Epistula ad Theodosium imperatorem
- Authority group
- Epiphanius Scr. Eccl. (catalogue association; authorship remains anonymous)
- Edition reference
- Epistula ad Theodosium imperatorem (fragmenta), ed. Holl, op. cit., 360–362.
- CTS identifier
urn:cts:greekLit:tlg2021.tlg009.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
t
{Ἐπιφανίου ἐπισκόπου Κύπρων
Ἐπιστολὴ πρὸς Θεοδόσιον τὸν βασιλέα.}
19
τὴν εἰδωλολατρείαν ἐν τῷ κόσμῳ τῇ ἑαυτοῦ κακοτεχνίᾳ ὁ διάβολος
ἐμηχανήσατο καὶ ἐν τῷ κόσμῳ ἔσπειρε τοῦτο καὶ ἐθεμελίωσε καὶ
τοὺς ἀνθρώπους ἀπὸ τοῦ θεοῦ ἀπέστρεψε· νῦν δὲ πάλιν μετὰ τὰς
αἱρέσεις καὶ τὰ εἴδωλα εἰς ἀρχαίαν εἰδωλολατρείαν τοὺς πιστοὺς
καθείλκυσε καὶ ἠπάτησε.
20
εἰσφέρει ἑαυτὸν ἐν τῇ ἐπιστολῇ τῇ πίστει τῶν ἐν Νικαίᾳ πατέρων ἐκ
νέας ἡλικίας ἠκολουθηκέναι καὶ ὡς οἱ γονεῖς αὐτοῦ ἐν ταύτῃ γεγέν-
νηνται καὶ τὴν αὐτὴν εἶχον ὁμολογίαν.
21
νοήσει γὰρ ἡ σὴ εὐσέβεια εἰ πρέπον ἐστὶν ἔχειν ἡμᾶς θεὸν ζωγρα-
φητὸν διὰ χρωμάτων.
22
ἤκουσα ὡς καὶ τὸν ἀκατάληπτον υἱὸν τοῦ θεοῦ τινὲς γράφειν ἐπαγ-
γέλλονται
οὐ μέμνημαί τι τοιοῦτον ἰδών.
23
τίς τῶν παλαιῶν πατέρων Χριστοῦ εἰκόνα ζωγραφήσας ἐν ἐκκλησίᾳ
ἢ ἐν οἴκῳ ἰδίῳ κατέθετο ἢ ἐν βήλοις θυρῶν; 〈τίς〉 τῶν ἀρχαίων ἐπι-
σκόπων Χριστὸν ἀτιμάσας ἐζωγράφησεν; τίς τὸν Ἀβραὰμ καὶ Ἰσαὰκ
καὶ Ἰακώβ, Μω〈υ〉σέα τε καὶ τοὺς προφήτας ἢ Πέτρον ἢ Ἀνδρέαν
ἢ Ἰάκωβον ἢ Ἰωάννην ἢ τοὺς λοιποὺς ἀποστόλους οὕτως παρεδειγ-
μάτισεν καὶ ἐθριάμβευσεν;
24
ἅμα δὲ καὶ ψεύδονται, ἐξ ἰδίας αὐτῶν ἐννοίας μορφὰς τῶν ἁγίων ἄλ-
λως καὶ ἄλλως ἀνατυποῦντες, ποτὲ μὲν γέροντας ποτὲ δὲ νεωτέρους
τοὺς αὐτοὺς*, ἃ μὴ ἑωράκασιν ἐμβατεύοντες. κόμην γὰρ ἔχοντα
τὸν σωτῆρα γράφουσιν ἐξ ὑπονοίας διὰ τὸ Ναζωραῖον αὐτὸν καλεῖσθαι,
ἐπείπερ οἱ Ναζιραῖοι κόμας ἔχουσιν. σφάλλονται δὲ οἱ τοὺς τύπους
αὐτῷ συνάπτειν πειρώμενοι· οἶνον γὰρ ἔπινεν ὁ σωτήρ, ὃν οἱ Ναζι-
ραῖοι οὐκ ἔπινον.
25
οὐ πρέπον ... ἐστὶ θεὸν ἔχειν ἡμᾶς ἐν χρώμασι καὶ μέλεσι ζωγρα-
φούμενον.
26
καὶ αὐτὸ γὰρ ὅπερ πλάσσουσιν ἀπὸ ἰδίας ἐννοίας διανοούμενοι, ψεύ-
δονται. γράφουσι γὰρ Πέτρον τὸν ἅγιον ἀπόστολον οἱ πλάνοι γέροντα
ἄνδρα, τὴν κεφαλὴν καὶ τὸ γένειον κεκαρμένον· γράφουσι δὲ καὶ
τὸν ἅγιον Παῦλον ἄλλοι μὲν ἀναφαλαντέα, ἄλλοι δὲ φαλακρὸν γενειή-
την καὶ τοὺς ἄλλους μαθητὰς ψιλῶς κεκαρμένους.
27
εἰ τοίνυν κόμην εἶχεν ὁ σωτήρ, οἱ δὲ ἄλλοι μαθηταὶ ἦσαν κεκαρμένοι
καὶ μὴ ἦν αὐτὸς κεκαρμένος καὶ ἴσος αὐτοῖς φαινόμενος, τίνι 〈τῷ〉
λόγῳ 〈οἱ〉 Φαρισαῖοι καὶ οἱ γραμματεῖς τριάκοντα ἀργύρια ἐδίδουν
τῷ Ἰούδᾳ μισθοῦ χάριν, ὅπως φιλήσας αὐτὸν ὑποδείξῃ αὐτοῖς ὅτι
„οὗτός ἐστιν ὃν ζητεῖτε“, δυνάμενοι καὶ δι' ἑαυτῶν καὶ ὑπ' ἄλλων
γνῶναι διὰ τοῦ σημείου τῆς κόμης ὃν ἐζήτουν εὑρεῖν καὶ μὴ μισθὸν
δοῦναι;
28
ὁμολογεῖ, πρῶτα μὲν
ὡς χλεύη τοῖς πολλοῖς ἐπὶ τοῖς ληρῳδουμένοις αὐτῷ προὔκειτο, ἔπειτα δὲ ὅτι καὶ
τοῖς συνεπισκόποις καὶ συλλειτουργοῖς συμβουλεύσας ταῦτα περιαιρεθῆναι οὐκ
ἠκούσθη).
εὕρομεν ἐν τῷ τέλει τῆς ἐπιστολῆς ἔμφασιν τοιάδε περιέχουσαν·
ὅτι πολλάκις λαλήσας τοῖς συλλειτουργοῖς μου περιαιρεθῆναι τὰς
εἰκόνας οὐκ ἐδέχθην παρ' αὐτῶν οὐδὲ πρὸς βραχὺ ἀκοῦσαι τῆς ἐμῆς
φωνῆς ἠνέσχοντο.
29
ὅπως τὰ βῆλα τὰ ἔχοντα τοιαύτην γραφὴν συλλεγέντα εἰς ταφὴν τῶν
πτωχῶν προχωρήσειεν, τὰ δὲ ἐν τοίχοις διὰ χρωμάτων λευκανθῆναι.
30
τὰ δὲ ἐν μουσαρίῳ προληφθέντα γραφῆναι, ἐπειδὴ δυσχερές ἐστι τὸ
τοιοῦτον ἀνασκεύασμα, εἰ μὲν δυνατὸν ἀνασκευασθῆναι, καλόν· εἰ
δὲ ἀδύνατον, ἀρκεσθῆναι τοῖς προγεγονόσι καὶ μηκέτι τινὰ ζωγραφεῖν
οὕτως.
{Διαθήκη πρὸς τοὺς πολίτας.}προτείνουσι δ' οὖνὅμως διαθήκην πρὸς τοὺς πολίτας διατεταγμένην, καθ' ἣν μὴ ἀναφέρειν εἰκόνας ἐπ'ἐκκλησίας ἢ ἐν κοιμητηρίοις παρεγγυᾷ.προσέχετε ἑαυτοῖς καὶ κρατεῖτε τὰς παραδόσεις ἃς παρελάβετε· μὴἐκκλίνητε δεξιὰ μηδὲ ἀριστερά.καὶ ἐν τούτῳ μνήμην ἔχετε, τέκνα ἀγαπητά, τοῦ μὴ ἀναφέρειν εἰκόναςἐπ' ἐκκλησίας μήτε ἐν τοῖς κοιμητηρίοις τῶν ἁγίων· ἀλλ' ἀεὶ διὰμνήμης ἔχετε τὸν θεὸν ἐν ταῖς καρδίαις ὑμῶν. ἀλλ' οὔτε κατ' οἶκονκοινόν· οὐκ ἔξεστι γὰρ Χριστιανῷ δι' ὀφθαλμῶν μετεωρίζεσθαι καὶῥεμβασμῶν τοῦ νοός, ἀλλ' ἐγγεγραμμένα καὶ ἐντετυπωμένα ἔστω πᾶσιτὰ πρὸς τὸν θεόν.εἴ τις τὸν θεῖον τοῦ θεοῦ λόγου χαρακτῆρα κατὰ τὴν σάρκωσιν ἐξὑλικῶν χρωμάτων ἐπιτηδεύει κατανοῆσαι ... 〈ἔστω ἀνάθεμα〉.{Πρὸς Ἰωάννην τὸν Αἰλείας ἐπί-σκοπον ἐπιγεγραμμένη ἐπιστολή.}〈Τῷ αἰδεσιμωτάτῳ ἀδελφῷ πάπᾳἸωάννῃ Ἐπιφάνιος ἐπίσκοπος ἐνΚυρίῳ χαίρειν.〉 Ἔδει ἡμᾶς ἀγαπητὲ μὴ τῇ οἰήσειτῶν κλήρων φέρεσθαι, 〈ἀλλὰ ...〉 〈... φησὶ γὰρ ἡ θεία γραφή·(Paul. ad. Cor. 10, 10) μηδὲ γογγύ-ζετε καθάπερ τινὲς ἐγόγγυσαν καὶἀπώλοντο ὑπὸ τοῦ ὀλοθρευτοῦ (cf.10, 9 ὑπὸ τῶν ὄφεων ἀπώλοντο) ... ...〉 ὁ δὲ θεὸς τῆςεἰρήνης ποιήσει μεθ' ἡμῶν κατὰ τὴναὑτοῦ φιλανθρωπίαν εἰς τὸ συν-τριβῆναι τὸν σατανᾶν ὑπὸ τοὺςπόδας ἡμῶν τῶν Χριστιανῶν καὶἀποδιωχθῆναι πᾶσαν πρόφασιν πο-νηρὰν εἰς τὸ μὴ σχισθῆναι τὸνσύνδεσμον ἐξ ἡμῶν τῆς τοῦ Χριστοῦἀνυποκρίτου ἀγάπης καὶ εἰρήνηςκαὶ ὀρθῆς πίστεως καὶ ἀληθείας. Ἐπεὶ δὲ ἤκουσα ὅτι τινὲς ἐγόγ-γυσαν καθ' ἡμῶν, ὅτι ἐν τῷ δια-βαίνειν ἡμᾶς ἐπὶ τὸν ἅγιον τόποντῆς Βεθῆλ τοῦ συναγελασθῆναι τῇσῇ τιμιότητι ὡς ἤλθομεν εἰς τὴνκώμην τὴν λεγομένην Ἀναυθά,θεασάμενοι λύχνον καιόμενον καὶἐρωτήσαντες ἔγνωμεν ἐκκλησίανεἶναι ἐν τῷ τόπῳ, εἰσερχόμενοι δὲτοῦ εὐχὴν ἐπιτελέσαι εὕρομεν βῆ-λον ἐν τῇ θύρᾳ βαπτὸν ἐν ᾧ ἐζω-γράφητο ἀνδροείκελόν τι εἰδω-λοειδές, ὃ ἔλεγον τάχα ὅτι Χριστοῦἦν τὸ ἐκτύπωμα ἢ ἑνὸς τῶν ἁγίων(οὐ γὰρ μέμνημαι ἐγὼ θεασά-μενος), καὶ εἰδὼς ὅτι μύσος ἐστὶν ἐνἐκκλησίᾳ τοιαῦτα εἶναι, διέρρηξααὐτὸ καὶ συνεβούλευσα ἀμφιάσαιἐν αὐτῷ πένητα τελευτήσαντα, οἱδὲ γογγύσαντες ἔλεγον· ‘ἔδει αὐτὸνἀλλάξαι ἐκ τῶν ἰδίων τὸ βῆλονπρινὴ αὐτὸ σχίσῃ’, καίτοιγε ἐμοῦὑποσχομένου ὅτι ἀντ' αὐτοῦ ἀπο-στελῶ ἕτερον, ἐβράδυνα δὲ τοῦἀποστεῖλαι διὰ τὸ ἀναγκαῖόν μεζητεῖν (προσεδόκων γὰρ ἀπὸ Κύ-πρου ἀποστέλλεσθαι), νῦν οὖν ὅπερ εὗρον ἀπέστειλα.καταξίωσον οὖν κελεῦσαι τῷ πρε-σβυτέρῳ τῆς παροικίας δέξασθαιπαρὰ τοῦ ἀναγνώστου τὸ ἀπεσταλ-μένον, καὶ παρακαλῶ πρόσταξονἵνα μὴ τοιαῦτα ἁπλοῦται ἐν ταῖςἐκκλησίαις· πρέπει γὰρ τῇ σῇ τιμιότητι περὶπάντων φροντίζειν καὶ ἀκριβολο-γεῖν περὶ τῶν συμφερόντων τῇ τοῦθεοῦ ἐκκλησίᾳ καὶ τοῖς λαοῖς 〈τοῖςἐμπεπιστευμένοις σοι〉.{Τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Ἐπιφανίου ἐπισκόπουΚύπρου εἰς τὰ Βαΐα.}{Κύριε, εὐλόγησον.} Χαῖρε σφόδρα, θύγατερ Σιὼν, τέρπου καὶ ἀγάλλου[καὶ εὐφραίνου], πᾶσα ἡ Ἐκκλησία τοῦ Θεοῦ· ἰδοὺγὰρ πάλιν ὁ Βασιλεὺς πρὸς σὲ παραγίνεται. Ἰδοὺ ὁσὸς νυμφίος ἐπὶ πώλου [ὡς ἐπὶ θρόνου] καθήμενοςἔρχεται. Ἐξέλθωμεν εἰς ἀπάντησιν αὐτοῦ, σπεύσω-μεν ἰδέσθαι τὴν δόξαν αὐτοῦ, προφθάσωμεν φαιδρῶςεἰς τιμὴν τῆς εἰσόδου αὐτοῦ. [Πάλιν τῷ κόσμῳ σω-τηρία, πάλιν ὁ Θεὸς ἐπὶ σταυρὸν ἔρχεται.] Πάλιν ὁβασιλεὺς Σιὼν, τῶν ἐθνῶν ἡ προσδοκία ἐπὶ τὴν Σιὼνἔρχεται, πάλιν τῷ κόσμῳ σωτηρίαν χαρίζεται, πάλιντὸ φῶς ἐφίσταται, πάλιν ἡ πλάνη πέπαυται, πάλινἀνθεῖ ἡ ἀλήθεια, πάλιν ἡ Ἐκκλησία χορεύει, πάλινἡ Συναγωγὴ χηρεύει, πάλιν αἰσχύνονται δαίμονες,πάλιν κατάρα λύεται, πάλιν Ἑβραῖοι ταράττονται,πάλιν ὁ δράκων συντρίβεται, πάλιν τὰ ἔθνη εὐφραί-νονται, πάλιν Σιὼν καλλωπίζεται. Χριστὸς ἐπὶ πώ-λου ὡς ἐπὶ θρόνου καθήμενος ἔρχεται· οἱ οὐρανοὶ,