμέρισιν ** ἐπάγει· ”ἀπὸ δὲ ἕκτης ὥρας σκότος
ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἕως ὥρας θ̅” καὶ τὰ ἑξῆς. τινὲς δὲ οἴονται
τὸν ἅγιον Ματθαῖον ἕκτῃ ὥρᾳ αὐτὸν ἐσταυρῶσθαι λέγειν· μεμε-
λέτ〈ηται〉 δὲ τῷ ἁγίῳ τὸ ἀπὸ τῆς ἕκτης ὥρας σκότος.
σταυροῦται μὲν οὖν ὡς εἴρηται προσαββάτῳ ὥρᾳ γ̅ καὶ ἐλογίσθη
αὐτῷ ἡμέρα μία ἀπὸ ὥρας γ̅ εἰς Ϛ̅. μετὰ τὸ σταυρωθῆναι γὰρ λοιπὸν
τῶν καταχθονίων εἰργάζετο τὴν σωτηρίαν, καὶ ἀπὸ τῆς ἕκτης εἰς θ̅
μία νύξ, ἀπὸ δὲ ἐννάτης εἰς ἑσπέραν μία ἡμέρα. ** καὶ γεγόνασι τρεῖς
ἡμέραι καὶ δύο νύκτες. καὶ δι' ὅλου τοῦ σαββάτου μία ἡμέρα καὶ ἡ
νὺξ ἡ ἐπιφώσκουσα εἰς τὴν κυριακήν. καὶ ἐπληρώθη τὸ περὶ αὐτοῦ
εἰρημένον ὅτι „δεῖ ποιῆσαι τὸν υἱὸν τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς
γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας“.
ὥρᾳ γ̅ ἐσταυρώθη πλήρης ἕκτῃ σαββάτων τεσσαρεσκαιδεκάτῃ
κατὰ σελήνην, τετάρτῃ καὶ εἰκάδι τοῦ Φαμενὼθ μηνός, πρὸ ι̅γ̅ καλάν-
δων Ἀπριλλίων. διὸ νηστεύομεν καὶ τῷ προσαββάτῳ. ἀνέστη δὲ τῇ
ἡμέρᾳ τῆς κυριακῆς, ἐξότε οἱ ἀλεκτρυόνες ἐφώνησαν, ἐν νυκτὶ τῆς
ἰσονυκτίας συημμένῃ τῇ ἰσημερίᾳ τουτέστι τῇ Ϛ̅ καὶ εἰκάδι τοῦ Φα-
μενὼθ μηνός, ὃς ἦν Νισὰν παρ' Ἑβραίοις ὁ ἑρμηνευόμενος Φαρμουθί.
προλαμβάνουσι δὲ οἱ τῶν Ἑβραίων μῆνες τοὺς τῶν Αἰγυπτίων μῆνας
καὶ οἱ τῶν εὐδαιμόνων Ἀθην〈αί〉ων ὡσαύτως καὶ Λακεδαιμονίων ὀκτὼ
ἡμέρα〈ι〉ς, ἐὰν οὕτω τύχοι. ἦν δὲ ἡ νὺξ ἡ ἔχουσα τὰς αὐτὰς ὥρας
καὶ ἡ παρελθοῦσα ἡμέρα τὰς αὐτάς.
{Λόγος τοῦ ἁγίου Ἐπιφανίου κατὰ τῶν ἐπιτηδευόντων ποιεῖν εἰδωλικῷθεσμῷ εἰκόνας εἰς ἀφομοίωσιν τοῦ Χριστοῦ καὶ τῆς Θεοτόκου καὶ τῶν μαρ-τύρων, ἔτι δὲ καὶ ἀγγέλων καὶ προφητῶν.}τὸν τοῖχον κονιάσαντες χρώμασι διηλλαγμένοις τὰς εἰκόνας ἀνετύ-πωσαν.ὅτι δή, φασί, τὰς εἰκόνας τῶν ἁγίων ποιοῦμεν εἰς μνημόσυνον καὶτιμὴν αὐτῶν.ψευδωνύμουςπόθεν δὲ αὐτῷ ἐπὶ τῆς τοῦ ἀρχαγγέλλου γραφῆς ὄστεα καὶ νεῦρα ἐνηρ-μοσμένα κατάδηλα ἐγένετο, τῆς ἐκείνου ἦν λέγειν συνέσεως.οἱ νομίζοντες ἐν τούτῳ τιμᾶν τοὺς ἀποστόλους, μαθέτωσαν ὅτι ἀντὶτοῦ τιμᾶν, πλέον αὐτοὺς ἀτιμάζουσιν. Παῦλος γὰρ τὸν ψευδώνυμονἱερέα ἐνυβρίσας τοῖχον κεκονιαμένον ἀπεφήνατο.”οἴδαμεν γάρ”, φησὶν Ἰωάννης, „ὅτι ὅταν φανερωθῇ, ὅμοιοι αὐτῷἐσόμεθα“, καὶ Παῦλος τοὺς ἁγίους ”συμμόρφους τοῦ υἱοῦ τοῦ θεοῦ”ἐκήρυξεν· πῶς οὖν τοὺς ἐν δόξῃ μέλλοντας φαιδρύνεσθαι ἁγίουςἐν ἀδόξῳ καὶ νεκρῷ καὶ ἀλάλῳ θέλεις ὁρᾶν, τοῦ κυρίου λέγοντοςπερὶ αὐτῶν· „ἔσονται γάρ, φησίν, ὡς ἄγγελοι θεοῦ“.πῶς δὲ καὶ ἀγγέλους πνεύματα ὑπάρχοντας καὶ ἀεὶ ζῶντας ἐν νεκροῖςγράφων προσκυνεῖς, τοῦ προφήτου λέγοντος ”ὁ ποιῶν τοὺς ἀγγέλουςαὐτοῦ πνεύματα καὶ τοῦς λειτουργοὺς αὐτοῦ πῦρ φλέγον”;λέγω δὲ ὅτι οὐδὲ αὐτοὶ θέλουσι προσκυνεῖσθαι.„Ὅρα μή· σύνδουλος γάρ σου εἰμὶ καὶ τῶν ἀδελφῶν σου τῶν ἐχόν-των τὴν μαρτυρίαν Ἰησοῦ. τῷ θεῷ, φησίν, προσκύνησον“.ἀλλ' οὐδὲ οἱ ἀπόστολοι ἠθέλησαν προσκυνεῖσθαι. καὶ γὰρ ὅτε εὐαγ-γελίζεσθαι ἀπεστάλησαν, ἑαυτοὺς προσκυνεῖσθαι οὐκ ἤθελον, ἀλλὰτὸν αὐτοὺς ἀποστείλαντα Χριστόν. ὁ γὰρ ἐξουσίαν παρ' αὐτοῦ λαβὼνδεσμεύειν καὶ λύειν ἐπὶ γῆς καὶ οὐρανοῦ, ἔλεγε Κορνηλίῳ ὅτι ”ὁμοιο-παθής εἰμι κατὰ σὲ ἄνθρωπος”, καὶ ἐδίδασκε μὴ ἑαυτὸν προσκυ-νεῖσθαι ἀλλὰ τὸν σωτῆρα Χριστόν.περὶ δὲ τῶν ἀγγέλων οἱ πατέρες οἱ ἐν Λαοδικείᾳ συνελθόντες—πάντως γὰρ ὅτι διὰ τοιαύτην ὑπόθεσιν συνήχθησαν—λέγουσιν· „εἴτις ἐγκαταλείπει τὴν ἐκκλησίαν τοῦ θεοῦ καὶ ἀγγέλους ὀνομάζει,ἀνάθεμα ἔστω· ὅτι ἐγκατέλιπε τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν καὶεἰδωλολατρείᾳ προσελήλυθε“.πῶς τὸν ἀκατάληπτον καὶ ἀνεκδιήγητον καὶ ἀπερινόητον ἀπερίγραφόντε γράφειν λέγει τις, ὃν οὐκ ἴσχυσε Μω〈υ〉σῆς ἀτενίσαι;φασίν τινες ὅτι ἐπειδὴ τέλειος ἄνθρωπος ἐγένετο ἐκ Μαρίας τῆςἀειπαρθένου, διὰ τοῦτο ἄνθρωπον αὐτὸν ποιοῦμεν.καὶ διὰ τοῦτο ἐνηνθρώπησεν, ἵνα τὸν ἀκατάληπτον δι' οὗ τὰ πάνταἐγένετο, διὰ χειρῶν σου γράψαι δυνηθῇς;οὐκοῦν οὐκ ἔστιν ὅμοιος τοῦ πατρὸς οὐδὲ ζωοποιεῖ τοὺς νεκρούς;ποῦ σοι διέταξε ταῦτα ἐλθὼν ἐπὶ γῆς, ποιῆσαι ὅμοιον αὐτῷ καὶ προσ-κυνεῖν καὶ ὁρᾶν;αὕτη ἡ διάταξις τοῦ πονηροῦ ἐστιν, ἵνα καταφρονήσῃς θεοῦ.ὁ θεὸς γὰρ ἐν πάσῃ τῇ παλαιᾷ καὶ καινῇ ταῦτα ἀναιρεῖ, ἀκριβῶςλέγων· ”κύριον τὸν θεὸν προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις”.