Homilia in assumptionem Christi
- Authority group
- Epiphanius Scr. Eccl. (catalogue association; authorship remains anonymous)
- Edition reference
- Homilia in assumptionem Christi [Sp.], MPG 43: 477–485.
- CTS identifier
urn:cts:greekLit:tlg2021.tlg015.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
43
481
θρωπος ὢν, τῆς ὁμοίας δόξης ἀξιωθεὶς ἀνελήφθη εἰς
οὐρανούς. Πρὸς οὓς μετὰ παῤῥησίας φθεγξόμεθα·
Διὰ τί, ὦ Ἰουδαῖοι, τὰς βίβλους ὡς τυφλοὶ σκυλεύετε,
καὶ τὰ γεγραμμένα ἐν αὐταῖς μετὰ ἀκριβείας οὐ βλέ-
πετε; Διὰ τί ἀναγινώσκετε, καὶ οὐκ ἐπιγινώσκετε; Τί
γάρ φησιν ἡ θεία Γραφή; Καὶ ἀνελήφθη Ἠλίας ἐν
συσσεισμῷ ὡς εἰς τὸν οὐρανόν· τὸ δὲ, ὡς εἰς τὸν οὐ-
ρανὸν, ἀμφίβολον ἔχει τὴν ἔννοιαν· τὸ δὲ, εἰς τὸν
οὐρανὸν, τρανὴν δείκνυσι τὴν ἀλήθειαν. Ὅτι δὲ οὔτε
Ἠλίας, οὔτε ἕτερός τις ἀνέβη εἰς τὸν οὐρανὸν, εἰ
μὴ μόνος ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς ὁ μονογενὴς τοῦ
Θεοῦ Υἱὸς, αὐτὸς περὶ ἑαυτοῦ πάντας πληροφορῶν
λέγει· Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν, εἰ μὴ ὁ
ἐκ τοῦ οὐρανοῦ καταβὰς, ὁ Υἱὸς τοῦ ἀνθρώπου,
ὁ ὢν ἐν τῷ οὐρανῷ· ὁ ποιμὴν ὁ καλὸς, ὁ τὰ ἐνενή-
κοντα ἐννέα τῶν ἀγγέλων πρόβατα καταλιπὼν ἐπὶ
τὰ οὐράνια ὄρη, καὶ τὸ πεπλανημένον πρόβατον εὑ-
ρηκὼς, καὶ ὤμοις φιλανθρωπίας βαστάζων, καὶ εἰς
τὸν οὐράνιον λιμένα ἀνενεγκὼν, τῷ ἰδίῳ Γεννήτορι
δωροφορῶν φθέγγεται· Εὗρον, Πάτερ, τὸ πρόβατον
τὸ πλανώμενον, ὅπερ ὁ ἀπατεὼν ὄφις δολοτρόποις
τεχνάσμασιν ἠπάτησε, καὶ κακίας ὁδοὺς ὑπέδειξε,
πηλῷ δὲ τῆς πολυθεΐας τὴν καθαρότητα τῆς θεογνω-
σίας ἐμόλυνε.
Θεασάμενος οὖν αὐτὸ ἐν τῷ βορβόρῳ τοῦ βίου
πνιγόμενον, τῇ τῆς θεότητός μου δεξιᾷ ταχέως
ἀνήρπασα· καὶ τοῖς τῶν οἰκτιρμῶν σπλάγχνοις ἐν
τοῖς τοῦ Ἰορδάνου ῥεύμασιν ἀπέπλυνα, καὶ μυρίσας
τῇ εὐωδίᾳ τοῦ ἁγίου μου Πνεύματος, διὰ τῆς ἀνα-
στάσεως νῦν παραγέγονα, ἄξιον τῆς σῆς θεότητος
προσκομίζων σοι ξένιον, τὸ λογικὸν πρόβατον. Σήμε-
ρον ὁ διάβολος τὴν οἰκείαν ἧτταν ὀδύρεται, ὁρῶν τὸ
ἡμέτερον σῶμα εἰς οὐρανοὺς ἀναγόμενον· σήμερον ἡ
ἁμαρτία διὰ τῆς ἀναλήψεως τοῦ Χριστοῦ Ἰησοῦ ὡς
καπνὸς διαλέλυται· σήμερον ὁ διάβολος θρηνεῖ λέ-
γων, Τί ποιήσω, ὁ ἄθλιος; Πάντας τοὺς ἀπ' αἰῶνος
ὡς ἱέραξ ὀξυπετὴς ἁρπάξας παρ' ἐμοῦ, ἔρημόν με
κατέστησε, καὶ πανταχόθεν με πτεροκοπήσας εἰς
γῆν κατέῤῥαξεν. Ἠπάτησέ με ὁ τῆς Μαρίας υἱός.
Οὐκ ᾔδειν, ὅτι Θεὸς ἐν ἀνθρωπίνῳ κρύπτεται σώματι.
Ἔβλεπον αὐτὸν σῶμα ἀνθρώπινον περικείμενον, καὶ
ἄνθρωπον αὐτὸν νομίσας ψιλὸν, κατ' αὐτοῦ τοὺς
Ἰουδαίους ἐκίνησα· καὶ ἅπερ δι' ἑαυτοῦ μὴ ἐτόλμων
διαπράξασθαι, ταῦτα διὰ Ἰουδαίων ἐνήργησα. Μυ-
484
ρίας συκοφαντίας ἐφεῦρον· πᾶν εἶδος ὕβρεως εἰς
αὐτὸν ἐπενόησα· καλάμῳ καὶ σπόγγῳ αὐτὸν ἐπό-
τισα· ἀκάνθαις τὴν κεφαλὴν αὐτοῦ ἐστεφάνωσα·
ῥαπίσμασιν αὐτὸν ἠτίμωσα, σταυρῷ διὰ ἥλων προσ-
ήλωσα· θανάτῳ τέλος ὑποβαλὼν, ὡς νικήσας, μετὰ
Ἰουδαίων ἑόρταζον. Θεασάμενος δὲ αὐτὸν ὅτι τῇ
τρίτῃ ἡμέρᾳ ἐγήγερται, καθὼς προεῖπον, ὡς ξίφος
κατὰ καρδίας ἀθρόως δεξάμενος κατέπεσον· θεασάμε-
νος δὲ αὐτὸν ὅτι ἐσθίει καὶ πίνει, πάλιν ἕτερον σταυ-
ρὸν κατεσκεύαζον. Ἀλλ' ὡς ταῦτα ἐνεθυμούμην
πρὸς ἑαυτὸν, ὁρῶ αὐτὸν μετὰ δόξης εἰς οὐρανὸν
ἀνερχόμενον, ὅθεν ἐγὼ μετ' αἰσχύνης ἐξέπεσον. Διὸ
καὶ Ψαλμῳδὸς ἐκ πολλῶν τῶν χρόνων ἐβόα λέγων·
Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας· ἀλαλάξατε
τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως, ὅτι Κύριος ὕψι-
στος, βασιλεὺς φοβερὸς, μέγας ἐπὶ πᾶσαν τὴν
γῆν· καὶ πάλιν· Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ,
Κύριος ἐν φωνῇ σάλπιγγος. Θέλω αὐτὸν κατα-
διῶξαι, καὶ ὡς μόλιβδος κάτω φέρομαι· βούλο-
μαι αὐτὸν κρατῆσαι, καὶ ἀοράτως ἐξαγκωνίζο-
μαι.
Τί ποιήσω ὁ τάλας; Πανταχόθεν με περιήλασεν.
Ἐξ οὐρανῶν με ὡς λίθον βραχύτατον εἰς γῆν ἐσφεν-
δόνησε κάτω. Πεσὼν δὲ ἐν τῇ γῇ, ἐν τοῖς ὕδασι κρυ-
βῆναι ἠθέλησα· καὶ εὑρών με ἐν τοῖς τοῦ Ἰορδάνου
ῥείθροις κρυπτόμενον, ὡς δράκοντα, κρατήσας ἐμά-
στιξε. Θέλω κἂν τῆς γῆς κρατῆσαι, καὶ πάντες ὡς
δεσποτικῆς νομῆς φύλακες, τὴν κατ' ἐμοῦ φωνὴν
βοῶσι· Τοῦ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς, ἡ
οἰκουμένη καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ.
Ἔδειξεν ὁ σεισμὸς, ὅτι τοῦ Κυρίου ἡ γῆ. Ἡ γὰρ γῆ τὸ
τοῦ Κυρίου ὄνομα μὴ φέρουσα ἀκαρτερήτῳ τρόμῳ
ἐβράσσετο, διὰ τὴν ἀταξίαν τῶν αὐτῆς τέκνων μαστιζο-
μένη, καθάπερ στόμα κατὰ τῶν στοιχείων ἀνοίξασα ῥή-
γματα, τῆς κρυπτομένης ὀδύνης ἐβόα τὸ μέγεθος· καὶ
φείσασθαι τῶν ἡμαρτηκότων, ὡς μήτηρ ὑπὲρ τέκνων,
ἱκέτευε. Τίς λαλήσει τὰς δυναστείας τοῦ Κυρίου;
ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ; Τοῦ
Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς. Τὴν γὰρ σάρκα
τὴν ἐκ γῆς πλασθεῖσαν ἥνωσεν ἐν αὐτῷ ὁ Χριστὸς, καὶ
ἐκάθισεν ἐν οὐρανοῖς. Ἔρχεται ὁ διάβολος διὰ πορ-
νείας μολύνειν βουλόμενος. Ἀλλ' ὡς φύλαξ ἄγρυπνον
ἔχων τὸν τῆς ψυχῆς ὀφθαλμὸν, μὴ συγχωρήσῃς τῷ
λῃστῇ τὸν τῆς διανοίας διαῤῥῆξαι ὀφθαλμὸν, ἵνα
θαῤῥῶν πρὸς αὐτὸν εἴπῃς· Δεσποτικοῦ κτήματος
προδότης οὐ γίνομαι, διάβολε. Τοῦ Κυρίου γὰρ ἡ γῆ
καὶ ἡ Ἐκκλησία τοῦ Χριστοῦ ἡ πάντοτε ὑπὸ τοῦ οὐ-
ρανίου ὄμβρου γεωργουμένη, καὶ ἀειθαλὲς καρπο-
φοροῦσα Χριστῷ τριάκοντα [καὶ ἑξήκοντα] καὶ ἑκα-
τόν. Ἐξῆλθε, φησὶν, ὁ σπείρων τοῦ σπεῖραι· καὶ
τὸ μὲν ἔπεσεν ἐπὶ τὴν ὁδὸν, τὴν ἀπάτην τὴν Ἑλ-
ληνικήν. Καὶ ἦλθον τὰ πετεινὰ, οἱ ὀξύπεινοι τῶν
δαιμόνων ἅρπαγες, καὶ κατέφαγον αὐτό. Ἄλλο
ἔπεσεν ἐπὶ τὰ πετρώδη, τὴν σκληρότροπον τῶν
Ἰουδαίων φημὶ προαίρεσιν, καὶ εὐθέως ἀνέτειλε
485
προπετείας φυτὸν [καὶ] παρανομίας. Τοιοῦτος γὰρ
Ἰουδαίων ὁ τρόπος. Ἐν γὰρ τῇ ἐρήμῳ νομοθετού-
μενοι ἔφασκον πρὸς Μωϋσῆν· Πάντα ὅσα εἶπεν ὁ
Θεὸς, ποιησόμεθα καὶ ἀκουσόμεθα. Καὶ οἱ ταῦτα
ἐπαγγελλόμενοι, μόσχον ἄψυχον προσεκύνουν, καὶ
τὸν νεκρὸν τοῦ ζῶντος Θεοῦ προετίμων. Ἄλλο ἔπε-
σεν ἐπὶ τὰς ἀκάνθας, τὰς τραχυκέντρους καὶ
βλασφημογλώσσους αἱρέσεις, αἵτινες τὸν τῆς εὐσε-
βείας σπόρον καθ' ἡμέραν συμπνίγουσιν. Ἕτερον
ἔπεσεν ἐπὶ τὴν γῆν τὴν καλὴν, τὴν Ἐκκλησίαν
τοῦ Χριστοῦ, τὴν εὔφορον, τὴν καρποφοροῦσαν
τριάκοντα καὶ ἑξήκοντα καὶ ἑκατόν. Τριάκοντα τὸν
τῆς σωφροσύνης ζυγόν· ἑξήκοντα τῆς ἀγγελομόρφου
παρθενίας· ἑκατὸν τῆς θείας δικαιοσύνης, καὶ ἁ-
γνείας, καὶ τῆς τῶν μαρτύρων ἀνδραγαθίας.
Οἱ γὰρ τῆς εὐσεβείας κήρυκες τὴν ἐπ' ἐσχάτων
τοῦ Κυρίου ἔλευσιν πᾶσιν εὐαγγελιζόμενοι ἔλεγον·
Οὕτως ἐλεύσεται, ὃν τρόπον ἐθεάσασθε αὐτὸν
ἀναλαμβανόμενον. Ὤφθησαν γὰρ δύο ἄνδρες ἐν
ἐσθῆτι λευκῇ. Δύο, ἵνα πιστευθῇ ἡ ἀλήθεια· ἄνδρες,
ἵνα εἰς ἀνδρίαν τοὺς μαθητὰς στηρίξωσι· λευχειμο-
νοῦντες, ἵνα καταλαμπρύνωσι τὰς τῶν ἀκουόντων
διανοίας. Τί οὖν οἱ ὀφθέντες ἐκήρυττον; Ἄνδρες
Ἰσραηλῖται, τί ἑστήκατε βλέποντες εἰς τὸν οὐ-
ρανόν; τί εἰς τὸν οὐρανὸν ἀτενίζετε; Μᾶλλον τὸν οὐ-
ρανοῦ ποιητὴν θεωροῦντες, δοξάσατε τοῦ ἀναλαμβα-
νομένου τὸ μέγεθος, καὶ τὴν συγκατάβασιν αὐτοῦ
τῆς φιλανθρωπίας θαυμάσατε, ὅτι τὸν γήινον ἑνώσας
ἑαυτῷ ἄνθρωπον, οὐρανοπολίτην ἀνέδειξε, καὶ οἰκή-
τορα οὐρανοῦ κατέστησε· βαβαί! τὸν κάτω κείμενον
ποῦ ἀνήγαγε. Τί ἑστήκατε βλέποντες εἰς τὸν οὐ-
ρανόν; Οὕτως ἐλεύσεται. Οὕτω. Πῶς; Τὸ σῶμα
τὸ ἡμέτερον περικείμενος, τὴν τρωθεῖσαν τῇ λόγχῃ
πλευρὰν προβαλλόμενος· ἵνα ὄψωνται οἱ Ἰουδαῖοι εἰς
ὃν ἐξεκέντησαν· ἡμεῖς δὲ ἀξιωθῶμεν ὄψεσθαι τὸ
πρόσωπον αὐτοῦ μετὰ παῤῥησίας, καὶ τῶν ἐπηγγελ-
μένων ἀγαθῶν ἐπιτύχωμεν· χάριτι καὶ φιλανθρωπίᾳ
τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· μεθ' οὗ τῷ Πατρὶ
καὶ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ,
καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
477
{Τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Ἐπιφανίου ἐπισκό-
που πόλεως Κωνσταντίας, τῆς Κυπριωνήσου,
ἐγκώμιος εἰς τὴν ἁγίαν τὴν Θεοτόκον.} Τὰς ἐκλαμπούσας μαρμαρυγὰς τῆς Θεοτόκου ἀκτῖ-νας φοβερὰς καὶ ἀκαταλήπτους δυνάμεις, οὐρανοῦκαὶ γῆς οἰκουμένης μυστήριον, θαῦμα, ἱλαστήριονφράσας ὁ τάλας ἐγὼ, εἰς ἀκριβεστέραν ἔννοιαν ὁτῆς καρδίας μου ἔνδον σκιρτήσας λογισμὸς βαθείαςμνήμης, καὶ ὑψηλοτάτης θεωρίας πειρώμενος φέρειντὸ θαῦμα, τρόμος καὶ φόβος πολὺς καὶ δεινὸς συν-έσχε με, ὦ ἀγαπητοί. Ἡ γὰρ μνήμη τῆς φρικτῆςθεωρίας, ἔντρομον τὴν ψυχήν μου, καὶ φρικώδη τὴνκαρδίαν ἐνέγκασα οὐ μετρίως ἐτιμώρησεν, ἀλλὰ δυ-νατῶς ἐβασάνισεν. Ἐπιπλήττει γάρ μου τὸν νοῦν,τῆς μεγίστης θεωρίας ἡ μνήμη, ὡς ἀκαταλήπτουμυστηρίου, τὸ λέγειν οὐκ ἰσχύουσα. Τίς γὰρ ἱκανὸςτοιοῦτο φράσαι μυστήριον; ποῖον δὲ φθέγξασθαιστόμα, ἢ ποία γλῶσσα λαλήσει; Λέληθεν, εἰπεῖν οὐκἰσχύει. Νῦν δὲ τολμήσω περὶ τῆς μόνης Θεοτόκουκαθ' ὃ καταλαμβάνω· καὶ πάλιν φοβοῦμαι. Οὐκ ἔχωγλῶτταν ἀξίως εἰπεῖν τὰ λίαν μεγάλα. Ἰσχνόφωνοςγὰρ καὶ βραδύγλωσσος, καὶ οὐκ εὔλαλος ὑπάρχω,ἵν' οὕτως εἴπω, περὶ τῆς μεγαλωνύμου καὶ ὁσίαςκαὶ ἀπειρογάμου καὶ θεοτόκου Μαρίας, μητρὸς τοῦΚυρίου· περὶ ἧς οὐκ εὐμαρῶς ἀνθρώπων γλῶτταλαλήσει. Ἰσχνοφωνεῖ γὰρ πρὸς ταύτην, καὶ ὑπο-στέλλεται ἡ γλῶσσα, οὐκ ἀξίως ἔχουσα τὸ λέγειν.Αὕτη γὰρ καὶ τὰς τῶν οὐρανῶν δυνάμεις ἐξένισεν·ἐξέστησαν πάντες ἄγγελοι, ἀρχάγγελοι, ἀρχαὶ, ἐξου-σίαι, θρόνοι, κυριότητες, τὰ χερουβεὶμ καὶ τὰ σε-ραφεὶμ καὶ πᾶσα στρατιὰ ἀγγέλων φόβῳ καὶ τρό-μῳ δεινῷ συσχεθέντες. Ἐθεώρησαν γὰρ ἐπὶ γῆς ἐναὐτῇ τὸν ἐν οὐρανοῖς, καὶ ἔφριττον. Ἔβλεπον τὴνΠαρθένον, οὐρανὸν καὶ θρόνον, καὶ συνείχοντο φό-βῳ, θεωροῦσαι τὸν ἄναρχον ἀπὸ θρόνου χερουβικοῦεἰς μήτραν παρθενικὴν καθίσαντα. Ὢ μακαρία ῥίζα· πόθεν ταύτην ἐβλάστησε; Περὶταύτης ὁ προφήτης Ἡσαΐας ὡς χελιδὼν κελαδεῖ, τῇπυρίνῳ γλώττῃ βοῶν· Ἀναστήσεται ῥάβδος ἐκτῆς ῥίζης Ἰεσσαὶ, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβή-σεται, καὶ ἀναπαύσεται ἐπ' αὐτὴν Πνεῦμα φό-βου Θεοῦ. Ἐκ τῆς ῥίζης δὲ Ἰεσσαὶ Δαβὶδ ὁ βασιλεὺς, καὶἐκ τῆς φυλῆς Δαβὶδ τοῦ βασιλέως ἡ ἁγία Παρθένος,ἡ ὁσία τῶν ὁσίων ἀνδρῶν θυγάτηρ, ἧς οἱ γονεῖςἸωακεὶμ καὶ Ἄννα, οἵτινες ἐν τῇ ζωῇ αὐτῶν τῷΘεῷ εὐηρέστησαν, οἳ καὶ καρπὸν τοιοῦτον ἐβλάστη-σαν, τὴν ἁγίαν Παρθένον Μαρίαν, ναὸν Θεοῦ ὁμοῦκαὶ μητέρα· Ἰωακεὶμ δὲ καὶ Ἄννα καὶ Μαρία,οἱ τρεῖς τῇ Τριάδι σαφῶς ἐλειτούργησαν. Ἰωακεὶμγὰρ ἑρμηνεύεται ἑτοιμασία Κυρίου· ἐξ αὐτοῦ γὰρἡτοιμάσθη ναὸς Κυρίου ἡ Παρθένος. Ἄννα δὲ πάλινὁμοίως χάρις ἑρμηνεύεται· χάριν γὰρ ἔλαβεν Ἰωα-κεὶμ καὶ Ἄννα, ἵνα τοιοῦτον βλαστήσωσι καρπὸν διὰπροσευχῆς, τὴν ἁγίαν Παρθένον κτησάμενοι. Ἰωα-κεὶμ γὰρ ἐν τῷ ὄρει προσηύχετο, καὶ Ἄννα ἐν τῷπαραδείσῳ αὐτῆς. Κυοφορήσασα δὲ Ἄννα, οὐρανὸνκαὶ θρόνον χερουβικὸν ἔτεκε, τὴν ἁγίαν κόρην Μα-ρίαν. Αὕτη γὰρ οὐρανὸς καὶ ναὸς καὶ θρόνος εὑρίσκε-ται. Ἡ γὰρ Μαρία ἑρμηνεύεται κυρία, ἀλλὰ καὶἐλπίς. Κύριον γὰρ ἔτεκε, τὴν ἐλπίδα τοῦ παντὸςκόσμου Χριστόν. Ἑρμηνεύεται πάλιν τὸ Μαρία,σμύρνα θαλάσσης· σμύρναν δὲ ἐρεῖ, ὃ καὶ φημὶ,περὶ ἀθανασίας, ὅτι ἤμελλε τὸν ἀθάνατον μαργαρί-την τίκτειν ἐν τῇ θαλάσσῃ, τουτέστιν ἐν τῷ κόσμῳ.Θάλασσαν δὲ ἐρεῖ τὸν ἅπαντα κόσμον, ᾧ ἡ Παρθέ-νος γαλήνην ἐδωρήσατο, τὸν λιμένα τεκοῦσα Χρι-στόν. Τοιγαροῦν πάλιν τῆς σεμνῆς κόρης Μαρίαςἑρμηνεύεται τὸ μακάριον ὄνομα, φωτιζομένη, ἥτιςἐφωτίσθη παρὰ τοῦ Υἱοῦ τοῦ Θεοῦ, καὶ ἐφώτισε τοὺςπιστεύσαντας εἰς τὰ πέρατα τῆς γῆς τῇ Τριάδι.Τριάδος γὰρ νύμφη ὑπάρχει ἡ ἁγία Θεοτόκος κόρηΜαρία, τὸ πανάῤῥητον τῆς οἰκονομίας κειμήλιον·πρὸς ἣν ὁ Γαβριήλ· Χαῖρε, κεχαριτωμένη, ὁ Κύ-ριος μετὰ σοῦ. Ὑπέμνησεν ὁ Γαβριὴλ, καὶ ὁ Πα-τὴρ οὐρανόθεν ἀῤῥαβῶνα τὸ Πνεῦμα τὸ ἅγιον ἀπ-έστειλεν, ὡρμήσατο τὴν Παρθένον εἰς τὸν μονογενῆΥἱὸν, οὐράνιον νύμφην, ἣν ὁ Πατὴρ ἠγάπησεν, ὁΥἱὸς ἐνῴκησε, τὸ ἅγιον Πνεῦμα ἐπεπόθησεν. Αὕτη
43
481
γὰρ νύμφη καὶ παστὰς, καὶ ἐκ ταύτης ὁ νυμφίος
ἐκπορευόμενος Χριστὸς, τὸ παρθενικὸν ἔνδυμα, κατὰτὴν τοῦ προφήτου Δαβὶδ μελῳδίαν· Ἐν τῷ ἡλίῳἔθετο τὸ σκήνωμα αὐτοῦ, καὶ αὐτὸς ὡς νυμφίοςἐκπορευόμενος ἐκ παστοῦ αὐτοῦ. Ὦ νυμφίου πό-θος ἁγνείας! τὴν ἰδίαν δούλην, νύμφην, καὶ μη-τέρα ὁρμᾶται ὁ Γαβριήλ· πρόξενος τῆς Παρθένουἐγένετο, οὐρανοῦ καὶ γῆς συνάπτων τὸ θυμίαμα·ἣν προφῆται σαφῶς ὑπέγραψαν, τοῦ γάμου τὴν τά-ξιν κηρύξαντες, πῶς ἡ Παρθένος οὐράνιος εὑρίσκε-ται νύμφη ὁμοῦ τε καὶ μήτηρ, ἡ τὰ πρὸ γάμουδῶρα λαβοῦσα τὸ ἅγιον Πνεῦμα, προῖκα δὲ τὸν οὐρα-νὸν ὁμοῦ τε καὶ παράδεισον. Ἐζήτει οὖν ἰδεῖν ἡ Παρθένος ὃν ἐπόθει, καὶ ἔλεγε·Ποῦ ὁ νυμφίος οὗ τὸ κάλλος ποθῶ; ποῦ τὸ κάλλοςτοῦ ἡλίου λαμπρότερον; ποῦ τῆς πάσης εὐμορφίαςἡ ἀνεκλάλητος δόξα; ποῦ τὸ ἄσβεστον φῶς, ὃ πο-θοῦσα ζητῶ; ποῦ ὁ ἥλιος ὃς ἀκτῖνα ζητεῖ; ποῦ τῶνχερουβεὶμ ἡ κιθάρα; ποῦ τῶν σεραφεὶμ τὸ ἀκοί-μητον ὄμμα Χριστός; ποῦ τῶν ἀγγέλων ἡ προσκύ-νησις, ἣν ὁ Γαβριὴλ ἐμήνυσε; ποῦ ὁ μόνος τοῦ μό-νου μονογενὴς Υἱὸς τοῦ Πατρὸς, ὃν ἡ Παρθένος πο-θοῦσα, καὶ φιλοῦσα ὁμοῦ τε καὶ ζητοῦσα ἀσπάζεται;πρὸς ἣν ὁ Γαβριήλ· Χαῖρε, κεχαριτωμένη. Ἡ χά-ρις ἡ ἀπέραντος τῆς ἁγίας Παρθένου. Χαῖρε, κεχα-ριτωμένη, πολλῶν ἀρετῶν κατακεκοσμημένη, λαμ-παδηφοροῦσα Παρθένε τὸ ἄσβεστον τοῦ ἡλίου λαμ-πρότερον φῶς. Χαῖρε, κεχαριτωμένη, τοῦ νοητοῦ
43
481
ἀγκίστρου τὸ δέλεαρ· ἐν σοὶ γὰρ ἄγκιστρον ἡ θεό-
της. Χαῖρε, κεχαριτωμένη, ἡ νοερὰ τῆς δόξης κι-βωτός· Χαῖρε, κεχαριτωμένη, ἡ στάμνος ἡ χρυσῆ,τὸ οὐράνιον ἔχουσα μάννα. Χαῖρε, κεχαριτωμένη, ἡτὴν γλυκεῖαν τῆς ἀεννάου πηγῆς τοὺς διψῶνταςἐμπλήσασα. Χαῖρε, κεχαριτωμένη, νοερὰ θάλασσα, τὸν οὐρά-νιον ἔχουσα μαργαρίτην Χριστόν· Χαῖρε, κεχαρι-τωμένη, ὁ λαμπρὸς οὐρανὸς, ἡ τὸν ἀχώρητον ἐνοὐρανοῖς ἔχουσα Θεόν. Χαῖρε, κεχαριτωμένη, ἡ τὸνχερουβικὸν θρόνον τῆς θεότητος ἐξαστράπτουσα.Χαῖρε, κεχαριτωμένη, κύκλον ἔχουσα οὐρανοῦ, καὶΘεὸν ἀχώρητον, ἐν σοὶ δὲ χωρητὸν, καὶ ἀστενοχώ-ρητον. Χαῖρε, κεχαριτωμένη, στυλοειδὴς νεφέλη, ἡτὸν Θεὸν ἔχουσα, τὸν ἐν τῇ ἐρήμῳ τὸν λαὸν καθ-οδηγήσαντα. Τί εἴπω; καὶ τί λαλήσω; πῶς μακαρίσωτὴν ὁλόῤῥιζον δόξαν; ὅτι χωρὶς Θεοῦ μόνου πάντωνἀνωτέρα ὑπάρχει. Καλλιωτέρα γὰρ τῶν χερουβεὶμκαὶ σεραφεὶμ, καὶ πάσης στρατιᾶς πέφυκεν ἀγγελι-κῆς· πρὸς ἣν οὐρανοῦ καὶ γῆς οὐκ ἐπαρκέσει γλῶτ-τα, τάχα δὲ οὔτε ἀγγέλων. Καὶ γὰρ αὐτοὶ ὕμνονκαὶ αἶνον καὶ τιμὴν καὶ δόξαν προσήνεγκαν· ἀλλ'οὔτε οὕτω κατ' ἀξίαν εἰπεῖν ἴσχυσαν. Ἔχαιρον δὲ
43
484
ἄγγελοι, ὡς αὐτοὶ μόνον τὸν Θεὸν ἔχοντες, πρὸς οὓς
ἡ παναγία Παρθένος ἀνωτέρα πέφυκε, τὸν Θεὸν τὸνἐν οὐρανῷ ἐπὶ γῆς κυήσασα, ἵν' οὕτως ἑλκύσῃ στρα-τιὰς ἀγγέλων ἐπὶ γῆς μετὰ ἀνθρώπων. Αὕτη γὰροὐρανοῦ καὶ γῆς μεσίτης πέφυκεν ἑνότητα ποιή-σασα. Ὦ μακαρία Παρθένε, ἁγνὴ περιστερὰ, ἡοὐράνιος νύμφη Μαρία, οὐρανὸς καὶ ναὸς καὶ θρόνοςτῆς θεότητος· ἡ τὸν ἐξαστράπτοντα ἐν οὐρανῷ καὶἐπὶ γῆς ἥλιον ἔχουσα Χριστόν· ἡ φωτεινὴ νεφέλη,