The Greek Library Author

Anonymous

Homilia in laudes Mariae deiparae

Authority group
Epiphanius Scr. Eccl. (catalogue association; authorship remains anonymous)
Edition reference
Homilia in laudes Mariae deiparae [Sp.], MPG 43: 485–501.
CTS identifier
urn:cts:greekLit:tlg2021.tlg016.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

43

492

πάμφωτον ἀστραπὴν ἐξ οὐρανοῦ τῷ κόσμῳ κατα-

λάμψασα Χριστόν· ἡ οὐράνιος νεφέλη, ἡ τὴν βρον-

τὴν τοῦ ἁγίου Πνεύματος ἐν ἑαυτῇ κρυπτομένην τῷ

κόσμῳ καταβιβάσασα, ἡ τὸν ὄμβρον τοῦ ἁγίου Πνεύ-

ματος τῇ πάσῃ γῇ πρὸς καρποφορίαν πίστεως κα-

ταράξασα.

Χαῖρε, κεχαριτωμένη, ἡ πύλη τῶν οὐρανῶν, περὶ

ἧς ὁ προφήτης κέκραγε λέγων· Ἰδοὺ ἡ πύλη

κεκλεισμένη, καὶ οὐδεὶς εἰσελεύσεται δι' αὐτῆς,

οὐδὲ ἐξελεύσεται, εἰ μὴ Κύριος ὁ Θεὸς μόνος·

καὶ ἔσται ἡ πύλη κεκλεισμένη τῷ ἡγουμένῳ,

διότι ἡγούμενος αὐτὸς κληθήσεται, καὶ εἰς αὐ-

τὸν ἐλπιοῦσι πάντα τὰ ἔθνη.

Περὶ ταύτης τῆς πύλης καὶ ἐν τοῖς Ἄ|σμασι τῇ

λέξει ὁ προφήτης τρανῶς καὶ σαφῶς καταλέγεται

κεκραγώς· Κῆπος κεκλεισμένος, ἀδελφή μου, νύμ-

φη· κῆπος κεκλεισμένος, πηγὴ ἐσφραγισμένη.

Ἔμεινεν ἐν τῇ παρθενίᾳ ἡ ἁγία καὶ σεμνὴ κόρη

Μαρία, ἡ φωτεινὴ νεφέλη, ἡ ἔνδον ἔχουσα τὸν Θεὸν

Λόγον· πρὸς ἣν ὁ μεγαλόφωνος Ἡσαΐας· Ἰδοὺ νε-

φέλη κούφη, καὶ ἥξει εἰς Αἴγυπτον· τὸ ἀλατόμη-

τον ὄρος, ἡ τὴν ἀκρότομον ἔχουσα πέτραν Χριστὸν,

περὶ ἧς ὁ σοφώτατος Δανιὴλ λέγει· Ἀπετμήθη λί-

θος ἐξ ὄρους ἄνευ χειρῶν· τουτέστιν, ἄνευ ἀνδρὸς

τὴν στερεὰν πέτραν Χριστὸν ἔτεκεν ἡ Παρθένος, ὁ

ἀσύνθετος ναὸς, ἡ τὸν οὐράνιον ἔχουσα λίθον Χρι-

στὸν, ἡ βροντοειδὴς νεφέλη, ἡ τὴν ἀστραπὴν ἔνδον

κοιλιοφόρως βαστάσασα· καὶ μαρτυρεῖ μοι τῷ λόγῳ

ἡ θεία Γραφὴ λέγουσα, Κοιλία σου θημωνία σίτου

πεφραγμένη ἐν κρίνοις· ἡ ἀγεώργητος χώρα, ἡ

τὸν Λόγον ὡς κόκκον σίτου δεξαμένη, καὶ τὸ δράγμα

βλαστήσασα, ἡ νοερὰ κλίβανος, ἡ τὸ πῦρ καὶ τὸν

ἄρτον τῆς ζωῆς ἔχουσα· ἡ ὁσία μήτηρ τοῦ Σωτῆρος,

493

ἡ τὸν Λόγον τοῦ Πατρὸς ἐκ σοῦ σαρκωθέντα τε-

κοῦσα, πρὸς ἣν Ἡσαΐας· Ἰδοὺ ἡ παρθένος ἐν γα-

στρὶ ἕξει, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα

αὐτοῦ, Ἐμμανουήλ. Ὦ Παρθένος ἁγία, ἁγία μή-

τηρ Κυρίου· μακαρία νύμφη Τριάδος ἀχωρίστου·

μακαρία σὺ ἐν γυναιξὶν, ἡ τεκοῦσα ἐπὶ γῆς ὡς βρέ-

φος τὸν πάντων κτίστην Θεόν· μακαρία σὺ ἐν γυ-

ναιξὶν, ἡ μόνη ἐπὶ γῆς κυήσασα τὸν οὐράνιον Θεόν·

μακαρία σὺ ἐν γυναιξὶν, ἧς μασθοὺς ἐθήλασεν ὁ

τρέφων τὰ σύμπαντα· μακαρία σὺ ἐν γυναιξὶν, ἡ

νῦν γεννήσασα τὸν ποτὲ πλάσαντα πηλῷ τὸν Ἀδὰμ

ἐν τῷ παραδείσῳ, Θεοτόκε ἁγία παρθένε Μαρία.

Θεοτόκος γὰρ ὑπάρχεις, ἡ τὸν Λόγον ἐκ σοῦ σαρκω-

θέντα τεκοῦσα· Θεοτόκος ὑπάρχεις ἡ τὸν Θεὸν Λόγον

ἐν μορφῇ δούλου κυήσασα· Θεοτόκος ὑπάρχεις, ὅτι

Θεὸν Λόγον δεξαμένη σαρκωθέντα ἔτεκες· Θεοτόκος

ὑπάρχεις ἡ μόνη τοῦ μόνου μονογενῆ Υἱὸν τοῦ Θεοῦ

γεννήσασα· οὐ πρόσκαιρον Θεὸν γεννήσασα, ἀλλ'

αἰώνιον τὸν πρὸ σοῦ καὶ πάντων Θεὸν, ἐκ σοῦ σαρ-

κωθέντα· τὸ ἄσπιλον πρόβατον, ἡ τὸν ἀμνὸν τεκοῦσα

Χριστόν· ἡ δάμαλις ἡ ἀπειρόζυγος, ἡ τὸν μόσχον

γεννήσασα· ἡ νοερὰ τῆς πίστεως τράπεζα, ἡ τὸν ἄρ-

τον τῆς ζωῆς τῷ κόσμῳ χορηγήσασα.

Τί εἴπω; καὶ τί λαλήσω τὴν ὁλόῤῥιζον δόξαν;

Περὶ ταύτης τῆς ὁσίας κόρης τῆς ἀείπαιδος καὶ παρ-

θένου, διὰ τοῦ προφήτου λέγοντος ὁ Θεός φησιν·

Ἐκ σοῦ μοι ἐξελεύσεται ἡγούμενος, τοῦ εἶναι

εἰς ἄρχοντα ἐν τῷ Ἰσραήλ· καὶ ἔξοδοι αὐτοῦ ἀπ'

ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος. Διὰ τοῦτο δώσει αὐ-

τοὺς ἕως καιροῦ τικτούσης, τέξεται, καὶ οἱ ἐπί-

λοιποι τῶν ἀδελφῶν αὐτοῦ ἐπιστρέψουσιν ἐπὶ

τοὺς υἱοὺς Ἰσραήλ· καὶ στήσεται, καὶ ὄψεται,

καὶ ποίμνιον αὐτοῦ ἐν ἰσχύϊ Κύριος. Ὦ Παρθένε

ἁγία, φωτὸς αἰωνίου ὑπάρχουσα μήτηρ· φωτὸς τοῦ

φωτίσαντος ἐν οὐρανοῖς τὰς τῶν ἀγγέλων στρατιάς·

φωτὸς τοῦ φωτίσαντος τῶν σεραφεὶμ τὸ ἀνεκλάλητον

ὄμμα· φωτὸς τοῦ φωτίσαντος λαμπραῖς λαμπάσι τὸν

ἥλιον· φωτὸς τοῦ φωτίσαντος τὰ πέρατα τῆς οἰκου-

μένης τῇ Τριάδι· φωτὸς τοῦ εἰπόντος· Ἐγώ εἰμι τὸ

φῶς τοῦ κόσμου· φωτὸς τοῦ εἰρηκότος· Ἐγὼ φῶς

εἰς τὸν κόσμον ἐλήλυθα· φωτὸς τοῦ ἀναληφθέν-

τος καὶ φωτίσαντος ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς τὰ σύμ-

παντα. Ὦ παναγία Παρθένε, ἡ στρατιὰς ἀγγέλων

ξενίσασα! Ξένον γὰρ θαῦμα ἐν οὐρανοῖς, γυνὴ τὸ

φῶς ἐν ἀγκάλαις βαστάσασα· ξένον θαῦμα ἐν οὐρα-

νοῖς, χερουβικὸς θρόνος ἕτερος· ξένον θαῦμα ἐν οὐ-

ρανοῖς, γυναικὸς υἱὸς, αὐτῆς καὶ τῶν αἰώνων πατὴρ

ὑπάρχων· ξένον θαῦμα ἐν οὐρανοῖς, Παρθένου θάλα-

μος, Υἱὸν Θεοῦ, Θεὸν νυμφίον ἔχουσα Χριστόν·

ξένον θαῦμα ἐν οὐρανοῖς, τὸ βρέφος τῆς Παρθένου,

Δεσπότης τῶν ἀγγέλων πέφυκεν. Ὦ παναγία Παρ-

θένε, μήτηρ τοῦ Σωτῆρος, ἡ τὸν ἄναρχον γεννήσασα

Λόγον, τὸν τοῦ Πατρὸς σύνθρονον Υἱὸν, τὸν ὁμοούσιον

τοῦ Πατρὸς καὶ τοῦ ἁγίου Πνεύματος, τὸν προαιώ-

νιον σὺν Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, τὸν τοὺς

οὐρανοὺς καμαρώσαντα, τὸν τὴν γῆν ἑδράσαντα.

Χαῖρε, παναγία Παρθένε, ἡ τὸ πῦρ τῆς θεότητος

496

ἀφλέκτως, ὡς νοερὰ βάτος, κατέχουσα, ἡ νοερὰ κλί-

βανος, ἡ τὸ πῦρ καὶ τὸν ἄρτον τῆς ζωῆς θερμὸν τῷ

κόσμῳ πρὸς βρῶσιν ἐνέγκασα· περὶ οὗ λέγει ὁ

Σωτὴρ τοῦ κόσμου Χριστός· Λάβετε, φάγετε·

τοῦτό μου ἐστὶ τὸ σῶμα, τὸ ὑπὲρ ὑμῶν κλώμενον

εἰς ἄφεσιν ἁμαρτιῶν. Πλουσία τῆς παρθενικῆς ἡ

πανάρετος τράπεζα, ὦ ἀγαπητοὶ, παντοίων καλῶν

βρωμάτων πρὸς ἀπόλαυσιν τῇ οἰκουμένῃ ἐδωρήσατο

ἡ ὁσία Παρθένος καὶ μήτηρ τοῦ Χριστοῦ, ἡ τὸν φω-

τεινὸν λύχνον τὸν ἐκλάμποντα ἐν οὐρανῷ καὶ ἐπὶ

γῆς βαστάσασα Χριστόν· πρὸς ἣν ὁ προφήτης Ζα-

χαρίας· Ἰδοὺ λυχνία χρυσῆ καὶ τὸ λαμπάδιον

ἐπάνω αὐτῆς. Τοιγαροῦν καὶ ὁ Δαβὶδ τὸ μελῳδικὸν

ᾆσμα τοῦτο βοᾷ· Λύχνος τοῖς ποσί μου ὁ λόγος

σου, καὶ φῶς τοῖς τρίβοις μου.

Ὦ λυχνία παρθενικὴ, ἡ τὸ σκότος ἀπελαύνουσα

καὶ τὸ φῶς καταυγάζουσα. Ὦ λυχνία παρθενικὴ, ἡ

τὸ πῦρ καὶ τὸ ἔλαιον ἀχώριστον πρὸς φωτισμὸν ἐν-

έγκασα. Ὦ λυχνία παρθενικὴ, τρίφωτον ἓν πῦρ

ἄσβεστον, ὁμοούσιον ἀφ' ὑψηλοτάτου θρόνου λαβοῦσα,

καὶ πρὸς φωτισμὸν τῆς οἰκουμένης ἐκλάμψασα. Ὦ

λυχνία παρθενικὴ, περὶ ἧς διὰ τοῦ Προφήτου λέγει

ὁ Θεός· Ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαβὶδ, ἡτοί-

μασα λύχνον τῷ Χριστῷ μου. Ὁ βασιλικὸς στέ-

φανος, τὸν μαργαριτοειδῆ πολύτιμον ἔχουσα λίθον

Χριστόν· ἡ βασιλικὴ πορφύρα, τὸν οὐρανοῦ καὶ γῆς

ἐνδύσασα βασιλέα τὸ οἰκουμενικὸν τοῦ σώματος πορ-

φυροειδὲς ἔνδυμα· ἡ ἀκηλίδωτος τῶν Χριστιανῶν

πίστις· ἡ ἀκατάληπτος βίβλος, ἡ τὸν Λόγον καὶ τὸν

Υἱὸν τοῦ Πατρὸς τῷ κόσμῳ παραναγνώσασα. Ἡ

μακαρία ἐν γυναιξὶν, ἡ τὸν Λόγον ἐκ σοῦ σαρκω-

θέντα τεκοῦσα, Λόγον τὸν τοῦ Πατρὸς Υἱὸν, Λόγον

τὸν προαιώνιον Θεὸν, Λόγον ἄναρχον, καὶ ἀΐδιον,

Λόγον τὸν σὺν Πατρὶ καὶ ἁγίῳ Πνεύματι προσκυ-

νούμενον, Λόγον τὸν σύνθρονον τοῦ Πατρὸς, Λόγον

τὸν ἐπὶ τῶν χερουβεὶμ καθήμενον, Λόγον, ὃν τὰ

τετράμορφα ζῶα δοξολογοῦσι, Λόγον τὸν τοὺς ἀγγέ-

λους κτίσαντα, Λόγον τὸν ἀρχὰς καὶ ἐξουσίας εἶναι

ποιήσαντα, Λόγον τὸν οὐρανοὺς ἐκτείναντα, καὶ τὴν

γῆν ἑδράσαντα, Λόγον τὸν ἀληθινὸν Θεὸν Ἰησοῦν

Χριστὸν τὸν Κύριον ἡμῶν, ὃν ἔτεκες, παναγία Παρ-

θένε, καὶ μετὰ τόκον πάλιν παρθένος, ἡ τὸν μαργα-

ρίτην τεκοῦσα, καὶ τὸν βασιλικὸν στέφανον πλέξασα.

Ὦ μακαρία Παρθένε, ἡ τὴν οὐράνιον δόξαν βλαστή-

σασα, ἡ ἀπὸ πολλῶν ἀνθῶν τοῦ παραδείσου τὸν κό-

σμον εὐωδίᾳ πληρώσασα. Κρίνον ἄσπιλον ὑπάρχει

ἡ Παρθένος, τὸ ἀμάραντον ῥόδον γεννήσασα Χριστὸν,

ἡ ἄμπελος τῆς ἀληθείας, ἡ πολύφορος καὶ ἀτρύγητος

τῇ παρθενίᾳ, ἡ μὴ σκαφεῖσα, καὶ βοτρυοφορήσασα,

ἡ τὸν πέπειρον βότρυν βλαστήσασα Χριστόν. Πῶς

οὖν ἐβλάστησας, πεῖσον ἡμᾶς, παναγία Παρθένε·

πῶς μήτηρ Θεοῦ ὤφθης ἐπὶ γῆς, Λόγον προαιώνιον

δεξαμένη. Ἡ κοιλιοφορήσασα παρθένος ἐγὼ ἄφθαρ-

τος, ναὸς ἀμόλυντος γέγονα τοῦ ἐνοικήσαντος ἐν

ἐμοὶ Λόγου Θεοῦ ἀπειρογάμου.

497

Τὸν Ἐμμανουὴλ ἐν ἀφθάρτῳ κοιλίᾳ φέρουσα, εἰς

γαστέρα ἀμόλυντον, ἀφομοιουμένη θρόνῳ χερου-

βικῷ· εἰς ἣν ὁ Λόγος τοῦ Πατρὸς σὰρξ ἐγένετο, ὁ

ἄναρχος καὶ ἀόρατος· ὁρατὸς οἰκονομικῶς, ὁ ἐναν-

θρωπήσας Θεός· πεῖραν οὐκ ἐγνωκυῖα ἀνδρὸς, τὸν

προαιώνιον Θεὸν Ἰησοῦν Χριστὸν ἔτεκον. Παρθένος

γὰρ καὶ νῦν ὑπάρχω μετὰ τὸν τόκον, καθαρωτέρα

τοῦ πρώην. Ἀπόνως ἔτεκον, οὐχ ὡς πᾶσα γυνή· ἀν-

όμοια γὰρ ἐμοῦ κἀκείνων τὰ μεταξὺ πράγματα. Οὐκ

ἔγνω φύσις ἀνθρώπων τὸν τόκον μου, εἰ μὴ μόνος ὁ

ἐν ἐμοὶ οἰκήσας Θεός. Ὦ Παρθένε, φρικτὸν τῆς

Ἐκκλησίας κειμήλιον, τὸ μέγα τυχὸν μυστήριον,

ἱερέα καλεῖ τὴν παρθένον ὁμοῦ τε καὶ θυσιαστήριον·

ἥτις τραπεζοφοροῦσα τὸν οὐράνιον ἄρτον Χριστὸν

ἔδωκεν ἡμῶν εἰς ἄφεσιν ἁμαρτιῶν. Ὢ γαστὴρ ἀμό-

λυντος οὐρανὸν κύκλον ἔχουσα, καὶ Θεὸν ἀχώρητον,

ἐν σοὶ δὲ χωρητὸν βαστάσασα. Ὢ γαστὴρ οὐρανοῦ

πλατυτέρα, Θεὸν τὸν ἐν σοὶ μὴ στενοχωρήσασα. Ὢ

γαστὴρ ἑπτάκυκλος οὐρανὸς, καὶ μειζοτέρως αὐ-

τῶν τυγχάνουσα. Ὢ γαστὴρ ἑπτὰ οὐρανῶν ὑψηλο-

τέρα καὶ πλατυτέρα. Ὢ γαστὴρ ὁ ὄγδοος οὐρανὸς

στερεωμάτων ἀνωτέρα Ὢ γαστὴρ ἑπταφώτου χάρι-

τος τὸ ἄσβεστον ἔχουσα φῶς. Τί εἴπω, ἢ τί λαλήσω

περὶ τῆς σεμνῆς καὶ ἁγίας Παρθένου; Ὁ πόθος ἕλ-

κει με λέγειν περὶ τῆς Θεοτόκου, καὶ φόβος κατέχει

με τοῦ σιωπᾷν, οὐκ ἀξίως ἔχων τοῦ λέγειν. Ὁ νοῦς

προκαλεῖται, καὶ ὁ φόβος ἀπωθεῖται· ὃς μὲν ἕλκει

με, ὃς δὲ ἀνθέλκει με. Ἐπειδὴ οὖν συνέχομαι τῶν

ἀμφοτέρων, συμφέρει μοι λαλῆσαι περὶ τῆς μεγαλ-

ωνύμου καὶ ὁσίας Παρθένου. Λέγω γὰρ ταύτην οὐρα-

νὸν καὶ θρόνον ὁμοῦ τε καὶ σταυρόν· τὰς γὰρ ἁγίας

ἀγκάλας ἐκτείνασα, τὸν Δεσπότην ἐβάστασεν ὁ θρόνος

χερουβικὸς, σταυροειδὴς, οὐράνιος, περὶ ἧς διὰ τῶν

Γραφῶν ἐν οὐρανοῖς παρακύπτω, καὶ βλέπω ταύτην

ὑπὸ ἀγγέλων προσκυνουμένην. Ὅθεν πρῶτον ὁ Γα-

βριὴλ τὴν Παρθένον ἀσπάζεται· Χαῖρε, κεχαριτω-

μένη, ὁ Κύριος μετὰ σοῦ· χαῖρε, κεχαριτωμένη,

ὁ λαμπρὸς οὐρανός· χαῖρε, κεχαριτωμένη, ἡ τὸν

ἐξαστράπτοντα ἐξ οὐρανοῦ λαμπραῖς λαμπάσιν

ἀκτῖνα ἔχουσα ἥλιον τὸν Χριστόν. Σεραφεὶμ γέγονεν

ἡ Παρθένος, ἡ πολυώνυμος, καὶ πολυόμματος, τῆς

ἀκαταλήπτου θέας· σκέπη τις νοερὰ, δι' οἰκουμενι-

κοῦ σώματος εὑρεθεῖσα, τὰ χερουβεὶμ ὑπερβαίνουσα.

Ἐκεῖνα μὲν γὰρ ἀποστρέφονται μὴ δυνάμενα ἀτενί-

σαι πρὸς νοητὸν πῦρ τῆς θεότητος. Αὕτη δὲ τρανοῖς

ὄμμασιν ἐνατενίζουσα τὸ ἀκατάληπτον καὶ ἀκοίμη-

τον ὄμμα Χριστοῦ, ποθοῦσα καὶ φιλοῦσα ἠσπάζετο.

Στρατιαὶ ἀγγέλων ὑποπόδιον τῶν ποδῶν τοῦ Σωτῆρος

προσπίπτοντες, οὔτε ἰδεῖν, οὔτε προσψαῦσαι ἰσχύου-

σιν· αὕτη δὲ χείλη χείλεσι συνάπτουσα τὸν ἀκατά-

ληπτον ἠσπάζετο. Ὦ Παρθένε, ἀκαταλήπτου μυστη-

ρίου φέρουσα θαῦμα, τριπόθητον πίστιν τῇ οἰκου-

μένῃ κηρύξασα.

Ἀγγέλων ἀνωτέρα γέγονεν ἡ Παρθένος, μειζοτέρα

τῶν χερουβεὶμ καὶ τῶν σεραφεὶμ, ἀρέσκουσα τῷ βασι-

λεῖ Χριστῷ, ὡς ἀξία δούλη καὶ μήτηρ τιμηθεῖσα

παρὰ Θεῷ. Ἁγία μήτηρ ἀμόλυντε, ἡ τὸν πρὸ σοῦ

500

γεννήσασα Χριστὸν τὸν εἰπόντα· Πρὶν Ἀβραὰμ

γενέσθαι ἐγώ εἰμι· ἡ τὸ σπήλαιον δοξάσασα, καὶ

τὴν φάτνην μεγαλύνασα. Παρθένος γὰρ καὶ σπήλαιον

καὶ φάτνη, οὐρανοῦ κύκλον ἔχοντες, Θεὸν ἀχώρητον

ἔφερον, οἱ τρεῖς τῇ Τριάδι σαφῶς λειτουργήσαντες,

ὅτε ἡ Παρθένος ἀπόνως τὸν οὐρανοῦ καὶ γῆς Δεσπό-

την ἐν τῷ σπηλαίῳ κυήσασα, ἐν τῇ φάτνῃ ἔθετο,

τότε καὶ τάξεις ἀγγέλων τὴν Παρθένον ἐκύκλωσαν

βοῶντες καὶ λέγοντες· Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ

ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Ὅθεν καὶ

ποιμένες ἀγραυλοῦντες τὴν τοιαύτην δοξολογίαν τῶν

ἀγγέλων ἤκουσάν τε περὶ τοῦ Σωτῆρος, καὶ τῷ

δρόμῳ βαδίσαντες, τὸ φῶς προσεκύνησαν, ξένον

θαῦμα θεασάμενοι, τὴν δούλην τοῦ Δεσπότου καὶ τὴν

ἐπίγειον παρθένον, οὐράνιον νύμφην. Αὕτη γὰρ καὶ

νύμφη, καὶ παστὰς, καὶ Θεοῦ μήτηρ ὤφθη ἐν τῷ

σπηλαίῳ, ὅτε τὸ βρέφος ἔτεκε Χριστὸν, κατὰ τὴν

προφητικὴν Ἡσαΐου φωνήν· ὅτι Παιδίον ἐγεννήθη

ἡμῖν· υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ

ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγά-

λης βουλῆς Ἄγγελος, Θεὸς ἰσχυρὸς, ἐξουσια-

στὴς, Ἄρχων εἰρήνης, Πατὴρ τοῦ μέλλοντος αἰῶ-

νος. Εἶτά φησι μετὰ ταῦτα· Μάγοι ἀπὸ ἀνατολῶν

ὑπὸ ἀστέρος φωτεινοῦ καταλαμπόμενοι, καὶ ὁδηγού-

μενοι, τὸ μῆκος τῆς ἐξ ἀνατολῆς ὁδοῦ βαδίσαντες,

ἥκασιν εἰς προσκύνησιν τοῦ τεχθέντος ἐν Βηθλεέμ.

Ὅθεν καὶ τὴν πόλιν Ἱερουσαλὴμ καταλαβόντες,

κρύπτεται ἀπ' αὐτῶν ὁ ἀστήρ· οἱ δὲ θορυβηθέντες

τὸν ὁδηγὸν ἀπολέσαντες, ἀνάγκης τῇ βίᾳ τοὺς ἐν τῇ

πόλει ἐρωτῶντες, ἐπυνθάνοντο παρ' αὐτῶν· Ποῦ ὁ

Χριστὸς γεννᾶται; ξένον δὲ θαῦμα πᾶσιν ἐνομίζετο.

Περὶ οὗ Ἡρώδης ἀκούσας, ἐταράττετο λίαν, καὶ κα-

λέσας τοὺς ἱερεῖς, ἐπυνθάνετο παρ' αὐτῶν, ποῦ ὁ

Χριστὸς γεννᾶται. Οἱ δὲ εἶπον καὶ οὐκ ἠρνήσαντο·

ὡμολόγησαν καὶ οὐκ ἐψεύσαντο. Τὰς ἀκτῖνας τοῦ

ἡλίου κρύπτειν οὐκ ἠδύναντο, τὴν περὶ τοῦ Σωτῆρος

φωνὴν διὰ τοῦ προφήτου σαφηνιζομένην ἐμαρτύρη-

σαν λέγοντες· Ἐν Βηθλεὲμ γεννᾶται ὁ Χριστός. Οὕτω

γὰρ βοᾷ διὰ τοῦ προφήτου· Καὶ σὺ, Βηθλεὲμ, οὐ-

δαμῶς εἶ ἐλαχίστη ἐν τοῖς ἡγεμόσιν Ἰούδα· ἐκ

σοῦ γὰρ ἐξελεύσεται τοῦ εἶναι εἰς ἄρχοντα ἐν τῷ

Ἰσραήλ. Ὢ τοῦ ἀπειθοῦντος Ἰσραήλ! Ὡμολόγησε

τὸ πρᾶγμα τοῦ νόμου, καὶ τὸν νομοθέτην ἠρνήσατο·

αὐτοὶ ἐμαρτύρησαν ποῦ ὁ Χριστὸς γεννᾶται, καὶ αὐ-

τοὶ πάλιν ἠρνήσαντο τὸν γεννηθέντα Χριστόν.

Τί οὖν οἱ μάγοι; ὧν τὸ οἰκεῖον τοῦ νοὸς ἠλλοιώθη,

ὧν ἡ καρδία ἐταράττετο λίαν, καὶ ἐσβέννυτο ἐν λύπῃ,

ὧν οἱ στεναγμοὶ ὡς κυμάτων βία τὴν ναῦν ἐπόντιζον,

ὧν οἱ ὀφθαλμοὶ μαργαριτοειδέσι δάκρυσι τὴν γῆν

κατέῤῥαινον, ὧν ἀφόρητος ἡ θλίψις, τὸν ἀνατολῶν

ζητοῦντες ὁδηγὸν, ὃν οὐκ εἶχον, ἔχοντες ἐζήτουν· Ποῦ

ὁ ἀστὴρ ὁ τῶν μάγων ὁδηγός; Καθ' οἷον δὲ τρόπον

κρύπτεται ἀπ' αὐτῶν ὁ ἀστὴρ, σκόπει τὴν ἀλήθειαν,

καὶ βλέπε τὸ θαῦμα, καὶ τὴν μήνυσιν. Ἕνεκεν τού-

του κρύπτεται ἀπ' αὐτῶν ὁ ἀστὴρ, ἵνα τούτων ἐρω-

τώντων παρὰ τῶν ἀπίστων ἱερέων, φανερὸν γένηται

πᾶσι τὸ οὐρανοῦ καὶ γῆς μυστήριον. Ὅθεν μετὰ τὸ

501

γνῶναι πάντας, φανεροῦται πάλιν μάγοις ὁ ἀστὴρ,

ἕως οὗ ἐλθὼν ἔστη ἐπάνω τοῦ βρέφους ἐν τῷ σπη-

λαίῳ, ἢ μᾶλλον ἐν τῷ οὐρανῷ. Ὅπου γὰρ Χριστὸς,

ἐκεῖ ὁ οὐρανός· τὸ γὰρ σπήλαιον οὐρανὸς ὤφθη ἐπὶ

γῆς. Οἱ δὲ ἰδόντες τὸν ἀστέρα, μᾶλλον δὲ τὸν Σωτῆ-

ρα, ἐχάρησαν χαρὰν μεγάλην, οἳ καὶ κύψαντες προσ-

εκύνησαν, καὶ ἐκβαλόντες τὰ δῶρα, χρυσὸν καὶ λί-

βανον καὶ σμύρναν. Χρυσὸν μὲν ὡς βασιλεῖ· λίβανον

δὲ ὡς Θεῷ· καὶ σμύρναν ὡς θνητῷ· μᾶλλον δὲ ἵνα καὶ

τὸν ἐνταφιασμὸν μηνύσωσι τοῦ πάντων κτίστου καὶ

δημιουργοῦ Χριστοῦ, ὃν ἔτεκεν ἡ οὐράνιος νύμφη

Μαρία, ὁ οὐρανὸς καὶ ναὸς καὶ θρόνος τῆς θεότητος,

τὸ ἀνεκλάλητον τοῦ παραδείσου κειμήλιον. Ἄγγελοι

τὴν Εὔαν ἐμέμφοντο, νυνὶ δὲ τὴν Μαρίαν δοξάζουσιν·

ἡ τὸ ἀσθενὲς τῶν γυναικῶν κυρίως δοξάσασα, ἡ τὴν

πεσοῦσαν Εὔαν ἀναστήσασα, καὶ τὸν ἐκβληθέντα τοῦ

παραδείσου Ἀδὰμ εἰς οὐρανοὺς ἀποστείλασα, ἡ τὸν

κλεισθέντα παράδεισον ἀνοίξασα, καὶ διὰ λῃστοῦ πά-

λιν τὸν Ἀδὰμ καταφυτεύσασα. Διὰ σοῦ γὰρ τὸ μεσό-

τοιχον τοῦ φραγμοῦ τὴν ἔχθραν κατέλυσεν, ὦ ἁγία

Παρθένε· διὰ σοῦ ἡ οὐράνιος εἰρήνη τῷ κόσμῳ ἐδω-

ρήθη, διὰ σοῦ τὰ πέρατα τῆς οἰκουμένης ἐφωτίσθη,

διὰ σοῦ ἄνθρωποι ἄγγελοι γεγόνασι, διὰ σοῦ φίλοι, καὶ

δοῦλοι, καὶ τέκνα Θεοῦ ἄνθρωποι ἐκλήθησαν, καὶ διὰ

σοῦ σύνδουλοι ἀγγέλων καὶ συνόμιλοι ἄνθρωποι ἠξιώ-

θησαν γενέσθαι· διὰ σοῦ γνῶσις οὐράνιος, καὶ δοξο-

λογία ἀπὸ γῆς εἰς οὐρανοὺς ἀναπέμπεται· διὰ σοῦ

παῤῥησίαν ἄνθρωποι ἐν οὐρανῷ πρὸς τὸν Ὕψιστον

ἔχουσι· διὰ σοῦ σταυρὸς ἔλλαμψε κατὰ πάσης τῆς οἰ-

κουμένης, ἐν ᾧ τὸ βρέφος σου ἐκρέματο Χριστὸς ὁ

Θεὸς ἡμῶν· διὰ σοῦ θάνατος πατεῖται, καὶ ᾅδης σκυ-

λεύεται· διὰ σοῦ τὰ εἴδωλα πεπτώκασι, καὶ γνῶσις

οὐράνιος ἐγήγερται· διὰ σοῦ τὸν μονογενῆ Υἱὸν τοῦ

Θεοῦ ἐγνώκαμεν, ὃν ἔτεκες, παναγία Παρθένε, τὸν

Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, ᾧ πάντες ἄγγελοι καὶ

ἄνθρωποι προσκυνοῦντες λέγομεν, ἄναρχον τὸν Πα-

τέρα, ἄναρχον τὸν Υἱὸν, ἄναρχον τὸ ἅγιον Πνεῦμα,

Τριάδα ἀχώριστον καὶ ὁμοούσιον δοξάζοντες εἰς τοὺς

αἰῶνας τῶν αἰώνων. Ἀμήν.

{Ἐκ λόγου ποιοῦ τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶνἘπιφανίου ἐπισκόπου, περὶ Βαΐων.} Ὁ ὑπ' ἀγγέλων ἀσιγήτως ἀνυμνούμενος, καὶ δοξο-λογούμενος, κάτω ὡς ἄνθρωπος γονυπετεῖ τῷ Πατρὶκαὶ εὔχεται· καὶ ἄνω αὐτὸς ὑπὸ πάσης ὁρατῆς καὶἀοράτου κτίσεως εὐχὰς καὶ γονυκλισίας προσδέχεται.Κάτω πεινᾷ ὡς ἄνθρωπος, ἄνωθεν δὲ ὁ αὐτὸς ἐλθὼνἄρτος οὐράνιος διψᾷ οἰκονομικῶς· ἀλλ' αὐτός ἐστιν ἡπηγὴ τῆς ζωῆς θεοπρεπῶς. Κάτω κοπιᾷ κατὰ τὴνπρόσληψιν· ἀλλ' αὐτός ἐστιν ἡ τῶν κοπιώντων καὶπεφορτισμένων ἀνάπαυσις. Αὐτὸς οὗτός ἐστιν ὁ σή-μερον ἐπὶ τὸν θάνατον ἑκουσίως ἐρχόμενος, ἵνατοῦ ἰδίου θανάτου καταργήσει τὸν τὸ κράτος ἔχοντατοῦ θανάτου, καὶ ἀθανασίαν χαριζόμενος τοῖς ὑπ' αὐ-τοῦ θνήξασι, δι' ἀθανασίας ἐλπίδα δελεασθεῖσιν. Διὰτοῦτο παρεγένετο, οὐ σκῆπτρα καὶ σάλπιγγας ἐπ-αγόμενος, ἀλλὰ πτωχείαν ἐσχάτην ἐνδεικνύμενος· οὐξίφη καὶ ὅπλα καὶ δόρατα, ἀλλὰ ταπείνωσιν ἄκρανφερόμενος· οὐχ ὁπλοφόρους, οὐκ ἀσπίδας χρυσοκολ-λήτους καὶ θυρεοὺς καὶ κράνος καὶ θώρακα, ἀλλὰπραότητα ἄκραν, καὶ ἀκακίαν ἄμετρον, καὶ μετριό-τητα τὴν ὑπὲρ μέτρον, ὁ Κύριος Χριστὸς, ὁ Θεὸς ἐνΣιών. Καὶ ἐσείσθη, φησὶ, πᾶσα ἡ πόλις λέγουσα,Τίς ἐστιν οὗτος; Οἱ δὲ ὄχλοι ἔλεγον, Οὗτός ἐστιΧριστὸς ὁ υἱὸς Δαβίδ. Καὶ εἰσελθὼν εἰς τὸ ἱερὸν ὁὄντως ναὸς καὶ Θεὸς ὁ ἱερώτερος καὶ τοῦ ἱεροῦ, ἐξ-ήνεγκε καὶ τοὺς μιαροὺς ἱερεῖς τοὺς παρανόμους καὶκακοτρόπους. Οἱ δὲ παῖδες ἱεροπρεπῶς ἢ θεοπρεπῶςἐν τῷ ἱερῷ τοῦ Θεοῦ ἑστῶτες, Ὡσαννὰ τῷ Θεῷ τοῦἱεροῦ Χριστῷ τῷ Ἰησοῦ ἀνέκραζον· Ὡσαννὰ τῷυἱῷ Δαβὶδ, δωρουμένῳ εἰρήνην ἐν οὐρανῷ, καὶ δόξανἐν ὑψίστοις. Μακάριαι τῶν Ἐκκλησιῶν αἱ προσδοκίαι!Μακάριαι τῶν Χριστιανῶν αἱ ἐλπίδες! Τῷ εἰρηνάρχῳπιστεύοντες, ἢ τὴν εἰρήνην πλουτήσαντες ἄνθρωποιἀγγέλων συμπολῖται γεγόνασι· τὰ ἄνω καὶ κάτω ἀνα-μὶξ Χριστὸς πεποίηκε· τοῖς ἀσωμάτοις τοὺς χοϊκοὺςἥνωσε. Χαίρετε ἐν Χριστῷ· πάλιν ἐρῶ, Χαίρετε.Χαῖρε σφόδρα, θύγατερ Σιὼν, ἡ νέα Ἱερουσαλὴμ, ἡτοῦ Θεοῦ Ἐκκλησία· σκόπησον τὰ τῆς ἑορτῆς σουμυστικώτερα· δράμε τῶν ὁρωμένων ὑψηλότερον, ἵναγνῷς ἀναγωγικῶς καὶ τὰ αἰσθητῶς τελούμενα. Τίνος χάριν ὁ πάντη πεζοπόρος Ἰησοῦς νῦν καὶμόνον ἐπὶ ζώου ἐκάθισεν, αὐτὸς ὑψούμενος, καὶ τὴνἐν σταυρῷ ὕψωσιν ἑαυτῷ αἰνιττόμενος; Τίς ἡ κατ-έναντι κώμη; Πάντως ἡ ἀντίθετος καὶ ἐναντία τῷκόσμῳ γνώμη, ἣν ἐκτήσατο ὁ κατέναντι τοῦ παρα-δείσου ἐξοικισθεὶς ἄνθρωπος, πρὸς ὃν ἀπέστειλεν ὁΧριστὸς δύο τῶν μαθητῶν, οἷον Διαθήκην αὐτοῦ Πα-λαιὰν καὶ Νέαν, τὰς δύο Διαθήκας. Τίς ἡ ὄνος; Ἡ πα-λαιὰ πάντως καὶ μοιχαλὶς Συναγωγὴ, ἡ εἰς τὰ βάρητὸν βίον βεβαρημένη, ἐφ' ᾗ Χριστὸς μέχρι που κεκά-θικε. Τίς ὁ πῶλος; Ἐγὼ ὁ νέος καὶ ἀγύμναστος τῶνἐθνῶν λαὸς, ἐφ' ὃν οὐδεὶς ἀνθρώπων ἐκάθισεν· οὐ νό-μος, οὐ φόβος, οὐκ ἄγγελος, οὐ προφήτης, οὐ Μωσῆς,οὐ Γραφή· ἀλλ' αὐτὸς ὁ Θεὸς Λόγος ὁ ἡμῖν τοῖς ἀλό-γοις συμφατνιάσας ἐν Βηθλεὲμ, ὅπως τῆς ἡμετέραςἀλογίας ἐλευθερώσῃ, θεολόγους ὕστερον καταστήσας.Τίς δὲ ἡ λύσις τοῦ πώλου; Πάντως ἡ ἀπὸ τῆς εἰδω-λολατρείας ἐλευθερία, καὶ ἡ τῶν εἰδωλικῶν αἱμάτωνκατάλυσις, ἣν ἐσήμανε καὶ ἡ τῆς αἱμοῤῥοούσης γυ-ναικὸς ψαῦσις. Τίνες οἱ ἐπὶ τῇ λύσει τοῦ πώλου γογ-γύσαντες, λέγοντες· Τί λύετε τὸν πῶλον δεδεμέ-νον; Οἱ Ἰουδαῖοι [οἱ] καὶ δαίμονες. Τίς ἡ τῶν ἱμα-τίων τῶν παίδων ὑπόστρωσις; τί τοῦ παλαιοῦ ἀνθρώ-που ἔκδυσις; Ἡ τῆς Συναγωγῆς ἄσχημος γύμνωσιςὁμοῦ καὶ ἐρήμωσις. Τίνα τὰ θεολογοῦντα νήπια;Σύμβολα πάντως τοῦ πιστοῦ λαοῦ τῆς ἘκκλησίαςΧριστοῦ ἔγγονα. Τίνες αἱ τούτων μητέρες; Αἱ τοῦβαπτίσματος κολυμβῆθραι αἱ τοὺς πιστοὺς ἀναγεν-νῶσαι. Τίνες αἱ τῶν μητέρων μαζοί; Αἱ δύο Διαθῆ-και αἱ ἡμῶν διδάσκαλοι ἀμφότεραι, ποτίζουσαι ἡμᾶςτὸ γάλα τὸ πνευματικὸν καὶ οὐράνιον. Τίς ἡ ἐκ τοῦ ὄρους τῶν Ἐλαιῶν Χριστοῦ κατάβα-σις, ἀλλ' ἢ πάντως ἡ ἐκ τοῦ οὐρανοῦ Θεοῦ Λόγουπρὸς ἡμᾶς συγκατάβασις; Τίνες τῶν ἐλαιῶν οἱ κλά-δοι; αἱ τῶν ἐλεημόνων ψυχαί. Τίς ἡ ὁδὸς, ἐν ᾗ καλῶςὑποστρωννύουσι τὰς τῶν ἀρετῶν πράξεις, ἀπεκδυό-μενοι τὸν παλαιὸν ἄνθρωπον; Τί τῶν φοινίκων τὰβαΐα; αἱ καθαραὶ τῶν δικαίων καρδίαι, αἱ ὡς φοίνι-κες ἀνθοῦσαι, καὶ ὡς αἱ κέδροι τοῦ Λιβάνου πλη-θυνόμεναι, αἱ πεφυτευμέναι ἐν τῷ οἴκῳ Κυρίου, καὶἐξανθοῦσαι, αἱ ἄνω ὀρθῶς πρὸς τὸν ἀληθῆ φοίνικαβλέπουσαι, πάντως δηλοῦσαι καὶ τὴν νίκην τοῦ τυ-ράννου καὶ τοῦ ᾅδου, αὐτοὶ ἐλευθερωθέντες τῆς ἐκεί-νων τυραννίδος τῇ τοῦ Χριστοῦ νικητοῦ δυνάμει. Τίνεςοἱ προάγοντες; Προφῆται οἱ δίκαιοι. Τίνες οἱ ἀκολου-θοῦντες; ἀπόστολοι, καὶ ἡμεῖς οἱ ἐξ ἐθνῶν μετὰ τού-των πιστεύσαντες. Ἡ δὲ πόλις, ἡ ἄνω Ἰερουσαλήμ·τὸ δὲ ἱερὸν, ἡ βασιλεία τῶν οὐρανῶν, ἐξ ἧς ΧριστὸςἸουδαίους ὡς ἀναξίους ἐξήγαγεν. Οὕτω τὰ τῆς ἑορτῆςσου νόησον· οὕτω τὸ τοῦ Δεσπότου μυστήριον φύλα-ξον. Πάντως δὲ καὶ τὰ τῆς ἑορτῆς σου *** Συνδρά-μωμεν μετὰ ἀγγέλων χορεύοντες, μετὰ τοῦ ὄχλουκροτούντων, μετὰ τοῦ πώλου σκιρτῶντες, μετὰμητέρων θαυμάζοντες, μετ' ἀποστόλων κηρύττοντες,καὶ Χριστῷ ὑπαντοῦντες τὴν Ἱερουσαλὴμ ἐπιβαί-νοντι, αἰνοῦντες, εὐλογοῦντες, Ὡσαννὰ λέγοντες. Εὐ-λογημένος ὁ ἐλθὼν, καὶ πάλιν ἐρχόμενος ἐν ὀνό-ματι Κυρίου κρῖναι τὸν κόσμον αὐτοῦ. Αὐτῷ ἡ δόξατῷ Πατρὶ, καὶ τῷ Πνεύματι εἰς τοὺς αἰῶνας.Ἀμήν.{ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝΕΠΙΦΑΝΙΟΥ ΕΠΙΣΚΟΠΟΥΠΟΛΕΩΣ ΚΩΝΣΤΑΝΤΙΑΣ ΤΗΣ ΚΥΠΡΟΥΠΕΡΙ ΤΩΝ ΑΡΙΘΜΩΝ ΜΥΣΤΗΡΙΩΝ.}{Περὶ πίστεως.} Αʹ. Πίστις ἐστί. Πίστις δὲ ἡ εἰς Θεὸν πρᾶγμα ἀψη-λάφητον, ἀκατάληπτον, ἀθεώρητον, ἀπολυπραγμό-νητον, ἀκαστορητὴς, σιωπῇ τιμώμενον, καὶ νῷπροσκυνούμενον, ἕδρα ψυχῆς, θεμέλιον ζωῆς, ῥίζαζῶσα, κλάδος ἀμάραντος, καρπὸς ἀθανασίας, ἐλπι-ζομένων πραγμάτων ὑπόστασις, ἔλεγχος οὐ βλεπο-μένων, πάντων τῶν ἁγίων δικαίωσις.{Περὶ τῆς ἁγίας Τριάδος.} Βʹ. Τριὰς ἁπλῆ, ἀσύνθετος, ἀσυνείκαστος, ἀν-έκφραστος, ἀδιήγητος, ἀδιόρεστος· Πατὴρ, Υἱὸς,ἅγιον Πνεῦμα· ὁμοούσιος κατὰ πάντα, κατὰ συμφω-